ΔΕΚΕΜΒΡΙΟΣ 30!!
ΖΩΤΙΚΟΣ ΟΡΦΑΝΟΤΡΟΦΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
(Ὁ Ἅγιος
ἑορτάζει στὶς 31 Δεκεμβρίου, λόγῳ ὅμως τῆς Ἀποδόσεως τῆς Ἑορτῆς τῶν
Χριστουγέννων, μετατίθεται γιὰ τὶς 30 τοῦ Μηνός. Ἐν τῷ χειρογράφῳ τίθεται ἐν τῷ
Ἀποδείπνῳ.)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια
γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ὡς Ἀβραὰμ τοῖς τρόποις
σοφέ, ἐδείχθης κατ’ ἀμφότερα, σοῦ τὸν οἶκον, ἀφθονίᾳ δαψιλεῖ, ἠνέωξας τοῖς
πᾶσι, παρέχων δεομένοις, καὶ χορηγὸν πτωχοῖς τὸν ἔλεον.
Χηρῶν καὶ ὀρφανῶν σε
Χριστός, ἀνέδειξε συλλήπτορα, λωβουμένων ἀντιλήπτορα θερμόν, προστάτην ἐν
κινδύνοις, ὑπέρμαχον καὶ ῥύστην, τῶν εὐφημούντων σε Πατὴρ ἡμῶν.
Ἰσχύϊ δυναμούμενος, καὶ
χάριτι κοσμούμενος, τοῦ τεχθέντος ἐν Σπηλαίῳ Ζωτικέ,
ἀσκήσει ἐγκρατείᾳ, τὰ πάθη ἐτροπώσω, καὶ ὑπεδέξω νικητήρια.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Ὡς βρέφος ἐν τῇ φάτνῃ Σε,
ἀνέκλινε Χριστὸς ὁ Θεός, ἡ ἀσπόρως Σε τεκοῦσα ἐν γαστρί, χοροὶ δὲ Ἀσωμάτων, ἐξ
ὕψους ἀνεβόων· δόξα τῷ Κτίστῃ καὶ Θεῷ τοῦ παντός.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ
Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ἄνωθεν ἐλλαμφθῆναι, τὴν ἀμαυρωθεῖσάν μου διάνοιαν, τοῦ
ὑμνεῖν σε ἀξίως, Ζωτικὲ τὸν Χριστὸν
καθικέτευσον.
Βίον σου τοῖς Ἀγγέλοις, ἐπὶ γῆς θεόφρον ἀμιλλώμενος,
ἐπεδείξω ἀξίως, τὰ τοῦ βίου τερπνὰ βδελυττόμενος.
Θεοτοκίον.
Γένος τὸ τῶν ἀνθρώπων, διὰ Σοῦ Παρθένε ἀναπλάττεται, ὁ
Θεὸς γὰρ τὰ ἄνω μὴ λιπῶν, ἐπὶ γῆς ἐπεδήμησεν.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Δεῦτε ξένοι σήμερον, χαρμονικῶς φωνὴν ᾄσωμεν, ἐν τῇ
φαιδρᾷ ταύτῃ πανηγύρει, Ζωτικὸν μακαρίζοντες.
Ἔστησας τὸν οἶκόν σου, ὡς Ἀβραὰμ σκηνὴν σήμερον, πάντας
πτωχούς, ὑποδεχομένην, καὶ πλουσίως ἐκτρέφουσαν.
Θεοτοκίον.
Ζάλην πᾶσαν ἔπαυσας, ἐν τῇ κυήσει Σου πάναγνε, διὸ
ἐχθροὺς βασιλεῖς τροποῦνται, ἐν εἰρήνῃ χορεύοντες.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν παθῶν τὰς καμίνους Ὅσιε
ἔσβεσας, ἐγκρατείας τῇ δρόσῳ χάριν ἐπλούτησας, ἰαμάτων ἐκ Θεοῦ Ζωτικὲ ἔλαβες, τοῦ ἰᾶσθαι τῶν πιστῶν, τὰς
ἀλγηδόνας τὰς δεινάς, καὶ τῶν δαιμόνων διώκειν, τὰς φάλαγγας διὰ τοῦτο, ἐν εὐφροσύνῃ
τιμῶμέν σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ φωσφόρος πανήγυρις, αὕτη τοῦ Ὁσίου νῦν συνεξέλαμψε, Ζωτικοῦ τοῖς γενεθλίοις Χριστοῦ, συγκαλοῦσα πάντας
πρὸς ἑστίασιν.
Θαυμασίοις διέπρεψας, θαύματα παράδοξα καταλείψας ἡμῖν,
τὰ σεπτά σου κατορθώματα, ἐν τῇ γῇ παμμάκαρ τύπον ἔνθεον.
Θεοτοκίον.
Ἱλαστήριον εὕρωμεν, Σὲ Θεομῆτορ καὶ καταφύγιον, ἐν
πολέμοις ἀπροσμάχητον, βασιλεῖς δὲ κράτος ἁγνὴ φέρουσιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόσμος ἀρετῆς, ἀναδέδεικται θεσπέσιε, τὰ σεπτά σου
κατορθώματα, ὁ θεῖος οἶκος, τῶν γυμνῶν τὸ περιβόλαιον.
Λέπραν ἱεράν, θεραπεύων Πάτερ ἔστησας, ἰατρεῖόν σου τὸν
οἶκον σεπτόν, ἐν ᾧ ἀξίως, πᾶσα νόσος θεραπεύεται.
Θεοτοκίον.
Μέγα καὶ σεπτόν, τὸ ἐν Σοὶ φανὲν μυστήριον, Θεοτόκε
ἀειπάρθενε ἰδού, γὰρ ὄντως οἱ βροτοὶ Θεῷ συνήφθημεν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ναόν σε πάντες πιστοί, τοῦ Πνεύματος ἐπιστάμεθα, ναὸν
γὰρ πανευπρεπῆ, τὸν σὸν κατεσκεύασας, οἶκον παναοίδιμε, ἐν ᾧ πᾶσα νόσος, ταῖς
πρεσβείαις σου διώκεται.
Ξενίαν ἐπὶ τῆς γης, τῷ Ἀβραὰμ ὁμοιούμενος, ἐστήσω
πανευσεβῶς, ἀστέγους δεχόμενος, γυμνοὺς παροδεύοντας, καὶ κυλλοὺς καὶ ξένους,
καὶ πτωχοὺς εἰσοκιζόμενος.
Θεοτοκίον.
Ὁ οὐρανὸν ἐπὶ γῆς, Παρθένε δείξας τὸ Σπήλαιον, οὐράνιόν
Σε ναόν, Ἀγγέλων κυκλούμενον, χοροῖς καθυπέδειξε, δόξα ἐν Ὑψίστοις, ἐκβοώντων
Σου τῷ Τόκῳ πιστῶς.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Πᾶσιν Ὁσίοις ἠριθμήθης, ταῖς χορείαις τε τῶν θείων
Ἀσωμάτων, Ζωτικὲ παμμάκαρ, μεθ’ ὧν καὶ
ἀνακράζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ῥώμῃ καὶ χάριτι θεόφρον, ἐχρημάτισας χηρῶν καὶ
ἀσθενούντων, ὀρφανῶν τε Πατήρ, ἐδείχθης ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σθένος βαρβάρων Θεοτόκε, ἐξαφάνισον καὶ σῶσον τὸν λαόν
Σου, βασιλεῖς πιστοὺς κραταίωσον βοῶντας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς Σῆς
κοιλίας.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ταῦτα σοφὲ τὰ τρόπαια, ταῦτα τὰ κατορθώματα, καὶ τὰ τῶν
πτωχῶν καὶ τῶν γυναίων δάκρυα, σὸν οἶκον ἀνέδειξας, τοῦ οὐρανοῦ ὑπέρτερον, καὶ
τῆς Βασιλείας σοι εἰσόδους ἤνοιξαν, ἐν πίστει γὰρ ἐβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὕπνον τοῖς σοῖς οὐκ ἔδωκας, ὀφθαλμοῖς ἀξιάγαστε, οὐδὲ
τοῖς βλεφάροις νυσταγμὸν θεόληπτε, τὸ ἔργον τὸ ἔνθεον, τὸν λογικὸν χειμῶνα
Χριστοῦ, ἕως οὗ εἰς τέλος κατεσκεύασας μέλπων· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Φιλανθρωπίας σπλάγχνοις Σου, πρὸς ἡμᾶς ἐπεδήμησας, ὁ
διαφερόντως γεγονὼς ὡς ἄνθρωπος καὶ Σπήλαιον ᾤκησας, σπαργάνοις ἐνειλούμενος
καὶ τοὺς γηγενεῖς ἐκ τῶν παθῶν ἀνέστησας, συμφώνως μελῳδοῦντας· Ἱερεῖς
εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Χάρις σοι Πάτερ ἐκ Θεοῦ, ἐπεδόθη θεραπεύειν νοσήματα,
πτωχῶν ξηρῶν καὶ κυλλῶν, καὶ πάθη πάντων τῶν προστρεχόντων σοι, ὥσπερ ὡς φίλους
τοῦ Χριστοῦ, πιστῶς εἰσδεξάμενος, σὺν τούτοις χαίροις ἀεί, ἐν τοῖς κόλποις
Ἀβραὰμ αὐλιζόμενος.
Ψωμίσας Πάτερ δαψιλῶς, πάντα ξένον καὶ γυμνὸν
παροδεύοντα, σὺν Πατριάρχαις ἀεὶ καὶ τοῖς Δικαίοις, νῦν συναγάλλη φαιδρῶς, ἔνθα
ὁ πλοῦτος καὶ τρυφή, ἔνθα ἡ αΐδιος τῶν σωζομένων ἐλπίς, ἔνθα πάσῃ δαψιλείᾳ
ἐστὶν ὁ Χριστός.
Θεοτοκίον.
Ὡς οὖσα Μήτηρ τοῦ Θεοῦ, ὡς προστάτις καὶ λιμὴν τῶν
τιμώντων Σε, ὡς καταφύγιον πάντων Παρθένε, τῶν προστρεχόντων εἰς Σέ, ὡς
βασιλέων τε χαρά, καὶ δόξα καὶ στήριγμα, καὶ στέφος ἄξιον, τὸν λαόν σου Θεοτόκε
περίσωζε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου