ΙΑΝΟΥΑΡΙΟΥ Δ΄!!
ΟΝΟΥΦΡΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΕΝ ΧΙῼ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὁσιομάρτυς
Ὀνούφριε, τὴν τῶν τυράννων ὀφρύν, καὶ τὸ θράσος τοῖς ἄθλοις σου, ἀνδρικῷ φρονήματι,
καὶ ψυχῆς γενναιότητι, θείᾳ συνάρσει, εἰς γῆν κατέῤῥηξας, καὶ θεοπνεύστοις,
λόγοις ἀνύψωσας, Χριστὸν θεόσοφε, τὸν ἐνανθρωπήσαντα ὑπὲρ ἡμῶν, ὅς σε
διαδήματι, διττῷ κατέστεψε.
Χριστῷ
τεχθέντι Ὀνούφριε, μάγοι Περσῶν βασιλεῖς, νεύσει θείᾳ προσήνεγκαν, χρυσὸν
σμύρναν λίβανον, σὺ δὲ Μάρτυς πανθαύμαστε, ἀντὶ χρυσοῦ μέν, βίου λαμπρότητα,
ἀντὶ δὲ σμύρνης, σώματος νέκρωσιν, ἀντὶ λιβάνου δέ, ὡς Θεῷ παρέδωκας τὴν σὴν
ψυχήν, θυσίαν πανεύοσμον, καὶ ὁλοκάρπωμα.
Τὰ
τοῦ Σωτῆρος Γενέθλια, ἐπιτελέσας σεπτῶς, θεοφόρε Ὀνούφριε, εἶτα δι’ ἀθλήσεως,
τὰ ἐν γῇ Θεοφάνεια, προλάβων Μάρτυς εἰς τὰ οὐράνια, ἤρθης ἐν δόξῃ, καὶ
κατεσκήνωσας, ἔνθα σοι δέδοται, καθορᾷν τρανότερον διηνεκῶς, τὴν θείαν
ἐμφάνειαν, μακαριώτατε.
Δάκρυσι
πρώην ἀπέσμηξας, τὴν σὴν ψυχὴν ἱερῶς, καὶ ἀγῶσιν ἀσκήσεως, εἶτα δι’ ἀθλήσεως,
ἐλαμπρύνθης Ὀνούφριε, καὶ τῶν αἱμάτων τοῖς θείοις ῥεύμασι, σαυτὸν φοινίξας,
ὅλον ἐπέχρωσας, καὶ στέφος εἴληφας, ἐκ Θεοῦ ἀκήρατον ὡς ἀριστεύς, τροπαιοῦχος ἔνδοξε·
ὅθεν ὑμνοῦμέν σε.
Δόξα.
Ἦχος α΄.
Ἀποῤῥαγεὶς
τοῦ κόσμου, καὶ προκαθαρθεὶς ἐν ἀσκήσει, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ
πνεύματος ἀξιάγαστε Ὀνούφριε, θεῖος ὅλος ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· προσθεὶς
δὲ τῇ ἀσκήσει, τὴν ὑπὲρ πίστεως ἄθλησιν, διττὸν εἴληφας παρὰ Χριστοῦ τὸ στέφος,
σὺν τοῖς Ὁσίοις καὶ τοῖς Μάρτυσι δοξαζόμενος, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ἦχος βαρύς.
Φῶς
εἰς ἀποκάλυψιν ἐθνῶν, ἦλθες ἐπὶ γῆς ἐξ οὐρανοῦ Σωτὴρ ἡμῶν, καὶ προελθὼν ἐκ τῆς
Παρθένου, ἐπανεπαύσω ἐν ἀγκάλαις τοῦ δικαίου Συμεών! ἔδει γὰρ σε Ζωοδότα τῶν
ἁπάντων, ὑπὸ τοῦ Πρεσβύτου γνωρισθῆναι, ὅτι παρεγένου ἀπολῦσαι αὐτόν, κατὰ τὸ
ῥῆμά σου, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἦχος
β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦρο
πᾶσα πληθύς, τῶν χριστωνύμων ὕμνοις τιμήσωμεν αἰσίως, τὸν Μάρτυρα τὸν νέον, ὃν
ὁ Χριστὸς ἐδόξασε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε
ὁ μελισσών, Χριστοῦ τῶν Ἀθλοφόρων, τοῦ ὑμετέρου σύμπνου, τὴν μνήμην Ὀνουφρίου,
φαιδρῶς συνεορτάσατε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Δράμωμεν
καὶ ἡμεῖς, τῶν εὐσεβῶν τὰ πλήθη, σὺν κρότοις Ὀνουφρίου, τελέσαι τοῦ οἰκείου,
προστάτου τὴν πανήγυριν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ
τοῦ Ἰησοῦ, μετὰ τοῦ Ὀνουφρίου, τοῦ θείου Ἀθλοφόρου, ἡμῖν τοῖς κατακρίτοις, τὸν
Κτίστην ἱλεώσατε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Χορὸς
ἀγγελικός.
Δακρύων τῇ ῥοῇ, πιεσμῷ τῆς νηστείας, εὐχῇ διηνεκεῖ, καὶ γονάτων τῇ
κλίσει, Ὀνούφριε πανθαύμαστε, παννυχίοις τε στάσεσι, πῦρ τὸ ἄϋλον, τῆς τοῦ
Κυρίου ἀγάπης, ἐν καρδίᾳ σου, Ὁσιομάρτυς ἀνήφθη, διὸ θανεῖν ἔσπευσας.
Δόξα.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Κατεπλάγη ᾽Ιωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη
ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην.
᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ
πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς
ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες
Λαμπρά
σου τὰ τρόπαια σοφέ, ἅπερ ἀνεστήλωσας, κατὰ τῆς πλάνης Ὀνούφριε, λαμπρὰ ἡ
ἄθλησις, λαμπρός σου ὁ βίος, καὶ λαμπρὸν διάδημα, Χριστὸς ὁ ζωοδότης προέτεινε,
τῇ σεβασμίᾳ σου, κορυφῇ ἣν ἀσπαζόμενοι, μετὰ πόθου, πιστῶς σε γεραίρομεν.
Τὸ
φῶς τὸ ἀνέσπερον ἐν σοί, φαεινὲ Ὀνούφριε, τῆς τρισηλίου θεότητος, νῦν
ἀνατέταλκεν, ἐν τοῖς οὐρανίοις, καὶ λαμπρόν σε ἔδειξεν, Ἀγγέλων ταῖς χορείαις
φῶς δεύτερον, ὡς κατὰ μέθεξιν, θεωθέντα ἀξιάγαστε, τῇ ἐκχύσει τοῦ σεπτοῦ σου
αἵματος.
Διένειμας
πλοῦτον τὸν φθαρτόν, τοῖς πτωχοῖς καὶ ἔδραμες, καθάπερ λέων τοῖς σκάμμασι,
στεῤῥὲ Ὀνούφριε, τοῖς τοῦ μαρτυρίου, καὶ γυμνὸς ἐπάλαισας, σατᾶν τῷ ἀποστάτῃ
καὶ ἔστησας, λαμπρὸν τὸ τρόπαιον, κατ’ αὐτοῦ καὶ νίκην ἤγειρας, τῇ δυνάμει
Χριστοῦ θαρσυνόμενος.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Προεόρτιον
ἄγοντες, τῆς Χριστοῦ νῦν βαπτίσεως, σὲ λαμπρὰν ὄντως πανήγυριν εὕρομεν· διὰ
Χριστὸν καὶ γὰρ ἔδραμες, Μαρτύρων τοῖς σκάμμασι, μετὰ πόθου Ἀθλητά, τὴν
πάντιμον κάραν σου, ἐκμιμούμενος, τὸν τὴν κάραν Προδρόμῳ κεκλικότα,
καθυπέκλινας τῷ ξίφει, Ὁσιομάρτυς Ὀνούφριε.
Ὁδὸν
πρότερον ἔδραμες, τῆς ἀσκήσεως ἔνδοξε, Ἀθλητὰ Ὀνούφριε, καθαιρόμενος, θείῳ
καρδίας ἐν πνεύματι, τὸ δεύτερον αὖθις δέ, μαρτυρίου ἐν ὁδῷ, ὁλοψύχως
προσέδραμες, ὁσιόαθλε, δι’ αὐτῆς κληρωσάμενος τῆς ἄνω, τοῦ Κυρίου Βασιλείαν,
καὶ τὴν χαρὰν τὴν ἀνέκφραστον.
Οὐκ
ἐν τύποις καὶ χρώμασι, ζωγραφῶν τὸν Θεάνθρωπον, Ἰησοῦν Ὀνούφριε ὡς τὸ πρότερον,
ἀλλὰ προσώπῳ πρὸς πρόσωπον, αὐτοῦ τὸ γλυκύτατον, θεωρῶν νῦν ἀληθῶς, τὴν ἐκεῖθεν
πηγάζουσαν, αἴγλην ἄστεκτον, προσλαμβάνων πλουσίαν τοῖς τιμῶσι, τὴν σεβάσμιόν
σου μνήμην, μετοχετεύεις πανθαύμαστε.
Δόξα.
Ἦχος πλ. δ΄.
Τετρωμένος
τὴν καρδίαν, τῷ θείῳ πόθῳ Χριστοῦ, καὶ τῷ ἀΰλῳ πυρὶ τὴν ψυχήν, τοῦ πρὸς αὐτὸν
διαπύρου πεπυρωμένος ἔρωτος, τῶν αὐτοῦ παθημάτων, κοινωνὸς γενέσθαι ἐπεπόθησας
μακάριε· διὸ καὶ εἰς ἄνδρα φθάσας τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος
τοῦ Χριστοῦ, τῇ ἐκπληρώσει τῶν θεουργῶν ἀρετῶν, Θεὸν τέλειον τὸν αὐτόν, καὶ
ἄνθρωπον τέλειον, ἐν τελείῳ φρονήματι ὡμολόγησας, ὃν ἀτελείᾳ φρενῶν ἐξηρνήσω
Ὀνούφριε καὶ σφαγιασθεὶς ὑπὲρ αὐτοῦ ἑκουσίως, τὸ στέφος ἐκομίσω τῆς νίκης, καὶ
παῤῥησίαν ἔχεις πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε
Καὶ
νῦν. Προεόρτιον.
Ὢ
τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι Ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν Ἰορδάνῃ
ἔρχεται βαπτισθῆναι ὑπὸ Ἰωάννου, Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν
δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής, ζητῶν μὲν τὸ βάπτισμα, ὡς
ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι
τὸ μέγα ἔλεος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἀποῤῥαγεὶς
τοῦ κόσμου, καὶ προκαθαρθεὶς ἐν ἀσκήσει, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ
πνεύματος, ἀξιάγαστε Ὀνούφριε, θεῖος ὅλος ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα, προσθεὶς
τῇ ἀσκήσει, τὴν ὑπὲρ πίστεως ἄθλησιν, διττὸν εἴληφας παρὰ Χριστοῦ τὸ στέφος,
σὺν τοῖς Ὁσίοις καὶ Μάρτυσι δοξαζόμενος καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Ὡς
θαυμαστοὶ οἱ ἀγῶνές σου, Πάτερ καὶ τὰ παλαίσματα! Σὺ γὰρ ὡς ἀληθῶς, τὴν φύσιν
ἐνστησάμενος βιάσασθαι, τοὺς πάντας ἐν τούτῳ ὑπερηκόντισας· ἑβδομάδας γὰρ
ἡμερῶν ἐν ἀσιτίᾳ διήνυσας, καὶ ῥεῖθρα δακρύων ἀείῤῥοα ἔβλυσας, καὶ ἐπὶ τέλους
ἀϋλώσας σαυτὸν ἐν τοῖς σκάμμασι, στρατιώτης ἐπάξιος τῆς ὑπερθέου ἀνεδείχθης
Τριάδος, ἣν ἐκμειλίσσασθαι ἡμῖν μὴ διαλίπῃς ὑπερθαύμαστε Ὀνούφριε.
Ὁ
αὐτός.
Δεῦτε
τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν συγκροτήσωμεν, καὶ τὸν Ἀθλοφόρον τοῦ
Χριστοῦ, ἐν ὕμνοις τιμήσωμεν, Ὀνούφριον τὸν ἔνδοξον· σήμερον γὰρ ὡς ἑωσφόρος
ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ
ἐπιτελούντων, τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.
Ἦχος
πλ. δ΄.
Ἔπρεπε
τῇ σῇ ὁσιότητι, πῦρ ζήλου θεϊκοῦ ἐν καρδίᾳ τρεφούσῃ, καὶ πάντα πόνον ἀσκήσεως
διὰ τοῦτο στεγούσῃ, καὶ τὸ τοῦ ζήλου διάπυρον παῤῥησιάσασθαι· ὅθεν τῇ Χριστοῦ ἀγάπῃ
πυρποληθείς, τοὺς ἀνόμους στεῤῥῶς διήλεγξας, καὶ τὴν εὐσέβειαν τρανῶς
ἀνεκήρυξας, καὶ μάρτυς τῆς ἀληθείας ἐδείχθης, Ὁσιομάρτυς Ὀνούφριε· διὸ πρέσβευε
ὑπὲρ ἡμῶν, παῤῥησίαν ὡς ἔχων, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.
Δόξα.
Ἦχος πλ. α΄.
Τίς
ἐπαξίως τὰ γέρα τῶν ἀρετῶν σου διηγήσεται, Ὁσιομάρτυς Ὀνούφριε; ἢ τίς τὴν
καρτερίαν τοῦ μαρτυρίου σου ἀποφθέγξαιτο; ἐν ἀμφοτέροις γὰρ ἠρίστευσας. Δεῦτε
οὖν φίλαθλοι θερμῶς συνελθόντες, ᾄσμασιν ἐπαξίοις αὐτὸν ὑμνήσωμεν, λέγοντες·
χαίροις ἀοίδιμε, ὁ τὴν πλάνην τῶν δυσσεβῶν τορῶς στηλιτεύσας, καὶ τὸν Σωτῆρα
Χριστὸν Θεὸν προαιώνιον ἀνακηρύξας· ὅθεν τὴν κάραν ἀποτμηθεὶς ἐν οὐρανοῖς, νῦν
ἀπολαμβάνεις τὴν ἀμοιβὴν τῶν καμάτων σου· ἀλλὰ πρέσβευε δεόμεθα, δωρηθῆναι τοῖς
τιμῶσί σε, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Προεόρτιον.
Ἐν
Ἰορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ βάπτισμα καθᾶραι θέλων ἡμᾶς,
ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ Αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἀσκητικῶν ἀληθῶς, ἀγωνισμμάτων θείοις ὅπλοις Ὀνούφριε, νηστείαις δακρύων
ῥείθροις, καὶ προσευχαῖς ἱεραῖς, κλίσεσι γονάτων ἀγρυπνίαις τε, νεκρώσει τοῦ
σώματος, ὁπλισάμενος Ὅσιε, καὶ πᾶσαν θείαν, πανοπλίαν τοῦ πνεύματος,
ἐνδυσάμενος, καὶ ἀθλήσας στεῤῥότατα, τρόπαιά τε ἀράμενος, λαμπρὰ ἀξιάγαστε,
κατὰ τῆς πλάνης γενναίως, καὶ τὸν Χριστὸν μόνον Κύριον, ἁπάντων κηρύξας, καὶ
Σωτῆρα ὃν εὐχαῖς σου ἡμῖν ἱλέωσον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Ἀυτοῦ.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, τῆς Βουλγαρίας ὁ σεπτὸς γόνος ἔνδοξε, τοῦ Ἄθωνος θρέμμα
θεῖον, τῶν μοναχῶν καλλονή, Ἀθλητῶν ἡ δόξα καὶ εὐπρέπεια, Ὁσίων Ὀνούφριε, καὶ
πιστῶν μέγα στήριγμα, τῆς Ἐκκλησίας, βάσις ὄντως ἡ ἄσειστος, νοῦς ὁ ἔνθεος, καὶ
ψυχὴ ἡ θεόληπτος, κήρυξ ὁ διαπρύσιος, Χριστοῦ τῆς θεότητος, ὁ καθαιρέτης τῆς
πλάνης, τῶν ἀσεβούντων ὁ ἔλεγχος, ὁ ἔφορος Χίου, ἣν ἡγίασας ἐκχύσει τῇ τῶν
αἱμάτων σου.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις,
ὁ φερωνύμως τὸν νοῦν, ἔχων Ὀνούφριε θεόθεν φρουρούμενον, Ὁσίων νέα προσθήκη,
καὶ Ἀθλητῶν ποθεινή, αὔξησις τρισμάκαρ ὁ θεόσοφος, τῆς πίστεως πρόμαχος, καὶ
τῆς πλάνης ὁ ἔλεγχος, ὁ τὴν σοφίαν, καὶ τὸ στόμα θεόσδοτον, πρὸς Χριστοῦ λαβών,
ὥς φησιν ἡ ὑπόσχεσις, ᾧπερ οἱ ἀντικείμενοι, οὐδόλως δεδύνηνται, τὰς ἑαυτῶν
φληναφίας, καὶ τὰ τῆς πλάνης ληρήματα, ἀντειπεῖν οἱ λῆροι· Χριστὸν ἔσχες γὰρ
λαλοῦντα ἐν σοὶ μακάριε.
Δόξα.
Ἦχος πλ. β΄.
Ἐν
πίστει τῇ πρὸς Θεόν, γνῶσιν θείαν λαβών, ἐν δὲ τῇ γνώσει τὴν πρὸς αὐτόν, ἀγάπην
κτησάμενος, ἐν τῇ ἀγάπῃ δέ, εἰς τὴν ἐν ἀρεταῖς τελειότητα φθάσας, μισθὸν
ἐκομίσω τὸ τελειωθῆναι δι’ αἵματος, ὡς ἐπόθεις τρισμάκαρ Ὀνούφριε, καὶ κοινωνὸς
γενέσθαι τῶν Χριστοῦ παθημάτων κατηξιώθης, ᾧ πρεσβεύων μὴ διαλίπῃς, ὑπὲρ τῶν ἐν
πίστει καὶ πόθῳ τελούντων, τὴν μακαρίαν σου ἄθλησιν.
Καὶ
νῦν. Προεόρτιον.
Ἔρχεται
πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς
αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ
χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Χορὸς
ἀγγελικός.
Δακρύων τῇ ῥοῇ, πιεσμῷ τῆς νηστείας, εὐχῇ διηνεκεῖ, καὶ γονάτων τῇ
κλίσει, Ὀνούφριε πανθαύμαστε, παννυχίοις τε στάσεσι, πῦρ τὸ ἄϋλον, τῆς τοῦ
Κυρίου ἀγάπης, ἐν καρδίᾳ σου, Ὁσιομάρτυς ἀνήφθη, διὸ θανεῖν ἔσπευσας.
Δόξα.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός. Κατεπλάγη ᾽Ιωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη
ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην.
᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ
πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς
ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Ὀρθρίζοντες
τοὺς σούς, εὐφημοῦμεν ἀγῶνας, ἐν ὕμνοις καὶ ᾠδαῖς, οὓς ὑπέστης γενναίως,
Ὀνούφριε πανθαύμαστε, ἐν ἀσκήσει θλιβόμενος, κακουχούμενος, καὶ ὑποτάξαι τὸ
χεῖρον, σπεύδων Ὅσιε, τῷ κρείττονι καὶ τὴν σάρκα, δουλῶσαι τῷ πνεύματι.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Προέρχεται
σαρκί, Ἰορδάνου τοῖς ῥείθροις, ὁ πάντων Ποιητής, βαπτισθῆναι θελήσας· διὸ
προεορτάσωμεν, τὴν Αὐτοῦ ἐπιφάνειαν, πίστει κράζοντες· ῥῦσαι ἡμᾶς Ζωοδότα, ὡς
φιλάνθρωπος, τῆς τῶν παθῶν τυραννίδος, καὶ πάσης φαυλότητος.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θανεῖν
ἔδοξας, Ὁσιομάρτυς, τοῖς παράφροσι, καὶ ἐλογίσθη, ἡ σὴ πρὸς Κύριον ἔξοδος
κάκωσις, καὶ ἡ πορεία ἡ σὴ πρὸς οὐράνια, τοῖς ματαιόφροσι μάταιον σύντριμμα,
ἀλλ’ εἰρήνη σοι, ἡ θεία θεόθεν δέδοται, ἡ πάντα νοῦν Ὀνούφριε ὑπερέχουσα.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Σὰρξ
γεγένηται, ἀνερμηνεύτως, καὶ προέρχεται, ἐν Ἰορδάνου, βαπτισθῆναι τοῖς ῥεῖθροις
ὁ Κύριος, ἀποκαθαίρων ἡμῶν τὸ παράπτωμα, καὶ κατακλύζων τὴν πλάνην τοῦ ὄφεως, ᾯ
βοήσωμεν· δοξάζομεν ὑπεράγαθε, τὸν πλοῦτον τῆς ἀῤῥήτου Σου κενώσεως.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν
συλλόγῳ παραστάς, τῶν δυσσεβῶν Ἀγαρηνῶν, ἀνεκήρυξας Χριστόν, Θεὸν καὶ ἄνθρωπον
τρανῶς, δημιουργόν τε τοῦ σύμπαντος καὶ Δεσπότην, καὶ ἤλεγξας αὐτῶν τὴν
δυσσέβειαν, εὐτόλμως Ἀθλητὰ γενναιότατε, καὶ ξίφει τὴν κεφαλὴν ἀπετμήθης, τῇ ψήφῳ
πάντων Ὀνούφριε· διὸ τὸ στέφος, τῆς ἀφθαρσίας πρὸς Χριστοῦ ἐκομίσω.
Δόξα.
Καὶ νῦν. Ταχὺ προκατάλαβε. Προεόρτιον.
Τὸ
βάπτισμα δέξασθαι τῇ τοῦ Προδρόμου χειρί, Χριστὸς νῦν ἐπείγεται τὸν μολυσμὸν
τοῦ Ἀδάμ, καθαίρων ὡς εὔσπλαγχνος· δεῦτε ἐν εὐλαβείᾳ, ὑπαντήσωμεν τούτῳ,
ᾄδοντες κατὰ χρέος, προεόρτιον αἶνον, τῷ μέλλοντι ἐπιβῆναι Ἰορδάνου τοῖς
νάμασι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον: Εἶπεν ὁ Κύριος· πᾶς, ὅστις ὁμολογήσει ἐν
ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ὁσιοάθλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Μεταστὰς
ἀπὸ τῆς γῆς, εἰς τὰ οὐράνια ἀνηνέχθης, θεῖε Ἀθλητά, Ὀνούφριε κλεινέ, αἰτούμενος
ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος, καὶ δύο τοῦ Ἁγίου.
Ὀ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ἰωσήφ.
ᾨδὴ
α’ Ἦχος πλ. β' Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
Ἀγαλλιάσθω
ἡ κτίσις, αἱ πατριαί, τῶν Ἐθνῶν ᾀδέτωσαν. Ἰησοῦς ὁ Βασιλεύς, πάσης γῆς
προέρχεται ῥοαῖς, Ἰορδάνου τὴν ἡμῶν, ποιῆσαι κάθαρσιν.
Βασιλικὴν
ἁλουργίδα παρθενικῶν, ἐξ αἱμάτων Κύριε, ἐνδυσάμενος σαρκί, ποταμοῦ πρὸς ῥεύματα
γυμνός, ἐπιβαίνεις τὴν ἡμῶν, ἐνδύων γύμνωσιν.
Γόνος
Πατρὸς προανάρχου σὺ πεφυκώς, πρὸς τὸν Γόνον εὔσπλαγχνε, Ζαχαρίου εὐτελῶς,
παραγίνῃ βάπτισμα αἰτῶν, ὅπως χάριτι υἱοὺς Θεοῦ ποιήσῃς ἡμᾶς.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ὕμνοις σε μέλπω, Ὀνούφριε σὺν πόθῳ. Ἰακώβου.
ᾨδὴ
α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Ὑμνοῦντι
πόθῳ τὴν μνήμην σου, τὴν θείαν καὶ φωσφόρον Ὀνούφριε, τὴν φωτιστικὴν τοῦ
πνεύματος, χάριν μοι δωρηθῆναι αἴτησαι νῦν, ἔχων παῤῥησίαν θεομάκαρ πρὸς
Χριστὸν ὡς ὁσιόαθλος.
Μισήσας
κόσμον Ὀνούφριε, ἐκέρδισας Χριστόν, εἰδὼς ἄριστα, πᾶσαν κοσμικὴν ἀπόλαυσιν,
ἐχθρὰν πρὸς Θεὸν εἶναι, τὸν δὲ αὐτόν, προκρίνοντα πάντων, κληρονόμον ἀληθῶς
αὐτοῦ γινόμενον.
Ναὸς
ἐγένου θεόληπτε, Θεοῦ πανευπρεπὴς δι’ ἀθλήσεως, στεῤῥὲ Ἀθλητὰ Ὀνούφριε, τὴν
φωσφόρον χαρμονικῶς, μνήμην ἐκτελοῦμεν, τῶν πταισμάτων ἱλασμὸν ἀντιλαμβάνοντες.
Ὁσίων
Ἄθω ἀγλάϊσμα, καὶ νέων Ἀθλητῶν σεμνολόγημα, ἐδείχθης σοφὲ Ὀνούφριε· ὅθεν σὲ
εὐφημοῦμεν ὡς νικητήν, κράζοντες συμφώνως· τοὺς τιμῶντάς σε νυνὶ σῶζε
πρεσβείαις σου.
Θεοτοκίον.
Ἰδοὺ
Παρθένος συνέλαβεν, ἀσπόρως τὸν Δεσπότην τῆς κτίσεως, ὥσπερ Ἡσαΐας ἔφησε,
τέτοκε δὲ ἀφθόρως, Θεὸν σαρκὶ οὗπερ, καὶ καλεῖται, νῦν τὸ ὄνομα, Μεγάλης Βουλῆς
Ἄγγελος.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ
α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Δεῦτε
πιστοί, ἅπαντες οἱ φιλομάρτυρες, ἐν ἐγκωμίων ἄνθεσι τὸν οὐρανόφρονα,
καταστέψωμεν πόθῳ Ὀνούφριον, τὸν θεῖον Ὁσιομάρτυρα
Ἀποῤῥαγείς,
τῆς κοσμικῆς ματαιότητος, καὶ τὸν σταυρὸν ἐπ’ ὤμων σου ἀναλαβόμενος,
ἠκολούθησας χαίρων, κατ’ ἴχνος τοῦ Δεσπότου, σοφὲ Ὀνούφριε.
Πόθος
Χριστοῦ, τὴν σὴν ψυχὴν παναοίδιμε, κατέσχεν ὁ οὐράνιος, καὶ ἔρως ἔνθεος, ἀνεφλέξατο
ὅλην· διὸ ὑπὲρ αὐτοῦ σὲ θανεῖν κατέπεισε.
Ὑπὲρ
ἡμῶν, τῶν Σὲ ὑμνούντων δυσώπησον, τὸν σαρκωθέντα πάναγνε, ἐκ τῶν ἀχράντων Σου,
καὶ τιμίων αἱμάτων, ῥυσθῆναι ἐκ πταισμάτων, καὶ νοσημάτων πικρῶν.
ᾨδὴ
γ' Ὁ Εἱρμός. Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Δεσπόζων
πάντων ὡς Θεός, δούλου φέρεις εἰκόνα, καὶ πρὸς δοῦλον οἰκτίρμον, παραγίνῃ
σαρκικῶς, Βαπτίσματι θεουργῷ, τῆς δουλείας, τοῦ ἐχθροῦ ἐξαίρων ἡμᾶς.
Ἐπέστης
ῥείθρῳ διατί; ποίαν κάθαρσιν θέλων, ποῖον ῥύπον ἐκπλύνειν, ὑπεράγαθε ζητῶν;
ὑμνῶ σου τὴν ὑπὲρ νοῦν, διὰ σπλάγχνα Λόγε συγκατάβασιν.
Ζητῶν
τὸ πρόβατον Χριστέ, ὅπερ ἄγριος λύκος, κατεσπάραξε δόλῳ, Ἰορδάνου ταῖς ῥοαῖς,
ἐφίστασαι ἐκβοῶν, τῷ Προδρόμῳ· Δεῦρο σύ με βάπτισον.
Ὁ
α’ τοῦ Ἁγίου. Τῷ πρὸ τῶν αἰώνων.
Σήμερον
ἐν ὕμνοις, ὁ πολύτλας τιμάσθω Ὀνούφριος, Θεὸν τιμήσας ἐναρέτῳ, πολιτείᾳ καὶ
στέφος, διπλοῦν παρ’ αὐτοῦ δεξάμενος, ὡς Ὁσιόαθλος πέλων Χριστοῦ· ὦ διπλοῦ
χαρίσματος!
Σάλπιγξ
οὐρανία, ἀνεδείχθη ἡ εὔλαλος γλῶσσά σου, ἀνακηρύττουσα ἐν μέσῳ συνεδρίου
ἀνόμων, Χριστὸν τὸν Θεὸν Ὀνούφριε, καὶ ἀσεβούντων τὴν πλάνην τορῶς, Μάρτυς
διελέγχουσα.
Εἴληφας
τὴν χάριν, πᾶσαν νόσον ἰᾶσθαι Ὀνούφριε, ἐν τῇ προσπτύξει σῶν λειψάνων, καὶ
σεπτῆς σου εἰκόνος· διὸ θεράπευσον δέομαι, τὰ τῆς ψυχῆς μου καὶ σώματος, χαλεπὰ
πάθη τὰ ὀλέθρια.
Θεοτοκίον.
Μήτηρ
καὶ Παρθένος, ἐχρημάτισας μόνη Θεόνυμφε· ὥσπερ γὰρ ἔμεινεν ἄτρεπτος, μετὰ
σάρκωσιν πάλιν, Θεὸς ὁ ἐκ Σοῦ φορέσας με, οὕτω καὶ Σὲ μετὰ τόκον τηρεῖ, πάλιν
ἀειπάρθενον.
Ἕτερος.
Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.
Ὑμνοῦμέν
σου ᾠδαῖς, τοὺς τῆς ἀσκήσεως, ἀγῶνας Ὀνούφριε κατὰ χρέος, οὓς διήνυσας πανεύφημε,
καὶ τοὺς πόνους, τῆς θείας σου ἀθλήσεως.
Μεθόριον
τῶν δύω Πάτερ Ὅσιε, Χριστοῦ τοῦ σαρκωθέντος ἡ σὴ ὑπάρχει, θεία μνήμη
πανηγύρεων, ἑκατέρωθεν ἔχουσα τὴν εὔκλειαν.
Σὺν
Βηθλεὲμ καὶ Ἰορδάνῃ φιλομάρτυρες, τὴν Χίον ὀψώμεθα διανοίᾳ, ἐν ᾗ στίλβει θείᾳ χάριτι,
Ὀνουφρίου τὸ αἷμα τὸ σεβάσμιον.
Σὲ
τὴν κοινὴν παρηγορίαν πανάμωμε, τῆς ἡμετέρας φύσεως πάντες δοξάζομεν, χεῖλος ἓν
γεγονότες, καὶ συμφωνίαν μίαν ἀποτελέσαντες.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
ἀντίχριστον πλάνην ἐν παιδικῇ ἡλικίᾳ δεξάμενος, τὸν Χριστὸν ἠρνήσω τὸν Σωτῆρά
σου, φεῦ τοῦ σοῦ δεινοῦ πταίσματος! ἐν ᾧ τῇ ἀπάτῃ τοῦ ὄφεως πέπτωκας, τοῦ
ἀρχεκάκου πάντως, τοῦ σὲ κατασπάσαντος, ἀλλὰ παραχρῆμα, νεύσει θείᾳ ἠγέρθης,
εἰς πίστιν τὴν ὀρθόδοξον, τὸν Θεὸν ἱλεούμενος, τοῦ λαβεῖν τὴν συγχώρησιν, διὰ
βίου Ὅσιε παντός, ἐνθέοις ἔργοις παμμακάριστε, ὃν καὶ τῇ σῇ ἀθλήσει, ἐνδόξως
ἐδόξασας.
Δόξα.
Καὶ νῦν. Προεόρτιον. Ἀνέστης ἐκ νεκρῶν.
Ὁ
μέγας Βαπτιστής, τοῦ Κυρίου ἀγάλλου, ἐπέστη γὰρ Χριστός, ὑπὸ σοῦ βαπτισθῆναι,
τρέμεις ὡς ὑπηρέτης, ὁ γὰρ Δεσπότης κεφαλὴν κλίνει σοι, ἅψαι τῆς θείας κάρας,
τοῦ ἁπτομένου χειρὶ τὰ σύμπαντα, καὶ εὐδοκίᾳ σώζοντος Θεοῦ, τὸ γένος τῶν
ἀνθρώπων.
ᾨδὴ
δ' Ὁ Εἱρμός. Χριστός μου δύναμις
Ἡνίκα
εἶδέ σε, τὸ ῥεῖθρον Κύριε, Ἰορδάνου ἐστράφη, ἡ δὲ πολλοῖς, πάθεσι κατάρρυπος, φύσις
ἡμῶν πρὸς οὐρανούς, ἀνεστράφη προσκυνοῦσά σε.
Θαμβεῖται
ἥλιος, ὁρῶν σε Ἥλιε, σαρκικῶς γυμνωθέντα καὶ μυστικῶς, πᾶσαν καταυγάζοντα, τὴν
γυμνωθεῖσαν σκοτεινῇ, παραβάσει φύσιν Δέσποτα.
Ἰδοὺ
ἡ κάθαρσις, ἰδοὺ ἡ λύτρωσις, ἡ ἀνάπλασις πάντων, ὁ φωτισμός, ἦλθεν εἰς τὰ ἴδια,
οἰκειωθῶμεν οὖν αὐτῷ, διὰ βίου καθαρότητος.
Ὁ
α’ τοῦ Ἁγίου.
Ἐπίκηρον
δόξαν καὶ τιμήν, κατέλιπες Ὀνούφριε, καὶ συνεσταύρωσας τῷ Κτίστῃ σου, πρὸς τοὺς
τυράννους στεῤῥῶς ἀντικαθιστάμενος, καὶ ἐκτμηθείς σου τὴν κάραν τὴν ἱεράν, ὡς
θῦμα Θεῷ, τέλειον προσήχθης εὐάρεστον.
Λύμην
ἀχλυόεσαν παθῶν, Ὀνούφριε ἐξήρανας, διὰ νηστείας καὶ δεήσεως, καὶ ἤρθης πρὸς
οὐρανούς, μαρτυρίου στίγμασι, ὡς ὡραϊσμένος ἐν δόξῃ, ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν
τιμώντων σε Ἅγιε.
Πάντες
οἱ πιστοὶ χαρμονικώς, ὑμνοῦμέν σε Ὀνούφριε, ὡς ἀντιπάλων καταισχύναντα, τὸ
θράσος τὸ δυσμενές, ἀπτοήτῳ χάριτι, Χριστοῦ τοῦ Δεσπότου τῶν ἁπάντων, ὃν
ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν τελούντων τὴν μνήμην σου.
Θεοτοκίον.
Ὥσπερ
ἐπὶ τόκον ὑετός, καὶ ὥσπερ σταγὼν στάζουσα, ἐπὶ γῆν Κόρη καταβέβηκεν, ὁ λόγος ὁ
τοῦ Θεοῦ, ἐν τῇ Σῇ θείᾳ μήτρᾳ ὅλον τὸν Ἀδὰμ ἀνακαινίσαι, τῇ Σῇ θείᾳ μήτρᾳ ὅλον
τὸν Ἀδὰμ ἀνακαινίσαι, βουλόμενος ὡς Θεός· δόξα τῇ Αὐτοῦ ἀγαθότητι.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Ὁ
Δεσπότης Ὀνούφριε, ὑπὲρ ἡμῶν σαρκὶ περιετμήθη, σὺ ὑπὲρ αὐτοῦ δὲ ἐτμήθης τὴν
κάραν σου.
Ζῶν
ἐγένου θεόληπτος, ταῖς ἀρεταῖς καὶ θεοφόρος μάκαρ, εἶτα δ’ ἀθλήσεως Μάρτυς
ἔνδοξος.
Γενηθήτωσαν
ἄλαλα, τὰ κατὰ σοῦ λαλοῦντα ἀνομίαν, χείλη τῶν ἀφρόνων, Μάρτυς Ὀνούφριε.
Θεοτοκίον.
Χειμαζόμενον
κλύδωνι, βιωτικῶν ἐξάρπασον Παρθένε, πρὸς τὸν Σὸν λιμένα, καθοδηγοῦσά με.
ᾨδή
ε' Ὁ Εἱρμός. Τῷ θείῳ φέγγει σου ἀγαθέ
Καρποφορήσωμεν
τῷ Χριστῷ, βίον καθαρόν· ἔρχεται γάρ, ἀποκαθαίρων τοῖς ὕδασι, τῶν ἁμαρτημάτων
τὸν ῥύπον χάριτι, ὁ μόνος εὐεργέτης καὶ ἀναμάρτητος.
Λαὸς
ἐν σκότει τῶν δυσχερῶν, πάλαι ὁ καθήμενος τὸ φῶς, ἐπιφανὲν σοι τὸ ἄδυτον,
βλέψον, καὶ ταῖς θείαις αὐγαῖς φωτίσθητι, καὶ τοῦ ἐπιφανέντος τὴν χάριν
ὕμνησον.
Μέγα
μυστήριον ἐκτελῶν, μέγιστον πρὸς Πρόδρομον τὸν σόν, ὦ μεγαλόδωρε Κύριε, ἔρχῃ
σμικρυνθεῖσαν τὴν ἀνθρωπότητα, ἀρρήτως μεγαλύνων διὰ Βαπτίσματος.
Ὁ
α’ τοῦ Ἁγίου. Θεὸς ὢν εἰρήνης.
Ὁσίως
τὸν πόθον, σοφὲ πρὸς Θεόν, ἐσχηκὼς ἐν τῷ ὄρει τοῦ Ἄθωνος, ἐξήσκησας Ὀνούφριε
νηστείαις προσευχαῖς, εἶτα τοῦ μαρτυρίου, πρὸς ἀγῶνας θεόφρον, δραμὼν
ὑπερήθλησας, τοῦ σοῦ Δεσπότου ἀξιάγαστε.
Σὲ
πάντες προστάτην, πλουτοῦμεν σοφέ, πρὸς Χριστόν, Ὃν δυσώπει δωρήσασθαι,
συγγνώμην παραπτώσεων καὶ πάντων δυσχερῶν, λύσιν καὶ σωτηρίαν, Ὀνούφριε ὡς
Μάρτυς, ἵνα πόθῳ ἔνδοξε, τὴν θείαν μνήμην σου γεραίρομεν.
Ὀφρὺν
ἀσεβούντων, μεγάλην σοφέ, καταβέβληκας Μάρτυς σὺν ῥήμασιν· ἐν λόγῳ γὰρ ἁπλότητι
ἐκήρυξας Χριστόν, μόνον Θεὸν τῶν ὅλων· διὸ καὶ ἀπετμήθης, κεφαλὴν καὶ τὸ
στέφος, τὸ ἀμαράντινον ἀπείληφας.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σε Κόρη, Παρθένε ἁγνή, ὡς Μητέρα Θεοῦ ὑπερένδοξον, δοξάζοντες τὸν Τόκον Σου, ὡς
μόνον κραταιόν, ῥυσάμενον τοὺς πάντας, ἐν ᾅδου κενεώνων, ὅνπερ ἀεὶ ἱκέτευε,
κατοικτειρῆσαι ἡμᾶς Δέσποινα.
Ἕτερος.
Ὁ τοῦ φωτὸς χορηγός.
Ἐν
κατανύξει ψυχῆς, καὶ τῆς καρδίας συντριβῇ πρότερον, καὶ ταπεινῷ φρονήματι
Πάτερ, ζητήσας ἐκ Θεοῦ, ἔτυχες τοῦ πόθου, καὶ ἤθλησας Ὅσιε.
Φρενοβλαβεῖς
ἀληθῶς, οἱ διὰ δόξαν τὴν κενὴν λέγοντες, σὲ Ἀθλητὰ τμηθῆναι τὴν κάραν, τῷ θείῳ
γὰρ Χριστοῦ, Ὀνούφριε πόθῳ, θανεῖν πάντων ἔσπευσας.
Στέφει
τῆς νίκης λαμπρῷ, σὺ κατεστέφθης Ἀθλητὰ ἔνδοξε, καὶ χειρὸς διάδημα κάλλους,
ἐδέξω τοῦ Χριστοῦ, ὡς ἔννομος Μάρτυς, ὑπάρχων Ὀνούφριε.
Τὸν
τοῦ παντὸς Ποιητὴν, ἐν ταῖς ἀγκάλαις Σου ἁγνὴ φέρουσα, τοῦτον ἡμῖν, ταῖς Σαῖς
ἱκεσίαις, εὐΐλατον δίδου, τοῖς νῦν ἐκ καρδίας, πρὸς Σὲ καταφεύγουσιν.
ᾨδὴ
ς' Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν
Ναμάτων
ὡς ἔμπλεως, μυστικῶν ὡς ποταμός, εἰρήνης μόνε Κύριε, πρὸς ποταμὸν ἐφίστασαι ἐκ
μικρᾶς, σταγόνος αἰτούμενος, βαπτισθῆναι ὁ μόνος ἀναμάρτητος.
Ξενίζεται
ἄνωθεν, τῶν Ἀγγέλων ὁ χορός, κατανοῶν γυμνούμενον, τὸν ταῖς νεφέλαις σκέποντα
οὐρανόν, καὶ κράζει· Τὶς αὕτη σου, ἡ πολλὴ πρὸς ἀνθρώπους συγκατάβασις;
Ὁ
πλήρης κεκένωται· ὁ ἀόρατος ἰδού, σωματωθεὶς ἐπέφανεν, Ἰορδάνη εὐφράνθητι
ποταμέ, τὰ ῥεῖθρά σου πλήρωσον, ὅπως λούσῃς τὴν πάντων ἀναγέννησιν.
Ὁ
α’ τοῦ Ἁγίου. Σπλάγχνων Ἰωνᾶν.
Φάσγανον
σοφέ, σὴν κάραν ἐχώρισε, τοῦ σώματός σου, καὶ πρὸς οὐράνια, νῦν σκηνώματα,
ἀνέπτης σὺν Μαρτύρων χορεύων χοροῖς, παριστάμενος τῷ θρόνῳ Χριστοῦ Ὀνούφριε,
Ὅνπερ ἐκδυσώπει ἄφεσιν, τῶν πταισμάτων ἡμῶν τοῦ δωρεῖσθαι.
Ῥίπτεται
βυθῷ, θαλάσσης τὸ σῶμά σου, μετὰ τὴν τομὴν στεῤῥὲ Ὀνούφριε, τὸ δὲ πνεῦμά σου,
πρὸς οὐράνια ἀνῆλθεν Ἁγίων σκηναῖς, μεθ’ ὧν συναγαλλόμενος ἱκέτευε σοφέ, ὑπὲρ
τῶν ἀνευφημούντων σε, ψυχικὴν σωτηρίαν δωρήσασθαι.
Ἵλεων
ἡμῖν τὸν μόνον φιλάνθρωπον, λιταῖς σου σεπταῖς Μάρτυς ἀπέργασαι Ὁσιόαθλε, ὦ
Ὀνούφριε, τοῦ Ἄθω ῥόδον τερπνόν, ὅπως πόθῳ σου τὴν ἄθλησιν τελοῦμεν σοφέ, ὅνπερ
ὁ Χριστὸς ἐδόξασε, δι’ αὐτὸν ὡς ἀθλήσαντα στεῤῥότατα.
Θεοτοκίον.
Ἕστη
μέχρι Σου, Παρθένε ὁ θάνατος, ζωὴν γὰρ Χριστὸν ἐκυοφόρησας, τὸν δωρούμενον,
καθαρῶς εἰς αὐτὸν τοῖς πιστεύουσι, τὴν ἀθάνατον καὶ θείαν ἀγαλλίασιν· τοῦτον
Παναγία αἴτησας, λυτρωθῆναι κινδύνων τοὺς δούλους Σου.
Ἕτερος.
Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐμφραγήτω
τοῦ ᾅδου Ὀνούφριε, τὰ βλάσφημα στόματα τὰ ἀνοιγόμενα, κατὰ τῆς θείας δόξης σου,
ᾗ θεόθεν ὡς Μάρτυς δεδόξασαι.
Τὸν
πρωτόκριτον Πέτρον μιμούμενος, ἔσπευσας Ὀνούφριε ἀναπαλαίσασθαι, τὴν ἧτταν
ἀξιάγαστε, ἣν ὑπέστης, ἀθλήσας στεῤῥότατα.
Ἰακώβῳ
τῷ Πέρσῃ συνάπτει σε, ἅμα Παγχαρίῳ τε τοῖς θείοις Μάρτυσι, καὶ Μείρακι
Ὀνούφριε, ἡ Χριστοῦ Ἐκκλησία καὶ μέλπει σε.
Οὐρανόθεν
Ὀνούφριε ἔπειδε, τοὺς ἀνευφημοῦντάς σου τὴν θείαν ἄθλησιν, πίστει καὶ πόθῳ
ἔνδοξε, καὶ ἑκάστῳ ἀπόδος τὰ πρόσφορα.
Θεοτοκίον.
Ὀμβροφόρε
νεφέλη θεόδροσε, τὴν ἐγκεκαυμένην ψυχήν μου τῷ καύσωνι, τῆς ἁμαρτίας δρόσισον,
καὶ χειμάῤῥου τρυφῆς αὐτὴν πότισον.
Κοντάκιον.
Ἡ Παρθένος σήμερον.
Ἡ
λαμπρά σου ἄθλησις, ἀποτομή τε ἡ θεία, τοῦ Χριστοῦ συνέδραμε, τοῖς ἱεροῖς
γενναθλίοις, ὤφθη δέ, καὶ σὺν τοῖς θείοις Θεοφανείοις, ἔχουσα, Ὁσιομάρτυς
Χριστοῦ θεόφρον, ἑκατέρωθεν τὴν δόξαν, λαμπρὰν εἰκότως Ὀνούφριε ἔνδοξε.
Ὁ
Οἶκος.
Τὸν
ἐν ἀσκήσει πρότερον, καὶ ἐν ἀθλήσει ὕστερον, διαπρέψαντα Ὀνούφριον τὸν θεῖον,
δεῦτε ὦ φιλόχριστοι καὶ φιλομάρτυρες, εὐφημήσωμεν, θαυμάζοντες αὐτοῦ τὰ ἔνθεα
κατορθώματα, τὴν τοῦ κόσμου φημὶ ἀποταγήν, τὴν ἐν Χριστῷ ὑποταγήν, καὶ ἐκκοπὴν
τοῦ ἰδίου θελήματος, τὰ ἀείῤῥυτα δάκρυα, τὰς ἐπιτεταμένας ἐν ἡμέραις τε καὶ
νυξὶ νηστείας, τὰς ἐκτενεῖς προσευχάς, καὶ παννυχίους στάσεις, τὴν τῆς καρδίας
συντριβήν, καὶ τὴν τῆς ψυχῆς ἀνείκαστον κατάνυξιν καὶ ταπείνωσιν, δι’ ὧν μισθὸν
ἐκομίσατο τὸ τελειωθῆναι δι’ αἵματος, ὡς ἐκ πόθου παρὰ Χριστοῦ ἐζήτει, ταῦτα φημὶ
θαυμάζοντες, καὶ περικροτοῦντες, βοήσωμεν αὐτῷ· μή παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν,
τῶν σὲ πιστῶς εὐφημούντων, καὶ τιμώντων Ὀνούφριε ἔνδοξε.
Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, ὁ
Ἅγιος Νέος Ὁσιομάρτυς Ὀνούφριος, ἐν ἔτει 1818, ἐν Χίῳ, μαχαίρᾳ τελειοῦται.
Χριστὸν ποθήσας Ὀνούφριος
ἐκθύμως,
Θνήσκει δι’ αὐτὸν τῷ ξίφει χαίρων
ὅλος.
Ὀνούφριον τετάρτῃ Ἀθωνίτην ἔκτανε
χαλκός.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων
Τοὺς Ἑβδομήκοντ᾽ εὐκλεεῖς
Ἀποστόλους,
Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.
Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοκτίστου, ἡγουμένου τοῦ ἐν τῷ
Κουκούμῳ Σικελία
Ἐν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ
Θεοκτίστῳ,
Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.
Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου
μοναχοῦ καὶ Ἀθανασίου τοῦ κομενταρησίου
Ἀθανάσιος συνθανὼν τῷ
Ζωσίμῳ,
᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει.
᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει.
Οὗτος ὁ Ἅγιος Ζώσιμος ἦν ἐν Κιλικίᾳ, τὴν ἔρημον μετὰ τῶν θηρίων
οἰκῶν. Καὶ συσχεθεὶς Δομετιανῷ τῷ ἄρχοντι, τὸν Χριστὸν Θεὸν ὁμολογήσας,
πεπυρωμένοις σιδήροις τὰ ὦτα καταφλέγεται, καὶ εἰς λέβητα πλήρη βορβόρου
καχλάζοντος, ἐμβάλλεται, εἶτ κατὰ κεφαλῆς κρεμᾶται. Καὶ παραδόξως ἐκ πάντων
σωθείς, ἐπιφανέντος ἐν τῷ θεάτρῳ λέοντος, καὶ ἀνθρωπίνῃ φωνῇ περὶ τοῦ Χριστοῦ
φθεγξαμένου, ἐπισπᾶται, πρὸς τὴν πίστιν τὸν Κομενταρήσιον Ἀθανάσιον. Ἀπολυθεὶς δὲ
παρὰ τοῦ τυράννου, καὶ ἐν τοῖς ὄρεσιν ἔνθα διέτριβε, γενόμενος, κατηχεῖ καὶ
βαπτίζει τὸν Ἀθανάσιον· ἔνθα πέτρας διαιρεθείσης, ἅμα ὑπεισελθόντες, παρέδωκαν
τὰς ψυχὰς τῷ Κυρίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικῆς
Αἴρουσιν ἐκ γῆς τὴν
Ἀπολλιναρίαν.
Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία.
Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία.
Αὕτη ἡ ἀοίδιμος, κάλλει καὶ συνέσει τῶν πολλῶν διαφέρουσα,
Ἀνθεμίου τοῦ ὑπὸ Λέοντος τοῦ μεγάλου χειροτονηθέντος, καὶ τὴν Ῥώμην διέπειν
ἐπιτραπέντος, θγάτηρ ὑπῆρχεν. Ἐξ ἁπαλῶν δὲ τῶν ὀνύχων τὴν παρθενίαν ποθήσασα,
νύκτα καὶ ἡμέραν τὸν Θεὸν ἐλιπάρει τυχεῖν τοῦ ποθουμένου. Καὶ λοιπὸν ἱκέτις
γίνεται τοῖς γονεύσι, τοῦ πορευθῆναι ἐν Ἱεροσολύμοις. Οἱ δὲ τοῦτο ἐπιτρέψαντες,
παῖδάς τε καὶ παιδίσκας παραλαβοῦσα, χρυσόν τε καὶ ἄργυρον, καὶ ἱματισμὸν
πολυτελῆ ἀραμένη, καὶ τοὺς Ἁγίους Τόπους καταλαβοῦσα, πάντα δέδωκε τοῖς
χρήζουσι. Καὶ προσκυνήσασα τοὺς Ἁγίους Τόπους, καὶ τοὺς οἰκέτας ἐλευθερίᾳ
τιμήσασα, ἀπέλυσεν, ἕνα πρεσβύτην, καὶ ἕνα εὐνοῦχον, κατασχοῦσα παρ’ ἑαυτῇ· οὓς
καὶ παραλαβοῦσα, ἐν Ἀλεξανδρείᾳ ἐπορεύθη· καί τινα τόπον πεδινὸν φθάσασα, ἐν
αὐτῷ τὸν τῆς ὁδοιπορίας κόπον παραμυθήσασθαι διέγνω.
Ὠς δὲ οἱ σὺν αὐτῇ εἰς ὕπνον ἐτράπησαν, ἡ μακαρία τῇ παρακειμένῃ
ὕλῃ τῷ τόπῳ ὑπεισέρχεται, πάντων καταφρονήσασα. Χρόνον δὲ συχνὸν ἐν τῷ χαλεπῷ
ἐκείνων ἕλει διαρκέσασα, ὥστε τὸ μακάριον αὐτῆς σῶμα ὡς δέρμα χελώνης ἐκ τῶν
δηγμάτων τῶν κατὰ τὸ ἕλος κωνώπων γενέσθαι, ἐν σκήτῃ πρὸς τοὺς ἁγίους Πατέρας
ἔρχεται, Δωρόθεος μὲν ὀνομαζομένη, τὸν εὐνοῦχον δὲ σχηματιζομένη. Ὁ δὲ θαυμαστὸ
Μακάριος αὐτὴν προλασβόμενος, δέδωκεν αὐτῇ κελλίον· ἐν ᾧ ἐγκλεισθεῖσα, τὰς
εὐχὰς τῷ Θεῷ ἀπεδίδου νυκτὸς καὶ ἡμέρας.
Ὁ δὲ ταύτης πατὴρ Ἀνθέμιος, καὶ ἑτέραν μὲν θυγατέρα ἔχων, δαίμονι
ἀκαθάρτῳ βεβλημένην, ἐξαπέστειλεν αὐτὴν πρὸς τοὺς ἐν σκήτῃ μοναχοὺς
θεαπευσομένην· τὰ δὲ κατὰ τὴν μακαρίαν πάμπαν ἀπειρήκει. Οἱ δὲ πρὸς τὸν Ἀββᾶν
Δωρόθεον, τὴν δαιονῶσαν ἀπήγαγον· καὶ ἐντὸς ὀλίγων ἡμερῶν ἐλευθεροῦται τοῦ
δαίμονος τὸ κοράσιον, καὶ παρὰ τῶν Πατέρων ὑγιὲς παραπέμπεται.
Μετὰ δέ τινας ἡμέρας, ἥρξατο τοῖς πολλοῖς ἡ κόρη ἔγκυος
καταφαίνεσθαι· ὁ δὲ ταύτης πατήρ, δόξας αὐτὴν ἐγκυμονεῖν ἐκ τοῦ Ἀββᾶ Δωροθέου,
ταχυδρόμους ἐκπέμψας, τὸν Δωρόθεον ἔμπροσθεν αὐτοῦ παρεστήσατο· ἡ δὲ μακαρία,
ἥτις εἴη, ἑαυτὴν διά τινων σημείων καταμηνύσασα, πάντας εἰς θαῦμα καὶ ἀγωνίαν
ἐνέβαλε· καὶ μάλιστα διὰ τὸ θεραπείας τυχεῖν τὴν πάσχουσαν ἀδελφὴν αὐτῆς. Μετὰ
δὲ ταῦτα, ὀλίγας ἡμέρας τοῖς γονεῦσι συνδιατρίψασα, αὖθις πρὸς τὸ ἴδιον κελλίον
ὑπέστρεψε, μηδενὸς τῶν ἐν τῇ σκήτῃ τὰ πραχθέντα μαθόντων· ὅθεν μετὰ τὴν αὐτῆς
κοίμησιν, γυνὴ φανεῖσα, ἐξέστησεν ἅπαντας, καὶ εὐχαριστίαν τοῦ Θεοῦ
συνεκάλεσεν.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἓξ Μάρτυρες, ἐν εἰρήνῃ τελειοῦνται.
Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι
βίου,
Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.
Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Νέου, τοῦ κειμένου πλησίον
τοῦ Ἁγίου Μωκίου
Εὔθυμος Εὐθύμιος ἀσκήσας
πόνοις.
Εὔθυμος ἧκε πρὸς μονὰς εὐθυμίας.
Εὔθυμος ἧκε πρὸς μονὰς εὐθυμίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τιμοθέου τοῦ Στυλίτου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου
καὶ Εὐφημίας
Χρύσανθος ἀνθεῖ καρπὸν ἥδιστον πάνυ,
Τὸν καὶ πολὺ φανέντα κρείττω χρυσίου.
Εὐφημίας λόγος σε τὴν Εὐφημίαν
Τρανῶς κατηξίωσε τῆς ἀθανάτου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοπρόβου, ἐπισκόπου Καρπασίας
Κύπρου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος
Εὐθυμίου, ἡγουμένου Βατοπεδίου καὶ τῶν σὺν αὐτῷ Δώδεκα μοναχῶν, τῶν
ἐλεγξάντων τοὺς λατινόφρονας Μιχαὴλ βασιλέα, καὶ Βέκκον πατριάρχην.
Ἕπνιξεν ὕδωρ Εὐθύμιον τὸν πάνυ,
καταισχύναντα λατινοφρόνων πλάνην.
Εἷλεν μοναστῶν δωδεκὰς λαμπρὰ στέφη,
ἤλεγξε καὶ γὰρ λατινοφρόνων πλάνην.
καταισχύναντα λατινοφρόνων πλάνην.
Εἷλεν μοναστῶν δωδεκὰς λαμπρὰ στέφη,
ἤλεγξε καὶ γὰρ λατινοφρόνων πλάνην.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐσταθίου τοῦ Α', ἀρχιεπισκόπου
Σερβίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικηφόρου τοῦ Λεπροῦ.
Σχῆμα Μοναχῶν φορέσας Νικηφόρος,
τύπος προσευχῆς ἐγένετο ἀπαύστου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Εὐαγρίου καὶ Σίου τῶν ἐκ
Γεωργίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀχιλλέα τοῦ Διάκονος τῆς Λαύρας
Κιέβου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεών,
ἐπισκόπου Σμολένσκ Ῥωσίας
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἀνάμνησις τῆς Εὑρέσεως τῶν Λειψάνων
τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ ἐξ Ἀγαρηνῶν ἐν ἔτει 1974, ἐν τῇ
Μονῇ Προυσιωτίσσης
Τῶν ἀθλητικῶν ὀστῶν σου τῇ
εὑρέσει,
Ἰωάννη γήθεται πιστῶν
χορεία.
Οὗτος, ἦν ἐκ Κονίτσης, πόλεως Ἠπείρου, ἐξ Ὀθωμανῶν γονέων φύς.
Προσελθὼν τῇ πίστει τοῦ Χριστοῦ, ἤθλησεν ὑπὲρ αὐτοῦ ἐν ἔτει 1814 ἀποτμηθεὶς τῇ
κεφαλῇ τῇ ΚΓ΄ Σεπτεμβρίου μηνός. Ἐν Βραχωρίῳ, ἔνθα τὸν ἀγῶνα τοῦ μαρτυρίου
διήνυσε, τὸ ἀθλητικὸν αὐτοῦ λείψανον, φόβῳ τῶν Ἀγαρηνῶν, ἐτάφη ἐν σπουδῇ παρά
τινων εὐλαβῶν χριστιανῶν ἕν τινι ἀγρῷ, ἐξ οὗ μετηνέχθησαν τὰ ἱερὰ ἤδη ὀστᾶ
κρύφα χερσὶν ὁσίαις παρὰ τοῦ ἐν τῇ μοναχικῇ ζωῇ διαπρέποντος, τοῦ καὶ τῷ τῆς
ἱερωσύνης ἀξιώματι τετιμημένοι Κυρίλλου τοὐπίκλην Καστανοφύλλη, εἰς τὴν Μονὴν
τῆς Προυσιωτίσσης, ἐν τῇ ἐνιαυτῶν 814-1821 περιόδῳ καὶ ἐναπετέθησαν ἐν τῇ
κρύπτῃ τοῦ σκευοφυλακίου. Παρεληλυθότων δὲ χρόνων ἱκανῶν λήθῃ περιέπεσον καὶ ἐτέλουν
τοῖς πᾶσιν ἀφανῆ καὶ ἄγνωστα. Ἐπὶ τῆς κρύπτης, χειρὶ τοῦ κομίσαντος,
ἐγκεχάρακται τάδε: Οὐ μεταλλεῖον
ἀργυροχρύσου πέλω, ἀλλ’ ὄλβον φέρω. Πάντα λίθον μὴ κίνει.
Οὕτως εἶχον τὰ πράγματα, ὅτε νεύσει τοῦ Ἁγίου, ἐν ἔτει 1974, τῇ Δ΄
Ἰανουαρίου μηνός, εὐλογοῦντος τοῦ οἰκείου μητροπολίτου κ. Δαμασκηνοῦ,
ἠβουλήθησαν οἱ τῆς προῤῥηθείσης Μονῆς ἀδελφοὶ διᾶραι τὸν λίθον πρὸς ἀποκάλυψιν
τοῦ κεκρυμμένου μυστηρίου. Καὶ τούτου γενομένου, ἄῤῥητος ἐξῆλθεν εὐωδία,
εὐφραίνουσα καὶ ἐκπλήττουσα πάντας, καὶ ξύλινον κιβώτιον τεθέαται ἐντὸς τῆς
κρύπτης, ἐνὤ εὕρηται ἡ κάρα μετὰ τῶν ὀστέων ἀγνώστου ἡμῖν Ἁγίου. Ἐρευνωμένου
ἔτι τοῦ τόπου καὶ τῶν συλλεγομένων ὀστῶν, εὑρέθη κέραμος, ἐν ᾗ ἐπιγέγραπται: ΙΣ ΧΣ ΝΙ ΚΑ. Οὗτος ἦν ὁ ἐξ Ὀθωμανῶν Ἰωάννης,
ὁ ἐν Βραχωρίῳ ὑπὲρ Χριστοῦ μαρτυρήσας κατὰ τὸ 814 Σεπτεμβρίου κγ΄.
Γνωσθέντος τοῦ ὀνόματος τοῦ Ἁγίου ἐπλήσθησαν πάντες χαρᾶς ἁγίας
καὶ πολλῆς κατανύξεως καὶ ἐν ἱερᾷ προπομείᾳ, προεξάρχοντος τοῦ ἁρχιερέως,
μετηνέχθησαν τὰ μαρτυρικὰ τοῦ Ἁγίου Ἰωάννου λείψανα ἐν τῷ τῆς Μονῆς τεμένει,
ἔνθα καὶ κατετέθησαν, πρὸς ἁγιασμὸν καὶ ἴασιν ψυχῶν καὶ σωμάτων τῶν εὐλαβῶς
προσερχομένων αὐτοῖς.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ὴμᾶς. ᾽Αμήν.
ᾨδὴ
ζ' Ὁ Εἱρμός. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο
Πῶς
σε ῥεῖθρα ὑποδέξονται ποτάμια, τρυφῆς ὄντα χειμάρρουν Χριστέ; πῶς ὁ Πρόδρομος,
ἐκτενεῖ τὴν χεῖρα ἐπὶ σέ, χειρὶ πλαστουργήσαντα αὐτόν, καὶ ἐκ χειρὸς τοῦ
πονηροῦ, ἐξαγαγόντα ἡμᾶς;
Ῥεῖθρον
Κύριε ὑπάρχων ἀγαθότητος, πρὸς ῥεῖθρα Ἰορδάνια, πῶς ἐφίστασαι, ἀφθαρσίας νάματα
ζητῶν; ποτίσαι τοὺς γεύσει πονηρᾷ, καθυπαχθέντας τῇ φθορᾷ, φθόνῳ τοῦ ὄφεως.
Σταλαξάτωσαν
τὰ ὄρη ἀγαλλίασιν, καὶ οἱ βουνοὶ σκιρτάτωσαν, εὐφραινόμενοι, ποταμοὶ
κροτείτωσαν χειρί, ἐπέφανεν ἥκει ὁ Χριστός, ἐν ποταμῷ τὰ τῶν βροτῶν, ἐνθάψαι
πταίσματα.
Ὁ
α’ τοῦ Ἁγίου. Οἱ παῖδες εὐσεβείᾳ.
Σὺ
Μάρτυς δεινὴν πλάνην ἀπλανέσι, διδαχαῖς Ὀνούφριε, καταλιπὼν θείᾳ στολῇ,
ἀφθαρσίας καθωραΐσαι, καὶ Χριστοῦ τοῖς Ἀθληταῖς συνηριθμήθης βοῶν· ὁ τῶν
Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ὑδρεύσει
αἵματός σου Μάρτυς, δυσσεβῶν ὠμότητα ἀπέπνιξας, δεινῶν τὸ σφοδρὸν μὴ πλήξας
ἔνδοξε, ἀλλ’ ἀνδρείως, ἐνεγκὼν σοφὲ ἐκραύγαζες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς
εἶ.
Νιφάδας
ἀσεβείας, καὶ κρυμὸν τῆς ἀπιστίας ἔλυσας, ἐν τῇ θερμότητι τοῦ σοῦ, θείου ζήλου,
ὦ Ὀνούφριε, καὶ ἐθάλφθης τῇ πυρώσει θείου πνεύματος ἀναβοῶν· ὁ Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Πύλην
τοῦ οὐρανοῦ Σε, θείαν γέφυραν ἁγνὴ καὶ κλίμακα, κατανοοῦμεν οἱ πιστοί· δι’ ἧς
μόνος καταβέβηκεν, ὁ ἐπὶ πάντων Θεὸς καὶ ἡμᾶς ὔψωσεν, εἰς οὐρανούς, ἀπὸ γῆς δι’
εὐσπλαγχνίαν.
Ἕτερος.
Εἰκόνος χρυσῆς.
Εὐχῇ
ἐκτενεῖ, καὶ καρδίας συντριβῇ καὶ ταπεινώσει, ῥοαῖς δακρύων παναοίδιμε, θεόθεν
ᾔτεις Ὀνούφριε, τὸ ἀξιωθῆναι κηρύξαι, ὃν ἐξηρνήσω Θεάνθρωπον, καὶ τῆς ἐφέσεως
τυχών, προσῳκειώθης αὐτῷ.
Ὀστέα
τὰ σά, ταῖς σαρξί σου θεοφόρε ἐκκολήθη, ἀπὸ φωνῆς σου πρὸς τὸν Κύριον, καὶ
στεναγμοῦ τῆς καρδίας σου, καὶ ἐκτεταμένης νηστείας, τὰ σὰ ἠσθένησαν γόνατα,
τοῦ θεοπάτορος Δαβίδ, ζήλῳ θεράπων Χριστοῦ.
Προσέσχε
ταῖς σαῖς, ἐκ καρδίας θερμοτάτης ἱκεσίαις, Χριστὸς Ὀνούφριε μακάριε, ὁ
ψυχοσώστης ὡς εὔσπλαγχνος, καὶ τοῦ ἐφετοῦ μαρτυρίου, σὲ κατηξίωσε ψάλλοντα·
εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὡραίαν
στολήν, σωτηρίαν ἐντολῶν διὰ βαπτίσματος, ἀμφιεσάμενος ἀπημαύρωσας, δι’
ἀμελείας ὁ δείλαιος, νῦν δέ Σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς
σωφροσύνης διὰ Σοῦ, πάλιν ἐνδύσασθαι.
ᾨδὴ
η' Ὁ Εἱρμός. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Τὰ
ποτάμια ῥεῖθρα μηλωτῇ ἔτεμεν, Ἐλισαῖος τὴν χάριν, τὴν τοῦ Βαπτίσματος,
προσκιαγραφῶν, ἥν Χριστὸς ἀπειργάσατο, τούτοις ἐπιβαίνων, ὁ μόνος εὐεργέτης.
Ὑπεσήμανε
πάλαι Προφήτης ἔνδοξος, τοῦ Βαπτίσματος χάριν, ἁλσὶ τὰ ὕδατα, ἄγονα τὰ πρίν,
ἐκτελέσας πολύγονα, τοῦ ἐπιφανέντος, Θεοῦ ἡμῶν δυνάμει.
Φάραγξ
πᾶσα τῶν θείων δώρων πλησθήσεται, καὶ βουνὸς ἐνάντιος ταπεινωθήσεται, καὶ τὰ
σκολιὰ εἰς εὐθέα τραπήσεται, τῇ τοῦ σαρκωθέντος, Θεοῦ ἐπιφανείᾳ.
Ὁ
α’ τοῦ Ἁγίου. Θαύματος ὑπερφυοῦς.
Οἱ
τῶν μοναστῶν χοροὶ τοῦ ὄρους Ἄθω, γεγηθότες ὑμνοῦμεν τρισμάκαρ, τὴν σεπτήν σου
ἄθλησιν, δι’ ἧς Μάρτυς εἰς οὐρανούς, ἀνελήλυθας Ὀνούφριε γηθόμενος· διό σε
εὐφημοῦντες ἀναμέλπομεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Θρόνος
ὡς Θεοῦ ἐδείχθης Ἀθλοφόρε, τὸ πανάγιον τούτου, κηρύττων ὄνομα Ὀνούφριε,
ἐναντίον τῶν ἀσεβῶν, καὶ τυράννων μισοχρίστων παῤῥησίᾳ πολλῇ· διὸ καὶ νομίμως
ἐκτελέσας σου, τὸν ἀγῶνα τὸν καλὸν στέφανον εἴληφας, τῆς δικαιοσύνης ἐκ χειρὸς
τοῦ Κυρίου.
Ὢ
τῆς λαμπρᾶς εὐκλείας, ἧς ἐτέτυχες Χριστὸν πλουτήσας· ἀνθ’ ὧν καταλέλοιπας σὺ
γηΐνων τε καὶ τερπνῶν, καὶ ἐξέχεας τὸ αἷμά σου τὸ ἅγιον, νοὸς στεῤῥοτάτου
καθαρότητι, καὶ ψυχῆς εἰλικρινείᾳ παμμακάριστε· ὅθεν σὲ τιμῶμεν, τελοῦντές σου
τὴν μνήμην.
Θεοτοκίον.
Ἴασαι
τὰ ἕλκη τῆς ψυχῆς μου Κόρη, Θεομῆτορ δυσωπῶ ὁ τάλας, καὶ τὸν νοῦν μου,
ζωηφόροις ἐνεργείαις τῇ πρεσβείᾳ σου· ὅπως ὑμνῶ Σε μέλπων σοι· εὐλογοῦμεν τὸν
ἄφραστόν Σου τόκον, καὶ Σὲ κατὰ χρέος γεραίρομεν Παρθένε.
Ἕτερος.
Τὸ ἐν καμίνῳ τοῦ πυρός.
Ἔχων
Χριστὸν καταφυγήν, κράτος θεῖον, καὶ βοήθειαν καὶ σθένος, ἀπτοήτως παρέστης ἐν
συνεδρίῳ πολλῶν, κηρύττων αὐτοῦ τὴν θεότητα, τοῦ σύμπαντος Δεσπότου, ὑπὲρ οὗ ὡς
ὕδωρ ἐξέχεας τὸ αἷμα.
Αὐθημερὸν
Μάρτυς Χριστοῦ, τὴν ὁδὸν τοῦ μαρτυρίου Ἀθλοφόρε, διανύσας ἀνῆλθες εἰς οὐρανίους
μονάς, στολὴν περικείμενος ἔνδοξε, ἐκ τῶν σῶν πανσέπτων αἱμάτων φοινιχθεῖσαν.
Ζωῆς
μετέχεις σὺ νυνί, τῆς ἀλήκτου καὶ τρυφῆς τῆς ἀνεκφράστου, ἐν ἀφθάρτοις
θαλάμοις, τοῖς οὐρανίοις συνών, τοῖς Ὁσίων τάγμασι Ὅσιε, καὶ τοῖς τῶν Μαρτύρων,
Ὀνούφριε ὡς Μάρτυς.
Θεοτοκίον.
Ἀθανασίας
διαυγῆ, ἐπιστάμεθα πηγὴν Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον τοῦ ἀθανάτου Πατρός,
τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ' Ὁ Εἱρμός. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Χερσὶν
ὁ πλάσας Χριστὲ τὸν ἄνθρωπον, ἐν τῇ χειρὶ Προδρόμου ὑποκύπτεις ὡς ἄνθρωπος,
ταπεινούμενος ὅπως ὑψώσῃς με, πάλαι ταπεινωθέντα, καὶ ἀπολλύμενον, δόξα τῇ
ἐνδόξῳ, καὶ φρικτῇ οἰκονομίᾳ σου.
Ψυχῶν
ἡ κάθαρσις εὐτρεπίζεται, ὁ φωτισμός, ἡ λύσις τῶν δεινῶν ἐπεδήμησεν, Ἰορδάνη
ποταμὲ εὐφράνθητι, χόρευσον πᾶσα ἡ κτίσις, γῆ τε καὶ θάλασσα, κρότησον δοξάζουσα
Χριστόν, τὸν ὑπεραγαθόν.
Ὡς
ὢν ἁπάντων καλῶν τὸ πλήρωμα, ἔρχῃ βοῶν τῷ πλήρει, ἁγιότητος δούλῳ σου,
ἐκπλαγέντι τὴν σὴν συγκατάβασιν· Ἔγγισον βάπτισόν με· θέλω πληρῶσαι γάρ, φύσιν
τῶν βροτῶν ἁγιασμοῦ, καὶ καθαρότητος.
Ὁ
α’ τοῦ Ἁγίου. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Ἴδε
φωταυγὴς πανήγυρις, ὁσιοάθλου ὄντως πᾶσιν ἐξέλαμψε, καταυγάζουσα, τῆς
οἰκουμένης τὰ πέρατα, μοναστῶν τε, καρδίας εὐφραίνουσα· προσέλθωμεν προθύμως,
αὐτοῦ εἰκόνα ἀσπαζόμενοι.
Ἄνω
θεϊκῆς λαμπρότητος, κατηξιώθης Ἀθλοφόρε Ὀνούφριε, καὶ φωτίζεις νῦν, ἱερωτάταις
λαμπρότητις, τοὺς τελοῦντας τὴν εὔσημον μνήμην σου, καὶ πόθῳ προσκυνοῦντας, τὴν
πανσεβάσμιον εἰκόνα σου.
Κλέος
μοναστῶν τοῦ Ἄθωνος, καὶ τῶν Μαρτύρων ἀνεδείχθης Ὀνούφριε· διὸ ἀφ’ ἡμῶν, τῶν
πειρασμῶν τὴν σκοτόμαινανα, σαῖς πρεσβείαις ἀπέλασον Ἅγιε, τελούντων σου τὴν
μνήμην, καὶ μακαριζόντων σε πόθῳ.
Ὤφθης
Χίου νήσου καύχημα, ὡς ἐν αὐτῇ ἀθλήσας, καὶ τὸ αἷμα ἐκχέας σου καὶ νῦν
οὐρανούς, περιπολεῖς ἀγαλλόμενος, ὑπὲρ πάντων τῶν πόθῳ τελούντων σου, τὴν
μνήμην τὴν φωσφόρον, ἐκδυσωπῶν Χριστὸν Ὀνούφριε.
Ῥήματι
ἀνόμων ἕστηκας, ἐν ἀπτοήτῳ Ἀθλοφόρε φρονήματι, καὶ ἐκήρυξας, τοῦ Ἰησοῦ τὴν
θεότητα, καὶ κεφαλὴν ἀπετμήθης Ὀνούφριε, καὶ στέφει οὐρανίῳ κατεκοσμήθης
ἀξιάγαστε.
Ὅρμῳ
γαληνῷ προσώρμισαι, ἀπαλλαγεὶς ἐκ τρικυμίας Ὀνούφριε, καὶ τοῦ κλύδωνος, τῆς
ἀσεβείας καὶ ἵστασαι τῷ Δεσότῃ Χριστῷ ἀγαλλόμενος, Ὃν ἀει ἐκδυσώπει, ὑπὲρ ἡμῶν
τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὕψος
τὸ τοῦ μυστηρίου Σου, κατανοῆσαι Κόρη πάντη ἀδύνατον, οὐ μόνον βροτοῖς, ἀλλὰ καὶ νόων στρατεύμασι· τὸν Θεὸν
γὰρ πάντα ποιήσαντα, βουλήσει ἐκ μὴ ὄντων, ὑπεραῤῥήτως ἐσωμάτωσας.
Ἕτερος.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Τοῖς
εὐφημοῦσί σε πίστει, καὶ ὑμνοῦσί σε πόθῳ, λιταῖς σου εὐπροσδέκτοις πρὸς Θεόν,
δίδου ἡμῖν τῶν ἐν βίῳ παντί, παῤῥησίαν ὡς ἔχων, Ὀνούφριε δεινῶν ἀπαλλαγήν, καὶ
εἰρήνην βαθεῖαν, καὶ τῶν πταισμάτων ἄφεσιν.
Τὰς
μοναστὰς καὶ μιγάδας, περιέπων καὶ σώζων, μὴ παύσῃ ὑμνοῦντάς σε πιστῶς, καὶ
τοὺς ἐν κόσμῳ τιμῶντας τὴν σήν, πανσεβάσμιον μνήμην, φρουρῶν μὴ διαλλίπῃς
Ἀθλητά, ταῖς πρὸς Θεὸν εὐχαῖς σου Ὀνούφριε μακάριε.
Τὸ
πῦρ τῆς θείας ἀγάπης, τὸ οὐράνιον μάκαρ, ὃ ἔνδον τῆς ἁγίας σου ψυχῆς, παραδόξως
ἀνήφθη τὸ πρίν, καθαρθεῖσαν ἀξίως, δυσώπησον καὶ πάντων τῶν ποτέ, τὴν ὀρθόδοξον
πίστιν, ἀρνησαμένων ἅψασθαι.
Θεοτοκίον.
Ἐν
τῇ γαστρί Σου σκηνώσας, ἐκ γαστρὸς πρὸ αἰώνων, Πατὴρ ὅνπερ ἐγέννησεν Υἱόν,
τέλειος γέγονεν ἄνθρωπος, καὶ πηγὴν χαρισμάτων, Σὲ Θεομῆτορ ἔδειξεν ἡμῖν, τοῖς
πιστῶς προσκυνοῦσι, τὴν ἄφραστόν Σου γέννησιν.
Ἐξαποστειλάριον.
Τοῖς μαθηταῖς συνέλθωμεν.
Τοῦ
Ἀθλοφόρου σήμερον, καὶ Ὁσίου τὴν μνήμην, πάντες πιστοὶ τιμήσωμεν, ἐν ᾠδαῖς τε
καὶ ὕμνοις, βοῶντες αὐτῷ ἐκ πόθου· Ὀνούφριε γενναιόφρον, ἱκέτευε ὃν ἔστερξας,
καὶ ἐκήρυξας λόγον δοῦναι ἡμῖν, τῶν πταισμάτων ἄφεσιν καὶ ῥυσθῆναι, κολάσεως
μελλούσης τε, καὶ τυχεῖν Βασιλείας.
Ἕτερον.
Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ὁσιομάρτυς
Κυρίου, Ὀνούφριε Ἀθλοφόρε, τοὺς σοὺς ἀγῶνας ὑμνοῦμεν, καὶ εὐλαβῶς ἐκτελοῦμεν,
τὴν ἀεισέβαστον μνήμην, τῆς σῆς λαμπρᾶς μαρτυρίας.
Προεόρτιον.
Ὁ
ἐκ Πατρὸς ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα φορέσας, ὑπερφυῶς
ἐκ γυναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε
Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Ὀνούφριε, δέξαι τὸν πόθον τὸν ἔνθεον, τοῦ σὲ
δοξάσαντος, ἐν ᾠδαῖς καὶ ὕμνοις, καὶ τῶν πρὸς τὴν ἄθλησιν, τὴν θείαν ἀλειψάντων
σε ἄριστα, καὶ τὴν ἀντάμειψιν, ταῖς εὐχαῖς σου ταῖς πρὸς Κύριον, Ἀθλοφόρε
ἀπόδος ἐπάξιον. (Δίς)
Θεῷ
παριστάμενος νυνί, ἔνδοξε Ὀνούφριε, καὶ θείας δόξης πληρούμενος, Ὁσίων τάγμασι,
καὶ Μαρτύρων θείων, μάκαρ συνταττόμενος, μνημόνευε ἡμῶν τῶν ὑμνούντων σου, τὴν
θείαν ἄθλησιν, καὶ μορφῆς σου τὴν ἐμφέρειαν, προσκυνούντων ἐκ πόθου καὶ
πίστεως.
Μετὰ
τὴν τῆς κάρας ἐκτομήν, ἐν θαλάσσῃ ἔῤῥιπται, τῶν δικαστῶν τῇ ὠμότητι, τὸ θεῖον
λείψανον, τὸ σὸν Ἀθλοφόρε, σὺν τοῖς λύθροις ἅπασι, μὴ φερόντων ὁρᾷν
προσκυνούμενον, ὑπὸ πιστῶν λαῶν· ἀλλ’ ὁρῶντες ἀσπαζόμεθα, τῆς μορφῆς σου τὸ
θεῖον ἐκτύπωμα.
Δόξα.
Ἦχος πλ. δ΄.
Σθένος
θεῖον, ἐκ τῆς τῶν ἀχράντων μυστηρίων, ἐνδυσάμενος κοινωνίας, ἀπτοήτως παρέστης,
καὶ τὸν Χριστὸν ἔχων λαλοῦντα ἐν σοί, θαρσαλέως ἐξήλεγξας τὴν δυσώνυμον
ἀσέβειαν, ἐν συλλόγῳ ἐκ τυράννων πολλῶν, ὑφ’ ὧν τὴν κάραν αὐθημερὸν ἐκτμηθείς,
συνήφθης Ὀνούφριε τῷ Χριστῷ, καὶ συζῇς αἰωνίως, δοξάζων τὴν Αὐτοῦ ἀγαθότητα.
Καὶ
νῦν. Προεόρτιον.
Ἰωάννη
Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ'
Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς
ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν
τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου