ΙΑΝΟΥΑΡΙΟΣ Β΄!!
ΝΕΙΛΟΣ ΟΣΙΟΣ ΓΗΡΟΜΕΡΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
γεηρῶν τῆς ἀπάτης ἀπὸ νεότητος, καταφρονήσας Πάτερ, καὶ Σταυρὸν ἐπὶ ὤμων,
ἀράμενος ἐμφρόνως Νεῖλε σοφέ, τῷ Χριστῷ
ἠκολούθησας, καὶ διαπρέψας ὡς ἄγγελος ἐπὶ γῆς, τῶν Ἀγγέλων δόξης ἔτυχες. (Δίς)
Τῆς
ἀπαθείας ἐν ὄρει δι’ ἀρετῆς ἀναβάς, καὶ θεοπτίας Πάτερ, ὡς Μωσῆς ἐντρυφήσας,
τὰς πλάκας ὑπεδέξω τῶν ἐντολῶν, δι’ ὧν ὤφθης διδάσκαλος, καθοδηγῶν τοὺς
ἀνθρώπους πρὸς τὴν ζωήν, διὰ βίου Νεῖλε
κρείττονος.
(Δίς)
Τὸ
καθαρὸν τῆς ψυχῆς σου Πάτερ ἀμόλυντον, τετηρηκὼς καὶ πάσας, ἀρετὰς ἐξασκήσας,
ἐνθέως ὑπερήφθης τῶν γεηρῶν, ὡς στρουθὸς ἀφιπτάμενος, καὶ ἐν αὐλαῖς
κατεσκήνωσας τοῦ Θεοῦ, καὶ λίαν ἐκεῖ πηξάμενος.
Σοῦ
ὁ θεόληπτος βίος Νεῖλε θαυμάσιε, ὡς ἔμπνους
ὤφθης στήλη, καὶ εἰκὼν ἐπαλείφων, τοὺς θέλοντας σωθῆναι· ὅθεν χοροί, τῶν Ὁσίων
εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, τοὺς ἀγῶνάς σου γεραίροντες.
Δόξα.
Ἦχος α΄.
Ἐθαυμαστώθης
ἐπὶ γῆς ὡς ἀληθῶς, Νεῖλε Πατὴρ ἡμῶν ἀξιοθαύμαστε. Τῶν γὰρ Ἀσωμάτων ἐν σώματι
ζηλώσας τὴν πολιτείαν, τὸν βίον ὡς ἄσαρκος θεαρέστως διήνυσας· ὅθεν καὶ τὸν
ζῆλον Ἠλιοὺ μιμούμενος, τὸν ἐκείνου Κάρμηλον κατώκησας, ὡς ἐπὶ χρόνοις πλείοσι.
Καὶ τὸ Σίναιον ὄρος καταλαβών, χρονίαις ἐπάλαισας κακώσεσιν, ἕως καὶ αὐτὸς κατὰ
Μωσῆν τὸν θεόπτην, θείας κατηξιώθης ὀμφῆς, καὶ τὴν θεοτύπωτον τῶν ἐντολῶν ἐδέξω
νομοθεσίαν. Διὸ καθάπερ ἥλιος τὴν γῆν διαδραμών, καὶ πρὸς δυσμὰς γενόμενος,
ἔδυς μετὰ γῆρας, καὶ διὰ θανάτου πρὸς Θεὸν ἐξεδήμησας τὸν ἀθάνατον. Καὶ νῦν
αἴτησαι εἰρήνην τῷ κόσμῳ, ὁμόνοιαν Ἐκκλησίας, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα
ἔλεος.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Λαμπρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη.
Ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὓτη Πρόδρομον εὗρε προετοιμαστήν. Ἐν
ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ Βηθλεέμ, ἐν ταύτῃ, ὑδάτων
εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ Κολυμβήθρα. Τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε,
νῦν δὲ Πατὴρ κόσμῳ σε ὑπέδειξεν, ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς,
Κύριε δόξα σοι.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα ὁσιακά.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ
ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Σοῦ
ὁ θεόληπτος βίος, Νεῖλε θαυμάσιε, ὡς
ἔμπνους ὤφθη, στήλη καὶ εἰκών, ἐπαλείφων τοὺς θέλοντας σωθῆναι· ὅθεν χοροὶ τῶν
Ὁσίων εὐφραίνονται ἐπὶ τῇ μνήμῃ σου, ταύτῃ τῇ ἱερᾷ, τοὺς ἀγῶνάς σου
γεραίροντες.
Ἦχος
δ΄.
Ἔλαμψαν
τὰ καλὰ ἔργα σου, ὡς ἥλιος ἐπὶ τῆς γῆς, καὶ ἐν οὐρανῷ Χριστοῦ θεράπων μακάριε·
ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὰ ἀληθῆ καὶ ἀμώμητα πίστει τοῦ Χριστοῦ· διὸ
ἱκέτευε Ὅσιε Πάτερ ἐν τῇ μνήμῃ σου, θεοφόρε Νεῖλε, δωρηθῆναι ἡμῖν τὸ μέγα
ἔλεος.
Ἦχος
πλ. β΄.
Δεῦτε
τῶν μοναστῶν τὰ συστήματα, σήμερον πνευματικὴν χορείαν, γηθοσύνως κροτήσωμεν,
καὶ τῶν ἀρετῶν τὸ ἄσυλον ταμεῖον, Νεῖλον πάντες τὸν νεοφανῆ φωστῆρα, ᾀσματικῶς
εὐφημήσωμεν λέγοντες· χαίροις, ὁ τῶν τερπνῶν τοῦ βίου ἀπαναστάς, καὶ ἀταράχως
ὁδεύσας, τὴν στενὴν ὁδὸν τῆς ἀσκήσεως· χαίροις, ὁ ἁγνείᾳ καὶ καθαρότητι σαρκός,
τὸ ἀξίωμα τῆς ψυχῆς τηρήσας ἀκηλίδωτον· χαίροις, ὁ ἐν σώματι θνητῷ, τοὺς
ἀσωμάτους ἐχθροὺς τροπωσάμενος· χαίροις, ὁ διὰ θεωρίας τῆς ἀνωτάτου εἰς
πρακτικὴν ἐλάσας ἀκρώρειαν, καὶ τῷ Θεῷ συγγινόμενος ἐν χάριτι, διὰ κατὰ τὸν ὡς
δυνατὸν ὁμοιώσεως. Ἀλλ’ ὦ πολυέραστε Πάτερ, μὴ ἐλλίπῃς ὑψόθεν ἐποπτεύων ἡμᾶς,
τοὺς τελοῦντάς σου ἐν πίστει, τὸ ἱερὸν μνημόσυνον.
Δόξα.
Ὁ αὐτός.
Τίς
κατ’ ἀξίαν σου Πάτερ, τοὺς μακροὺς ἀγῶνας καὶ τὴν καρτερίαν τῶν πόνων
διηγήσεται; ἢ τίς τῶν ἀρετῶν σου τὸ ὕψους εὐφημῆσαι δυνήσεται; ἐξέστησαν αἱ
στρατιαὶ τῶν Ἀγγέλων, σοῦ τὴν ὑπεράνθρωπον πολιτείαν, δι’ ἧς ὑψώθης εἰς
οὐρανοὺς τῶν ἐνύλων γενόμενος ὕπερθεν, τῶν δαιμόνων αἱ φάλαγγες ἔφριξαν, ταῖς
σαῖς εὐχαῖς σκεδαζόμεναι, καὶ ἐν ταῖς ῥοαῖς ποντιζόμεναι τῶν δακρύων σου. Ἀλλ’
ὦ Ὁσίων Πατέρων ἀκρότης, Δικαίων πάντων ὁμόσκηνε, τῶν ἁγίων Ἀγγέλων ἰσοστάσιε,
ὡς παῤῥησίαν κεκτημένος πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ἱκέτευε καὶ ἡμᾶς, τοὺς ἐκ
πόθου τελοῦντάς σου τὸ μνημόσυνον, σὺν σοὶ καταξιωθῆναι τῆς οὐρανῶν Βασιλείας,
ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ
Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ
πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ
ἐπιφανείᾳ
Εἰς τὸν Στίχον, Προεόρτια
Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Προεόρτια ᾄσματα, εὐσεβῶς
προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς
ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ
Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων,
καὶ μετεχόντων τοῦ Πνεύματος.
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ
Ἐρμωνιίμ.
Ὁ Χριστὸς ἀναδείκνυται, ὁ
Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ
Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ
θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν
εἰσδεχόμεναι.
Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα
καὶ ἐφοβήθησαν.
Ποταμὸν τῆς εἰρήνης σε, καὶ
χειμάῤῥουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια
ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι,
περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς
γηγενεῖς ἐπενδύσαντα;
Δόξα. Ἦχος πλ. β΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πάτερ ἡμῶν
Νεῖλε ἡγιασμένε. Διὰ γὰρ σοῦ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν.
Μακάριος εἶ, ὁ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν. Ἀγγέλων
συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον. Ὁ αὐτός.
Φαιδροτέρα
ἡλίου γέγονεν, ἡ παρελθοῦσα ἑορτὴ τῶν Γενεθλίων Χριστοῦ, λαμπρὰ καὶ ἐπίφωτος
δείκνυται ἡ ἐπερχομένη, τῆς θείας Ἐπιφανείας αὐτοῦ. Ἐν ἐκείνῃ Ποιμένες, μετ'
Ἀγγέλων δοξολογοῦντες, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, ἐν ταύτῃ δὲ τοῦ
Δεσπότου ὁ Ἰωάννης ἁψάμενος τῇ δεξιᾷ χειρί, σὺν τρόμῳ ἔλεγεν· Ἁγίασον ἐμὲ καὶ
τὰ ὕδατα, ὁ μόνος ἔχων τὸ μέγα ἔλεος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος
α’. Τῆς ἐρήμου πολίτης.
Θεσπρωτίας
τό κλέος καί ὁσίων τό καύχημα, Κωνσταντινουπόλεως γόνον, ἀσκητῶν τό ἀγλάϊσμα,
ὑμνήσωμεν τόν Νεῖλον οἱ πιστοί βοῶντες πρός αὐτόν εἰλικρινῶς· σκέπε φρούρει Ὅσιε
καί ἡμᾶς, τούς πόθῳ ἐκβοῶντας σοι· δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ
ἁγιάσαντι, δόξα τῷ δωρησαμένῳ σέ ἡμῖν πρέσβυν ἀκοίμητον.
Δόξα. Καὶ νῦν, τὸ
προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου
Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον
τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν
Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην
στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄. Στιχολογίαν.
Κάθισμα. ῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἐκ βρέφους τῷ Θεῷ,
καλεσθεὶς Νεῖλε Πάτερ, ἐμάκρυνας σαὐτόν, τῶν τοῦ βίου φροντίδων, ἀδούλωτον
τηρήσας τῆς ψυχῆς τὸ ἀξίωμα, καὶ ἀσκήσεως, τετελεκὼς τὸν ἀγῶνα, κατεσκήνωσας,
εἰς τὰς αὐλὰς τοῦ Κυρίου, Ὁσίων ὡς σύσκηνος.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Φορέσας τὴν ἐμήν, ᾽Ιησοῦ
μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος,
ὑπὸ δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ ᾽Ιωάννης ἐβόα· πῶς βαπτίσω σε, ῥύπον
μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;
Μετὰ τὴν β' στιχολογίαν.
Κάθισμα. Προεόρτιον ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Πτωχεύσας ὁ πλούσιος δι'
εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας δι' ἀκρασίαν ποτέ, πλουτίσαι
βουλόμενος, ἔρχεται ἐπιβῆναι, ᾽Ιορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ Ἰωάννου,
προφανῶς βαπτισθῆναι. ῾Υμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν. (Δίς)
Οἱ Ἀναβαθμοί.
Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον,
ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
῏Ηχος πλ.β'. Στίχ. Ελεῆμον, ἐλέησόν με ὁ Θεός...
Δεῦτε
τῶν μοναστῶν τὰ συστήματα, σήμερον πνευματικὴν χορείαν, γηθοσύνως κροτήσωμεν,
καὶ τῶν ἀρετῶν τὸ ἄσυλον ταμεῖον, Νεῖλον πάντες τὸν νεοφανῆ φωστῆρα, ᾀσματικῶς
εὐφημήσωμεν λέγοντες· χαίροις, ὁ τῶν τερπνῶν τοῦ βίου ἀπαναστάς, καὶ ἀταράχως
ὁδεύσας, τὴν στενὴν ὁδὸν τῆς ἀσκήσεως· χαίροις, ὁ ἁγνείᾳ καὶ καθαρότητι σαρκός,
τὸ ἀξίωμα τῆς ψυχῆς τηρήσας ἀκηλίδωτον· χαίροις, ὁ ἐν σώματι θνητῷ, τοὺς
ἀσωμάτους ἐχθροὺς τροπωσάμενος· χαίροις, ὁ διὰ θεωρίας τῆς ἀνωτάτου εἰς
πρακτικὴν ἐλάσας ἀκρώρειαν, καὶ τῷ Θεῷ συγγινόμενος ἐν χάριτι, διὰ κατὰ τὸν ὡς
δυνατὸν ὁμοιώσεως. Ἀλλ’ ὦ πολυέραστε Πάτερ, μὴ ἐλλίπῃς ὑψόθεν ἐποπτεύων ἡμᾶς,
τοὺς τελοῦντάς σου ἐν πίστει, τὸ ἱερὸν μνημόσυνον.
Εἶτα, οἱ
Κανόνες· ὁ Προεόρτιος, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Τῶν ἀγώνων σου
τὸ κλέος, μέλπω Νεῖλε.
ᾨδὴ α’. Ἦχος α’. Σοῦ ἡ
τροπαιοῦχος δεξιά.
Ταῖς φαεινοτάταις ἀστραπαῖς, τῆς θεαρχίας λαμπόμενος
Ὅσιε· φώτισον πρεσβείαις σου, τὸν σκοτισθέντα νοῦν μου πλημμελήμασιν, ὅπως
ἀνυμνήσω, τοὺς σοὺς ἀγῶνας ἐν ᾄσμασιν.
Ὥσπερ ἐν τεθρίππῳ ἐπιβάς, ταῖς γενικαῖς ἀρεταῖς
ὁσιώτατε, ὑπὲρ ἄνω γέγονας, τῶν κοσμικῶν συγχύσεων ὡς ἄγγελος, Νεῖλε βιωτεύσας,
καὶ τῷ Θεῷ συγγινόμενος.
Νύκτα διασχὼν τῆς τῶν παθῶν, ὁλονύκτοις εὐχαῖς σου καὶ στάσεσι,
Νεῖλε παναοίδιμε, πρὸς φωτεινὰς ἐπαύλεις κατεσκήνωσας, τέκνον τῆς ἡμέρας, καὶ
τοῦ φωτὸς γνωριζόμενος.
Θεοτοκίον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, ἐν ἀσιγήτοις φωναῖς μεγαλύνειν
Σε, Θεοτόκε Δέσποινα. Σὺ γὰρ Θεὸν ἀφράστως σωματώσασα, ὤφθης προστασία, πιστῶν
καὶ τεῖχος ἀπόρθητον.
ᾨδὴ γ’. Ὁ μόνος εἰδώς.
Γυμνώσας ἐκ βρέφους σεαυτόν, ὑλώδους Πάτερ σχέσεως· καὶ
τὴν στενὴν πορείαν ἑλόμενος, διῆλθες ταύτην ἐνθέῳ χάριτι· καὶ πρὸς πλάτος
ἔφθασας, οὐρανῶν ἀοίδιμε, ἐνδυθεὶς σωτηρίου ἱμάτιον.
Ὠς πάλαι Μωσῆς τὴν ἐρυθράν, διέβης Πάτερ Ὅσιε, τὸ τῆς
θαλάσσης πέλαγος ἄκλυστος, ἐν σκάφει μόνος βληθεὶς ὡς ἄδικος, ἡ γὰρ χάρις
ἄνωθεν, τοῦ Ἁγίου Πνεύματος, ὡς αὐτοῦ λατρευτήν σε διέσωζεν.
Νεώσας τὴν ἄρουραν ψυχῆς, ἀρότρων σῶν δεήσεων, δακρύων
ὄμβροις ταύτην κατήρδευσας· καὶ θεῖον σπόρον Νεῖλε δεξάμενος, καρποφόρον
ἄσταχυν, ἀρετῶν πολύφορον, ἐν τοῖς θείοις ληνοῖς συνεκόμισας.
Θεοτοκίον.
Ὡς ὄντως φρικτὸν τὸ τελεσθέν, ἐν Σοὶ Παρθένε ἄχραντε,
καὶ ὑπὲρ νοῦν τὸ μέγα μυστήριον. Θεὸν γὰρ ἔνδον γαστρὸς ἐχώρησας, ἐν οὐρανοῖς
ἀχώρητον, Ὃν ὑμνοῦσιν Ἄγγελοι· καὶ ὡς ἄνθρωπον τίκτεις τὸν Κτίστην Σου.
Κάθισμα. Ἦχος α’. Τὸν τάφον
Σου Σωτήρ.
Ἐκ βρέφους τῷ Θεῷ,
καλεσθεὶς Νεῖλε Πάτερ, ἐμάκρυνας σαὐτόν, τῶν
τοῦ βίου φροντίδων, ἀδούλωτον τηρήσας τῆς ψυχῆς τὸ ἀξίωμα, καὶ ἀσκήσεως,
τετελεκὼς τὸν ἀγῶνα, κατεσκήνωσας, εἰς τὰς αὐλὰς τοῦ Κυρίου, Ὁσίων ὡς σύσκηνος.
Δόξα. Καὶ νῦν. Προεόρτιον,
ὅμοιον.
Φορέσας τὴν ἐμήν, Ἰησοῦ μου
πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ
δούλου Φιλάνθρωπε, ὅθεν βλέπων σε, ὁ Ἰωάννης ἐβόα· πῶς βαπτίσω σε, ῥύπον μὴ
ἔχοντα ὅλως, Θεὲ ὑπεράγαθε;
ᾨδὴ δ’. Ὄρος σε τῇ χάριτι.
Νεῖλόν σε φερωνύμως, ἡ Χάρις ἀνέδειξε, τὰς ἀναβάσεις
ἀρετῶν Νεῖλε πληθύνοντα σοφέ. Καὶ πάντας ἀρδεύοντας, θείοις καρποῖς τῶν σῶν
ἀγώνων ἑκάστοτε. Καὶ πονηρίας βυθίζοντα πνεύματα.
Στήσας ἐν τῷ Κυρίῳ, τὰς βάσεις ἐλπίδος σου, ἀεροπόρος
ὡς στρουθός, πᾶσαν διέδραμες τὴν γῆν, ζητῶν ὥσπερ μέλισσα, τῶν πρακτικῶν
πατέρων μέλι τὸ χρήσιμον, ὅπερ ἀπέθου ἐν σύμβλῳ καρδίᾳ σου.
Ὅλος καθάπερ ἀνδριὰς διετέλεσας, ταῖς ὁλονύκτοις
προσευχαῖς, καὶ ὑμνῳδίαις καρτερῶν· δι’ ὧν πρὸς τὴν ἄπονον Νεῖλον, μετέβης
Πάτερ ὄντως ἀπόλαυσιν, ἐπαπολαύων μισθὸν τῶν καμάτων σου.
Θεοτοκίον.
Ὕπνωσα τὸν ὕπνον, ἁγνὴ τὸν πρὸς θάνατον, καὶ ἀπογνώσεως
βυθῷ, κατὰ μικρὸν ἐκκυλισθείς, ἀθλίως συνέχομαι. Διὸ βοῶ τὴν κραταιάν Σου
πανάμωμε· χεῖρά μοι δίδου ὅπως σωθήσομαι.
ᾨδὴ ε’. Ὁ φωτίσας.
Τῆς προσκαίρου συγγενείας καὶ δόξης τὸ φύσημα,
καταλύσας καὶ σαρκός σου νεκρώσας τὸ φρόνημα, τῷ Χριστῷ προσέδραμες, καὶ Τοῦτον
Πάτερ ἀγαπήσας, Αὐτοῦ τῆς δόξης ἐπέτυχες.
Ὁπλισθείς σου τὴν ψυχὴν ἐν τοῖς ὅπλοις τοῦ Πνεύματος.
Πανοπλίας τοῦ ἐχθροῦ, καὶ τὰς φάλαγγας ἔτρεψας, Νεῖλε παναοίδιμε. Τοῦτον Πάτερ
συμπατήσας, νίκης ἐκλέξω διάδημα.
Κατευθύνας τὰς εὐχάς σου Θεῷ ὡς θυμίαμα εὐωδίας, εἰς
ὀσμὴν εὐμενῶς προσεδέξατο. Νεῖλε παμμάκαρ, καὶ χάριν δέδωκέ σοι Πάτερ, δαιμόνων
τρέπειν τὰς φάλαγγας.
Θεοτοκίον.
Λόγος ἅπας ἐγκωμίου οὐ σθένει δοξάζειν Σε Παναγία, τὸν
Δοτῆρα σοφίας καὶ γνώσεως, ὑπὲρ νοῦν γὰρ τέτοκας. Διὸ Ἀγγέλων καὶ ἀνθρώπων,
ὑπερυψώθης Θεόνυμφε.
ᾨδὴ στ’. Ἐκύκλωσεν ἡμᾶς.
Ἐρείσας σου τὰς βάσεις ἐπὶ Κύριον, ἀσάλευτος διέμεινας,
τῶν παθῶν ταῖς τρικυμίαις καὶ δεινοῖς, τοῖς ἐκ τῶν δαιμόνων ἀξιάγαστε, ἡ γὰρ
ἰσχὺς τῶν ἀσθενούντων, Χριστὸς ἐφρούρησε.
Ὁ τρόπος σου χρηστός, ὁ βίος ἄμεμπτος, Θεοῦ γὰρ
ἐνδιαίτημα, ἁγνείας καὶ σεμνότητος ὀφθείς, ὅσιος καὶ πρᾷος ἐχρημάτισας, ἐν γῇ
πραέων θεοφόρε· διὸ κατώκησας.
Σταυρώσας σου τὴν σάρκα τοῖς παθήμασι, τὸν νοῦν
ἀνεπιθόλωτον διετήρησας φροντίδων γεηρῶν, καὶ πρὸς θεωρίας ὕψος ἤλασας, σαφῶς
προλέγων Πάτερ Νεῖλε, πᾶσι τὰ μέλλοντα.
Θεοτοκίον.
Μυρίοις τὴν ψυχὴν μολύνας πάθεσι, κακῶν μυρίων γέγονα
καταγώγιον, Παρθένε Μαριάμ· ὅθεν Σοὶ προσπίπτω Θεόνυμφε· ἐκ τῶν μυρίων ῥῦσαι
τότε, κολαστηρίων με.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ
ὑπερμάχῳ.
Τῆς ἐγκρατείας τὸν κανόνα
τὸν εὐθύτατον, καὶ τῆς ἁγνείας ὁδηγὸν τὸν ἀπλανέστατον, τὸ ταμεῖον τῶν τοῦ
Πνεύματος χαρισμάτων, συνελθόντες μοναζόντων τὰ συστήματα, εὐφημήσωμεν ἐνθέοις
μελῳδήμασιν, ἀνακράζοντες· Χαῖρε Νεῖλε Πάτερ ἡμῶν.
Ὁ Οἶκος.
Ἄγγελος ἐκ τῶν τρόπων,
ἐνεφάνης ἐν βίῳ, βιώσας ὑπὲρ ἄνθρωπον Πάτερ. Διὸ καὶ σὺν Ἀγγέλων χοροῖς
ἀγαλλόμενόν σε, μυστικῶς βλέποντες ἀγαλλόμεθα, κροτοῦντές σοι τὸν αἶνον, καὶ
βοῶντες ταῦτα·
Χαῖρε, λαμπρὸς ἐγκρατείας
ὅρος·
χαῖρε, φαιδρὸς τῆς ἁγνείας
ὄλβος.
Χαῖρε, τῆς σαρκὸς ὁ μαράνας
τὸ σκίρτημα·
χαῖρε, τῆς ψυχῆς ἐπαυξήσας
τὸ χάρισμα.
Χαῖρε, ὕψος ἀναβάσεων, τῶν
ἐνθεών ἀναβάς·
χαῖρε, βάθος τῶν νοήσεων,
τῶν ὀρθῶν ὁ μὴ ἐκβάς.
Χαῖρε, σεπτὸν τοῦ Πνεύματος
σκήνωμα·
χαῖρε, στεῤῥὸν τῆς πίστεως
ἔρεισμα.
Χαῖρρε, παθῶν ψυχικῶν
ῥιζοτόκε·
χαῖρε, μονῶν ποθηνῶν
κληρονόμε.
Χαῖρε, Νεῖλε Πατὴρ ἡμῶν.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη
τοῦ Ὁσιος Νείλου τοῦ ἡγιασμένου, ἐν Γηρομερίῳ
Θεσπρωτίας
Νεῖλος ἀρετάς, ὡς ῥεῖθρα πελαγίζων,
ἄρδει τὰς ψυχάς, ὡς τὴν γῆν ἄλλος
Νεῖλος.
Οὗτος ὑπῆρχεν ἐκ τῆς
Κωνσταντινουπόλεως, γεννήτορας ἔχων εὐγενεῖς καὶ πλουσίους, ἐκ βασιλικῆς φυλῆς
τῆς τοῦ Λασκάρεως καταγομένους. Ἐκ ἁπαλῶν ὀνύχων τὸν μονήρη βίον ἀσπασάμενος,
κατέλιπε συγγένειαν, δόξαν καὶ πλοῦτον καὶ αὐτοὺς τοὺς γεννήσαντας καὶ λάθρα
τῆς πόλεως ἐξελθών, διαπόντιος ἐν τῇ τῶν Ἀκοιμήτων Μονῇ παρεγένετο, καὶ τὸ τῶν
μοναχῶν ἐνδυσάμενος σχῆμα, πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας ἀποδύεται καὶ χρόνον
ἐνδιατρίψας ἐκεῖσε συχνόν, πρὸς τὴν Βασιλεύουσαν ἔρχεται καὶ τὴν μητέρα καὶ τὴν
ἀδελφὴν αὐτοῦ θεασάμενος, ἐλεημοσύνην παρ’ αὐτῶν ὅς τις ἄγνωστος καὶ ἐπαίτης
ἐδέξατο. Ἐκεῖθεν ἀπάρας σὺν ἄλλοις πρὸς τὰ Ἱεροσόλυμα καταλαμβάνει καὶ τὸν
ζωοποιὸν προσκυνήσας Τάφον, καὶ τῶν ἐκεῖσε πάντων Ἁγίων Τόπων κατατρυφήσας,
αὖθις ἐν Κωνσταντινουπόλει γίνεται. Γέροντί τινι θεοφιλεῖ ἑπόμενος, σὺν αὐτῷ
οὖν Μιχαὴλ τὸν Παλαιολόγον ὡς βλάσφημον ἐλέγξαντες τῆς βασιλείας, τότε
δραξάμενοι καὶ τὰ τῶν Λατίνων φρενοβλαβῶς ὑποσυῤῥέντα βλάσφημα καὶ τὸ Πνεῦμα τὸ
Ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι κακῶς φρονοῦντα καὶ λέγοντα.
Ἐξορία ἀμφότεροι κατακρίνονται, ἐν ἀκατίῳ βληθέντες μονώτατοι, ἄρτου χωρὶς καὶ
ὕδατος καὶ ἐν τῇ θαλάσσῃ ῥιφθέντες, οὐ κωπίων, οὐ κυβερνήτην ἔχοντες, εἰ μὴ
μόνον τέσσαρας ἄρτους, οὓς γυνή τις θεοφιλὴς λαθρέως τούτοις ἐδεξιώσατο·
τεσσαράκοντα τοίνυν ἡμέρας τῇ θαλάσσῃ κινδυνεύοντες, μᾶλλον δὲ τῇ ἄνωθεν
προνοίᾳ φερόμενοι, ἐν τῇ τῶν Ἁγίων Ἀββάδων ἀπεῤῥίφθησαν Μονῇ· καὶ τοῦ γέροντος
πρὸς Κύριον ἐκδημήσαντος, αὐτὸς τῇ πύλῃ τῆς Μονῆς τριετῆ χρόνου προσεκαρτέρησε·
κἀκεῖθεν πρὸς τὴν ἐπανέκαμψεν τρίτον γενέτειραν καὶ Ἀνδρονίκῳ τῷ εὐσεβεῖ
βασιλεῖ καὶ πᾶσι φανεὶς αἰδέσιμος, εἰς Ἱεροσόλυμα πάλιν παραγίνεται καὶ πάντα
τόπον ἅγιον περινοστήσας, καταλαμβάνει τὴν Ἐρυθρὰν Θάλασσαν καὶ περὶ τὴν γῆν
τῶν Σοδόμων γενόμενος, καὶ εἰς Σιγὼρ μεταβάς, τήν τε γυναῖκα τοῦ Λὼτ καὶ τὴν
ἀκρότομον θεασάμενος πέτραν καὶ πάντων τῶν ἐμφερομένων τῇ Γραφῇ Θεοῦ θαυμασίων
κατατρυφήσας, εἰς τὸ Σίναιον ὄρος ἔρχεται· ἑπταετῆ τοιούτῳ ἐκεῖσε χρόνον
ἐγκαρτερήσας, καὶ καλῶς τὴν τῶν Ὁσίων θεάρεστον ἀπομαξάμενος πολιτείαν, πρὸς τὸ
Καρμήλιον ὄρος μετέβη καὶ τοσούτους ἐν αὐτῷ χρόνους τελέσας, πρὸς Ἱεριχὼ
καταλαμβάνει· ἔνθα τριετίαν διάγων πρὸς τὸν Ἰορδάνην ἀφίκετο· καὶ δεκατέσσερα
προσμείνας ἔτη τῇ τοῦ Ἁγίου Γερασίμου Μονῇ, ἐκεῖθεν ἀπαίρει, καὶ ἐν ταῖς νήσοις
γενόμενος καὶ ταύτας διελθὼν ἐν πολλῇ κακουχίᾳ καὶ ἀσκήσει, πρὸς Πελοπόννησον
ἔρχεται καὶ τὴν Κέρκυραν διαπεράσας, εἰς τόπον Ἱεριχὼν λεγόμενον καταντᾷ, τοῖς
τῶν κανίνων μέρεσιν διακείμενον, ἔνθα δὴ κελλίον μικρὸν πηξάμενος διετέλει· μὴ
μεταβαίνων λοιπὸν ἐκ τοῦ γήρου δυνάμενος, ἐν ᾧ τόπῳ καὶ Ἱεριχιώτης ἀπεκλήθη· τὸ
γὰρ ἴδιον ὄνομα μέχρι τέλους ἀπέκρυψε πᾶσιν, ἀλλὰ κἀκεῖθεν παρακληθεὶς παρά
τινων θεοφιλῶν ἐξέρχεται καὶ περὶ τὸ Γηρομέριον γεγονώς, ἐκεῖθεν μέχρι τέλους
προσεκαρτέρησεν. Μικρὰν οὖν ἐκεῖσε συναγαγὼν ἀδελφότητα, καὶ τῇ Μητρὶ τοῦ
Κυρίου εὐκτήριον οἶκον δειμάμενος, τὸν συνήθη κανόνα τῆς ἀσκήσεως διετέλει.
Αἰδέσιμον οὖν αὐτὸν ἡ περὶ αὐτοῦ φήμη· πανταχοῦ καὶ πᾶσι προσιοῦσα, καὶ αὐτοὺς
τοὺς δεσπόζοντας πρὸς αὐτὸν παραγίνεσθαι καὶ τῆς παρ’ αὐτοῦ εὐλογίας ἀξιοῦσθαι
πεποίηκεν. Ἧν γὰρ καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα περικείμενος. Θεαρέστως τοίνυν
βιώσας, καὶ εἰς ἔσχατον γῆρας ἐληλακώς, περίπου τὰ ἑξήκοντα καὶ ἑκατὸν ἔτη
γενόμενος, καὶ περὶ τῶν ἐσομένων πολλοῖς προειπών, πρὸς Θεὸν Ὃν ἐπόθησεν
ἐξεδήμησε Πρώτην τοῦ Ἰανουαρίου ἄγοντος, πολλῶν θαυμάτων ζῶν καὶ μετὰ θάνατον
γέγονεν αὐτουργός. Λέγεται δέ, τόν τε θάνατον αὐτοῦ προεῖπεν καὶ τὸν ἴδιον
ἐπιδεῖξαι τάφον ἐν τῇ πέτρᾳ αὐτομάτως εὑρεθέντα, ἀλλὰ καὶ πρὸς τὴν τῆς ἐν τῷ
τάφῳ ἱσταμένης πλατάνου ῥίζαν, πηγὴν εἶπεν ὕδατος ἀναβλύσαι τῇ ὥρᾳ τῆς αὐτοῦ
τελευτῆς, ὃ καὶ γέγονε.
Μετὰ δὲ χρόνων τινῶν,
βουληθέντων τὸ ἅγιον αὐτοῦ θεάσασθαι λείψανον, οὐ συνεχώρησεν ὁ Θεός. Σπήλαιον
γὰρ ἀποῤῥαγέν, τὸν τάφον ἀπεκάλυψεν, καὶ ἐπικεκαλυμμένου μέχρι τῆς σήμερον.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σιλβέστρου Πάπα Ῥώμης
Ζωοῖ νεκρὸν βοῦν, αἰσχύνων Ζαμβρὴν
Μάγον,
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Οὗτος χειροτονεῖται, διὰ τὴν
εἰς ἄκρον ἀρετῆς ἀνάβασιν, τῆς Πρεσβυτέρας Ῥώμης Ἐπίσκοπος, τοῦ Μιλτιάδου τὸν βίον
ἀπολιπόντος. Πολλῶν οὖν θαυμάτων γενόμενος αὐτουργὸς καὶ τὸν μέγαν ἐν βασιλεῦσι
Κωνσταντῖνον πρὸς τὴν εἰς Χριστὸν πίστιν χειραγωγήσας, καὶ διὰ τοῦ θείου Βαπτίσματος
τὰ τῆς ψυχῆς αὐτοῦ πάθη καὶ τοῦ σώματος ἅμα καθάρας, καὶ παρὰ τοῦ Νόμου προκηρυχθέντα
τὸν Χριστὸν ἀποδείξας, καὶ τὸν ταῦρον ζωώσας,
ὃν ἀνεῖλεν μὲν ἐπῳδῆ Ἑβραῖος, ἀναστῆσαι δὲ οὐκ ἴσχυσε, καὶ πολλοῖς σωτηρίας αἴτιος
γεγονώς, ἐν βαθεῖ γήρᾳ πρὸς Χριστὸν ἐξεδήμησε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Θεαγένους, ἐπισκόπου
Παρίου
Θεάγενες, βλήθητι τοῦ πόντου
μέσον,
ᾯ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
ᾯ κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.
Οὗτος ἦν Ἐπίσκοπος, ἐν τῶ
Παρίῳ τοῦ Ἑλλησπόντου. Προσαχθεὶς δὲ τῷ τριβούνῳ Ζηλικινθίῳ, καὶ τὸν Χριστὸν
ὁμολογήσας Θεόν, ἀφειδῶς τοῖς ξύλοις τύπτεται. Εἶτα δεσμεῖται, καὶ μετὰ ταῦτα
τῷ βυθῷ τῆς θαλάσσης ἐκδίδοται, ἔνθα τὸν δρόμον πληροῖ τῆς ἀθλήσεως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου
Τὸν Θεόπεμπτον σαρκικῆς λῦσαι
πέδης,
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδότης, τῆς μητρὸς τῶν Ἁγίων
Ἀναργύρων τῶν εν Μικρά Ασία.
Νόσῳ παρῆλθε τὸν βίον
Θεοδότη,
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ
Ἀγκύρας
Βρύχημα, χάσμα, δῆγμα θηρῶν
ἀγρίων.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.
Οὗτος ἦν ἐπὶ τοῦ δυσσεβοῦς Ἰουλιανοῦ, ἐξ Ἀγκύρας τῆς πόλεως· καὶ
διὰ τὸ τὸν Χριστὸν σέβεσθαι αὐτὸν καὶ κηρύσσειν, κατεσχέθη. Παραστήσαντες δὲ
αὐτὸν τῷ Ἡγεμόνι Σατορνίλῳ, ὡμολόγησε τὸν Χριστὸν κατενώπιον αὐτοῦ μετὰ πολλῆς
παῤῥησίας. Διὸ κρεμασθεὶς ξέεται ἀφειδῶς· εἶθ’ οὕτως ἐξ Ἀγκύρας ἀπαχθεὶς ἐν
Κωνσταντινουπόλει, αὖθις καὶ ἄρτι ξέεται· καὶ ἐπὶ τοσοῦτον τείνεται, ὡς
ἐξαρθρωθῆναι τοὺς ἁρμοὺς τῶν χειρῶν καὶ τῶν ὤμων αὐτοῦ. Εἶτα λωροτομεῖται, καὶ
σιδήοις πυρωθεῖσι κατακεντᾶται τὰς σάρκας. Καὶ πάντα γενναίως φέρων, δέχεται
τοῦ Θεοῦ τὰς ἀντιλήψεις. Καὶ εἰς κάμινον πυρὸς ἐμβληθείς, παραδόξως διὰ προσευχῆς
ἄσπιλος διεφυλάχθη. Εἰς Καισάρειαν δὲ μετὰ ταῦτα δέσμιος ἀπαχθείς, εἰς
θηριομαχίαν ὑπὸ τοῦ ἄρχοντος καταδικάζεται. Ὁ δὲ Ἅγιος προσευξάμενος, καὶ
βληθεὶς ὑπὸ λεαίνης, τὸν τῆς ἀθλήσεως στέφανον τελειωθεὶς ἐκομίσατο. Τούτου τὰ
ἱερὰ λείψανα συγγενεῖς τινες καὶ φίλοι ἐπιμελῶς συλλέξαντες, καὶ μύροις καὶ
ὀθονίοις εἱλήσαντες, μετὰ τῆς πρεπούσης τιμῆς ἐκήδευσαν ἐν ἐπισήμῳ τόπῳ,
Μαρτύριον σεπτὸν ἐκεῖσε ἐσχάτως οἰκοδομήσαντες.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρκου τοῦ κωφοῦ
Ὁ Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων,
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.
Ὅτε ἤκμασεν ὁ ὅσιος οὗτος
πατὴρ ἡμῶν Μᾶρκος, τίς ἡ πατρίς, τίνες οἱ γεννήτορες καὶ τίς ἡ θεοφιλὴς αὐτοῦ
πολιτεία, οὐκ ἠδυνήθη μὲν παρά τινος μαθεῖν. Τοῦτο μόνον γινώσκομεν, ὅτι
στερούμενος τῆς φυσικῆς ἀκοῆς, ἐδόθη ὁ μακάριος πάσῃ δυνάμει εἰς τὸ
ἀποκτήσασθαι, κατὰ τὸν προφήτην, ὦτα Κυρίου, πρὸς τὸ ἀκούειν καὶ ποιεῖν ἐπιμελῶς
καὶ ἀόκνως τὸ δεσποτικὸν καὶ σωτηριῶδες θέλημα· ὅθεν διὰ σκληρᾶς ἀσκήσεως
ἐγένετο περιώνυμος καὶ πλουτήσας πολλὰς ἀρετὰς καὶ φῶς Χριστοῦ γενόμενος διὰ
τῆς θεοειδοῦς αὐτοῦ πολιτείας, ἐκλήθη παρὰ τοῦ μισθαποδότου Δεσπότου εἰς τὴν
αἰώνιον Βασιλείαν, ἐν ᾗ ἀκούει ἀνεμποδίστως τὸ οὐράνιον ἀγγελικὸν μέλος μετὰ
πάντων τῶν Ἁγίων εὐφραινόμενος.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Σέργιος, ξίφει τελειοῦται.
Οὐχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν
φέρειν,
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπιστος, λιθοβολιθεὶς
τελειοῦται.
Κτείνει σε Θεόπιστε πιστὲ
τοῖς λίθοις,
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰσιδώρου, ἐπισκόπου
Ἀντιοχείας τῆς Συρίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κοσμᾶ τοῦ
Α', ἀρχιεπισκόπου Κωνσταντινουπόλεως
Διπλὴν ἔχων ἄνωθεν Κοσμᾶ τὴν
χάριν,
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.
κόσμος μέγας πέφηνας ὑψηλοῦ θρόνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Γενναδίου, κτήτορος τῆς Μονῆς Κασσιώπης Κερκύρας.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος (ἢ Ζώρζης ὴ
Γκιουρτζής), ὁ Ἴβηρ, ἐν Μυτιλήνῃ, ἐν ἔτει 1770, ἀπαγχονισθεὶς
τελειοῦται.
Σὴν χεῖρα θλῖβε, ἀγχόνης
Μάρτυς Ζώρζη,
Θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.
Θλίψεις γὰρ οὕτω δυσμενῆ θλίψαντά σε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σιλβέστρου τοῦ Ῥώσου, τῆς
Λαύρας τοῦ Κιέβου
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῆς Ὁσία Ἰουλιανῆς τῆς Μουρὸμ Λαζάρεβο Ῥωσσίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραφεὶμ τοῦ Σαρώφ, τοῦ Ῥώσου.
Χριστῷ ἐκ νεότητος
ἀκολουθήσας,
Πολλῶν πέπλησαι ὦ Σεραφεὶμ
χαρίτων.
Ταῖς τῶν
σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡ μᾶς. Αμήν.
ᾨδὴ ζ’. Σὲ νοητήν.
Ἔχων σοφέ, τὴν ἰσχὺν τὴν ἄμαχον, περιφρουροῦσάν σε ἀεί,
τῶν κρατούντων τὰς ἀπειλάς, εἰς οὐδὲν λελόγησαι. Πνεῦμα δὲ τὸ Ἅγιον, τὸ ἐκ τοῦ
Πατρὸς προερχόμενον, θεολογὼν μετὰ τῶν Πατέρων, Θεὸν τοῦτο ἐτράνωσας.
Λόγοις σεπτῶν, Ἀποστόλων Ὅσιε, καὶ διδασκάλων εὐσεβῶν
πειθαρχήσας, οὐκ ἐξ Υἱοῦ Νεῖλε τὴν ἐκπόρευσιν, ἀλλ’ ἐκ τοῦ Γεννήτορος, μόνου
κηρύττεις τοῦ Πνεύματος· ὅθεν πικρὰν ἐξορίαν, ἀδίκως καθυπέμεινας.
Πᾶσι βροτοῖς, ἔκρυψας τὸ ὄνομα, τοῦ μὴ γνωσθῆναι σοφέ,
τῇ βίβλῳ τῶν οὐρανῶν, ἐγγραφῆναι ἔσπευδες, μόνῳ τῷ Δεσπότῃ σου, δι’ ἀρετῆς τε
γινώσκεσαι, ὃς καὶ λαμπρῶς μετὰ τέλους, δοξάζει σε ἀείμνηστε.
Θεοτοκίον.
Ὢ τοῦ καινοῦ, καὶ ἀῤῥήτου θαύματος, καὶ ὡς Μήτηρ
γαλουχεῖς, καὶ Παρθένος μένεις ἁγνή, τέξασα τὸν Κύριον, ἄνθρωπον γενόμενον, διὰ
τοῦ σῶσαι τὸν ἄνθρωπον, ὑμνολογῶ καὶ δοξάζω, τὴν ἄφραστον Θεοῦ γέννησιν.
ᾨδὴ η’. Ἐν καμίνῳ Παῖδες.
Νέος ὤφθης ὄντως ὡς Δαβίδ, ἀλλόφυλος ὡς ἄλλος, σφενδόνῃ
τῆς εὐσεβείας, καὶ λόγχῃ καρτερότητος, τὴν βλάσφημον αἵρεσιν καθελών, κράζων τὸ
Πνεῦμα, πάντες προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.
Ἐγνωρίσθη σοῦ ἡ καθαρά, καὶ θεία πολιτεία, ἐν πόλεσι
καὶ ἐρήμοις, ἐν θαλάσσῃ τε καὶ γῇ, καὶ νήσοις μακάριε, ὁ Θεὸς γὰρ Πάτερ τοῖς
πᾶσι, ὡς φῶς σοῦ τοὺς ἀγῶνας ἤστραψε, δοξάζων ἀεί σε εἰς αἰῶνας.
Ἵστησί σου πόνοις τε καὶ μακροῖς, τὸ τέλος τῆς ζωῆς
φθᾶσαι, δι’ οὗ τὴν μακαρίαν καὶ ἄϋλον ζωήν, μετέβης γηθόμενος Νεῖλε Πάτερ· ὅθεν
κραυγάζειν σὺν πᾶσι τοῖς Ἁγίοις· Σὲ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λογισμοὶ μὲν πάντες τῶν θνητῶν, οὐ δύνανται Παρθένε
νοῆσαί Σου τὴν λοχείαν, τὴν ὄντως ὑπὲρ λόγον καὶ ἔννοιαν· διὸ ὡς Θεοτόκον
ὀρθοδόξως πάντες τιμῶμεν, καὶ σὲ προσκυνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Τύπον τὴν ἁγνήν.
Ἔβης πρὸς ζωὴν τὴν ἄληκτον, καὶ τοῖς χοροῖς Ὁσίων Πάτερ
ἠρίθμησαι, καὶ νῦν καθορῶν τῆς τρισηλίου Θεότητος, τὸ ἀμήχανον φῶς καὶ
ἀνέσπερον, ἀξιωθεὶς παμμάκαρ μέμνησο πάντων, τῶν πίστει τιμώντων σε.
Ὥσπερ θησαυρὸν τὴν κόνιν σου τὴν ἱεράν, τὰ τέκνα τὰ σὰ
κατέχοντες, ἀγαλλόμεθα πνευματικῶς εὐφραινόμενοι, καὶ τὴν μνήμην σου πιστῶς
ἐκτελοῦντες, ὅπως ταῖς πρεσβείαις σου, ἀξιωθῶμεν τῆς θείας Χάριτος.
Θεοτοκίον.
Βέλη τῆς ἁμαρτίας κεντούμενος, καὶ συμφοραῖς παντοίαις
ὅλος βαλλόμενος, τετραυμάτισμαι καὶ ἀπωλείας συνέχομαι, ἀλλὰ Σὺ Παρθένε μοι,
πρὸ τέλους σῶσαι.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν
τοῖς ἄστροις.
Ἀγγελικὸν τὸν βίον, ποθῶν
ἐμάκρυνας σαὐτόν, ἐν τοῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ὡς ἄγγελος
ἀνεδείχθης, ἡμῶν Πατὴρ θεοφόρε.
Καὶ τὸ Προεόρτιον.
Ὁ ἐκ Πατρὸς
ἀχρόνως, πρὸ τῶν αἰώνων γεννηθείς, Υἱὸς καὶ σάρκα φορέσας, ὑπερφυῶς ἐκ
Γυναικός, προέρχεται βαπτισθῆναι, εἰς ἀναγέννησιν κόσμου.
Αἶνοι. Προεόρτιοι. Ἦχος πλ.
β'. Αἱ Ἀγγελικαί.
Αἱ Ἀγγελικαί, προπορεύεσθε
Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου. Προέρχου Ἰωάννη, καταλείψας
τὴν ἔρημον. Χαῖρε ποταμὲ καὶ εὐτρεπίζου. Πᾶσα δὲ γῆ ἀγαλλιάσθω. Χριστὸς
ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος.
Στόμασιν ἁγνοῖς, καὶ ψυχαῖς
κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ πρὸς τὸν Ἰορδάνην,
σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν αὐτῷ μετ' εὐφροσύνης, αἱ πατριαὶ τῆς γῆς νῦν
πᾶσαι, πιστῶς λέγουσαι· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.
Μέγα καὶ φρικτόν, τὸ
μυστήριον ὑπάρχει! ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ ἁμαρτίαν ὅλως, μὴ
εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ Ἰορδάνῃ, αἰτεῖ
σήμερον· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἄνθος ἐκ Δαυῒδ, ἀνατείλας
τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τάς ἁμαρτίας πλῦναι,
τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ, εὐφραίνου Εὔα, ὁ οὐρανὸς ἀγαλλιάσθω, λαοὶ
εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.
Δόξα.
Ἦχος β΄.
Γεωπονήσας
ἐμπόνως τῷ Παναγίῳ Πνεύματι, Ὅσιε Πάτερ, τῆς ψυχῆς σου τὴν αὔλακα, τῶν παθῶν
τὰς ἀκάνθας τῇ ἀξίνῃ τῆς ἐγκρτείας προῤῥίζους ἐξέτεμες, καὶ ταύτην
καλλιεργήσας, ἀρότρῳ θείων προσευχῶν, τὰς τοῦ Χριστοῦ ἐντολὰς ἐν αὐτῇ
κατέσπειρας· ὅθεν καὶ δακρύων τοῖς ὄμβροις αὐτὴν καταρδεύσας, γεωργὸς
ἀνεδείχθης πνευματικός, πολύχουν ἐν καιρῷ τῶν σῶν ἀρετῶν τὸν στάχυν δρεψάμενος·
ὃν καὶ συγκομίσας ἐν οὐρανίοις ταμείοις, νῦν ἐπαπολαύεις ἐν χαρᾷ τὸν μισθὸν τῶν
ἀγώνων σου. Διὸ μνημόνευε καὶ ἡμῶν, τῶν τιμώντων σε Νεῖλε πανσεβάσμιε, ὅπως
εὕρωμεν ἔλεος παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ
αὐτός.
Πάλιν
Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τάς ἁμαρτίας ἡμῶν·
ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καί
φησὶ πρὸς τὸν Ἰωάννην. Δεῦρο ὑπηρέτησον ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ
κεφάλαιον, δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ
συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν
ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τῶν
αἱρετιζόντων τὸν ἐλεγκτήν, καὶ Ὀρθοδοξίας, κραταιὸν ὑπερασπιστήν, τὸν ἐν τοῖς
Ὁσίοις, ὑπέρλαμπρον φωστῆρα, τὸν θεοφόρον Νεῖλον, πάντες τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου