ΙΑΝΟΥΑΡΙΟΥ 5!!
ΡΩΜΑΝΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΚΑΡΠΕΝΗΣΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἱσιδώρου μοναχοῦ Καυσοκαλυβίτου, ἐκ
καλύβης Ἁγ. Χαραλάμπους, 1915)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν,
στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν
ἁπλούστατον βίον σου, Ῥωμανὲ ἐχαρίτωσας, πρώην δι’ ἀσκήσεως ὡς ὑπήκοος, τοῦ
Ἀκακίου γενόμενος, Ὁσίου τοῦ μάκαρος, ὡς ἀλείπτης σου σοφέ, πρὸς τὴν ἄθλησιν
γέγονεν, ὁλοΰστερον, δι’ ἧς ἔτυχες τέλους ὡς ἐπόθεις, εὐφραινόμενος ἐν δόξῃ,
μετὰ Μαρτύρων μακάριε. (Δίς)
Καὶ
θεόκλητος γέγονας, καὶ θεόσεπτος ἔνδοξε, ὡς δηλοῖ ὁ τρόπος σου καὶ ὁ πόθος σου,
ὤφθη γὰρ ὅλος ἀκράτητος, καὶ ὅλος ἀκλόνητος, τοῦ παθεῖν ὑπὲρ Χριστοῦ, πολυώδυνον
θάνατον, δι’ ἀθλήσεως, ᾧ καὶ νῦν ἠξιώθης Ἀθλοφόρε, μετασχεῖν αὐτοθελήτως, νέος
φανεὶς ὁσιόαθλος. (Δίς)
Διὰ
σοῦ ὁ Ἀκάκιος, ἐπιστώθη τὰ κρείττονα, Ῥωμανὲ πολύαθλε Χριστοῦ γνήσιε, ὡς δι’
αὐτοῦ σοὶ ἐγνώρισται, Θεοῦ θεῖον θέλημα, τοῦ δοξᾶσαι ἐν τοῖς σοῖς, θείοις
ἄθλοις τὸν Κύριον, ὃ καὶ γέγονεν, ὡς αὐτὸς μετὰ πότμον σοῦ τον θεῖον,
συνεδόξασεν εἰκότως, σκῆνος φωτὶ Μάρτυς ἔνδοξε.
Τοὺς
Ὁσίους καὶ Μάρτυρας, συνεδόξασας Κύριε, ὡς αὐτοὶ ἐδόξασαν καὶ δοξάζουσι, τὸ σὸν
πανάγιον ὄνομα, οἱ μὲν ταῖς ἀσκήσεσιν, ὥσπερ ἄσαρκοι βροτοί, μοναστῶν τε τὰ
τάγματα, καὶ Ὁσίων τε, οἱ χοροὶ τῶν Ἁγίων καὶ δικαίων, συναγάλλονται ὦ Μάρτυς,
ὡς τῶν Ἀγγέλων συνόμιλος.
Δόξα.
Ἦχος πλ. β΄.
Χαῖρει
ἐν τῇ μνήμῃ σου σήμερον, τῶν ἐν Ἄθῳ μοναζόντων ἡ πληθύς, Ῥωμανὲ ὁσίαθλε
μακάριε, οὐ γὰρ ἔστεργες πανένδοξε, τοῖς ἀσκητικοῖς ἀγῶσι τοῦ σοῦ προστάτου καὶ
συνασκητοῦ σου Ἀκακίου, ἀλλ’ ἔδωκας σεαυτόν, εἰς ἀγῶνας φοβεροὺς τοῦ μαρτυρίου,
τὸν Χριστὸν μιμούμενος, καὶ τοὺς Αὐτοῦ μαθητὰς καὶ Αποστόλους, ὅθεν οὐκ
ἀπέτυχες τοῦ ποθουμένου σοι, του μετὰ Μαρτύρων συνεῖναι, καὶ πρεσβεύειν ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἔρχεται
πρὸς ᾽Ιορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ ᾽Ιωάννου, καὶ φησὶ πρὸς
αὐτόν. ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ
χόρτος προσψαῦσαι τῷ πυρί· σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας
Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ’, 9 – 14).
Τάδε
λέγει Κύριος. Πάντα τά ἔθνη συνήχθησαν ἅμα καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός καί ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε
καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος
Θεός καί οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα καί
οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί μάρτυρες καί ἐγώ μάρτυς Κύριος ὁ Θεός. Ὅτι
ἐξ ἀρχῆς ἐγώ εἰμί καί οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί
τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος
Ἰσραήλ.
Σοφίας
Σολομῶντος τό Ἀνάγνωσμα (γ. 1 - 9).
Δικαίων
ψυχαί ἐν χειρί Θεοῦ καί οὐ μή ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνᾶναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα.
Οἱ δέ εἰσίν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει τῶν ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς
αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ
Θεός ἐπείρασεν αὐτούς καί εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῶ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν
ἔθνη καί κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ
πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Σοφίας
Σολομῶντος τό Ἀνάγνωσμα (α’, 15 – στ’, 3).
Δίκαιοι
εἰς τόν αἰῶνα ζῶσι καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστῳ.
Διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας καί τό διάδημα τοῦ κάλλους ἐκ
χειρός Κυρίου. Ὅτι τῆ δεξιᾶ αὐτοῦ σκεπάσει αὐτούς καί τῶ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τόν ζῆλον αὐτοῦ καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καί περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῶ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται καί ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοί δέ συγκλήσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως
καί ὡς λαίλαψ ἐκλιμήσει αὐτούς καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία καί ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν Βασιλεῖς καί σύνετε,
μάθετε δικασταί περάτων γῆς, ἐνωτίσασθαι οἱ κρατοῦντες πλήθους καί οἱ
γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν καί ἡ
δυναστεία παρά Ὑψίστου.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ὁσιομάρτυς Χριστου, ὁ καταισχύνας τῶν ἀπίστων τὰς φάλαγγας, καὶ στήσας κατὰ τῆς
πλάνης, τρόπαιον μέγα σοφέ, Ῥωμανὲ θεόφρον στηριζόμενος, ταῖς θείαις
ἐντεύξεσιν, Ἀκακίου τοῦ μάκαρος, τοῦ σοῦ ἀλείπτου, καὶ πολλὰς ἐνεγκάμενος,
θλίψεις πάνσοφε, καὶ τὸν βίαιον θάνατον, ὅθεν μακαριώτατε, ἐστέφθης ὡς γνήσιος,
Μάρτυς Χριστοῦ καὶ ἀνέπτης, εἰς οὐρανοὺς δοξαζόμενος, μετά τε τῶν πάλαι, καὶ
τῶν νέων συμμαρτύρων, ὤ τῆς ἀξίας σου.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, Καρπενησίου τὸ ἐξαίρετον
καύχημα, Ὁσίου τε Ἀκακίου, ὁ μύστης ὁ ἐκλεκτός, δι’ οὗ χάριν εὗρες τὴν
οὐράνιον, τομῶς γὰρ κατήσχυνας, ἔθνος ὄντως μισόχριστον, τὸ ἐκ τῆς Ἄγαρ, τὸ
δεινὸν καὶ ἐπάρατον, καὶ ἐδόξασας, τὸ χριστώνυμον ἔνδοξε, ὅθεν καὶ χάριν
εὕρηκας, συνεῖναι τῷ Κτίστῃ σου, ἐν Οὐρανοῖς μετὰ δοξης, Ὅσιος ὥσπερ καὶ
μέγιστος, ἐν Μάρτυσι Μάρτυς, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, ὁ τῶν ἀπίστων ἀπειλὰς μὴ πτοούμενος, ὑπέστης γὰρ ῥαβδισμούς
τε, μετὰ μεγίστης ὀργῆς, τῶν δεινῶν δημίων καρτερώτατα, τῆς γλώττης ἀφαίρεσιν,
παρειῶν τε τὴν κάκωσιν, καὶ τὴν ζοφώδην, τὴν τοῦ φρέατος κάθειρξιν,
τεσσαράκοντα, ἡμερῶν ἀξιάγαστε, ὅθεν
λωροτομούμενος, καὶ κάραν τεμνόμενος, Θεῷ εὐάρεστος ὤφθης καὶ νικηφόρος
ἀνεδραμες, ἐν πόλῳ συνεῖναι, τοῖς Ἀγγέλοις καὶ πρεσβεύειν, ὑπὲρ τῶν δούλων σου.
Δόξα.
Ἦχος δ΄.
Ἀκακίῳ
τῷ σοφῷ μαθητευθείς, καὶ ὑπ’αὐτοῦ μυηθεὶς τὰ δέοντα, ὄντως Θεῷ εὐηρέστησας,
ἀμφοτέρωθεν εὐδοκιμήσας, Ῥωμανὲ Ὁσιομάρτυς πανένδοξε, ὑποστὰς γὰρ πᾶσαν
βάσανον, στεφηφόρος ἀνέπτης εἰς τὰ οὐράνια, συμβασιλεύων Χριστῷ τῷ Θεῷ, καὶ
πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Ὁ αὺτός. Προεόρτιον.
Ὤ
τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν ᾽Ιορδάνῃ
ἔρχεται βαπτισθῆναι ὑπὸ ᾽Ιωάννου· Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός,
ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής· ζητῶν μὲν τὸ
βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ
κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Νῦν
ἀπολύεις. Τρισαγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικως
προγυμνασθεὶς ἐν τῷ Ἄθῳ, ταῖς Ἀκακίου διδαχαῖς τοῦ Ὁσίου, καὶ ἐξ αὐτοῦ λαβὼν
τὴν θείαν βούλησιν, ὑποστῆναι ἔδραμες, τοῦ μαρτυρίου τὰς θλίψεις, ἅμα καὶ τὸν
θάνατον, Ῥωμανὲ καὶ παρέστης, στεφανηφόρος Μάρτυς τοῦ Χριστοῦ, ὑπὲρ ἡμῶν πρεσβεύειν
πανένδοξε.
Προεόρτιον. Ἦχος
δ'. Κατεπλάγη Ἰωσήφ.
Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισσαιέ,
ἀναληφθέντος Ἠλιοῦ, καὶ διηρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγονεν αὐτῷ,
ξηρὰ ὁδὸς ἡ υγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι’ οὗ ἡμεῖς τὴν ῥέουσαν,
τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστὸς εφάνη, ἐν Ἰορδάνῃ ἁγιάσαι τὰ ὕδατα.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄.
Τὸν τάφον Σου Σωτήρ.
Ὁσίων
καλλονή, καὶ Μαρτύρων ἀκρότης, ἐδείχθης Ῥωμανέ, ἀληθῶς ἐν τῷ βίῳ, καὶ ὅλος
εὐδόκιμος, ἑκατέρωθεν γέγονας, ὡς ἁπλούστατος, κατὰ Θεὸν παιδιόθεν, καὶ
ἀγράμματος, ὡς οἱ Απόστολοι ὅθεν, τιμῶμεν τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Προέρχεται
σαρκί, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις ποταμοῦ, βαπτισθῆναι θελήσει, τὸν ῥύπον
τῶν ψυχῶν ἡμῶν, ἐκκαθάραι δι' ἔλεος. Προεόρτιον, τούτῳ προσοίσωμεν αἶνον, καὶ
δοξάσωμεν, σὺν τῷ Προδρόμῳ τῷ θείῳ, αὐτοῦ τὴν χρηστότητα.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν
κακομήχανον, νικήσας πρότερον, πολλῇ ἀσκήσει σου, ἐν δὲ τὸ ὕστερον, τελείως
ᾔσχυνας αὐτόν, ἀθλήσεως τοῖς ἀγῶσιν, ἔφερες γὰρ μώλωπας, τῶν μαστίγων καὶ
κάθειρξιν, ἔνδον ἐν τῷ φρέατι, Ῥωμανὲ πολυήμερον, διὸ καὶ ἐδοξάσθης εἰκότως,
παρὰ Θεοῦ ὡς Μάρτυς μέγιστος.
Δόξα.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Χριστὸς
ὡς ἄνθρωπος, ἐλθεῖν ἐπείγεται, πλούτῳ χρηστότητος, ἐπὶ τὸ βάπτισμα, πρὸς
᾽Ιορδάνην ποταμόν, ἐκπλύνων με ῥυπωθέντα· δεῦτε ὑπαντήσωμεν, τῇ αὐτοῦ
ἀγαθότητι, ὕμνον προεόρτιον, ἀναμέλποντες ἅπαντες, βοῶντες ὁμοφώνῳ
καρδίᾳ· δόξα Χριστὲ τῇ εὐσπλαχνίᾳ σου.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Παρειῶν
σου τὰς πληγάς, καὶ τὴν τῆς γλώττης ἐκτομήν, ἔφερες ὅλῃ σου ψυχῇ, υπὲρ Χριστοῦ
Ὃς δι’ ἡμᾶς, Σταυρὸν ὑπέστη, καὶ θάνατον καὶ ἄλλα Μάρτυς Ῥωμανέ, ἀλλ’ ἔτι
ἔφερες, καὶ μέρος τῆς δορᾶς σου τὴν ἀφαίρεσιν, καὶ τὸν ἐκ ξίφους θάνατον
ὡσαύτως, καὶ νυν οἰκεῖς τὰ οὐράνια, μετὰ Μαρτύρων, καὶ τῷ Δεσπότῃ, υπὲρ ἡμῶν
πρεσβεύεις μακάριε.
Δόξα.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἐν
ῥείθροις ἐφίσταται, τοῦ ᾽Ιορδάνου Χριστός, αἰτούμενος βάπτισμα, εἰς σωτηρίαν
ἡμῶν ὁ φύσει φιλάνθρωπος· δεῦρο ὦ Ἰωάννη, ἐξ ἐρήμου ἐν φόβῳ· χόρευε
πᾶσα κτίσις, ἐκβοῶσα Κυρίῳ· ὑμνοῦμέν σου Φιλάνθρωπε, τὴν θείαν ἐπιφάνειαν.
Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα
ἔλεός Σου..
Σήμερον
ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ
Ἐκκλησία, τοις ἄνθεσιν ὡραϊζομένη, Ῥωμανὲ βοᾷ σοι· θερᾶπον Χριστοῦ, καὶ
προστάτα θερμότατε, μὴ ἐλλείπῃς πρεσβεύειν, ὑπὲρ τῶν δούλων σου.
Οἱ Κανόνες· ὁ Προεόρτιος· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατὰ
ἀλφάβητον ἀντίστροφον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ
α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ὡς ἐκ παιδὸς νουνεχής τε ὡς
εὐσεβῶν, γεννητόρων βλάστημα, ὑπὲρ ἄλλων ἀγαθῶν, τὸν Θεὸν ἠγάπησας σοφέ, Ῥωμανὲ
καί σου τὸ ζῆν Αὐτῷ ἀνέθηκας.
Ψυχὴν ἐζώωσας Μάρτυς θείᾳ
στοργῇ, τόπους ἀμειβόμενος τοὺς ἁγίους ἐν Σιών, καὶ εἰς κόρον ὅλος θερμανθείς,
μαρτυρίου τὴν ὁδόν, χαίρων ἐβάδισας.
Χριστὸν κηρύξας Θεάνθρωπον
κατ’ ἀρχάς, Μάρτυς κατ’ ἐνώπιον, τῶν ἀθέων Ῥωμανέ, τὸν ἐπάρατον Μωάμεθ ὡς
εἰκός, ἐναπέδειξας υἱὸν γεέννης ἔνδοξε.
Θεοτοκίον.
Θεοχαρίτωτε
Κόρη ἡ κραταιά, τῶν πιστῶν βοήθεια, καὶ ἐλπὶς τῶν ταπεινῶν, Σύ με ἐλευθέρωσον
σαρκός, ἡδονῶν τε καὶ παθῶν τῶν πολεμούντων με.
ᾨδὴ
γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Φέρεις μαστίγων τὰς πληγάς,
παρειῶν τε τὰς τρώσεις, Ῥωμανὲ ὁλοψύχως, καὶ κηρύττεις σεαυτόν, χριστώνυμον
εὐθαρσῶς, ἐν σταδίῳ, τῷ τῆς ματαιότητος.
Ὑπὸ κακίστων δυσμενῶν, ὁ
ἀήττητος Μάρτυς, ὑπομένει τα πάντα ἑκουσίως, καὶ ἐστὼς λοροτομεῖται δεινῶς,
προοδεύων ὅλος εἰς τὰ κρείττονα.
Τῷ ὄρει τοῦ Ἄθωνος
ἀρδευθείς, ἐκ πηγῆς ζωηφόρου, Ἀκακίου τοῦ θείου, ὁ θεόφρων Ῥωμανός, καὶ ἀνακάμψας
φαιδρός, αὖθις τρέχει παῤῥησιαζόμενος.
Θεοτοκίον.
Οὐκ
ἔστιν ὃστις πρὸς τὴν Σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν
Σου οἰκτιρμῶν, διὸ κᾀγὼ δυσωπῶ ἵνα τυχω, τῆς Σῆς ἀντιλήψεως.
Καθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Μαθητεύσας
ὁσίως Πατρὶ Ὁσίῳ τε, τῷ σοφῷ Ακακίῳ ὁ εὐφημούμενος, νῦν ο θεῖος Ῥωμανὸς ἔνθα
ἀπείληφε, τὴν κατὰ τῶν ἀσεβῶν, παῤῥησίαν ὡς υἱός, φωτός τε τοῦ ἀπροσίτου, καὶ
νῦν πρεσβεύειν ἀπαύστως, ὑπὲρ ἡμων πρὸς τὸν Κύριον.
Δόξα.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ὁ
τῶν ὅλων Δεσπότης ὡς πολυεύσπλαχνος, τοῦ ᾽Αδὰμ τὴν πτωχείαν ἀναλαβόμενος, πρὸς
᾽Ιορδάνην ποταμὸν σπεύδει θελήματι, ἀνακαθάραι τὸν ᾽Αδάμ, ἐκ τῆς ἀρχαίας
ἀρᾶς, βαπτίσματι τῷ οἰκείῳ· ὅθεν ὑμνήσωμεν τούτου, τὴν ὑπὲρ λόγον συγκατάβασιν.
ᾨδὴ
δ΄. Χριστός μου δύναμις.
Σοφῶς διέπρεψας, ἐν Ἄθῳ
ἔνδοξε, ὃς δι’ εὐχῆς τοῦ ἀλείπτου σου, πορευθεὶς εἰς τὴν Βασιλεύουσαν, ἐν ᾗ
ἐκήρυξας σαυτόν, Χριστοῦ δοῦλον πρὸς τοὺς ἄφρονας.
Ῥωσθεὶς μακάριε, ἐκ θείας
χάριτος, ὑπομένεις ἱστάμενος Ῥωμανέ, τεσσαρακονθήμερον ἔνδον τοῦ φρέατος σοφέ,
κακουχίαν ὑπὲρ ἄνθρωπον.
Πολλὰ ὑπέμεινες, καὶ ἄλλα
βάσανα, ἐξ ἀπίστων ἀθέων Ὀθωμανῶν, ἀλλὰ χαίρων ἔμεινεν ὅλος ἀκλόνητος, Θεοῦ
θείᾳ χάριτι ῥωννύμενος.
Θεοτοκίον.
Ὁ Λόγος Ἄσπιλε, ἐν Σοὶ
ἐσκήνωσεν, ἀλογίας τὸν κόσμον τῆς τῶν παθῶν, Δέσποινα λυτρούμενος, καὶ βασιλείας
οὐρανῶν, ἀξιῶν τοὺς ἀνυμνοῦντάς Σε.
ᾨδὴ
ε΄. Τῷ θείῳ φέγγει Σου Ἀγαθέ.
Ὁ Νεομάρτυς Σου Ἰησοῦ,
χάριτι σου θείᾳ ὁ Ῥωμανός, ἔργῳ τὴν κλῆσιν ἀπέδειξεν, ῥώμην γὰρ τὴν ἄνωθεν
ἐνδυθείς, τῶν ἀσεβῶν βασάνους, καταπεφρόνηκε.
Ξεσμοὺς καὶ μάστιγας εἰς
οὐδέν, καὶ τὰς τοῦ προσώπου σου πληγάς, ταύτας ἐλογίσω μακάριε, ἀλλὰ καὶ τῆς
γλώσσης τὴν ἐκκοπήν, Μάρτυς Χριστοῦ, ἐδέξω χαρμοσύνως, Θεοῦ ὡς γνήσιος.
Νομίμως ἤθλησας Ῥωμανέ, καὶ
τῶν Ἀγαρηνῶν τὸ ἀσεβές, ὅλως σοφὲ ἐξουδένωσας, ἀλλὰ καὶ ψευδώνυμον καὶ πλάνον
εἰπών, ἐκείνων τὸν προφήτην, ὑπέστης θάνατον.
Θεοτοκίον.
Φωτί
Σου θείῳ ὡς Ἀγαθή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς φωταγώγησον, καὶ
πρὸς σωτηρίας τρίβον ὁδήγησον, η μόνη τὸν Σωτήρα, Χριστὸν κυήσασα.
ᾨδὴ
στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Μακάριος γέγονας, ἐκλεχθεὶς
παρὰ Θεοῦ, εἰς μαρτυρίου στάδιον, ὡς αὐτὸς ᾑρετίσω ἐξ ἀπαλῶν, ὀνύχων πανένδοξε,
ὡς ἐχέφρων τὸ κρεῖττον ἐκλεξάμενος.
Λαὸς ὁ παράνομος τῶν δεινῶν
Ἀγαρηνῶν, θανάτῳ κατεδίκασε, τοῦ Χριστοῦ σὲ τὸν γνήσιον Ῥωμανέ, αὐτοὺς
καταισχύναντα, σοῦ τῇ θείᾳ ἐνστάσει πρὸς τὰ κρείττονα.
Καλῶς διετέλεσας, σοῦ τὸν
βίον Ῥωμανέ, τὸν διὰ ξίφους θάνατον, ὑπομείνας γενναίως ὑπὲρ Χριστοῦ, καὶ
στέφει ἐκόσμισας μαρτυρίου, σαυτὸν ὑστέροις ἔτεσι.
Θεοτοκίον.
Τὴν
μόνην Πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, χριστιανῶν τὸ
τεῖχος τὸ ἀῤραγές, Μαρίαν τὴν Ἄχραντον, ἀδιστάκτῳ καρδίᾳ μακαρίσωμεν.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπέρμαχῳ.
Τον
ῥωμαλέον, Ῥωμανὸν πρᾶγμα καὶ ὄνομα, τὸν ἐν ὑστέροις, τοῖς καιροῖς φανέντα
Μάρτυρα, καὶ αἰσχύναντα τὸ ἄθεον ὅλον γένος, εὐφημήσωμεν ἐν ὕμνοις τούτῳ
λέγοντες· τῶν τιμώντων σου τὴν μνήμην Θεῷ πρέσβευε, καὶ βοώντων σοι· Χαῖρε
Μάρτυς πολύαθλε.
Οἶκος.
Ἄνωθεν
ἐψηφίσθης, μαρτυρίου εἰς κλῆρον, σοφὲ ἐξ ἀπαλῶν σου ὀνύχων, τοῦτο γὰρ ποθῶν ἐκ
παιδικῆς ἡλικίας, Ῥωμανὲ μακάριε, ὁ δι’ Ἀκακίου πρεσβειῶν τετύχηκας, καὶ παρ’ ἡμῶν
ἀκούεις ταῦτα·
Χαῖρε,
πατρίδος σου ὡραιότης·
χαῖρε,
του Ἄθω ἡ κοσμιότης.
Χαῖρε,
εὐσεβῶν γεννητόρων τὸ βλάστημα·
χαῖρε,
Ἀθλητῶν νεοτέρων τὸ καύχημα.
Χαῖρε,
ὅτι τὰς πληγὰς ἤνεγκας, γλώττης καὶ τῶν παρειῶν·
χαῖρε,
ὅτι μεμακάρισαι, ὑπ’ Ἀγγέλων καὶ βροτῶν.
Χαῖρε,
ὁ ὑπομείνας φρέατος τὰς κακώσεις·
χαῖρε,
ὁ διὰ ξίφους πρὸς Θεὸν ἀνυψώθης.
Χαῖρε,
ὁ δοὺς σεαυτὸν εἰς τὰ βάσανα·
χαῖρε,
ὁ γνοῦς της σαρκὸς τὴν ἀπάθειαν.
Χαῖρε,
δι’ οὗ οἱ πιστοὶ εὐοδοῦνται·
χαῖρε,
δι’οὗ οἱ νοθροὶ ἀνορθοῦνται.
Χαῖρε,
Μάρτυς πολύαθλε.
Συναξάριον.
Τῇ
Ε΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νέου
Ὁσιομάρτυρος Ῥωμανοῦ τοῦ ἀπὸ Καρπενησίου, τοῦ πρότερον ἐν τῇ ἱερᾷ Σκήτῃ τῶν
Καυσοκαλυβίων ἀσκήσαντος, ὕστερον δὲ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει
1694.
Τὸν Ῥωμανὸν
ἐν Μάρτυσι νέον στέφει,
Στεφάνῳ
νίκης, ὁ στεφοδότης ἄνω.
Οὗτος
ὁ εὐλογημένος, ἦτον ἀπὸ τὸ Καρπενήσι, υἱὸς γονέων εὐσεβῶν, ὅμως ἀγραμμάτων·
ὅθεν καὶ αὐτὸς ἔμεινεν ἀγράματος, καὶ ἄλλο κανένα δὲν ἤξευρε, παρὰ μόνον πὼς
εἶναι Χριστιανός. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν, ἤκουσε μερικούς, ὅπου ἐδιηγοῦντο διὰ
τὸν Ἅγιον Τάφον τοῦ Κυρίου μας, καὶ παρακινηθείς, ἐπῆγεν εἰς τὰ Ἱεροσόλυμα, καὶ
προσκυνῶντας τὸν Ζωοδόχον Τάφον, καὶ ὅλους τοὺς Ἁγίους Τόπους, ἐπῆγε εἰς τὴν
ἱερὰν Μονὴν τοῦ Αγίου Σάββα, καὶ εκεῖ ἀκούσας τὰ μαρτύρια τῶν Ἁγίων ὁπου
ἀνεγίνωσκον οἱ πατέρες, καὶ ὅτι οἱ Ἅγιοι Μάρτυρες ὑπέμειναν δια τὸ ὄνομα τοῦ
Χριστοῦ τόσα καὶ τόσα πάνδεινα βάσανα διὰ νὰ ἀπολαύσουν τὰ μέλλοντα ἀγαθά, καὶ
ἐρωτήσας καὶ μαθών, ποῖα εἶναι τὰ μέλλοντα ἀγαθά, ἐπεθύμησε καὶ αὐτὸς ὁ
ἀοίδιμος νὰ ἀπολαύσῃ τὰ τοιαῦτα ἀγαθὰ με μαρτύριον. Λοιπόν, γυρίζοντας εἰς τὰ
Ἱεροσόλυμα, κοινολογεῖ τὸν σκοπόν του εἰς τὸν τότε Πατριάρχην, ὁ ὁποῖος τὸν
ἐμπόδιζεν ἀπὸ τὸ μαρτύριον δια τὸ ἄδηλον τῆς ἐκβάσεως καὶ διὰ νὰ μὴ ἀκολουθήσῃ
καὶ κανένα κακὸν εις τὸν Ἅγιον Τάφον.
Αὐτὸς
ὅμως ποθῶντας ὅλως δι’ ὅλου τὸ μαρτύριον, δὲν ἠδύνατο πλέον νὰ βαστάση τὸν
εαυτόν του ἀπὸ τὴν φλόγα ὁποῦ ἄναπτεν εἰς τὴν καρδίαν του· ὅθεν φυγὼν εκεῖθεν,
ἐπηγεν εἰς τὴν Θεσσαλονίκην, καὶ εὐθὺς απελθὼν εἰς τὸν κριτήν, ὡμολόγησε
παῤῥησία πὼς ὁ Ἰησοῦς Χριστός, εἶναι Θεός, Ποιητὴς του παντός, καὶ τῶν ἀνθρώπων
Σωτήρ· ὁ δὲ προφήτης τῶν Ἀγαρηνῶν εἶναι μυθολόγος, ἀπατεὼν καὶ πολέμιος τοῦ
Χριστοῦ, καὶ ἡ θρησκεία του εἶναι μία πλάνη, καὶ ὅλη γεμάτη ἀπὸ παραμύθια, καὶ
ἄξια γέλωτος. Ἀκούωντας αὐτὰ ὁ κριτής, ἐπρόσταξε καὶ τὸν ἔδειραν σφοδρῶς· του
εὔγαλαν λουρία ἀπὸ ταῖς πλάταις, του ἔκοψαν τὰ μάγουλα μὲ πέταλα καὶ ἄλλα
διάφορα βάσανα τοῦ ἔκαμαν, βιάζοντές τον νὰ ἀρνηθῇ τὸν Χριστόν. Ἐπειδὴ δὲ κατ’
οὐδένα τρόπον δὲν ἐπείθετο εἰς αὐτό, ἀλλ’ ἔμενε στερεὸς εἰς τὴν πίστιν τοῦ
Χριστοῦ, ἀπεφάσισεν ὁ κριτὴς νὰ τὸν θανατώσουν διὰ ξίφους. Τυχὼν δὲ ἐκεῖ ὁ
καπετάνιος τῶν φρεγάδων τῆς Θεσσαλονίκης, ἐζητησε τὸν Μάρτυρα απὸ τὸν κριτήν,
να τὸν ἔχῃ διὰ τὸ κουπί, λέγοντας, ὅτι αὐτὴ ἡ παιδεία εἶναι εἰς αὐτὸν
μεγαλυτέρα καταδίκη ἀπὸ τον διὰ ξίφους θάνατον, ὡσὰν ὁποῦ καὶ αυτὸς διὰ τοῦτο
ἦλθε, καὶ ἐπαῤῥησιάσθη, διὰ νὰ λάβῃ διὰ τὴν πίστιν του θάνατον και δὲν θέλει
λυπηθῇ δι’ αὐτό, ἀλλ’ εἰς τὴν φρεγάδαν ἔχει νὰ βασανίζεται εἰς ὅλην του τὴν
ζωήν. Ταῦτα εἶπεν ὁ καπετάνιος, ὁ δὲ λόγος εἰς ὅλους ἄρεσε καὶ τοῦ τον
ἐχάρισαν. Πέρνοντάς τον λοιπόν, ὁ καπετάνιος, τοῦ ἐξύρισε γένεια καὶ μαλλιά,
καὶ τὸν ἔβαλε νὰ τραβᾷ τὸ κουπί.
Ἀφοῦ
δὲ ἐπέρασεν ὀλίγος καιρός, μερικοὶ χριστιανοὶ φίλοι τοῦ καπετάνιου, τὸν
ἐπαρακάλεσαν, καὶ τοῦ ἔδωσαν μερικὰ ἄσπρα, καὶ τὸν ἠλευθέρωσαν, καὶ τὸν
ἔστειλαν εἰς τὸ Ἅγιον Ὄρος. Πηγαίνοντας δὲ ἐκεῖ, ἔμεινεν ὁμοῦ μὲ τὸν Ὅσιον
Ἀκάκιον ὁποῦ ἡσύχαζεν εἰς τὸ Καυσοκαλύβι, καὶ ἠγωνίζετο μετ’ αὐτοῦ ὑπὲρ
ἄνθρωπον, πλὴν ὁ λογισμός του δὲν εἶχεν εἰρήνην καὶ ἦτο ὡς ξένος εἰς τὴν
παροῦσαν ζωήν, καὶ οὔτε περὶ φαγητοῦ τὸν ἔμελλε, οὔτε περὶ πιοτοῦ, ἀλλὰ μόνον
τὸ μαρτύριον ἐφαντάζετο. Λοιπόν, κοινῇ γνωμῃ νηστεύσαντες καὶ οἱ δύο, ὅ,τε
Γέροντας καὶ ὁ Ῥωμανὸς ἡμερας ἱκανάς, καὶ παρακαλέσαντες θερμῶς τὸν Θεόν, διὰ
τὴν ἔκβασιν τοῦ μαρτυρίου, εἶδε δι’ ἀποκαλύψεως ὁ Ὅσιος Ἀκάκιος ὅτι εἶναι
θέλημα Θεοῦ, καὶ ὅτι θέλει τελειώσει καλῶς τὸ ὑπὲρ Χριστοῦ μαρτύριον ὁ Ρωμανός.
Λοιπόν, ἐνδυθεὶς το ἀγγελικὸν σχῆμα τῶν μοναχῶν κατὰ τὴν ἡμέρα τῆς Πεντηκοστῆς,
καὶ στηριχθεὶς μὲ τὰς εὐχὰς τοῦ Ὀσίου, καὶ τῶν εκεῖ Πατέρων, ἀπῆλθε πάλιν εἰς
τὰ Ἱεροσόλυμα, θέλοντας τάχα νὰ ὑπάγῃ μὲ μοναχικὴν στολὴν εἰς τὸν Ἅγιον Τάφον
διὰ νὰ τύχῃ τοῦ ποθουμένου, ἀλλὰ καὶ πάλιν ἀκούσας, ὅτι εἴτε καλόγηρος, εἴτε
κοσμικὸς παῤῥησιασθῇ ἐκεῖ, μεγάλην ζημίαν λαμβάνει ἀπὸ τοὺς Ἀγαρηνοὺς ὁ Ἅγιος
Τάφος, ἐστράφη καὶ ἐπῆγεν εἰς τὴν Κωνσταντινούπολιν, καὶ παῤῥησιάζεται μὲ
τρόπον τοιοῦτον:
Πιάσας
ἕνα μικρὸ σκυλάκι, τὸ ἔδεσε μὲ τὸ ζωνάρι του καὶ το ἔσερνε μέσα εἰς τὸ παζάρι.
Οἱ δὲ Τοῦρκοι βλέποντες αὐτόν, τὸν ἠρώτησαν διὰ ποίαν ἀφορμὴν σύρνει ἔτσι τὸ
σκυλάκι. Καὶ ὁ Μάρτυς τοὺς εἶπε: Διὰ νὰ
τὸ τρέφω, καθως οἱ χριστιανοί, τρέφουν ἐσᾶς τοὺς Ἀγαρηνοῦς. Ταῦτα
ἀκούσαντες ἐκεῖνοι καὶ θυμωθέντες πολλά, ὥρμησαν κατεπάνω του ὡς θηρία ἀνήμερα
καὶ δέρνοντες καὶ σπρώχνοντες, τὸν ἔφεραν εἰς τὸν Βεζύρην, ο ὁποῖος ἐρωτῶντας
αὐτὸν καὶ ἀκούοντας αὐτὰ λόγια ἀπὸ τὸ στόμα του, τὸν ἐπαράδωκαν εἰς τοὺς
βασανιστάς, νὰ τὸν βασανίζουν, ἕως οὗ νὰ τὸν καταπείσουν ν’ ἀρνηθῇ τὴν πίστιν
του. Ἐκεῖνοι δέ, πέρνοντες αὐτόν, τὸν ἔῤῥιψαν εἰς ἕνα ξεροπήγαδον, ἐκεῖ ὁποῦ
βάνουν τοὺς φονεῖς, καὶ ἔκαμεν ὁ εὐλογημένος ἐκεῖ μέσα νηστικός, τεσσαράκοντα
ἡμέρας, ἔπειτα τὸν εὔγαλαν καὶ τὸν ἐτιμώρησαν ανηλεῶς μὲ διάφορα βασανιστήρια
καὶ μὴ δυνηθέντες νὰ τὸν καταπείσουν, τὸν ἀνέφεραν εἰς τὸν Βεζύρην, ὅστις
ἐπρόσταξε νὰ τον θανατώσουν διὰ ξίφους. Ἐκεῖ δὲ ὁποῦ τὸν ἐπήγαιναν εἰς τὸν
τόπον τῆς τελειώσεως, ὁποῦ ἔβλεπε χριστιανόν, εχαιρέτα, καὶ ἔτρεχε μετὰ χαρᾶς,
ὡσὰν νὰ επήγαινεν εἰς γάμον, καὶ ὄχι εἰς σφαγήν. Βλέποντας δε ἕνας ἄρχοντας τὴν
τόσην χαρὰν τοῦ Μάρτυρος ἠπόρησε, καὶ μαθὼν ὅτι τρέχει διὰ τὸν Χριστὸν εἰς την σφαγήν,
ἔδραμε καὶ αὐτὸς κατόπιν του, νὰ ἰδῇ τὸ τέλος. Περνῶντας δὲ ἀπὸ ἕνα τζαμί,
ἔτυχε νὰ φωνάζη ὁ χόντζας τὴν ὥραν τοῦ μεσημερίου κατὰ τὴν συνήθειάν τους, καὶ
κοιτάζοντάς τον ὁ Μάρτυς τὸν ἔπτυσε, καὶ παρευθὺς οι δήμιοι τοῦ ἔκοψαν τὴν
γλῶσσαν, τὴν ὁποίαν μόνος του εὔγαλε προθύμως ὁ Ἅγιος διὰ νὰ τοῦ τὴν κόψουν,
καὶ πάλιν ὁμοίως μὲ σχῆμα χαρούμενον ἐχαιρέτα τοὺς χριστιανούς, καὶ τὰ αἵματα
ἔτρεχον ἀπὸ τὸ στόμα του.
Ἀφοῦ
δὲ ἔφθασαν εἰς τὸν τόπον τῆς καταδίκης, εὐχαριστῶντας τὸν Θεὸν νοερῶς καὶ μὲ
σχῆμα, καὶ οὕτως ἔλαβε τὸ στέφανον τοῦ μαρτυρίου. Καὶ ἡ μὲν μακαρία του ψυχή,
ἀνέβη μὲ δόξαν πολλήν, εἰς τὸν οὐρανόν, διὰ νὰ χαίρεται εἰς τὸν χορὸν τῶν
Μαρτύρων· τὸ δὲ ἅγιόν του λείψανον, ἀφοῦ ἔκοψαν τὴν κεφαλήν του, ἔπεσε κατ’
ἀνατολας, ὡσὰν νὰ ἦτο ζωντανόν· διὰ τὸ ὁποῖον φθονήσαντες οἱ Ἀγαρηνοί,
δέρνοντες ἐδίωκον τοὺς χριστιανοὺς ὁποῦ ἔδραμον εκεῖ πλῆθος ἄπειρον· ἐτίμησε δὲ
καὶ τοῦτο τὸ ἅγιον λείψανον ἡ θεία χάρις ἄνωθεν μὲ φῶς οὐράνιον, τὸ ὁποῖον
ἐφώτιζεν αὐτὸ τρεῖς ὁλοκλήρους νύκτας, ἐκεῖ ὁποῦ τὸ ἐφύλαττον καὶ τὸ ἔβλεπαν
ὅλοι καὶ ἐθαύμαζαν. Καὶ οἱ μὲν χριστιανοί, ἐχαίροντο, δοξάζοντες τὸν Θεόν· οἱ
δὲ Ἀγαρηνοί, κατεσχύνοντο. Ἐπειδὴ δε κατὰ τύχην ἦτον ἐκεῖ ἕνα καράβι
ἐγγλέζικον, ἠγόρασε τὸ ἅγιον λείψανον μὲ πεντακόσια γρόσια καὶ τὸ ἐπῆγεν εἰς
τὴν Ἀγγλίαν. Ὁ δὲ ἄρχοντας ὁποῦ ἠκολούθησε τὸν Μάρτυρα ὡς προείπομεν, βλέπων
πῶς ἐδίωκον τοὺς χριστιανοὺς οἱ Ἀγαρηνοὶ ἐκεῖθεν μὲ ἀτιμίαν, ἔδωκεν εἰς ἕνα
τουρκόπουλον πέντε γρόσια καὶ τὸ ἔστειλε καὶ ἔβαψε τὸ μανδήλιον του εἰς τὸ αἷμα
τοῦ Μάρτυρος καὶ τοῦ τὸ ἔφερεν· ὕστερον δὲ τὸ τουρκόπουλον εἶπε τοῦτο εἰς ἕνα
καὶ ἄλλον ἀγαρηνόν, ὅθεν ἐκεῖνοι τὸ ἔστειλαν καὶ εζήτησεν ἀπὸ τὸν Χριστιανὸν
ακόμα ἄλλα πέντε γρόσια, καὶ ἐπειδὴ ἐκεῖνον δὲν ἤθελε νὰ τα δώση, τὸν ἐπρόδωσαν
εἰς τον Βεζύρην, ὅστις καὶ ἀπεφάσισε νὰ τον θανατώσουν. Ἀλλ’ ἐπειδὴ ὁ
δραγουμάνος τῆς βασιλείας τὸν εἶχε φίλον, τὸν ἐγλύτωσεν ἀπὸ τον θάνατον, τὸν
ἔῤῥιψαν ὅμως εἰς μίαν σκοτεινὴν φυλακήν, καὶ ἔκαμεν ἐκεῖ ἕξ μήνας, καὶ κάθε
βράδυ ἔβλεπε μίαν ἀκτῖνα φωτός, ὁποῦ ἤρχετο ἀπὸ τὸν τόπον ὁποῦ ἔκοψαν τὸν
Μάρτυρα και τοῦ ἔλαμπε μέσα εἰς τὴν φυλακήν, καὶ ἐπαρηγορεῖτο ἀλλέως ἤθελεν
ἀποθάνῃ ἀπο τὴν πολλὴν στενοχωρίαν. Ἔπειτα δίδοντας τέσσαρες χιλιάδες γρόσια
εὐγῆκεν ἀπὸ τὴν φυλακήν, καὶ ὁμοῦ μὲ τὸν ἀδελφόν του, πωλοῦντες εἴτι εἶχον,
ἐπῆγαν και ἐπροσκύνησαν τοὺς Ἁγίους Τόπους εἴς τε τὴν Ἱερουσαλήμ, καὶ εἰς τὸ
Σίναιον ὄρος, καὶ ἐλθόντες εἰς τὸ Ἅγιον Ὄρος ἐμόνασαν, μετενομασθέντες ὁ μὲν
πρῶτος Ἀγάπιος ὁ ὁποῖος ἐτελείωσε θεαρέστως τὴν ζωήν του εἰς τὴν Μονὴν τοῦ
Δοχειαρίου, εἰς τὴν ὁποίαν ἀφιέρωσε καὶ τὸ μανδήλιον τὸ βαμμένον μὲ τὸ αἷμα τοῦ
Μάρτυρος· ὁ δὲ ἄλλος ἐτελείωσεν εις τὴν Μονὴν τοῦ Κουτλουμουσίου. Οὕτω γουν ὁ
μακάριος Ῥωμανὸς ἔλαβε τὸ στέφανον τοῦ μαρτυρίου καὶ τῆς καλῆς τελειώσεως εἰς
δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Θεοπέμπτου καὶ
Θεωνᾶ.
Ὅπως
τελευτᾷ Θεόπεμπτος, εἰπάτω.
Ἄθλων τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.
Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ.
Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου,
Ἄθλων τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει.
Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ.
Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου,
Οὗτος ὁ Ἅγιος Μάρτυς Θεόπεμπτος, ἐπίσκοπος ἧν, ἐπὶ Διοκλητιανοῦ τοῦ
βασιλέως, ἐν τῷ παρ’ αὐτοῦ κινηθέντι διωγμῷ, πρῶτος τὸν Χριστὸν Θεὸν
ὁμολογήσας, καὶ τὸ στέφος ἀναδησάμενος. Συσχεθεὶς γάρ, καὶ προσαχθεὶς τῷ
βασιλεῖ, καὶ στηλιτεύσας τὴν πλάνην αὐτοῦ, ἐν κλιβάνῳ πυρὸς ἐμβάλλεται, καὶ
σῷος ἐκεῖθεν ἐξέρχεται. Εἶτα τὸν ὀφθαλμὸν ἐξορύττεται. Καὶ μετὰ ταῦτα δηλητήρια
φάρμακα πεπωκώς, ὡς ἀπήμαντος ἐκ τούτων διέμεινεν, ἐπισπᾶται πρὸς τὴν εἰς
Χριστὸν πίστιν τὸν ταῦτα κεράσαντα μάγον, οὕτω καλούμενον Θεωνᾶν. Καὶ ἕτερα δέ
τινα πρὸς τούτοις παθών, ἀπετμήθη τὴν κεφαλήν. Ὁ δε Θεωνᾶς, ὀρύγματος
γενομένου, ἐν αὐτῷ βληθείς, καὶ πολλὴν ἄνωθεν ἐπιφορηθεῖσαν γῆν κατὰ τῆς
κεφαλῆς δεξάμενος πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Συγκλητικῆς.
Συγκλητικὴ
λιποῦσα δουλείαν βίου,
Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.
Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.
Αὕτη γένους ὑπῆρχε περιφανοῦς, πλούτῳ καὶ εὐσεβείᾳ τὸ ἐπίσημον
ἔχοντος. Διὰ δὲ τὴν ἐπανθοῦσαν αὐτὴν ὥραν, καὶ τὴν τῶν χρημάτων περιουσίαν,
πολλῶν ἀγαγέσθαι πρὸς γάμον αὐτὴν βουλομένων, τῷ πρὸς Κύριον μᾶλλον πόθῳ
επέτεινε ἑαυτήν. Ὅθεν τελείως τῶν φροντίδων τοῦ βίου μεθίσταται, καὶ τὴν
σπουδὴν ὅλην πρὸς ἄσκησιν ἀρετῆς καὶ ἐπίδοσιν τρέπει. Καταβαλοῦσα δὲ τὸν
ἀνταγωνιστὴν πολέμιον, καὶ πρὸ τῆς τοῦ σώματος διαζεύξεως τῷ νῷ πρὸς Θεὸν
ἐκδημήσασα, ἐπὶ τέλει τοῦ βίου παρὰ τοῦ πειράζοντος ἐξαιτεῖται. Καὶ γὰρ τὸν μέγαν
Ἰώβ, δεινοῖς τοῦ σώματος νοσήμασιν ὁμιλήσασα, καὶ πληγαῖς καὶ μώλωψιν, ὑφ’ ὧν
τὸ σῶμα ἅπαν διαβρωθεῖσα ὀγδοηκονταετὴς ἤδη γενομένη, καὶ τοῦ τόνου τῆς ἀρετῆς
μὴ δ’ ὁτιοῦν καθυφεῖσα, ἐν ἀθλητικοῖς πόνοις πρὸς Κύριον ἐξεδήμησε.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ ἐν τῷ
Ἀκρῖτᾳ.
Ὁ
Γρηγόριος ἀρεταῖς λάμψας μέγα,
Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.
Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος.
Οὗτος εἷλκε τὸ γένος ἐκ τῆς περιβοήτου τῶν Κρητῶν νήσου, πατέρες
δὲ αὐτῷ εὐσεβέστατοι Θεοφάνης καὶ Ἰουλιανὴ προσαγορευόμενοι. Διατρίψας δὲ χρόνον
ἱκανὸν ἐν τοῖς μαθήμασι, ποιμαίνειν ὑπὸ τῶν γονέων τὰ θρέμματα ἐκελεύετο. Καί
ποτε θείῳ ζήλῳ πυρωθείς, τῆς ἐνεγκαμένης ἀπάρας ἐπὶ τὴν Σελεύκειαν ἔρχεται.
Κἀκεῖσε χρόνον οὐκ ὀλίγον ἐνδιατρίψας, ἄρτῳ βραχυτάτῳ καὶ ὕδατι διέζη. Τῷ δὲ
εἰκοστῷ ἕκτῳ χρόνῳ τῆς ἡλικίας αὐτοῦ, ὅτε καὶ Λέων ὁ Εἰκονομάχος τὸ ζῆν
ἀπέῤῥηξε καὶ τὸ ὀρθόδοξον ἐπαῤῥησιάσατο, τὰ Ἱεροσόλυμα καταλαμβάνει, πάντα
τόπον ἅγιον προσκυνῆσαι γλιχόμενος. Ὁπόσα δε δεινὰ παρὰ τῶν Ἀγαρηνῶν καὶ
Εβραίων ἐφ’ ὅλοις δώδεκα ἔτεσιν ὑπέμεινεν, ἀδύνατον γραφῇ παραδοῦναι, χρωμένους
τῇ συντομίᾳ. Εἶτα ἐκεῖθεν ἀπάρας, καταλαμβάνειν τὴν Ῥώμην, καὶ τοῦ ἀγγελικοῦ
τυχὼν σχήματος, ἧν δαμαζων τὸ ἑαυτοῦ σαρκίον τῇ ἐγκρατείᾳ.
Ἐνταῦθα οὖν διῆγε μονοχίτων καὶ ἀνυπόδυτος, ἐπὶ ψιαθίου
ἀνακλινόμενος, ἄρτου βραχυτάτου καὶ ὕδατος διὰ δύω ἤ τριῶν ἡμερῶν γενόμενος.
Εἶτα, λάκκῳ βαθυτάτῳ ἑαυτὸν ἐναποῤῥίψας, τὴν γενομένην ταραχὴν ἐν ταῖς
ἐκκλησίαις συχνῷ χρόνῳ ἐναπεθρήνησεν. Ἐκεῖθεν δὲ ἐξελθών, στενωτάτῳ πάνυ κελλίῳ
ἑαυτὸν ἐγκλείει, ἑνὶ μόνῳ δερματίνῳ χιτῶνι περικαλυπτόμενος. Καὶ πίθον παρὰ τῷ
κήπῳ ἑστῶτα, πληρῶν ὕδατος καὶ τὸν χιτῶνα ὀψίας ἀποδυόμενος εἰσήρχετο ἐν αὐτῷ.
Καὶ τελειῶν τὸ Ψαλτήριον, αὖθις ἐξήρχετο. Καὶ οὕτως ἐποίει πάσας τὰς ἡμέρας τῆς
ζωῆς αὐτοῦ. Οὕτω δὲ καλῶς ἀγωνισάμενος, ταῖς χερσὶ τοῦ Κυρίου τὴν ἑαυτοῦ ψυχὴν
ἐναπέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Φωστηρίου.
Φωστήρ
ὁ Φωστήριος ὂντως ὡράθη,
Τῷ φωτὶ τοῦ βίου τε καὶ τῶν θαυμάτων.
Τῷ φωτὶ τοῦ βίου τε καὶ τῶν θαυμάτων.
Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Φωστήριος, ἐξ Ἀνατολῶν ἐκλάμψας ὥσπερ
ἥλιος, τὰ ἑσπέρια κατελάμπρυνεν. Ἀνελθὼν γὰρ εἰς ὄρος ὑψηλόν, καὶ ἥσυχον, καὶ
τῷ Θεῷ ἀΰλως προσευχόμενος, νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ χαμευνίᾳ καὶ τῇ λοιπῇ
σκληραγωγίᾳ ἑαυτὸν ὑπωπιάζων, γέγονεν ἀληθῶς φωστήρ, καταλλήλως τοῦ ὀνόματος αὐτοῦ,
λάμπων τῇ οἰκουμένῃ. Τὴν σάρκα δὲ καθαρίσας, καὶ τὴν ψυχὴν ἁγιάσας, καὶ τὸ κατ’
εἰκόνα ὡς ἧν χωρητόν, φυλάξας, γέγονε καὶ του Ἁγίου Πνεύματος καταγώγιον. Τοῖς
θαύμασι γὰρ καταπλουτίσας αὐτὸν ὁ Θεός, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
ἀπεδίωκεν ἀπὸ παντὸς ἀνθρώπου, προσερχομένου αὐτῷ. Καὶ ἄρτους οὐρανόθεν εδέχετο
ὁ μακάριος, ὥσπερ πάλαι Ἠλιοὺ ὁ Προφήτης. Ἀλλ’ ἐκεῖνος μέν, διὰ κόρακος, οὗτος
δε, εἰ καὶ μὴ διὰ χειρὸς Ἀγγέλου τούτους ἐλάμβανεν, ἀλλ’ οὖν αὐτὸς ἧν ὁ καθ’
ἐκάστην αὐτῷ ἀποκομίζων τὸν ἄρτον, καὶ ἐν ἀφωρισμένῳ τόπῳ τιθείς, δι’
οἰκονομίαν τινὰ δηλονότι. Εἰδέπου καὶ εἷς ἀδελφὸς ἀπήντησε πρὸς αὐτόν, εἴτε καὶ
δύω, καὶ τρεῖς, ἤ καὶ πλείονες κατὰ τὸν ἀριθμὸν αὐτῶν, οἱ ἄρτοι ἐν τῷ αὐτῷ τόπῳ
αὐτοσχέδιοι εὑρίσκοντο. Τίς ποτε τοιοῦτον εξαίσιον θαῦμα ἐώρακεν, ἤ ἤκουσε
γενέσθαι;
Ἀλλ’ ἐπειδὴ χωρὶς Θεοῦ οὐκ ἰσχύει δέησις, οὐ διεφυλάχθη τοῦτο
μέχρι τέλους ζωῆς αὐτοῦ, ὥσπερ οὐδὲ ἐν τῷ Προφήτῃ. Ἀλλ’ ἐν τῷ Προφήτῃ μέν, ἐπὶ
ἡμέρας τινάς, ἐν τούτῳ δὲ τῷ μακαρίῳ ἐν ἱκανοῖς ἔτεσιν, ἕως τὴν ἡσυχίαν καὶ τὴν
ἀκτημοσύνην ἐφύλαττεν. Ὅτε δε θείαν Μάνδραν Θεοῦ χάριτι συνεστήσατο, καὶ
πλείστους μοναχοὺς ἐν αὐτῇ αφιέρωσεν, οὐκ ἄνωθεν τοὺς ἄρτους εδέχετο, ὥσπερ
πρώην, ἀλλ’ ἐκ τοῦ ἐργοχείρου παρεῖχε πᾶσι τὰ πρὸς τὴν χρείαν, οὐ τοῦ Θεοῦ
ἀτονήσαντος, ἄπαγε τῆς βλασφημίας, πῶς γὰρ ὁ τὰς τοσαύτας χιλιάδας των
ἀχαρίστων Ἰουδαίων διατρέφων ἐν τῇ ἐρήμῳ οὐκ ἠδύνατο καὶ τοὺς αὐτῷ ἀεὶ
εὐχαριστοῦντας διατρέφειν; Παντί που δῆλον. Οὔτε πάλιν τοῦ Ἁγίου ἀποστρεφόμενος
τὴν εὐχήν, μὴ γένοιτο! Ἀλλ’ οὐδὲ ηὔξατο ποτὲ περὶ ἀπολλυμένου βρώματος. Ζητεῖτε γάρ, ὁ Χριστὸς ἔφη, τὴν Βασιλείαν τῶν Οὐρανῶν, καὶ ταῦτα πάντα
προστεθήσεται ὑμῖν.
Αἱρέσεως δὲ τότε ἀναφυείσης εἰς τὴν του Θεοῦ Ἐκκλησίαν, καὶ πολλῶν
Πατέρων συναθροισθέντων, προσκληθεὶς καὶ οὗτος, ὁ μακάριος, οὐ παρητήσατο, ἀλλὰ
καὶ συνῆλθε καὶ ἠνδραγάθησε καὶ ἐθαυμαστώθη, καὶ πολοὶ τῷ λόγῳ αὐτοῦ εκ
διαφόρων αἱρέσεων μετεστράφησαν, ἄλλοι δε πλείονες ταῖς τούτου παραινέσεσι
Μοναχοὶ γεγόνασι. Καὶ πολλαὶ θαυματουργίαι δι’ αὐτου εγένοντο, οὐ μόνον ἔτι
αυτοῦ περιόντος, αλλὰ καὶ μετὰ τὴν ἐντεῦθεν αποβίωσιν, ἣτις καὶ γέγονε κατὰ τὴν
πέμπτην τοῦ Ἰανουαρίου Μηνὸς ἑσπέρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.
Ἦλθον
θαλάσσῃ εἰς βάθη, λέγει Σάϊς,
Φυγὼν τὰ ποτίζοντα τῆς πλάνης βάθη.
Φυγὼν τὰ ποτίζοντα τῆς πλάνης βάθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος, ὑπὸ δημίων πατούμενος, τελειοῦται.
Πόδες
πατοῦντες σαρκίον Θεοείδου,
Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου.
Ψυχὴν ἀποθλίβουσι ληνῷ τοῦ πόλου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία
Δομνίνα, ἐν εἰρήνῃ τελειοῦται.
Χαρίζεταί
σοι τὴν ἄνω κληρουχίαν,
Δομνίνα, σαρκὸς ἡ κάτω κακουχία.
Δομνίνα, σαρκὸς ἡ κάτω κακουχία.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία
Τατιανή, ἐν εἰρήνῃ τελειοῦται.
Τατιανὴ
τακεῖσα νηστείαις πάλαι,
Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.
Νῦν Ἀγγέλοις σύνεστι νηστείας φίλοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Δωροθέου, κτήτορος τῆς
Ἱερᾶς Μονῆς Χιλιοκομείου Ἀμασείας Πόντου.
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἵνα δείξῃ σε
τοῖς πᾶσιν ὁ φιλάνθρωπος, Μάρτυρα ἐκλεκτὸν ἑαυτοῦ, φῶς οὐράνιον κατελθόν,
ἐφώτιζε σαφῶς, τὸν τάφον σου Μάρτυς Ῥωμανέ, σὺ δὲ ἐδόξαζες Θεόν, τὸν τῶν
Πατέρων ἡμῶν.
Θεοφόρος
λευκοφόρος ὅλος φαίνεται, τῷ Ὁσίῳ Ἀκακίῳ ὁ κλεινός, καὶ ἐν Νεομάρτυσιν ὁ θεῖος
Ῥωμανός, καὶ τοῦτον ἐπόθητε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡξιώθης τοῦ
συνεῖναι Μάρτυς ἔνδοξε, μέσον Νεομαρτύρων σοφέ, καὶ σὺν αὐτοῖς πρεσβεύειν τῷ
Θεῷ ἐκτενῶς, ὑπὲρ τῶν τελούντων σου ἀεί, ἄθλησίν σου τὴν σεπτήν, καὶ φωσφόρον
Πάτερ μνήμην σου.
Θεοτοκίον.
Ἰακὼβ Σὲ καλλονήν, καὶ θείαν κλίμακα, κάτωθεν ἣν ἑώρακεν πρίν,
ἐκτεταμένην πρὸς ὕψος γινώσκομεν σεμνή, κατάγουσαν ἄνωθεν Θεόν, σεσαρκωμένον
καὶ βροτούς, αὖθις επανάγουσαν.
ᾨδὴ
η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ζῆς καὶ ἔτι ἐν
βίῳ ὡς Μάρτυς γνήσιος, τοῦ Χριστοῦ εἰ καὶ πόλῳ κλῆρον ἀπελαβες μάκαρ Ῥωμανέ,
μετὰ τῶν Συμμαρτύρων σου, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἐκ ζωῆς τῆς
προσκαίρου, εἰς ζωὴν μένουσαν, ἐπληρώθης ὡς Μάρτυς ἔτι καὶ Ὅσιος, ὅθεν Ῥωμανέ,
καὶ διπλοῦν φέρεις στέφανον, καὶ Θεὸν δοξάζεις, εις πάντας τοὺς αἰῶνας.
Διδαχῇ καὶ
δεήσει τῇ τοῦ ἀλείπτου σου πατρὸς Ἀκακίου, Μαρτύρων γέγονας σύσκηνος σοφὲ
Ῥωμανέ, καὶ ἐπάξιος τοῦ δοξάζει, τὸν Κύριον εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐκ ἐπίσταμαι πλήν Σου ἄλλην ἀντίληψιν, Σὲ προβάλλομαι πρέσβυν
Ἁγνὴ πανάμωμε, Σὲ πρὸς τὸν ἐκ Σοῦ τεχθέντα μεσίτριαν, πάντων τῶν λυπούντων
ἐλεύθερόν με δεῖξον.
ᾨδὴ
θ΄. Θεὸν ἀνθρώποις.
Γνωστὸς ἐγένου
τοῖς μὴ ζητοῦσί σε σοφέ, τοῖς ἀσεβέσι Ῥωμανὲ Ὁσιόαθλε, διὰ γάρ σου Ἅγιε ἠσχύνθη
κακῶς, γένος Ἀγαρηνῶν τε το δὲ χριστώνυμον, μᾶλλον ἐδοξάσθη, διά σου τὸ
θεοδόξαστον.
Βλαστὸς εὐώδης
εὐσεβὲς γέννημα, καὶ τῷ Θεῷ ἐδείχθης ἀφιέρωμα ἅγιον, ὅλος ἐξ οἰκείας σου
θεόφρον βουλῆς, ὅλος ἀπὸ ψυχῆς σου καὶ προαιρέσεως Μάρτυς εθελούσιος, οὐκοῦν
ἐγένου ἔνδοξος.
Ἀεὶ πρεσβεύεις
ὑπὲρ τῶν δούλων σου, των σοὶ πιστῶς βοώντων Ῥωμανέ, καὶ αὐτούντων σοι, τοῦ
ῥυσθῆναι ἅπαντας ἁπάσης ὀργῆς, ἵνα καὶ σοῦ τιμῶμεν μνήμην τὴν ἔνθεον, καὶ
μακαριοῦμέν σε, ἀεὶ τὸν Νεομάρτυρα.
Θεοτοκίον.
Ὑμνεῖν δοξάζειν καὶ μακαρίζειν Σε, δίδου ἡμῖν ἀξίως τοῖς τιμῶσί Σε
Πάναγνε, καὶ τὸν θεῖον Τόκον Σου μεγαλύνουσι, μόνη ευλογημένη, Σὺ γὰρ τὸ
καύχημα τῶν χριστιανῶν, καὶ πρὸς Θεόν, πρέσβυς εὐπρόσδεκτος.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν Ῥωμανὸν ἐν Μάρτυσι καὶ Ὁσίοις τιμῶμεν, ὑπὲρ Χριστοῦ γὰρ
ἤθλησε, διὰ ξίφους καὶ χάριν ἄνωθεν ἐκομίσατο, ἐκ Θεοῦ ὁ γενναῖος, τοῦ
δοξασθῆναι ὡς Μάρτυς, μετὰ πότμον ὁ μέγας, ἀναφανδόν, τάφῳ γὰρ κατήρχετο
οὐρανόθεν, θεῖόν τε φῶς οὐράνιον, ἐξαστράπτον καὶ φαῖνον.
Προεόρτιον.
Τῶν Μαθητῶν ὁρώντων Σε.
Πρὸς
᾽Ιορδάνου ῥεῖθρα δι' εὐσπλαγχνίαν, οἷα βροτὸς μολεῖ νῦν ὁ πάντων Κτίστης· δεῦτε
τούτῳ πάντες ὑπαντήσωμεν, προεορτίως ᾄδοντες, δοξολογίας καὶ ὕμνους, αὐτοῦ τῇ
θείᾳ κενώσει.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὅσιε καὶ Μάρτυς ἔνδοξε, σὺ τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων
ἐβάστασας, πρῶτον δι’ ἀσκήσεως, καὶ τὸ ὕστερον ἔδραμες, εἰς τὸ βαστᾶσαι,
Χριστοῦ τὰ στίγματα, ἐν τῇ σαρκί σου, καὶ διὰ αἵματος, τοῦ ἐκ τραχήλου σου,
παραδοὺς τὸ πνεῦμά σου χειρὶ Θεοῦ, Ῥωμανὲ μακάριε, ὤ τῆς σῆς χάριτος.
Μάρτυς, Ρωμανὲ μακάριε, ἀνακαθάρας τὸν νοῦν, νουθεσίᾳ τῇ
κρείττονι, Ἀκακίου πρότερον, εἰς τὸ στάδιον ἔδραμες, τοῦ μαρτυρίου αὐτοῦ τῇ
χάριτι, καὶ ὑπομείνας, πληγὰς και κάθειρξιν, ἔχαιρες ἄριστα, τεσσαρακονθήμερον
ἐν τῷ αὐτῷ, διαμείνας φρέατι, Χριστοῦ τῇ χάριτι.
Μάρτυς, Ῥωμανὲ μακάριε, Τόπους Ἁγίους Χριστοῦ, προσκυνήσας τὸ
πρότερον, μαρτυρίου ἔλαβες, θεῖον ἔρωτα ὕστερον, διὸ ἀσκήσας ἱκανῶς ἔνδοξε, ἐν
προστασίᾳ, πατρὸς θεόφρονος, ἐπροοιμίασας, τοὺς πολλοὺς αγῶνάς σου ἀθλητικούς,
καὶ τὸ διὰ ξίφους τε, τέλος τὸ θεῖόν σου.
Πόνους, ὑποστὰς πανεύφημε, τοὺς ἐκ μαστίγων πολλούς, παρειῶν τε
τὴν κάκωσιν, γλώττης τὴν ἀφαίρεσιν, καὶ του φρέατος κάθειρξιν, ἔχαιρες βλέπων
σαὐτὸν ὁλόστικτον, ἀλλὰ καὶ ἔτι, λωροτομούμενος, μακαριώτατε, καὶ
παρατεμνόμενος ἔστης Χριστῷ, διπλοστεφανούμενος, ὡς Ὁσιόαθλος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὅσιε καὶ Μάρτυς ἐν ταὐτῷ, Ῥωμανὲ πανεύφημε, χαίροις ἐν τῇ μνήμῃ
σου σήμερον, σὺ γὰρ ἐκ πρώτης ἡλικίας, τὸν Θεὸν πρὸ πάντων τῶν ὄντων ἀγαπήσας,
γνήσιος Αὐτοῦ γέγονας, δι’ ἄκρας τε ἀσκήσεως καὶ πολυπαθοῦς ἀθλήσεως, καὶ τῆς διὰ
ξίφους τελευτῆς σου. Διὸ καὶ παῤῥησίας τυγχάνων πρὸς Χριστὸν τὸν Θεόν, αἴτησαι
τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰωάννη
Βαπτιστά, ὸ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ'
᾽Αγγέλων μοι λειτούργησον· ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς
ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν ᾽Ιορδάνην
ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ ἐκ Παρθένου σαρκωθείς, εἰς ἡμῶν σωτηρίαν,
Κύριε δόξα σοι.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου