Σάββατο 7 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΥ ΠΡΩΤΗ ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. ΤΗΣ ΑΓΙΑΣ ΟΙΚΟΓΕΝΕΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΥ 7-13!!
ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ
ΑΓΙΑ ΟΙΚΟΓΕΝΕΙΑ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
 (Ἐν τῶ χειρογράφῳ ἡ Ἑορτὴ τίθεται κατὰ τῇ ΙΘ΄ Ἰουλίου.)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ξυνωρὶς ἡ ὁμότροπος, ὡς ἡλίῳ σελήνῃ μέν, συναφθεὶς Βασίλειος Ἐμμελίᾳ σεμνῇ, χορὸν ἀστέρων δεκάριθμον, γεννᾷ οἷς διέλαμψαν, στερεώματι Χριστοῦ, Ἐκκλησίας Βασίλειος, καὶ Γρηγόριος, σὺν τῷ Πέτρῳ Ναυκράτιος, Μακρίνα, ὧν ἐν πίστει ἐκτελοῦμεν, τὴν ἱερὰν μνήμην σήμερον. (Δίς)

Εὐφημείσθω Βασίλειος, καὶ τιμάσθω Γρηγόριος, σὺν τῷ Πέτρῳ σήμερον οἱ διδάσκαλοι, οἱ τὴν ὑφήλιον ἅπασαν, τοῖς λόγοις φωτίσαντες, καὶ κηρύξαντες ὁμοῦ, τῆς τριάδος τὸ ἄναρχον, τρεῖς ὑπάρχοντες, Ἐκκλησίας θεμέλιοι καὶ πύργοι, δυσσεβῶν τὰς ἀντιθέους, ἐρεσχελείας οἱ τρέψαντες.

Καταχρέως γεραίρεται, νῦν Μακρίνα ἡ πάνσεμνος καὶ Ναυκράτιος ἄσμασι συνδοξάζεται, σταυρὸν ἐπ’ ὤμων γὰρ ἄραντες, Χριστῷἠκολούθησαν, ὑπομείναντες πολλάς, κακουχίας ἀσκήσεως οἱ πανένδοξοι, οἱ σεπτοὶ δὲ γεννήτορες οἱ τούτων, σὺν αὐτοῖς νῦν ἐπαξίως, μελῳδικῶς εὐφημείσθωσαν.

Δόξα. Ἦχος β΄.
Ἱεραρχῶν τοὺς ἐκφάντορας καὶ οἰκουμένης φωστήρας τρισοούς, Βασίλειον, Γρηγόριον σὺν Πέτρῳ τοὺς τερπνοὺς ὁμαίμονας, σὺν ἅμα Ναυκρατίῳ καὶ τῇ μεγάλῃ Μακρίνῃ, ἐπαξίως τιμήσωμεν, οὗτοι γὰρ τὸ θεῖον ἐξευμενίζουσιν ἐν παῤῥησίᾳ τῷ θρόνῳ τῆς ὑπεράρχου Τριάδος παριστάμενοι· σὺν τούτοθς δὲ καὶ τοὺς ἱεροὺς αὐτῶν τοκεῖς εὐφημοῦντες δυσωπήσωμεν, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Τὸ Δογματικὸν τοῦ Ἦχου.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ γηγενεῖς, στησόμεθα χορείαν, γεραίροντες ἐν ὕμνοις, ἑπτάριθμον χορείαν, πατρομητραδελφότητος.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἐν ἀγαλλιάσῃ ἀγαλλιάσονται.
Δόξα Σοι Βασιλεῖ, ὁ τῶν ἁπάντων Κτίστης, ὁ ἀναδείξας κόσμῳ, ἑπταρίθμους Ἁγίους, ῥίζης μιᾶς βλαστήματα.

Στ: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὕμνοις χρεωστικῶς, τοὺς ἱερεῖς Κυρίου, σὺν τῇ σοφῇ Μακρίνῃ, Ναυκράτῃ Ἐμμελίᾳ, τιμῶντες μεγαλύνωμεν.

Δόξα. Καὶ νῦν.
Σέλας τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, πρεσβείαις τῶν Ἁγίων, καὶ τῆς πανάγνου Κόρης, ἐλέησον τοὺς δούλους Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ Ἤχου.
Τῶν Ἁγίων. Ἦχος α΄.
Τοὺς τρεῖς λαμπτῆρας καὶ θείους Ἱεραρχῶν τὰ κειμήλια, τοὺς τὴν Ἐκκλησίαν μελιῤῥύτων διδαγμάτων πληρώσαντας, τὸν ὑψιβάμονα Βασίλειον ἅμα Γρηγορίῳ Νύσσης καὶ Σεβαστείας Πέτρῳ ἀνευφημήσωμεν, Βασίλειον τοὺς τούτων καὶ Ἐμμελίαν γεννήτορας, σὺν τῷ κλεινῷ Ναυκρατίῳ, Μακρίναν τὴν ἀείμνηστον, πάντες ἐν τῇ μνήμῃ αὐτῶν τῇ λαμπρᾷ, ὁμοφρόνους τούτους γεραίροντες· αὐτοὶ γὰρ τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βασίλειον ᾄσμασι τὸν Ἱεράρχην Χριστοῦ, Γρηγόριον Νύσσης τε σὺν Πέτρῳ μέλψωμεν, τοὺς τούτων γεννήτορας, ἅμα σὺν Ναυκρατίῳ, τὴν μεγάλην Μακρίναν, σήμερον συνελθόντες, συννημμένως τὴν τούτων, τελέσωμεν πανήγυριν, καρδίας εὐθύτητι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν Ἰορδάνη βαπτιζομένου Σου Κύριε...

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός καὶ τὸ α΄ Κάθισμα του Ψαλτηρίου. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν δ΄ Ἀναστάσιμα του ἤχου, γ΄ τῆς Ἑορτῆς καὶ γ΄ τῶν Ἁγίων. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἱεραρχῶν τὴν τριάδα ἐπαξίως, τιμήσωμεν σήμερον ἐνθέοις ᾄσμασι, τὸν ὑψηλόνουν Βασίλειον, καὶ Νυσσαέων, θεῖον Γρηγόριον τὸν πανθαύμαστον, σὺν Πέτρῳ ὁμαίμονι τῷ Σεβαστείας λαμπρῷ ἀρχιποίμενι, σὺν τούτοις δέ, ζεῦγος τὸ θεῖον, καὶ ξυνωρίδα τὴν ὑπερθαύμαστον, ἄλλον Βασίλειον Ἐμμελίαν τε, τοκεῖς καὶ φύντας αὐτῶν χρηματίσαντας, καὶ Ναυκράτιον ἅμα, τῇ Μακρίνῃ ἐπαινέσωμεν.

Τὴν ὑψηλὴν ἐπιβὰς θεολογίαν, ἐμυήθης ἄῤῥητα σοφὲ Βασίλειε, σὺ δὲ τρισμάκαρ Γρηγόριε, καὶ θεῖε Πέτρε, τὴν Ἐκκλησίαν κατεφαιδρύνατε, ἐνθέοις διδάγμασι, καὶ τῶν θαυμάτων αὐγαῖς, αἱρετικῶν τὰ ἀπύλωτα, στόματα λόγοις, ἐναποφράξαντες, θείοις πάνσοφοι, ὅθεν τιμῶντες τὴν πανσέβαστον ὑμῶν μνήμην, Τριάδα ὑπέρθεον, μεγαλύνομεν πάντες, τὴν ὑμᾶς λαμπρῶς δοξάσασαν

Δεῦτε συμφώνως φιλέορτοι ἐν ὕμνοις, σκιρτῶντες κροτήσωμεν ἐνθέοις σήμερον, ἀνευφημοῦντες Βασίλειον καὶ Ἐμμελίαν, τὴν συζυγίαν τὴν ὑπερθαύμαστον, τὴν κόσμῳ ἀνθήσασαν, τοὺς διδασκάλους ἡμῶν, καὶ δι’ αὐτῶν τὴν ὑφήλιον πᾶσαν ἐν λόγοις, καταφαιδρύνασαν καὶ διδάγμασιν, οὕς περ τιμῶντες μακαρίζομεν, δυσωποῦντας ἀπαύστως τὸν Κύριον, δωρηθῆναι εἰρήνην, σωτηρίαν τε καὶ ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Συνελθόντες ὦ θεόφρονες σήμερον, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, ἐπὶ τῇ μνήμῃ τῶν ἑπταρίθμων Ἁγίων· Βασιλείου καὶ Ἐμμελίας τῆς ἱερᾶς ξυνωρίδος, Βασιλείου τε τοῦ λαμπροτάτου φωστῆρος τοῦ βλαστήματος τούτων, οὐρανοφάντορος τοῦ μεγάλου, καὶ Πέτρου Σεβαστείας τοῦ ποιμενάρχου, Γρηγορίου τε τοῦ Νυσσαέων διδασκάλου καῖ κήρυκος τῆς εὐσεβείας, τῶν τρισσολαμπτήρων τῆς Ἐκκλησίας φωστήρων καὶ αὐταδέλφων, σὺν τούτοις καὶ Ναυκράτιον Ὁσίων ἐγκαλλώπισμα καὶ ἀσκητῶν τὸ κλέος, Μακρίναν δὲ τὴν ἀξιέπαινον μοναζουσῶν τὸ ἥδυσμα καὶ παρθενίας τὸ τερπνὸν στηλογράφημα· οὗτοι γὰρ τῆς οἰκουμένης λαμπτῆρες, καὶ κοινοὶ εὐεργέεται τοῦ ἀνθρωπίνου γένους ἀναφανέντες, τὴν ὑφήλιον τοῖς κατορθώμασι κατεφαίδρυναν, καὶ πολλῶν σωτηρίας ἄξιοι γεγόνασι τοῖς λόγοις καὶ διδάγμασιν· ἐν παῤῥησίᾳ νῦν τῷ θρόνῳ τῆς μεγαλοσύνης παρίστανται, ἀπαύστως πρεσβεύοντες τῷ Σωτῆρι τῶν ὅλων, ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν λαμπρὰν αὐτῶν πανήγυριν.
Καὶ νῦν. Τὸ Θεοτοκίον τοῦ Ἤχου.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  














Λιτή. Ἦχος α΄.
Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοὶ ἐπὶ τῇ μνήμῃ τῶν σοφωτάτων διδασκάλων, τὰ ἄνθη τῶν ᾀσμάτων συλλέξαντες πρὸς αὐτοὺς ἀνακράξωμεν· Τριὰς Ἱεραρχῶν πανιέρων, σὺν Βασιλείῳ πατρὶ ὑμῶν, καὶ μητρὶ Ἐμμελίᾳ Μακρίνῃ τῇ μεγάλῃ καὶ Ναυκρατίῳ Ὁσιομάρτυρι· οἱ μέν, τὴν σύμπασαν κτίσιν φωτίσαντες διδασκαλίαις καὶ εἰσηγήσεσιν ὑμῶν καὶ ἱεροῖς συγγράμμασιν· οἱ δέ, τῇ ὑποδείξει τῆς ἐνθέου ὑμῶν βιωτῆς, ἀσκητῶν τοὺς χοροὺς ὑπαλείψαντες, πρὸς μίμησιν τῆς ὑψηλῆς ὑμῶν πολιτείας καὶ νῦν ἐν οὐρανοῖς τῷ ἀστέκτῳ θρόνῳ τῆς Τρισηλίου Θεότητος παριστάμενοι, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν πίστει τελούντων ὑμῶν τὰ μνημόσυνα.

Ὁ αὐτός.
Ἐξέστησαν μέρωποι πάντες, ἐξέστησαν καὶ νόες οὐράνιοι ἐπὶ τοῖς τελεσθεῖσι παρ’ ἡμῶν, ἐξαίσιοι τερατουργήμασι πατέρες παγκόσμιοι. Σὺ μὲν γὰρ Βασίλειε, ὡς στύλος πυρὸς τῷ Κυρίῳ λειτουργῶν ἀναδέδειξας Ἀγγέλων ἔχων συνυπουργοῦντάς σοι, καὶ ναοῦ πύλας κεκλεισμένας, προσευχῇ διήνοιξας, καὶ τοῦτον τοῖς ὀρθοδόξοις παρέδωκας. Σὺ δὲ Γρηγόριε ὑπέρθαυμαστε, τοῖς ἱεροῖς λόγοις σου τὴν Ἐκκλησίαν Χριστοῦ κατεποίκιλας, καὶ σὺν Πέτρῳ τὴν ὀρθοδοξίαν ἐκράτυνας, ἄμφω δὲ σὺν τοῖς τοκεῦσι τῷ εὐαγγελικῷ τοῦ Σωτῆρος ἑπόμενοι παραγγέλματι, προκρίνειν τῶν ἑνεστώτων τὰ μέλλοντα. Πάσαν ἰδέαν ἀρετῆς μετήλθετε πανσεβάσμιοι καὶ σὺν ἅμα ἐν οὐρανοῖς ἀγαλλόμενοι, ὅπερ σπάνιον τοῖς πολλοῖς, πρεσβεύσατε ὑπὲρ ἡμῶν δεόμεθα, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἐν ὥρᾳ τῆς κρίσεως πανσέβασμιοι.

Ἦχος β΄.
Δεῦτε καὶ συνευφρανθῶμεν σήμερον, μοναστῶν αἱ χορεῖαι ἐπὶ τῇ μνήμῃ τοῦ ἑπταρίθμου συνασπισμοῦ τῶν Ἁγίων, οὗτοι γὰρ ὁμοτρόπως ὑψηλῆς πολιτείας ὄρει διαφόρως ἐπιβάντες, ὡς παλαισταὶ ἀξιόθεοι καὶ πρόμαχοι τῆς ἀληθείας πιστότατοι, ἐχθροὶ τοῖς ἀοράτοις καὶ ὁρατοῖς, εὐσεβοφρόνως ἀντέστησαν καὶ νίκης στεφάνοις κοσμηθέντες, ἀπαύστως πρεσβεύουσι σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Οὐρανίου πολιτείας φωστῆρες διαυγέστατοι, τετρὰς πατέρων σὺν Βασιλείοις, Γρηγόριος Πέτρῳ ἔλαμψαν τῷ κόσμῳ τῷ κάλλει τοῦ πνεύματος, καθωραἱσμένοι φαιδρῶς, καὶ τῇ αἴγλῃ τὸν νοῦν καταστραπτόμενοι διὸ καὶ ὁ Χριστὸς ἀξίως τούτους ἐδόξασε· καὶ ἐπὶ γῆς καὶ ἐν οὐρανοῖς. Καὶ πανταχοῦ ὑμνεῖται τὸ θεῖον τούτων ὄνομα· καὶ δοξάζεται Χριστός· ὁ δοξάζων τοὺς αὐτὸν ἀντιδοξάζοντας. Δῶρον τοίνυν καὶ ἡμᾶς θεόθεν δεδωρημένοι ἐπλουτήσαμεν· τὰς προστασίας καὶ ἀντιλήψεις ὑμῶν πανσεβάσμιοι καὶ πρεσβευτὰς ὑμᾶς πρὸς Κύριον ἀνεπαισχύντους κεκτήμεθα.

Ὁ αὐτός.
Ῥίζης εὐκελοῦς, κλάδοι ἀειθαλεῖς ἐβλάστησαν, οἱ περὶ τὸν τῆς Βασιλείας τοῦ Θεοῦ φερώνυμοι πανολβία ἑξὰς Ἁγίων, Ἱεραρχῶν καὶ Ὁσίων Χριστοῦ. Τὰς ἀρετὰς ἁπάσας ἐν ἑαυτοῖς συλλέξαντες, δι’ ὧν καὶ περιβόητοι ἐν κόσμῳ γεγόνασιν. Οὐδὲ γὰρ οἶδε κρύπτεσθαι τῷ μοδίῳ ὁ λύχνος, ἀλλὰ πᾶσι φαίνειν ἐν τῇ λυχνίᾳ κείμενος, καθάπερ καὶ ὑμεῖς παμμακάριστοι, τῆς Ἐκκλησίας Χριστοῦ προστατεύσαντες. Καὶ ταύτης τοὺς οἴακας καλῶς ἰθύναντες, εἰς τὸν οὐράνιον γαληνὸν λιμένα ἐφθάσατε, διὸ αἰτούμεθα τὰς αἰτήσεις τῶν ἐπικαλουμένων ὑμᾶς πληρώσατε, ἀπαύστως πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Ἱεραρχῶν τοὺς κοσμήτορας καὶ κήρυκας τῆς ὑψηλῆς θεολογίας, τὰ πάγχρυσα δοχεῖα τοῦ Ἁγίου Πνεύματος, τὸν τῆς Βασιλείας φερώνυμον σὺν τῷ θείῳ τούτου ὁμωνύμῳ πατρί, καὶ εὐκλεεστάτῃ μητρὶ καὶ λοιποῖς ἅπαντες συνελθόντες εὐφημήσωμεν. Οὗτοι γὰρ τὸν νοητὸν γολιάθ, τῷ ἀκρογωνιαίῳ λίθῳ καταβαλόντες, τὴν ὀρθόδοξον πίστιν ἐκράτυναν καὶ τοὺς πιστοὺς πρὸς ὁμόνοιαν ἥγαγον. Τὰ νόθα ζιζάνια ἐκ ποδῶν ποιησάμενοι ἀλλ’ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε ἀεὶ πρεσβεύειν Χριστῷ ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν τὴν πανίερον καὶ θείαν πανήγυριν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντες τόν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.










Εἰς τὸν Στίχον. Τὰ τὴς Ὀκτωήχου.

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. δ΄.
Ἀγάλλου ἐν Κυρίῳ, Καισαρείας πόλις ἡ περιώνυμος· ἡ ἐξανθήσασα πληθῦν ἁγίων ἀνδρῶν, ἐν οἷς προσέτι λάμπουσιν, ἡ ἑπτάριθμος αὕτη χορεία, τῶν νῦν εὐφημουμένων παρ’ ἡμῶν, ἡ τριὰς τῶν Ἱεραρχῶν, σὺν Ἐμμελίᾳ καὶ Βασιλείῳ τῇ ἱερᾷ ξυνωρίδι, Μακρίνα καὶ Ναυκράτιος οἱ πανένδοξοι· οὗτοι γὰρ ὡς ἐκ παραδείσου φυτὰ εὐώδη ἐκ σοῦ ἐκβλαστήσαντες, παντέρπνους καρποὺς ἐκφύσαντες, τὴν οἰκουμένην πᾶσαν νοητῆς εὐωδίας ἐπλήρωσαν, ἥ καὶ τὰ θεῖα αὐτῶν σκηνώματα δεξαμένη, τὴν χάριν πλουτοῦσα παρέχεις τοῖς προστρέχουσι, τοῖς ἱεροῖς αὐτῶν τάφοις, καὶ τὴν κόνιν αὐτῶν, μετ’ εὐλαβείας ἀσπαζομένοις, ὧν ταῖς πρεσβείαις ὁ Θεὸς τὴν πόλιν ταύτην διαφύλαξον ἐν εἰρήνῃ τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας ἀνυψῶν, καὶ πᾶσι παρέχων σωτηρίαν ψυχική, τοῖς αὐτῶν τιμῶσι τὴν σεβάσμιον πανήγυριν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ Ἤχου.
Τῶν Ἁγίων. Ἦχος α΄.
Τοὺς τρεῖς λαμπτῆρας καὶ θείους Ἱεραρχῶν τὰ κειμήλια, τοὺς τὴν Ἐκκλησίαν μελιῤῥύτων διδαγμάτων πληρώσαντας, τὸν ὑψιβάμονα Βασίλειον ἅμα Γρηγορίῳ Νύσσης καὶ Σεβαστείας Πέτρῳ ἀνευφημήσωμεν, Βασίλειον τοὺς τούτων καὶ Ἐμμελίαν γεννήτορας, σὺν τῷ κλεινῷ Ναυκρατίῳ, Μακρίναν τὴν ἀείμνηστον, πάντες ἐν τῇ μνήμῃ αὐτῶν τῇ λαμπρᾷ, ὁμοφρόνους τούτους γεραίροντες· αὐτοὶ γὰρ τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βασίλειον ᾄσμασι τὸν Ἱεράρχην Χριστοῦ, Γρηγόριον Νύσσης τε σὺν Πέτρῳ μέλψωμεν, τοὺς τούτων γεννήτορας, ἅμα σὺν Ναυκρατίῳ, τὴν μεγάλην Μακρίναν, σήμερον συνελθόντες, συννημμένως τὴν τούτων, τελέσωμεν πανήγυριν, καρδίας εὐθύτητι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν Ἰορδάνη βαπτιζομένου Σου Κύριε...

Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χορὸν ἑπτάριθμον, Ἁγίων σήμερον, ἀνευφημήσωμεν, ὕμνοις θεόφρονες, ὡς θεηγόρους ἀληθῶς, ὑπάρχοντας κραυγάζοντες· τούτων ταῖς δεήσεσι, καὶ πρεσβείαις φιλάνθρωπε, λύτρωσαι τὴν ποίμνην σου, ἐκ κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰαρ προβαλόμεθα πρέσβεις, παῤῥησίαν ὄντως ὡς πλουτοῦντας πρὸς Κύριον.
Δόξα.
Τὴν ὑψηλότητα, τῆς πολιτείας ὑμῶν, καὶ τὸ ἐπίμονον, τὸ τῶν καμάτων ὑμῶν, τήν τε ἰσάγγελον ζωήν, ἰδὼν ὑμῶν ὁ Δεσπότης, χάρισιν ἐλάμπρυνε, καὶ λαμπρῶς ἀντεδόξασε, φύλακας παρέχων ὑμᾶς, καὶ ἡμῶν ἀντιλήπτορας, ἑπτάριθμος χορεῖα Ἁγίων, Καισαρείας τὸ καύχημα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης• ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν• Δόξα Θεῷ τῷ ἐν Τριάδι.

Εἰς τοὺς Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Σοφίας ὅλως ἀμυήτως ἔχοντι, πρὸς δὲ καὶ μὴ καθαρῷ, ὄντι συμπαθείᾳ, Ἱεράρχαι πάνσοφοι, τὸν ὕμνον τοῦτον μέλποντι, ἐπιβλέψατε λόγον, σοφίας μοι ἐμπαρέχοντες, μέλψαι τὴν ὑμῶν νῦν πανήγυριν.
‘Ρητόρων τέχναι καὶ σοφῶν αἱ μέθοδοι, σιγᾶται πᾶσα καὶ γάρ, ὄντως θεία χάρις, ἄνωθεν ἐφοίτησε, τοὺς τρεῖς ἱεροφάντορας, Καισαρείας τὸ κλέος, καὶ φύντας τούτων ὑμνεῖσαι νῦν, μνήμην τὴν πανσέβαστον σήμερον.
Ἀρχὴ σοφίας τὸ φοβεῖσθαι Κύριον, ὁ Σολομὼν βεβαιοῖ, ἥνπερ νηπιόθεν, ὡς ἐνστερνισάμενοι, πατέρες οὐρανόφρονες, σὺν Μακρίνῃ τῇ θείᾳ, ἐν προσευχαῖς τε σχολάζοντες, ἄνω Βασιλείας ἐτύχετε.
Θεοτοκίον.
Κήρυκες θεῖοι καὶ μύσται τῆς χάριτος, σοφοὶ διδάσκαλοι, τῆς τοῦ Χριστοῦ θείας, Ἐκκλησίας πάνσοφοι, τοῦ Πνεύματος τὰ ὄργανα, τῇ ἁπάντων Δεσποίνῃ, τὸν ὕμνον νῦν συγκροτήσατε, ἐξ ὕψους τὴν χάριν ἐμπέοντες.







ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Λόγοις ἑπόμενοι Χριστοῦ, καὶ ἴχχνεσι προσταγμάτων, ὦ Βασίλειε καὶ Πέτρε, σὺν ἅμα Γρηγορίῳ τῷ σοφῷ, πρὸς ὕψος ἀνηνέχθητε, θεολογίας ὅθεν, βυθὸν σοφίας εἱλκύσατε.
Ἐκ φωτοδότιδος πηγῆς, τῆς ἀπροσίτου Τριάδος, φωτισμὸν θεολογίας λαβόντες, ἐλαμπρύνατε πιστῶν, ἅπαν σοφοὶ τὸ πλήρωμα, διδασκαλίαις θείαις, καὶ θεοπνεύστοις συγγράμμασι.
Τοῦ νῦν αἰώνος τὴν σαφῶς, καταργουμένην σοφίαν ὑποκύπτουσαν, διδάσκαλοι θεῖοι, δουλικῶς τῇ ἀληθῇ θείᾳ μεθηρμώσασθε, καὶ διδαχαῖς παγχρύσοις, τὴν οἰκουμένην ἐπλήσατε.
Θεοτοκίον.
Ὁ ἐν τῇ μήτρᾳ τῆς ἁγνῆς, κατασκηνώσας Παρθένου, τὰς ψυχὰς τῶν θεοφόρων ἁγίων, οἰκητήριον ποιεῖ, καὶ τοῖς ἐκείνων στόμασι, τὰ κατὰ τὴν μητέρα, διερμηνεύει μυστήρια.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Γεννητόρων τῶν θείων Ἱεραρχῶν, Βασιλείου καὶ Πέτρου τῶν θαυμαστῶν, σοφοῦ Γρηγορίου τε, Νυσσαέων ἐξάρχοντος, καὶ μεγάλης Μακρίνης, σοφοῦ Ναυκρατίου τε, συνελθόντες σήμερον, τὴν θείαν πανήγυριν, πόθῳ ἑορτάσωμεν ἐκβοῶντες τούτοις· χορεῖα ἑπτάριθμος, τῷ Κυρίῳ πρεσβεύσατε, τοῦ δοθῆναι τὴν ἄφεσιν, ὧν ἀφρόνως ἐπράξαμεν, παῤῥησίαν ἔχοντες πανένδοξοι, ἑορτάζοντας πόθῳ τὴν σεβάσμιον μνήμην ὑμῶν.
Δόξα.
Μονασταὶ καὶ μιγάδες πάντες ὁμοῦ, ἀθροισθέντες τὴν μνήμην τῶν θαυμαστῶν, Πατέρων ὑμνήσωμεν, θεοπνεύστοις ἐν ᾄσμασι, τοῦ σοφοῦ Βασιλείου καὶ Πέτρου τοῦ μάκαρος, Νυσσαέων φωστῆρος, σοφοῦ Γρηγορίου τε, ἅμα Ναυκρατίῳ, τῇ μεγάλῃ Μακρίνῃ, σὺν θείοις γεννήτορσι, πρὸς αὐτοὺς ἀνακράζοντες· θεοφόροι μακάριοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί• καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν• ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε• καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.






ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Στύλος πυρός, λαοῦ πιστοῦ προηγούμενος, καὶ φλογίζων τοὺς ἐχθροὺς τῆς πίστεως, τὰς δὲ φυλὰς σώζων ἀσφαλῶς τὰς ἐφεπομένας, ὁ μέγας ὤφθη Βασίλειος, Γρηγόριός τε ἅμα, Σεβαστείας ὁ Πέτρος, τὴν Χριστοῦ Ἐκκλησίαν κρατύνοντες.
Τὸ τοῦ Χριστοῦ, ὄντως σεπτὸν Εὐαγγέλιον, Ἱεράρχαι Χριστοῦ περιφέροντες, ἐν διανοίᾳ ὑμῶν σοφοί, τὸ τῆς Ἐκκλησίας κατεφαιδρύνατε σύστημα, κηρύττοντες τοῖς πᾶσι, τῆς Τριάδος λατρεύειν, ὁμοούσιον μίαν θεότητα.
Νόες νοΐ, ἐνατενβίζοντες ὤφθητε Ἱεράρχαι, φωτισμῷ τοῦ Πνεύματος, ἱερωσύνης τῇ δωρεᾷ, τῇ φρικτῇ ὡς σκεύη, τῆς ἀρετῆς ὑπερθαύμαστα, θυσίας ἀναιμάκτους, τῷ Θεῷ καὶ Δεσπότῃ, ἀναφέροντες θείῳ ἐν πνεύματι.
Θεοτοκίον.
Διὰ παντός, μὴ διαλίπῃς με σκέπουσα, σὲ γὰρ ἔχω μόνην καταφύγιον, ἐν πειρασμοῖς ὑπερασπιστήν, ῥύστην ἐν κινδύνοις, ἐν συμφοραῖς παραμύθιον, προστάτην ἐν ἀνάγκαις, ἐνθύμιον ἐν λύπαις, καὶ χαρὰν ἐν ταῖς θλίψεσιν Δέσποινα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὡς φωστὴρ ἐν τῷ κόσμῳ, ἔλαμψας Βασίλειε, καὶ σὺ Γρηγόριε, σὺν τῷ θείῳ Πέτρῳ, καταυγάζοντες κόσμου τὰ πέρατα,ἐκ ποδῶν τὸ σκότος, διδασκαλίαις ὑμῶν θείαις, τῆς Ἀρείου μανίας ποιούμενοι.
Οἱ ἀτμοὶ τῶν καμάτων, νοητῶς ὥσπερ κρῖνα ἀγροῦ τοὺς ἅπαντας, Ἱεράρχαι θεῖοι, εὐωδίασαν πάντα τὰ πέρατα, δυσωδίαν πλάνης, αἱρετιζόντων ἐκδιώκων, ὦ Βασίλειε Πέτρε Γρηγόριε.
Ναυκρατίου τοὺς πόνους, καὶ Μακρίνης τὰ ἄθλα καὶ ἀγωνίσματα, Ἐμμελίας πάλιν, ὑποθήκας καὶ παραινέσεις σοφάς, γεραίροντας τελοῦμεν, ἱερωτάτην πανήγυριν, τὸν ἐνισχύσαντα τούτους γεραίροντες.
Θεοτοκίον.
Στύλε πύρινε χαῖρε, ὁ εἰς οὐρανοὺς ἀποδεικνούμενος, καὶ λαὸν φωτίζων, τὸν χριστώνυμον καὶ καθηγούμενον ἐξ Αἰγύπτου πλάνης, πρὸς την τοῦ ὄντως Θεοῦ γνῶσιν, τοῦτο πᾶν ἐξ οὐκ ὄντος ποιήσαντος.










ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁλολαμπεῖς δωρεαῖς, παγχρύσοις ὄντες τοῦ Πνεύματος, πλουτοποιοὶ τῶν πιστῶν, ἐδείχθητε πάνσοφοι, Βασίλειε μέγιστε, Γρηγόριε θεῖε, Πέτρε Πέτρου συνεπώνυμε.
Νοήμονες πρακτικοί, ὡς ἐκ τῶν κάτω γενόμενοι, πατέρες τρισσολαμπεῖς, τῆς ἄνω γεγόνατε, σοφίας διδάσκαλοι, καὶ τὸν κόσμον ὅλον, διδαχαῖς ὑμῶν φωτίζετε.
Ὡς τὴν στολὴν τοῦ φωτός, καὶ τὴν δι’ ἔργων εὐπρέπειαν ἐνδεδυμένοι σοφί, τοῦ κόσμου γεγόνατε, φῶς καὶ γῆς τὸ ἅλας, καὶ Χριστοῦ πισστοὶ θεράποντες.
Θεοτοκίον.
Ἡλίου τοῦ νοητοῦ, χαῖρε αὐγὴ ἀστραπόμορφε, χαῖρ επηγὴ τῆς ζωῆς, ἐξ ἧς ἡμῖν ἔλαμψεν, ὁ ζωαρχικότατος Ἰησοῦς, ἡ πάντων ἀγαλλίασις καὶ λύτρωσις.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.,
Ἱεραρχῶν Χριστοῦ μεγίστων τρίων μέλψωμεν, σὺν Βασιλείῳ τῷ σοφῳ , Πέτρῳ Γρηγόριον, Καισαρείας τα βλαστήματα σὺν τοκεῦσι, τὸν πανόσιον Ναυκράτιον ὁμαίμονα, καὶ Μακρίναν τὴν παρθένων σεμνολόγημα, ἀνακράζοντες· Χαίροις χορεῖα ἑπτάριθμος.
Ὁ Οἶκος.
Ἄγελοι οὐρανόθεν κατεπλάγησαν ὄντως, τὴν συνάφειαν ἑπταρίθμων Ἁγίων, πῶς ὡς ἓν σῶμα οἱ ἑπτὰ ὁμοψύχως ἑνὶ φρονήματι ἔζησαν, καὶ τοῦ βελίαρ θύρατρα φυγόντες, ἀκούουσι παρ’ ἡμῶν νῦν ταῦτα·
Χαίροις, δυὰς γεννητόρων ἔνθεοι·
χαίροις τριὰς Ἱεραρχῶν μέγιστοι.
Χαίροις, μοναζόντων Ναυκράτιε καύχημα·
χαίροις, τῶν παρθένων Μακρίνα ἐξάρχουσα.
Χαίροις, σὺ σοφὲ Βασίλειε, Καισαρείας ὁ φωστήρ·
χαίροις, μέγιστε Γρηγόριε, Νυσσαέων ὁ ποιμήν.
Χαίροις, Πέτρε ὁμαίμων, καὶ ποιμὴν Σεβαστείας·
χαίροις ὁ τούτων φύντης, σύνευνος Ἐμελλίας.
Χαίροις, σοφῶν πατέρων τὸ ἄθροισμα·
χαίροις, τερπνὸν ὁσίων τὸ ἥδυσμα.
Χαίροις, δι’ ὧν ὁ σατὰν κατηργήθη·
χαίροις, δι’ ὧν πᾶς πιστὸς ἐφωτίσθη.
Χαίροις, χορεῖα ἑπτάριθμος.






Συναξάριον.
Τῆς ἡμέρας καὶ ὑστέρα τῶν Ἁγίων.
Τῇ αὐτῇ Κυριακῇ μετὰ τῶν Φώτων, Μνήμην τῆς ἑπταρίθμου χορείας τῆς οἰκογενείας του Μεγάλου Βασιλείου, ήτοι· τῆς ἱερᾶς ξυνωρίδος Βασιλείου καὶ Ἐμμελίας, τῶν τριῶν Ἱεραρχῶν Βασιλείου του Μεγάλου, Γρηγορίου Νύσσης και Πέτρου Σεβαστείας, τοῦ Ὁσίου Ναυκρατίου και της Ὁσίας Μακρίνης, τῶν αὐταδέλφων καὶ τέκων αὐτῶν.
Κοινῶς ἐπαινῶ Βασιλείῳ Ἐμμελείᾳ,
τὸν δεκάκλον ἀριθμὸν τούτων τέκνων.
Τὸν οὐρανοφάντορα τίς μὴ θαυμάσῃ;
Ἄγγέλον ἐπίγειον βροτὸν δὲ πόλου.
Ἡ μοῦσα Γρηγόριος οὗ Νύσσης θρόνος,
οὐ στερίαν, ἀλλ’ Ἐδὲμ σκηνῶν ἔχει.
Ὁ Πέτρος λιπὼν Σεβαστείας τὸν θρόνον,
τὸν οὐράνιον τῆς Ἐδὲμ οἰκοῖ χῶρον.
Κρατήσας Ναυκράτιος νηὸς τὸ σκάφος,
πηδαλιουχῶν εἰς λιμένα φθάνει.
Φρονοῦσ’ ἀδελφὰ τοῖς ἀδελφοῖς Μακρίνα,
τούτοις ἀδελφὰ συγκατοικεῖς ἐν πόλῳ.
Τῇ δὲ σήμερον ἡμέρᾳ, τοκογόνοι λάμψουν ἑνὶ αἴγλῃ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Φωτὶ ἀστραπτόμενοι, τῷ τρισηλίῳ πατέρες πάνσοφοι, ὦ Βασίλειε θεῖε, Πέτρε σὺν ἅμα τῷ Γρηγορίῳ πατρί, καὶ Ναυκρατίῳ, θαυμάτων λαμπρότητι, καταφωτίσατε τοὺς εὐφημούντας ὑμᾶς.
Ἀστέρες πολύφωτοι, ζόφον τῆς πλάνης μυοῦντες ὤφθητε, Ἱεράρχαι Κυρίου, διὸ ψυχήν μου γνώμῃ τυφλώτουσαν, θεογνωσίας φωτὶ καταυγάσατε, τῆς ἁμαρτίας ἀχλὺν ἀποδιώκοντες.
Μακρῖνα ἡ πάνσοφος, σὺν τοῖς γονεῦσι νῦν μακαρίζεται, Ναυκρατίῳ τε ἅμα, ἐν ἁγιότητι βιοτεύσαντες, καὶ ἐν ὑψίστοις συνεπαγαλλόμενοι, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα καθικετεύοντες.
Θεοτοκίον.
Παρθένεοι νεάνιδες, σὺν τῇ Μακρίνῃ δεῦτε ἀθροίσθητε, καὶ τῇ ὄντως παρθένῳ καὶ Βασιλίδι ὕμνον προσάξατε, εὐλογημένη παντάνασσα κράζουσαι· χαῖρε Μαρία, χαρὰ τῶν ἐλπιζόντων εἰς Σέ.







ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἀγλαϊσμένοι κάλλεσιν, ἱεράρχαι τρισόλβιοι καὶ κεκοσμημένοι ἐν στολαῖς μακάριοι, ἀρχιερατικαῖς ὁμοῦ, ἐνδεδυμένοι περιφανῶς, καὶ δεδοξασμένοι, καλλυνόμενοι δόξει, παρίστασθε τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος, αἰτούμενοι δοθῆναι τῷ κόσμῳ τὴν εἰρήνην.
Ἱερωσύνης χρίσμασι, κοσμηθεὶς ἱερώτατε, σὺν τῇ Ἐμμελίᾳ, ἱερὲ Βασίλειε, εὐχῆς τέκνα πάνσοφα, τῷ Ποιητῇ τετόκατε, τρεῖς ἀρχιερεῖς, σὺν Ναυκρατίῳ τῷ πάνυ, Μακρίναν τὴν παρθένον, μεθ’ ὧν νῦν τῷ Δεσπότῃ, παρίστασθε ἐν δόξῃ, καὶ στεφανηφοροῦντες.
Ἀγγελικῶς βιώσαντες μετὰ σώματος ἅγιοι, οἱ τῆς ἑβδομάδος ἀριθμὸν πλουτίσαντες, ἐντεῦθεν τὴν ἄϋλον, μετ’ εὐφροσύνης θείαν ζωήν, ὅπου τῶν Ἀγγέλων ἐσκηνώσατε τάξεις, μεθ’ ὧν νῦν ἀνυμνεῖτε· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ τῶν φωστήρων κάλλεσιν, οὐρανὸν καλλωπίσας Θεὸς ἄλλον οὐρανόν Σε, Θεοτόκε ἔδειξεν, ἐκ Σοῦ γὰρ ὡς ἥλιος ἐξανατείλας πᾶσαν τὴν γῆν, τῆς θεογνωσίας, κατελάμπρυνε φέγγει, διὸ οὐδεὶς προστρέχων, ἐν σοὶ κατησχυμμένος, πορεύεται τῶν θείων, μὴ τυχῶν δωρεῶν Σου.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μεγάλων χαρισμάτων παρὰ Θεοῦ, ἠξιώθητε ὄντως ἀοίδιμοι, ἀποσοβεῖν δαίμονας καὶ νόσους παντοδαπάς, καὶ τῶν πιστῶν προΐστασθε, πᾶσι τὰ αἰτήματα δαψιλῶς, παρέχοντες τῶν πίστει ὑμᾶς προσκαλουμένων, καὶ ἑορτάζοντας τὴν μνήμην ὑμῶν.
Οὐκ ἔχει ἀνυμνεῖσαι ὑμῶν σοφοί, καὶ ῥητόρων ὡς δεῖ γλῶσσα εὔλαλος τὰς ἀρετάς, καὶ τὰ κατορθώματα ἃ ὑμεῖς, ἐν βίῳ διεπράξατε, καὶ ἐν οὐρανοῖς μετὰ πότμον δέ, ἀφθόνως καθεκάστῳ, βραβεύεται τοῖς πόθῳ, ὑμῖν αἰτοῦσι τὰ αἰτήματα.
Ὀσμῆς καὶ σωφροσύνης πνευματικῆς, Ἱεράρχαι Κυρίου πληρούμεθα, ἐν τῇ σεπτῇ μνήμῃ ὑμῶν, ταύτῃ τῇ εὐκλεῇ, Βασίλειε ἀοίδιμε, Πέτρε καὶ Γρηγόριε σὺν λοιποῖς, διὸ ὑμᾶς αἰτοῦμεν, πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει εὐφημούντων ὑμᾶς.
Θεοτοκίον.
Ὁ δῆμος ἐπαγάλλου Ἱεραρχῶν, τῇ σεπτῇ πανηγύρει συντρέχοντες, τῶν ἱερῶν, θείων διδασκάλων καὶ σὺν ἡμῖν, Ναυκράτιον Μακρίναν τε, ὕμνοις συγκροτοῦντες μελῳδικῶς, τιμήσωμεν συμφώνως, καὶ τὴν ἁγνὴν Παρθένον, μεγαλοφώνως μεγαλύνομεν.






Ἐξαποστειλάριον.
Τοῦ εὐαγγελίου τῆς ἡμέρας.
Τῶν Ἁγίων. Τοῖς Μαθηταῖς.
Σὺν Βασιλείῳ μέλψωμεν, τὸν Γρηγόριον πάντες, καὶ Πέτρον τοὺς ὁμαίμονας, τὸν Βασίλειον αὖθις, καὶ τὴν σεμνὴν Ἐμμελίαν, ζεῦγος τὸ ἁγιόλεκτον, Μακρῖνάν τε τὴν πάνσφον, καὶ Ναυκράτιον ἅμα, τοὺς ἱεροὺς ἐν αἰνέσει σήμερον καταχρέως, τελοῦντες τὴν πανίερον, καὶ φαιδρὰν αὐτῶν μνήμην.
Καὶ τῆς ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε• καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Εἰς τοὺς Αἴνους· δ΄ τοῦ Ἤχου, β΄ τῆς Ἑορτῆς, καὶ β΄ τῶν Ἁγίων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων τὰ κάλλη περιερχόμενοι, καὶ τοῖς χοροῖς Ἀγγέλων, συγχορεύοντες ἅμα, ἑπτάριθμος χορεία τῶν ἱερῶν, διδασκάλων τε καὶ λοιπῶν, ὑπὲρ ἡμῶν δυσωπήσατε ἐκτενῶς, τῶν ἐκ πόθου εὐφημούντων ὑμᾶς.

ᾈσματικῶς συνελθόντες πιστοὶ τιμήσωμεν, Βασίλειον τὸν μέγαν, καὶ Γρηγόριον ἅμα, ὁμαίμονας τοὺς τούτου Πέτρον σοφόν, καὶ Μακρίναν Ναυκράτιον, σὺν τοῖς γονεῦσι Βασίλειον ἱερόν, Ἐμμελίαν τε τὴν σύζυγον.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τῶν διδασκάλων Χριστοῦ. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν Ὕμνοις διδαγμάτων ὡς βλύσαντας ποταμούς, τῇ οἰκουμένῃ μελιῤῥύτους ἀειζώους τοῦ Πνεύματος, ποιμένες καὶ διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος τρισσοὺς ἱερομύστας Βασίλειον Πέτρον καὶ Γρηγόριον, συνελθόντες εὐφημήτωσαν οἱ φιλόσοφοι τοὺς σοφούς, οἱ ἱερεῖς τοὺς ποιμένας, οἱ ἁμαρτωλοὶ τοὺς προστάτας, οἱ πένητες τοὺς πλουτιστάς, οἱ μονάζοντες τοὺς παραμυθοῦντας, οἱ πάντες τοὺς πανταχοῦ θερμῶς προφθάνοντας, τοὺς τοῦ Δεσπότου φίλους γνησίους, καὶ πάντας ἐκ τῶν δεινῶν ἀεὶ λυτρουμένους, θεοσδότους προστάτας καὶ πλουτιστὰς ἐγκωμιάζωντες οὕτως εἴπωμε· πανάγιοι διδάσκαλοι, σὺν τοῖς λοιποῖς ὁμαίμοις καὶ τοκεῦσιν ὑμῶν, σπεύσατε ἐξελεῖν τοὺς τιμῶντας ὑμᾶς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦσαι κολάσεων τῶν αἰωνίων ἡμᾶς.


Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε τῆς Τριάδος οἱ λατρευταί, τοὺς τρεῖς μυστολέκτας τὸν Βασίλειον, Πέτρον τε ἅμα Γρηγορίῳ, Μακρίνῃ Ναυκρατίῳ, μετὰ τῶν γεννητόρων ὕμνοις τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου