ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ
ΚΗ´
Ὁσίου ΣΙΜΩΝΟΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ
Τυπικὴ διάταξις τῆς ἀκολουθίας.
Οἵᾳ
ἡμέρᾳ τῆς ἑβδομάδος τύχῃ ἡ μνήμη τοῦ Ἁγίου, ἡ ἀκολουθία ψάλλεται ὣς ἐστι
διατετυπωμένη.
Εἰ
δέ ἐστι Κυριακὴ ἥτις ἐστιν ἡ μετὰ τὴν Χριστοῦ Γέννησιν, ἡ μὲν ἀκολουθία τῶν
Ἁγίων Πατέρων ψάλλεται τῇ ΚΣΤ΄ τοῦ μηνός, κατὰ τὴν τυπικὴν διάταξιν τῆς
Ἐκκλησίας, τῆς Κυριακῆς συμπιπτούσῃς τῇ ΚΗ΄ τοῦ μηνός, ἥτις ἐστὶν ἡ μνήμη τοῦ
Ὁσίου Σίμωνος, ἡ δὲ ἀκολουθία τοῦ Ὁσίου ψάλλεται μετὰ τῶν ἀναστασίμων ὡς ἑξῆς:
Ἐν
τῷ μικρῷ Ἑσπερινῷ· ψάλλονται τὰ τροπάρια κατὰ τὴν τάξιν αὐτῶν· εἰς δὲ τὰ
ἀπόστιχα, πρῶτον ψάλλομεν τὸ α΄ ἀναστάσιμον, τοῦ Ἁγίου καὶ τῆς ἑορτῆς· καὶ
ἀπόλυσις.
Ἐν
δὲ τῷ μεγάλῳ Ἑσπερινῷ, μετὰ τὸ Ἀπόδειπνον, ὡς συνήθως ἡ Ἄγρυπνία, ἐν ᾖ ψάλλομεν
τὰ Ἀνοιξαντάρια διὰ τὴν ἑορτήν, ἢ τὸ Μακάριος ἀνήρ, εἰ δόξῃ τῷ Προεστῶτι. Εἰς
δὲ τὸ Κύριε ἐκέκραξα, ψάλλομεν ἀναστάσιμα δ΄, καὶ τοῦ Ἁγίου ς΄. Δόξα τοῦ Ἁγίου.
Καὶ νῦν τὸ α΄ Θεοτοκίον τοῦ ἤχου. Εἴσοδος μεγάλη, τὸ Φῶς ἱλαρόν, μετὰ μέλους,
τὸ Προκείμενον καὶ τὰ ἀναγνώσματα τοῦ Ἁγίου. Εἰς τὴν λιτήν, τὸ α΄ τῆς ἑορτῆς
καὶ τὰ τοῦ Ἁγίου. Καὶ νῦν, τῆς ἑορτῆς. Ἄπόστιχα, α΄ τὸ ἀναστάσιμον, εἶτα τὰ τοῦ
Ἁγίου. Δόξα τοῦ Ἁγίου. Καὶ νῦν, τῆς ἑορτῆς. τὸ Νῦν ἀπολύεις, τὸ Τρισάγιον,
ἀπολυτίκιον τοῦ Ἁγίου δις, καὶ τὸ Θεοτόκε Παρθένε ἀργὸν δίχορον, ἡ εὐλόγησις τῶν
ἄρτων.
Ἀκολούθως,
ἡ α΄ ἀνάγνωσις ἐκ τοῦ Ἄποστόλου ἤ τοῦ Εὐαγγελίου τῆς Κυριακῆς καὶ ὁ Ἑξάψαλμος.
Εἰς δὲ τὸ Θεὸς Κύριος, ἀπολυτίκιον τὸ ἀναστάσιμον, τοῦ Ἁγίου καὶ τῆς ἑορτῆς.
Μετὰ τὴν α΄ στιχολ. τοῦ ψαλτηρίου, τὰ ἀναστάσιμα καθίσματα κατὰ σειράν. Μετὰ δὲ
τὴν β΄ στιχολ. τὰ καθίσματα τοῦ Ἁγίου κατὰ σειράν, καὶ ἀνάγνωσις ἐκ τοῦ βίου
τοῦ Ἁγίου, εἶτα ὁ πολυέλεος, καὶ τὰ Εὐλογητάρια, ἀντί τοῦ Δόξα, καὶ νῦν. Εἶτα ἡ
Ὑπακοὴ τοῦ ἤχου, τὰ καθίσματα τοῦ Ἁγίου καὶ οἱ ἀναβαθμοὶ τοῦ ἤχου. Τὸ
Προκείμενον. τὸ Πᾶσα πνοὴ καὶ Εὐαγγέλιον τὸ Ἑωθινὸν κ.τ.λ. Εἶτα, οἱ κανόνες· ἐκ
τοῦ ἀναστασίμου, ὁ εἱρμὸς καὶ τὸ α΄ τροπάριον, ὁ α΄ τῆς ἑορτῆς εἰς δ΄· καὶ τοῦ
Ἁγίου οἱ δύο εἰς η΄. Καταβασία: Χριστὸς γεννᾶται. Ἄπὸ γ᾿ ᾠδής, κοντάκιον καὶ
οἶκος τὰ ἀναστάσιμα καὶ τὰ καθίσματα τοῦ Ἁγίου. Ἀφ᾿ ἕκτης, ψαλλομένου τοῦ
κοντακίου τοῦ Ἁγίου, κρούονται οἱ κώδωνες τῆς Ἐκκλησίας πανηγυρικῶς, ὁ δὲ
Ἀρχιερεὺς (εἰ τύχῃ), ἢ ὁ Καθηγούμενος, φέρων ἐπιτραχήλιον καὶ φελόνην, θυμιᾷ
τὴν Ἐκκλησίαν ἐκ τοῦ μέσου, εἶτα ψάλλει πρὸ τῆς εἰκόνος τοῦ Ἁγίου ἐπὶ τετραποδίου
τοὺς κδ΄ οἴκους τοῦ Ἁγίου κατὰ τὸν τύπον τοῦ Ἀκαθίστου. Εἶτα ἀναγινώσκεται ὁ
Συναξαριστής, ψάλλεται ἡ ζ΄ καὶ ἡ η΄. Εἰς δὲ τὴν Τιμιωτέραν ψάλλεται καὶ ἡ θ΄
ᾠδὴ τῶν κανόνων. Ἐξαποστειλάρια· τὸ ἀναστάσιμον τοῦ Ἁγίου· καὶ τῆς ἑορτῆς.
Ψαλλομένων δὲ τῶν Αἴνων, τελεῖται ἡ χρίσις τῶν ἀδελφῶν ἐκ τοῦ ἐλαίου τῆς
κανδήλας τοῦ Ἁγίου ὡς συνήθως. Τροπάρια δὲ ψάλλομεν δ΄ ἀναστάσιμα καὶ τοῦ Ἁγίου
δ΄. Δόξα τοῦ Ἁγίου. Καὶ νῦν, Ὑπερευλογημένη. Δοξολογία μεγάλη καὶ ἀπόλυσις,
Εἰς
τὴν λειτουργίαν· Τυπικά, καὶ οἱ Μακαρισμοί, καὶ ἐκ τῶν κανόνων τοῦ Ἁγίου ᾠδὴ γ΄
καὶ ς΄. Μετὰ τὴν εἴσοδον· ἀπολυτίκιον τοῦ Ἁγίου. Κοντάκιον τοῦ Ἁγίου καὶ τῆς
ἑορτῆς, Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ Ἁγίου καὶ τῆς Θεοτόκου. Εἰς τὸ Ἐξαιρέτως,
Ἄξιόν ἐστι. Κοινωνικόν, Εἰς Μνημόσυνον. Εἴδομεν τὸ Φῶς, Εἴη τὸ ὄνομα Κυρίου,
καὶ ἀπόλυσις.
ΕΝ Τῼ, ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρά προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
ἐπὶ πέτραν ἑστηκώς, τοὺς ὑπὲρ τὴν φύσιν ἀγῶνας, ἐτέλεις ἔνδοξε, ἔνθεν σε ὡς
ἴδιον ἀπεξεδέχετο, ἡ τρυφὴ ἡ ἀδάπανος· Ἀγγέλων ἡ δόξα, καὶ ἡ ἀνεκλάλητος τῶν
μακαρίων χαρά, ἧς περ γεγονὼς κληρονόμος, μέμνησο ἡμῶν τῶν τιμώντων, Σίμων
ἀξιάγαστε τὴν μνήμην σου.
Φρίκῃ
καὶ δειλίᾳ συσχεθείς, ἤγγισεν εἰς πύλας θανάτου, ὁ μὴ γινώσκων ποτέ, οἵαν χάριν
εἴληφας παρὰ Κυρίου σου· οἵαν δόξαν καὶ εὔκλειαν, βεβαίαν ἀγήρω· ἄληκτον
ἀνέκφραστον διὰ τοὺς πόνους σου· ὅτε παμμακάριστε Σίμων, εἶδέ σε ὑπνώττων ὁ
τάλας, τούτου τὸ ἀμφίβολον ἰώμενον.
Ῥέει
ἰαμάτων ποταμούς, πέμπει ἀρωμάτων ἀκτῖνας, βλύζει θαυμάτων πηγάς, Σίμωνος τὸ πάνσεπτον
καὶ θεῖον λείψανον· καὶ τὸ ὄνομα αὖθις δέ, τὸ τούτου ἐκβάλλει, δαίμονας
ὀξύτατα, τῶν προστρεχόντων αὐτῷ· δεῦτε βασιλεῖς πατριάρχαι, πλούσιοι καὶ
πένητες πάντες, τούτου τῶν χαρίτων ἐμφορήθητε.
Ὤ
πῶς ἀπεκάθηρας σοφῶς, φωλεὰν δαιμόνων τὴν οὖσαν, τὸ πρὶν ἀείμνηστε, Πέτραν καὶ
ἀνήγειρας ναὸν σεπτὸν τοῦ Χριστοῦ, μοναστῶν τε συνήθροισας, χορείας ἐν ταύτῃ,
αἴνεσιν προσάγοντας ᾀεί τῷ πάντων Θεῷ· οὓς χειραγωγῶν μὴ ἐλλείπῃς, καὶ πρὸς
βασιλείαν εἰσάγων, Σίμων οὐρανῶν ἀειμακάριστε.
Δόξα. Ἦχος α΄.
Διὰ
πολλῶν προκαθαρθεὶς Πάτερ ἀσκήσεων, τὴν περιμήκη Πέτραν ἀνῆλθες, ὡς ἄλλος Μωσῆς
ἐπὶ τοῦ ὄρους Σινᾶ, ὑπεισδὺς τὸν γνόφον τῆς θεωρίας· κἀντεῦθεν ὡς ἐκεῖνος Θεῷ
ἠγάπησαι· καὶ μυστηπόλος γενόμενος οὐρανίων διδασκαλιῶν, νέου Ἰσραὴλ ἡγεῖσθαι
ἠξίωσαι· ὃν καὶ τῇ ἰδίᾳ σεαυτοῦ ὁδηγίᾳ, εἰς τὴν ἄνω διέσωσας Ἱερουσαλήμ, καὶ
ἀπέλαβες μισθὸν τῶν καμάτων σου ἐν οὐρανῷ μὲν τὸ θεῖόν σου πνεῦμα, παρεστάναι
ἀμέσως τῷ θρόνῳ τοῦ Παντάνακτος. Ἐπὶ δὲ γῆς τὸ ἱερόν σου λείψανον, προχέειν
ἡμῖν μύρον εὐῶδες, παντοίας νόσου ἀλεξιτήριον· πρέσβευε οὖν σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν, τῆς ἑορτῆς, ὁ
αὐτός.
Ὁ
οὐρανὸς καὶ ἡ γῆ, σήμερον προφητικῶς εὐφραινέσθωσαν· Ἄγγελοι καὶ ἄνθρωποι,
πνευματικῶς πανηγυρίσωμεν· ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε, τοῖς ἐν σκότει καὶ σκιᾷ
καθημένοις, γεννηθεὶς ἐκ γυναικός. Σπήλαιον καὶ φάτνη ὑπεδέξαντο αὐτόν.
Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι. Μάγοι ἐξ ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα
προσάγουσιν· ἡμεῖς δὲ τὸν αἶνον ἀναξίοις χείλεσιν, ἀγγελικῶς αὐτῷ προσάξωμεν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἦλθε γὰρ ἡ προσδοκία τῶν ἐθνῶν· ἦλθεν
ἔσωσεν ἡμᾶς, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ.
Εἰς τὸν στίχον, στιχηρὰ
προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Φέρεις
σκέπων φρουρῶν, Πάτερ σὴν Πέτραν τήν δε, μέχρις αἰῶνος Σίμων, ἐπιβουλῆς
παντοίας, τὴν ποίμνην σου ῥυόμενος.
Στίχ.: Και ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Ἤχθης
ὡς ἐν Χωρήβ, ὁ ἐκ Θέσβης προφήτης, ἐν τῷ Ἄθῳ τῷ θείῳ, εἰσέδυς ὡς θεόπτης,
γνόφον Πάτερ τὸν ἄδυτον.
Στίχ.: Ὄρη τὰ ὑψηλὰ τοῖς ἐλάφοις.
Νύκτα
τὴν τῆς ψυχῆς, τῶν ληστῶν φυγαδεύσας, Σίμων Πάτερ τρισμάκαρ, φωτίζεις τούτους
αἴγλη, τῆς πίστεως πανόλβιε.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν
γῇ ἐρήμῳ καὶ ἀβάτῳ αὐλιζόμενος, τὸν σώζοντά σε Θεὸν προσεδέχου Πατὴρ ἡμῶν. Ὑπὸ
δὲ ἀστέρος διδαχθεὶς καινοτάτου, ἐπὶ τὴν Πέτραν ἑστηκότος, Μονὴν ἀνήγειρας
ἐπικληθεῖσαν νέαν Βηθλεέμ· καὶ πολλοὺς φοιτητὰς συνήθροισας, τύπος αὐτοῖς
γενόμενος. Καὶ Κρῆτες καὶ Ἄραβες πολέμιοι, τὰς ἀρετάς σου αἰδεσθέντες προσῆλθόν
σοι. Βασιλέως δὲ θυγατέρα δαιμονῶσαν, τῇ ἐπικλήσει σου ἐθεράπευσας, καὶ τὸν
ἀμφιβάλλοντά σοι, δι᾿ ὀνείρου ἐπιφανεὶς διωρθώσω· ἀλλὰ καὶ νῦν τῇ Τριάδι
παριστάμενος, πρέσβευε ὑπὲρ τῶν σῶν μαθητῶν Σίμων ἁγιώτατε.
Καὶ νῦν. Τῆς ἑορτῆς· ὁ
αὐτός.
Μάγοι
Περσῶν βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα, Βασιλέα οὐράνιον, ὑπὸ
λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα,
χρυσὸν καὶ λίβανον καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ
σπηλαίῳ, βρέφος κείμενον τὸν ἄχρονον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Πρὸς
τὸ Ἄσκητικῶς προγυμνασθείς,
Τὸν
περιλάλητον πιστοὶ Μυροβλύτην, καὶ πανυπέρτιμον Χριστοῦ μαργαρίτην, καὶ
μοναζόντων ἔρεισμα, καὶ θεῖον ἀσκητήν, πάντες εὐφημήσωμεν, πρὸς αὐτὸν
ἐκβοῶντες· Σίμων μάκαρ φύλαττε, ἐξ ἐχθρῶν ἐπηρείας· ἣν ἐδομήσω νέαν Βηθλεέμ,
ὁδηγηθεὶς δι’ ἀστέρος τρισόλβιε,
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.
Μετὰ
τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄,
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
Μυροβλύτου τὴν μνήμην ὕμνοις τιμήσωμεν· αὐτὸς γὰρ ὑπὲρ λόγον, ὑπεδέξατο χάριν,
δαίμονας ἐλαύνειν νόσων δεινῶν, ἀπαλάττειν τοὺς πάσχοντας, χειραγωγεῖν τε ἐκ
πλάνης πρὸς τὸν Θεόν, τοὺς αὐτὸν ᾀεὶ γεραίροντας.
Τῶν
οὐρανίων τὰ κάλλη κατοπτριζόμενος, καὶ σὺν Ἄγγέλοις Σίμων, αὐλιζόμενος μάκαρ,
καὶ θείας εὐφροσύνης ἄρτι σαφῶς, ἐμπιπλάμενος πρέσβευε, τοῦ λυτρωθῆναι κινδύνων
καὶ πειρασμῶν, καὶ πταισμάτων τοὺς τιμῶντάς σε.
Οἱ
καθορῶντες τὴν Πέτραν Σίμων ἐκπλήττονται, ἐν ᾗ οἰκῶν πῶς πάσας, τὰς τοῦ πλάνου
ἐνέδρας, κατέστρεψας γενναίως, καὶ οἶκον λαμπρόν, τῆς Χριστοῦ μου Γεννήσεως,
εἰς μνήμην πάτερ ἀνήγειρας εὐσεβῶς. Διὸ πίστει σὲ γεραίρομεν.
Ἕτερα
Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις,
εὐφραντικοῖς μέλεσιν, ἀνυμνήσωμεν τὸν Μυροβλύτην, Σίμωνα τοῦ Ἄθω τὸ καύχημα,
καὶ ὑπὲρ βροτοὺς ἀγγελόφρονα; τὴν τῶν μοναζόντων εὐωδίαν, τοῦ Πέτρου τοῦ
κορυφαίου τὸν συνώνυμον; καὶ Πέτρας τῆς ἑαυτοῦ ἀῤῥαγῆ θέμεθλον; Πέτρᾳ γὰρ ἄμφω
τὴν ποίμνην, λογικῶν προβάτων, ἐστερέωσαν τὴν αὐτῶν, Χριστῷ τῷ Θεοῦ Υἱῷ, καὶ
Υἱῷ τῆς Θεόπαιδος,
Ποίοις
μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Μυροβλύτην, τὸν ἀσκητικῶς διαπρέψαντα, καὶ
ἐν τῆ Πέτρᾳ μυρίσαντα, τὸ μυρεψικὸν τοῦ Πνεύματος δοχεῖον· τὸν οἶκον, ὃν ἡ
Σοφία ᾠκοδόμησε· τὸν στύλον, ὃν ὑπὲρ τοῦ Ἄθω ὑπήρεισε· βάσιν τὸν μέν, τὸν δὲ
σκέπην, λογικῶν προβάτων, τοῖς χαρίσμασι τοῖς αὐτοῦ· Χριστὸς ὁ Θεοῦ Υἱός, καὶ
Υἱὸς τῆς Θεόπαιδος.
Ποίοις,
προφητικοῖς ᾄσμασι, καταστέψωμεν τὸν θεοφόρον· Σίμωνα τοῦ Ἄθω τὸν πολιστήν, καὶ
τῆς δε τῆς Πέτρας τὸν ἑδραστήν; τὸ τῶν ἐν τῷ Ἄθῳ θεῖον θαῦμα· ἀλείπτην ἐν
καρτερίᾳτὸν σοφώτατον; διώκτην κακῶν πνευμάτων τὸν σφοδρότατον; Τούτῳ γὰρ
δέδωκε δόσιν, δύναμιν θαυμάτων, φυγαδεύειν τὸν δολερόν, Χριστὸς ὁ Θεοῦ Υἱός,
καὶ Υἱὸς τῆς Θεόπαιδος.
Δόξα. Ἦχος δ΄.
Τίσιν
ἔπεσι τὸν ὕμνον προσοίσω σοι; ἢ πῶς προσείπω σε, τὸ πάνσεπτον τῆς μορφῆς σου
περιδεῶς ἀσπαζόμενος ἐκτύπωμα; γλωσσῶν γὰρ σμῆνος οὐκ ἐξαρκεῖ, πολλῷ δὲ μᾶλλον
μία, καὶ αὕτη τοσοῦτον ῥυπαρά, ὅσον ἄμουσος· ἀλλ᾿ ἐπεί, σοὶ τῷ μιμητῇ τοῦ
Χριστοῦ, τὸ δυνατὸν φίλον πέφυκεν, ἀνάσχοιο παρ’ ἡμῶν ἀκούων· Χαίροις ἡ βάσις
τῆς οἰκείας Μονῆς, τοῦ Ἁγιωνύμου Ὄρους ὁ προμαχών, καὶ τοῦ κόσμου ὅλου ὁ πρὸς
Θεὸν διάπυρος πρεσβευτής. Χαίροις τὸ δοχεῖον τῶν ἀρετῶν, τῶν μοναζόντων ἡ
στήλη, καὶ τῆς Τριάδος ὁ πάνσεπτος οἶκος. Χαίροις ὁ τῶν δαιμόνων ἐλατήρ, τῶν
ἀσθενούντων ὁ ἰατρός, τῶν ἡσυχαζόντων ὁ τύπος, τῶν ποιμένων ὁ γνώμων, ἡ τερπνή
παραμυθία τῶν θλιβομένων, τῶν ἀομμάτων ἡ βακτηρία, καὶ ἡ ἀσφαλὴς ὁδηγία τῶν
πλανωμένων. Χαίροις ἡ πολυχεύμων κρήνη μύρου εὐωδιάζοντος, τῶν θαυμάτων ὁ
ἀείῤῥοος ποταμός, τῶν αἰωνίων ἀγαθῶν ὁ κληρονόμος, καὶ πρέσβευε ὑπὲρ ἡμῶν τῶν
πιστῶς σου τελούντων τὴν μνήμην τὴν πάντιμον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εὑφράνθητι
Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη
δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ· ὁ παράδεισος ἡμῖν ἠνεώχθη, ὁ ὄφις κατηργήθη· ἣν
γὰρ ἠπάτησε πρῴην, νῦν ἐθεάσατο, τοῦ δημιουργοῦ γενομένην Μητέρα· ὢ βάθος
πλούτου καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς
ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμω. Παντί, διὰ τῆς Θεοτόκου·
βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς ὁ παντέλειος Θεός· καὶ διὰ τοῦ τόκου παρθενίαν
σφραγίζει· σειρὰς ἁμαρτημάτων λύων διὰ σπαργάνων· καὶ διὰ νηπιότητος τῆς Εὔας
θεραπεύει τὰς ἐν λύπαις ὀδύνας· χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω·
ἀνακαλέσαι γὰρ αὐτὴν παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον
τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει
ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ
δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον,
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς
αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Ὁ
οὐρανὸς καὶ ἡ γῆ, σήμερον προφητικῶς εὐφραινέσθωσαν. Ἄγγελοι καὶ ἄνθρωποι,
πνευματικῶς πανηγυρίσωμεν· ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ
καθημένοις, γεννηθεὶς ἐκ γυναικός· σπήλαιον καὶ φάτνη, ὑπεδέξαντο αὐτόν.
Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι· μάγοι ἐξ ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα
προσάγουσιν· ἡμεῖς δὲ τὸν αἶνον ἀναξίοις χείλεσιν, ἀγγελικῶς αὐτῷ προσάξωμεν.
Δόξα ἐν Ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἦλθε γὰρ ἡ προσδοκία τῶν ἐθνῶν· ἦλθεν
ἔσωσεν ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ.
Εὐφραίνου
ὁ ἁγιώνυμος Ἄθως, εὐφροσύνην τὴν ἐν Θεῷ, τὸ ἐνδιαίτημα τῶν ὁσίων· ἰδοὺ γὰρ ἐν
τῇ ὑπωρείᾳ σου, ἐξήνθησε κρῖνον ἀμάραντον, ᾀειθαλὲς καὶ ᾀείζωον, ὁ τρισόσιος
πατὴρ ἡμῶν Σίμων, καὶ ἐπλήρωσεν εὐωδίας πνευματικῆς πᾶσαν σου τὴν περίοικον,
ἐξανατείλας τὴν τοῦ Πνεύματος ζωηρὰν παγκαρπίαν· διὸ καὶ ἡμεῖς τὰ τέκνα αὐτοῦ
συναχθέντες ἐπὶ τὸ αὐτό, πνευματικοῖς ᾄσμασι τερπνῶς ἀναβοῶμεν· τούτου
πρεσβείαις Κύριε, φώτισον τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄. Τὸν υἱὸν τῆς
βροντῆς.
Τὸν
Χριστοῦ μιμητήν, τὸν ἀνέσπερον λαμπρὸν φωστῆρα, τὴν μυροθήκην τῶν χαρισμάτων,
καὶ στήριγμα μέγιστον, τῶν ἐν τῷ Ἄθῳ πάντων καὶ ποδηγέτην· τὸν μεμυρισμένον
Σίμωνα τὸν Μυροβλύτην, μοναστῶν στίφη κατὰ χρέος εὐφημήσωμεν· οὗτος γὰρ ἄληκτον
ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, βίον ἐν τῆ γῇ ἔσχεν οὐράνιον, ἐν σαρκὶ ὡς ἄσαρκος
πολιτευσάμενος· ἔνθεν καὶ θαυμάτων χάριν πλουσίαν ἀπείληφε, δεικνύων ἡμῖν δι’
αὐτῶν, τὴν ἐν αὐτῷ μονήν τῆς Ἅγίας Τριάδος. Ὑφ᾿ ἧς λαμπρῶς μετὰ πότμον
δοξασθεὶς καὶ πρὸς φῶς προσπελάσας τὸ ἀληθινόν, μύρον βρύειν ἠξίωται· ὢ
θαύματος ἐκστατικοῦ, καὶ πράγματος ἐκπληκτικοῦ, ὅτι ὑλικὸς ὢν τῇ φύσει, ἴσος
γέγονε ταῖς ἀΰλοις οὐσίαις. Ἀλλ᾿ ὦ πατέρων κράτιστε, ὡς δόξῃ καὶ τιμῇ νῦν
κατηγλαϊσμένος, πρέσβευε τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς
κρίσεως.
Ἦχος πλ. α΄.
Τοῖς
ἀσκητικοῖς ἀγῶσι σαὐτὸν κατακοσμήσας, τῶν ἀπ᾿ αἰῶνος ὁσίων Σίμων μακάριε,
σύσκηνος γέγονας, τὴν αὐτῶν ζηλώσας ἄμεμπτον πολιτείαν, ἀπείληφας τὸ βραβεῖον
τῆς καρτερίας σου. Τὸ ἐπὶ τῆς Πέτρας οἰκοδομηθὲν ὑπὸ σοῦ σεμνεῖον κομπάζει τὰ
σὰ παλαίσματα· τὸ τοῦ Ἄθωνος ὄρος χαρμοσύνως σήμερον ἐπιτελεῖ τῆς κοιμήσεώς σου
τὴν πάνσεπτον ἑορτὴν. Διὸ πάτερ πανάγιε, ὄμβρισον καὶ ἡμῖν ψυχικὴν σωτηρίαν,
καὶ κινδύνων ἀφάρπασον, καὶ πάσης περιστάσεως, τοὺς ἐν πίστει ἐκτελοῦντας τὸ
ἱερόν σου μνημόσυνον.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
ἀναβῶμεν εἰς τὸν Ἄθω τὸν θεῖον, τὸν οἶκον τὸν εὐανθῆ τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν·
καὶ μυστικῶς κατοπτεύσωμεν τὴν δόξαν τοῦ μονογενοῦς αὐτῆς Υἱοῦ, πῶς φωτὶ
ἐδόξασε τὸν ὅσιον αὐτῆς καὶ λάτρην Σίμωνα· φωτὶ ἀπλέτῳ ἠγλαϊσμένον, φωτὶ
ἀστέρος τοῦ τρισηλίου· καὶ μετάσχωμεν τοῦ θείου μύρου αὐτοῦ νοητῶς· καὶ
ἀλογήσωμεν τρυφῆς φθειρομένης· καὶ σβέσωμεν τὸ πῦρ τῆς σαρκὸς τὸ ἄσβεστον τῆς
ἐπιθυμίας, καὶ λάβωμεν πλουσίας τὰς ἀντιδόσεις, παρὰ τοῦ ἔχοντος τὸ μέγα καὶ
ἄπειρον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μάγοι
Περσῶν βασιλεῖς, ἐπιγνόντες σαφῶς τὸν ἐπὶ γῆς τεχθέντα Βασιλέα οὐράνιον, ὑπὸ
λαμπροῦ ἀστέρος ἑλκόμενοι ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσόν,
καὶ λίβανον, καὶ σμύρναν, καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ σπηλαίῳ
βρέφος κείμενον τὸν ἄχρονον.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ μύρου θείου πλησθείς, μεμυρισμένε Σίμων μάκαρ ἀοίδιμε· τοῖς ῥείθροις γάρ σου
τῶν μύρων, εὐωδιάσας τερπνῶς, Ἄθω Πάτερ ὄρος τὸ θειότατον, τοῦ μύρου ἀπείληφας,
Μυροβλῦτα μακάριε, ἐπωνυμίαν, μύρον βρύων ἀένναον, ἐκ τοῦ θείου σου, μυριπνόου
σκηνώματος, μύρισον οὖν θεσπέσιε, τοὺς πόθῳ σου μέλποντας, μύρον τὸ θεῖον
θεόφρον, καὶ τὰς δυσώδεις ἀπέλασον, ἡμῶν ἁμαρτίας, τῶν πιστῶς σου ἐκτελούντων,
τὴν θείαν κοίμησιν.
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις,
ὁ μύρου χάριν λαβών, παρὰ τοῦ μύρου τοῦ καινοῦ Σίμων Ὅσιε· καὶ τούτου ἁγνὸν
δοχεῖον, καὶ μυροθήκη σεπτή, καὶ εὐῶδες σκεῦος δειχθεὶς πάντιμον, τοῖς μύροις
θαυμάτων σου, ὁ μυρίζων τοὺς ᾄσμασι, μύρον σου θεῖον, ὁλοψύχως γεραίροντας· καὶ
ἀκένωτον, χάριν βρύων τοῖς πίστει σου, μνήμην τὴν ἀεισέβαστον, μυρίσαι
ἐθέλουσι, μεμυρισμένοις ἐν ὕμνοις· καὶ τὰ δυσώδη μακάριε, ψυχῶν ἡμῶν πάθη,
ἀπελαύνων εὐωδίαις ταῖς μυριπνόοις σου,
Στίχ.: Ὄρη τὰ ὑψηλὰ τοῖς ἐλάφοις...
Χαίροις,
ὁ χάριν θείαν λαβών, μύρον ἐκβλύζειν Μυροβλῦτα πανόλβιε, καὶ πάντας εὐωδιάζειν,
ταῖς ἡδυπνόοις ὀσμαῖς, τῶν θαυμάτων Πάτερ τῶν ἐνθέων σου. Καὶ νῦν Σίμων Ἅγιε,
τοὺς πιστῶς σὲ γεραίροντας, καὶ τὸ σὸν μύρον, ἐν ᾠδαῖς ἀναμέλποντας, εὐωδίασον,
εὐωδίαις τοῦ Πνεύματος, χάριτος ἐμπιπλῶν ἀεί, λιταῖς εὐπροσδέκτοις σου, θείας
παμμάκαρ ὑψόθεν, καὶ παρρησίας ἀξίωσον, τυχεῖν καὶ ἐλέους, ἐν ἡμέρᾳ τῆς
δικαίας, δίκης θεόληπτε,
Δόξα. Ἦχος γ΄.
Ὁ
στερεωθείς ἐν τῆ Πέτρᾳ, ἐκ φωτοφανείας θεϊκῆς, ὡς ἄλλος Συμεών, Σίμων πατὴρ
ἡμῶν, συνωνύμως ἤνθησας ἐν τῷ Ἄθῳ εὐθαλῶς· μοναζόντων εὐωδία χρηματίσας, ὡς τοῦ
Ἁγίου Πνεύματος διαφανὲς ἀλάβαστρον· καὶ νῦν ἐν οὐρανοῖς ὑπάρχων πλήρης φωτὸς
ἀφάτου, πλήρης εὐοσμίας, πλήρης χαρᾶς, αἴτησαι ἀξιάγαστε, πᾶσι τοῖς εὐλαβῶς
τιμῶσί σου τὰ μνημόσυνα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς, ὁ
αὐτός.
Τοῦ
Κυρίου Ἰησοῦ γεννηθέντος, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐξ ἀνατολῶν ἐλθόντες μάγοι,
προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, καὶ τοὺς θησαυροὺς αὐτῶν προθύμως ἀνοίξαντες,
δῶρα τίμια προσέφερον· δόκιμον χρυσόν, ὡς Βασιλεῖ τῶν αἰώνων· καὶ λίβανον ὡς
Θεῷ τῶν ὅλων· ὡς τριημέρῳ δὲ νεκρῷ σμύρναν τῷ ἀθανάτῳ. Πάντα τὰ ἔθνη δεῦτε
προσκυνήσωμεν, τῷ τεχθέντι σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Πρὸς τὸ Ἄσκητικῶς προγυμνασθείς,
Τὸν
περιλάλητον πιστοὶ Μυροβλύτην, καὶ πανυπέρτιμον Χριστοῦ μαργαρίτην, καὶ
μοναζόντων ἔρεισμα, καὶ θεῖον ἀσκητήν, πάντες εὐφημήσωμεν, πρὸς αὐτὸν
ἐκβοῶντες· Σίμων μάκαρ φύλαττε, ἐξ ἐχθρῶν ἐπηρείας· ἣν ἐδομήσω νέαν Βηθλεέμ, ὁδηγηθεὶς
δι’ ἀστέρος τρισόλβιε.
Και τῆς ἑορτῆς.
Καὶ ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Τὴν
τοῦ μύρου ἐνέργειαν εἰληφώς, πρὸς τοῦ μύρου θεόφρον του νοητοῦ, Ἄθω
κατεμύρισας, Ὄρος Πάτερ τὸ ἅγιον, τὸν εὐανθῆ λειμῶνα, ἁγνῆς Θεομήτορος, καὶ
εὐωδίας πλείστων θαυμάτων ἐνέπλησας. Ὅθεν καὶ τοὺς ἤδη, τὸ σὸν μύρον ὑμνοῦντας,
καὶ μνήμην τὴν θείαν σου, ἐπαξίως γεραίροντας, δυσωδίας ἀπάλλαξον, ὦ Σίμων
παθῶν φθοροποιῶν, καὶ ἀξίους τῆς χάριτος ποίησον, τῆς ἐνθέου, σὺν σοὶ
ἀξιάγαστε.
Δόξα.
Ἕτερον. Ἦχος α΄. Τὸν Τάφον σου Σωτήρ.
Τριάδος
τῆς σεπτῆς, οἰκητήριον ὤφθης, ἐν Πέτρᾳ ἑδρασθείς, τῶν Χριστοῦ ἐνταλμάτων· διό
σε ἡ οὐράνιος, μετὰ πότμον ἐδέξατο, πανευφρόσυνος, τῶν ἐκλεκτῶν κατοικία, καὶ
παρέστηκας, σὺν Ἀντωνίῳ τῷ πάνυ, τῷ θρόνῳ τοῦ Κτίστου σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Ἐν
φάτνῃ δι᾿ ἡμᾶς, τῶν ἀλόγων ἐτέχθης, μακρόθυμε Σωτήρ, νηπιάσας βουλήσει·
ποιμένες δὲ σὲ ὕμνησαν, μετ’ Ἀγγέλων κραυγάζοντες· δόξα, αἴνεσις, τῷ ἐπὶ γῆς γεννηθέντι,
καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Τὸν
σταυρόν σου ἐπ᾿ ὤμων ἀναλαβών, καὶ σαυτὸν ἀρνησάμενος ἐμφανῶς, χαίρων
ἠκολούθησας, τῷ Χριστῷ Σίμων Ὅσιε, τρυφῆς δὲ ῥεούσης, καὶ δόξης ἠλόγησας, καὶ
τῶν τερπνῶν τοῦ βίου, ἐμφρόνως κατέπτυσας. Ὅθεν ἐν ἐρήμῳ, αὐλισθεὶς τῇ τοῦ Ἄθω,
δαιμόνων τὰς φάλαγγας, ἀνδρικῶς κατετρόπωσας, Μυροβλῦτα μακάριε. Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
Δόξα.
Ἕτερον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν
σοφέ, αἱ τῶν Ἄγγέλων στρατιαί, πῶς ἐν σώματι τελῶν, τὴν Ἀσωμάτων βιοτήν, ζηλῶν
ἐζήλωσας μάκαρ γενναιοφρόνως. Ὅθεν καὶ στεφάνους πλέξασαι, Σίμων Μυροβλῦτα
θεσπέσιε, ἀμαραντίνους ἄνωθεν, ἐνδόξως τῇ κορυφῇ σου ἐπέθηκαν· Χριστῷ οὖν
Πάτερ, ἀεί δυσώπει, ὑπὲρ τῶν εὐφημούντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς, ὅμοιον.
Ὁ
ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις
τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὤν,
ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ ὤν, ὁ οὐκ ἦν δι’ ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως,
μετέσχε τοῦ ἡμετέρου φυράματος· διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων
ἀναπληρῶσαι.
Μετὰ
τὸν πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑκ
τῆς Πέτρας ἤστραψας, φωστὴρ ὡς μέγας, καὶ τὸν Ἄθω ηὔγασας, τοῖς σαῖς ἐνθέοις
ἀρεταῖς, μεμυρισμένε Πατὴρ ἡμῶν, μυρίζων πάντας, τοὺς πόθῳ τιμῶντάς σε.
Δόξα.
Καὶ νῦν. τῆς Ἑορτῆς, ὅμοιον.
Ἑωσφόρος
ηὔγασεν, ἡ σεβασμία, τοῦ Ὁσίου κοίμησις, φαιδρυνομένη τοῦ Χριστοῦ, τοῖς
Γενεθλίοις καὶ στίλβουσα, χρυσὸς καθάπερ, ἡλίῳ λαμπόμενος.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄
ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄
17-23). (Ζήτει τῇ ΙΖ´ Ἰανουαρίου, τοῦ
Ὁσίου Ἀντωνίου): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου
πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς
Ἰουδαίας καὶ Ἱερουσαλήμ...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ὁ
τοῦ μύρου τὴν χάριν, βρύειν θεόθεν δεξάμενος, καὶ τὴν Πέτραν τὴν ἁγίαν τούτην,
δι᾿ ἀστέρος θείου χρηματισθείς, μάνδραν σεμνείου λογικοῦ ἀποφήνασθαι, καὶ ναὸν
τῶν Γενεθλίων τοῦ Σωτῆρος, ἐξ αὐτῶν τῶν κρηπίδων εἰς δόξαν δείμασθαι, Σίμων
πανσεβάσμιε, τὸ πάντων τῶν ἐν τῷ Ἄθῳ ἀκροθίνιον· παῤῥησίαν ὡς ἔχων πρὸς τὸν
τεχθέντα ἐν Βηθλεὲμ ἐκ Κόρης ἀπειράνδρου, ὡς δομήτωρ ταύτης τῆς νέας σῆς
Βηθλεέμ, αὐτὸν ἱκέτευε ἐκτενῶς, ἐλεηθῆναι τοὺς τὴν σὴν πανίερον μνήμην,
εὐφημοῦντας ᾄσμασιν.
Οἱ κανόνες· ὁ τῆς ἑορτῆς μετὰ τῶν
εἱρμῶν εἰς ς΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄.
Ὁ α΄ Κανὼν τοῦ Ὁσίου Σίμωνος.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἅρματηλάτην Φαραώ.
Σάλπιγγος
πλέον πρὸ ἡμῶν ἐκρότησε, Σίμων τρισμάκαρ τὰ σά, τὸ ἐχχυθὲν μύρον, τοῦ σεπτοῦ
λειψάνου σου, τὰ ἔνδοξα παλαίσματα· τοὺς λαμπρούς σου ἀγῶνας, τὰ ἱερώτατα
θαύματα, καὶ τὰ κατὰ δαίμονος τρόπαια.
Ἐν
τῇ στεῤῥᾷ τῆς ἀμωμήτου πίστεως, πέτρᾳ πεδήσας τὸν νοῦν, ἐπὶ πέτρας Σίμων,
σεαυτὸν ἐστήριξας· ἐντεῦθεν κατετρόπωσας τῶν δαιμόνων τὰ στίφη, ἐλπίδι θείᾳ
φραξάμενος, καὶ χειρὶ Θεοῦ κρατυνόμενος.
Ὁ
ἐφελκύσας ἐκ Περσίδος πρότερον, μάγους ἀστὴρ βασιλεῖς, Χριστοῦ γεννηθέντος,
οὗτος καὶ σοὶ δείκνυσι, χῶρον εἰς ὃν ἀνήγειρας φροντιστήριον Πάτερ, ἐν ᾧ πολλοὶ
διασώζονται, θείᾳ σου πρεσβεία. ῥωννύμενοι.
Θεοτοκίον.
Ἀπὸ
σπαργάνων ἐμαυτὸν ἐμίανα, ἔργοις καὶ λόγοις αἰσχροῖς· διὸ δυσωπῶ σε, τὴν ἁγνῶς
κυήσασαν, τὸν σπαργανοῦντα θάλασσαν, τῇ ὀμίχλῃ Παρθένε, καὶ ἱερῶς
σπαργανώσασαν, ῥῦσαί με παντοίας κολάσεως.
Ἕτερος κανὼν τοῦ Ὁσίου, ὑπόθεσιν ἔχων τὸ ἱερὸν αὐτοῦ μύρον, καὶ
τὰ θαύματα, ἅμα δὲ καὶ ἱκεσίαν.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον
καὶ ἀναβάτην.
Μύρου
ἐνθέου Πάτερ, ὑψόθεν ἐμφορηθείς, μυριπνόοις εὐχαῖς σου, πλουσίως καταμύρισον,
τὸν νοῦν μου πανεύφημε, τῇ ὀσμῇ τοῦ μύρου σου Μυροβλῦτα Σίμων θεόληπτε.
Νοῦν
τε καὶ τὴν καρδίαν, θεόφρον ἐκαθαρθείς, θείου μύρου ταμεῖον, σεπτὸν ἐγένου
Ὅσιε· ὀσμαῖς οὖν τοῦ μύρου σου, πάντας Πάτερ μύρισον, Μυροβλῦτα Σίμων θεόληπτε.
Θείων
ἐννοημάτων ἐκ βρέφους ἀναπλησθείς, ἐκλογῆς σκεῦος θεῖον, καὶ μύρου Πάτερ
πέφηνας, μυρίζων τοὺς ᾄσμασι, μύρον τὸ σὸν μέλποντας· Μυροβλῦτα Σίμων θεόληπτε.
Θεοτοκίον.
Θαῦμα
ἐν σοὶ τελεῖται, Παρθένε ὄντως φρικτόν· ὅτι μύρου τοῦ θείου, ἀλάβαστρον
γεγένησαι· παθῶν οὖν με Δέσποινα, δυσωδίας λύτρωσαι, μυροδόχε Κόρη θεόκλητε.
ᾨδὴ γ΄. Τοῦ Ἁγίου. Ὁ στερεώσας κατ΄ ἀρχάς.
Ῥωμαλεότητι
φρενῶν, παμμάκαρ ὠχυρωμένος, καὶ σαμψώνιον ἰσχὺν κεκτημένος. Λίθον ᾖροις
ἐμφανῶς, ὑπερμεγέθη πέλοντα, τὸν ἀκρογωνιαῖον, λίθον γὰρ εἶχες συλλήπτορα.
Δι’
ἐγκρατείας τῆς σαρκός, τὸ φρόνημα θανατώσας, ἐνεδύθης ζωηφόρον χιτῶνα, τῆς
νεκρώσεως διό, χωρητικὸν γεγένησαι, καὶ καθαρὸν δοχεῖον, τῶν χαρισμάτων τοῦ
Πνεύματος.
Ὀπίσω
χαίρων τοῦ Χριστοῦ, ἐξηκολούθησας μάκαρ, ἐπὶ ὤμων τὸν σταυρόν σου βαστάσας, τῇ
δυνάμει δὲ αὐτοῦ, πρὸς ἀπαθείας ἔφθασας, τοὺς νοητοὺς λειμῶνας, πεπλουτηκὼς
θείαν ἔλλαμψιν.
Θεοτοκίον.
Γένος
βροτῶν γονυκλιτῶς, τῶν σε τιμώντων Παρθένε, ἱκετεύει σε δακρύων ἐν ῥείθροις,
λυτρωθῆναι ἐκζητοῦν, τῆς τυραννίδος Δέσποινα, Ἀγαρηνῶν τοῦ κράτους· δὸς οὖν
Κυρία τὴν αἴτησιν.
Ἕτερος.
Ὁ πήξας ἐπ᾽ οὐδενός.
Ὁ
μύρου τὴν δωρεάν, θεόθεν δεξάμενος, ὡς καθηγνισμένος ἐνθέοις πράξεσι· μύρισον
κἀμὲ Πάτερ σοφέ, ὅλον καταχρανθέντα, ταῖς ἐναγέσιν ἐργασίαις μου, Σίμων
Μυροβλῦτα πανόλβιε.
Ὤ
πῶς σου ὁ ἐναγής, τὸ μύρον ὑμνήσαιμι, τὸ μυρίζον πάντας τοὺς σὲ γεραίροντας,
πόθῳ τε καὶ γνώμῃ ἀκλινεῖ, καὶ πίστει ἀδιστάκτῳ, καὶ κατ’ ἀξίαν ἀναμέλποντας,
Σίμων Μυροβλῦτα πανόλβιε.
Πολλή
σου ἡ πρὸς Θεόν, ἐδείχθη θεσπέσιε, παῤῥησία ὄντως καὶ μετὰ θάνατον· μύρον
βρύειν γὰρ ὡς ἐκ πηγῆς, ἠξίωσαι ἀφθόνως, τοῦ πανιέρου σου σκηνώματος, Σίμων
Μυροβλῦτα πανόλβιε.
Θεοτοκίον.
Ἐλύθη
ἡ τῆς ἀρᾶς δυσώδης κατάκρισις, τῇ σῆ μεσιτείᾳ Παρθένε ἄχραντε· ἐν σοὶ γὰρ ὁ μύρου
χορηγός, ὀφθεὶς τὴν εὐωδίαν, ὡς ἀγαθὸς ἡμῖν ἀνέβλυσε, μόνη μυροδόχε πανύμνητε.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας
ἱδρῶσιν ἀσκητικοῖς, κατασβέσας τὴν φλόγα τὴν τῶν παθῶν, πᾶσιν ἀνέβλυσας, τῶν
θαυμάτων τὸ πέλαγος, καὶ ἐν αὐτῷ ὡς δεύτερος, Μωσῆς κατεπόντισας, τὰ τῆς πλάνης
ἅρματα, δαιμόνων τὰς φάλαγγας. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, τὴν
πάνσεπτον μνήμην σου, Μυροβλῦτα πανθαύμαστε, Σίμων Πάτερ πανόσιε· πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
Δόξα,
ἕτερον. Ἦχος γ΄. Τὴν ὡραιότητα
Ὄναρ
τῷ γέροντι, σαὐτὸν ἐνέφηνας, τῷ ἀμφιβάλλοντι, ψάλλειν τῇ μνήμῃ σου,
ἐναποστάζοντα θυμοῦ, καὶ ἀπειλούμενον πάνυ· ὃς καὶ ἀνεγρόμενος ἐκ τοῦ ὕπνου τὸ
σθένος σου, ὕμνει καὶ ἐκήρυττε, τοῖς πατράσι τὸ ὅραμα· ὁ ἔβλεψε δειλίᾳ καὶ
φόβῳ, αἰτῶν συγχώρησιν μετὰ πόθου.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε
ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ
ἀστήρ, μετὰ τῶν μάγων ἀνατολῆς τῶν βασιλέων. Ἄγγελοι ὑμνοῦσιν ἀκαταπαύστως
ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον· Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον
ἐν σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
ᾨδὴ δ΄. Τοῦ Ἁγίου. Σύ μου ἰσχὺς Κύριε.
Σὺ
μοναστῶν, καύχημα σὺ καὶ ὑπόδειγμα, τῶν τιμώντων Ὅσιε τὴν μνήμην σου· σὺ τῆς
Μονῆς ἔρεισμα τῆς σῆς, σὺ καὶ πολιοῦχος, καὶ οἰκιστὴς καὶ πανάριστος, προστάτης
τε καὶ φύλαξ, τῶν ἀεὶ προβαλλόντων, πρὸς Θεὸν σὲ μεσίτην ἀείμνηστε.
Λίθου
παντός, τὸν νοῦν ὑπάρχων στεῤῥότερος, Πέτρᾳ Σίμων, οἶκον ᾠκοδόμησας, ἐν σεαυτῷ
Πέτραν τὸν Χριστόν, ἔχων ἐνοικοῦντα, καὶ νοερῶς καταυγάζοντα· ἐδείχθης τε
ὁσίων, ἀρετῆς σταθερότης, διαπρέψας ἐνθέοις χαρίσμασι.
Καταφυγή,
τοῖς λαγωοῖς πέτρα πέφυκεν, ἐκφυγοῦσι, κόσμου τῆς συγχύσεως, ὧν εἷς αὐτὸς ὤφθης
νοητός, ἐν γὰρ ἐρημίαις, τὸν βίον πάντα διήνυσας, προβαίνων ἀνενδότως, ἀπὸ
δόξης εἰς δόξαν, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν.
Θεοτοκίον.
Ἀειλαμπὲς
καὶ φωτοφόρον παλάτιον, σκοτισθεῖσαν τὴν ψυχήν μου φώτισον, ταῖς προσβολαῖς
Κόρη τοῦ ἐχθροῦ, ἡ τοῦ Προβολέως Πατρὸς τεκοῦσα τὸν σύνθρονον, Υἱὸν
ἀπειρογάμως, ὑπὲρ φύσιν καὶ λόγον, καὶ Παρθένος ἁγνὴ διαμείνασα.
Ἕτερος. Τὴν θείαν ἐννοήσας σου.
Τῆ
θείᾳ ἡδυνθεὶς πολιτείᾳ σου, Χριστὸς τὸ μύρον τὸ καινόν, μύρου σοι χάριν
παρέσχετο, εὐωδιάζειν τοὺς πάντας, ὦ Πάτερ Μυροβλῦτα θεόπνευστε.
Τοῦ
μύρου τοῦ ἐν σοὶ τὴν δαψίλειαν, ἀποναρκῶ ὁ ἐναγής, ἐπευφημῆσαι ὡς ἄξιου, καὶ ὡς
εἰκὸς ἀνυμνῆσαι, ὦ Πάτερ Μυροβλῦτα θεόπνευστε,
Πνευμάτων
τὴν ἰσχὺν ἐταπείνωσας, τῇ ἀῤῥαγεῖ σου τὴν ψυχήν, πέτρᾳ Χριστῷ δομησάμενος, καὶ
μύρου δέδεξαι χάριν, ὦ Πάτερ Μυροβλῦτα θεόπνευστε.
Θεοτοκίον.
Οἰκτείρησον
οἰκτίρμων ὑπάρχουσα, τοὺς σοὺς ἱκέτας ἀγαθή, καὶ μύρῳ θείῳ σου μύρισον, ὡς
νοητὴ μυροθήκη, ὦ Μῆτερ μυροδόχε θεόνυμφε.
ᾨδὴ ε΄. Τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Θείας
γνώσεως φέγγει, τοὺς ἐν τῇ σκοτίᾳ δεινῶν κατεφώτισας, καὶ υἱοὺς ἡμέρας,
ὑποθήκαις ταῖς σαῖς ἐναπέδειξας, τοὺς ἐπιδραμόντας, τὴν σὴν Μονὴν ἐξαφανίσαι,
τὴν γὰρ θείαν φρουρὸν εἶχες πρόνοιαν.
Διαπρέποντα
ὕψει, τῆς εὐαρεστήσεως Σίμων τοῦ Κτίστου σου, λογικῶν θρεμμάτων, ποιμενάρχην
αὐτὸς σὲ κατέστησε, ὁδηγοῦντα Σίμων, πρὸς νοητὴν καὶ θείαν μάνδραν, τοὺς τοῖς
σοῖς πειθαρχήσαντας ἔπεσι.
Προσευχαῖς
παννυχίοις, καὶ ταῖς πανημέροις πανόσιε στάσεσι, τοῦς ἐχθροῦ καθεῖλες, τὰ
ἐπίπλαστα Σίμων φαντάσματα· καὶ καλῶς ἀνέπτης, πρὸς θεωρίας θεῖον ὕψος,
ἀπαθείας φωτὶ ἀστραπτόμενος.
Θεοτοκίον.
Κυριώνυμε
Κόρη, μίαν ἐξαιτοῦμαί σε χάριν δοθῆναί μοι, ἵνα ὅταν ἔλθη, ὁ Υἱός σου τοῦ
κρῖναι τὰ σύμπαντα, μὴ ἀποπεμφθῆναι τῶν ἐκλεκτῶν τῆς κληρουχίας· τὴν ἐλπίδα μου
σοὶ γὰρ ἀνέθηκα.
Ἕτερος. Ὁ ἀναβαλλόμενος.
Ὕψους
ἐφιέμενος, ἀρετῶν Ὅσιε, εἰς ὄρος ἦλθες Ἄθω καὶ μύρον, χάριν βρύειν εἴληφας,
μετὰ τὸ σὸν τέλος, ὦ Μυροβλῦτα Ἅγιε.
Ἔστεψέ
σε Κύριος, δωρεῶν χάρισι, ποικίλας νόσους ἀποδιώκειν, καὶ πνεύματα κάκιστα,
φυγαδεύειν μάκαρ, ὦ Μυροβλῦτα Ἅγιε.
Ἰατῆρα
εὗρέ σε, Πάτερ σωτήριον, ὁ ἀπιστῶν σου τοῖς θαυμασίοις, καὶ μάγον ὡς ἄφρων σε,
καλῶν μετὰ πότμον, ὦ Μυροβλῦτα Ἅγιε.
Θεοτοκίον.
Κόσμον
ἡ καινίσασα, Κόρη τῷ τόκῳ σου, καταφθαρεῖσαν τὴν κληρουχίαν, τὴν σὴν νῦν
μετάγαγε, βιοτὴν πρὸς θείαν, ὦ μυροδόχε πάναγνε.
ᾨδὴ ς΄. Τοῦ Ἁγίου. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ
πόθος ὁ πρὸς Θεόν, καὶ ἔρως ὁ ἐκ καρδίας σου, καὶ ἡ θερμή σου στοργή, ὅλον
ἀνεπτέρωσε, φαιδρὸν ἐκτελέσασα, θεοφόρε Πάτερ, τῆς Τριάδος καταγώγιον.
Σχέσιν
ματαίαν λιπών, καὶ θείαν γνῶσιν κτησάμενος, τὴν φέρουσαν πρὸς Θεόν, στενὴν
Πάτερ ὥδευσας, τρίβον ὅθεν ἔφθασας, ἔνθα καταπαύει, τῶν ὁσίων ἡ ὁμήγυρις.
Ὁ
φωτοβόλος ἀστήρ, ὅν νυκτερεύων ἑώρακας, ψυχῆς σου τὸ καθαρόν, ἐδήλου θεόληπτε·
ἐν σοὶ γὰρ ἐπέλαμπε, πίστις καὶ ἀγάπη, καὶ ἐλπίς δῶρα τὰ πάντιμα.
Θεοτοκίον.
Ταγμάτων
ἀγγελικῶν, τὴν ἀσυγκρίτως ὑπάρχουσαν, ἁγιωτέραν πιστοί, ἐνδόξως ὑμνήσωμεν· αὕτη
γὰρ ἐγέννησε, συνουσίας δίχα, τὸν βουλῆς μεγάλης Ἄγγελον.
Ἕτερος.
Μαινομένην κλύδωνι.
Ὡς
ἐῤῥύσω ἄθραυστον, τὸν πεσόντα σαῖς θείαις λιταῖς, ἀφ᾽ ὕψους πολλοῦ Πάτερ
διάκονον, ῥῦσαι κἀμέ, ὡς Μυροβλύτης πανεύφημε.
Ὡς
βαρβάρους ἔσωσας, ἐκ τῆς πλάνης, ποίμνιον τὸ σόν, τοὺς διασπαράξαι
ἐφορμήσαντας, σῶσον κἀμὲ, ὡς Μυροβλύτης πανεύφημε.
Ὡς
τὸν μέγαν Ὅσιε, λίθον ἦρας, ἐν τῇ σῇ Μονῇ, καὶ τὸν λίθον ἆρον τῶν πταισμάτων
μου, ἐκ τῆς ψυχῆς, ὡς Μυροβλύτης πανεύφημε.
Ὡς
τὴν βασιλόπαιδα, δαιμονῶσαν τάχει σὺν πολλῷ, μετὰ τέλος μάκαρ ἐθεράπευσας οὕτω
χάμέ, ὡς Μυροβλύτης πανεύφημε.
Θεοτοκίον.
Λῦσον
νῦν τὰ σκάνδαλα, τὰ τὴν ποίμνην Δέσποινα τὴν σήν, δεινῶς ἐκταράττοντα, καὶ
ἕνωσιν δὸς ἀγαθήν, ὡς μυροδόχος πανάμωμε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς
τῶν ὁσίων ἀνυμνοῦμέν σε ἀκρέμονα καὶ Ἀποστόλων ὀπαδὸν καὶ ἰσοστάσιον, καὶ τοῦ
Ἄθω σεμνολόγημα καὶ φωστῆρα· δὸς οὖν Πάτερ καὶ ἡμῖν τὴν σὴν ἀντίληψιν, ὑπὲρ
πάντων ἐξαιτούμενος τὸν Κύριον, τῶν βοώντων σοι· Χαίροις Σίμων τρισόλβιε.
Ὁ οἶκος.
Φῶς
τὸ δίκην ἀστέρος, ἐξαστράψαν τῆ Πέτρᾳ, τῇ σοί κατῳκισμένῃ τρισμάκαρ, ἐν θεοπτίᾳ
αὐτὸ θεωρῶν, ἐν τῆ Γεννήσει τοῦ Χριστοῦ οὐρανόφωτον, ἐξίστασο θεόληπτος ἀκούων
ταῦτα·
Χαῖρε,
δι᾿ οὗ τὸ φῶς καθορᾶται·
χαῖρε,
δι᾿ οὗ τὸ σκότος γελᾶται.
Χαῖρε,
τοῦ πεμφθέντος φωτὸς ἡ διάδοσις·
χαῖρε,
τῶν χαρίτων Χριστοῦ ἡ ἐπίδοσις.
Χαῖρε
φῶς τὸ ἀστερόμορφον, ἀναβλέψας ὀφθαλμοῖς·
χαῖρε
σκότος τὸ θεήλατον, ἀπελάσας λογισμοῖς,
Χαῖρε,
ὅτι κατέστης ἄστρου ξένου διόπτρα·
χαῖρε,
ὅτι κατεῖδες ὑπὲρ μάγους ἀστέρα.
Χαῖρε
φωστήρ, ἀστέρων λαμπρότερε·
χαῖρε
λαμπτήρ, φωστήρων φανότερε.
Χαῖρε,
δι’ οὗ Βηθλεὲμ νεουργεῖται·
χαῖρε,
δι’ οὗ ἡ Ἐδὲμ κατοικεῖται.
Χαίροις Σίμων τρισόλβιε.
Συναξάριον.
Τῷ
αὐτῷ μηνὶ ΚΗ΄, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου
πατρὸς ἡμῶν Σίμωνος τοῦ Μυροβλύτου, τοῦ κτίτορος
τῆς ἐν τῷ Ἄθῳ Ἱερᾶς καὶ Σεβασμίας Μονῆς τῆς ἐπονομαζομένης Σίμωνος Πέτρας.
Σίμων ὑπερβὰς ἀστεροσκόπων θέαν.
Τὴν Βηθλεὲμ παρῆκε πρὸς πόλον θέων,
Εἰκάδι ὀγδοάτη βίοτον λίπε λυγρὸν ὁ
Σίμων.
Οὗτος
ὁ ἀοίδιμος πατὴρ ἡμῶν Σίμων ἤκμαζεν εἰς τὸ Ἅγιον τοῦτο Ὄρος τοῦ Ἄθω, ἐπι Μιχαὴλ
τοῦ Λατινόφρονος κατὰ τὸ 1256 ἔτος βασιλεύοντος ἐν Νικαίᾳ, ὅτε ἡ
Κωνσταντινούπολις ἐλατινοκρατεῖτο, ὅστις ἐπ᾽ ἀρκετὸν χρόνον ὑποταχθεὶς Γέροντι,
τῇ ἀδείᾳ καὶ εὐλογίᾳ αὐτοῦ κατῴκησε καὶ τοὺς ἀσκητικοὺς διαύλους διήνυσεν ἐν τῷ
ἄχρι σήμερον ὁρωμένῳ παρὰ τὴν ὁμώνυμον Μονήν σπηλαίῳ, οὐχί μόνον νοητῶς ἀλλὰ
καὶ αἰσθητῶς ὑπὸ τῶν δαιμόνων πολεμούμενος· ἔνθα προσευχόμενος ἐν καιρῷ νυκτός,
εἶδεν ἀστέρα οὐρανόθεν καταπτάντα, καὶ ἐπὶ τῆς Πέτρας ἐφ᾿ ἥν ὕστερον ἡ Μονὴ
ᾠκοδόμητο ἑστηκότα, ὅτε καὶ φωνῆς ἤκουσε θεϊκῆς οὐρανόθεν ἐπενεχθείσης, καὶ τὴν
ἵδρυσιν ἐπιταττούσης τῆς Μονῆς ἐπὶ τῆς Πέτρας. Οἱ δ’ ἐπί τούτῳ προσκληθέντες
καὶ ἐλθόντες, καθὰ ἐν τῷ κατὰ πλάτος βίῳ τοῦ Ὁσίου ἱστορεῖται οὐδόλως ἐπείθοντο
τοῖς λόγοις καὶ ὑποθήκαις αὐτοῦ, εἰς τὸ κτῖσαι τὴν θαυμασίαν ταύτην Μονήν, εἰμὴ
πρότερον εἶδον θαῦμα ἐξαίσιον. Τοῦ μοναχοῦ γὰρ προσιόντος αὐτοῖς ποτὸν εἰς τὸ
πιεῖν, καὶ τοῦ Ὁσίου λύπη συνεχομένου, αἴφνης κατέπεσεν ἐξολισθήσας ὁ μοναχὸς
εἰς τὸ βάθος τοῦ ῥεύματος ἀπὸ τῆς ἀκροτόμου ταύτης πέτρας κρατῶν τῇ μὲν μιᾶ
χειρὶ τὸ ἄγγος τοῦ οἴνου, τῇ δὲ ἄλλῃ τὸ ποτήριον, ὅ καὶ τοὺς οἰκοδόμους εἰς
θράσος ἀνοίκειον κατὰ τοῦ Ὁσίου ἐκίνησε, καὶ τὸν Ὅσιον εἰς περισσοτέραν λύπην
ἐβύθισε, πλὴν οὐχ ἠστόχησε τῆς ἐλπίδος ὁ Ὅσιος προσευχόμενος. Ποιῶν γὰρ τὸ
θέλημα τῶν φοβουμένων αὐτὸν ὁ Κύριος κατὰ τὸν ψαλμωδόν, αὐτὸς γὰρ ὁ ἀπὸ τοῦ
ὕψους καταπεσὼν μετ’ οὐ πολλῆς ὥρας ἀνέβη ἀπὸ τοῦ πλησίον μέρους μηδὲν παθών,
καὶ τὸ ἀγγεῖον καὶ τὸ ποτήριον εἰς χεῖρας κρατῶν ἀβλαβῆ μηδ’ αὐτοῦ τοῦ οἴνου
μηδεποσῶς ἐχχυθέντος. Ὅθεν καὶ οἱ οἰκοδόμοι τὸν Ὅσιον εὐλαβηθέντες ὡς θεῖον
ἄνδρα σὺν πόθῳ πολλῷ καὶ εὐλαβείᾳ τὴν Μονὴν ἵδρυσαν, καὶ μοναχοί ἐγένοντο ὑπ᾿
αὐτοῦ. Καὶ τὴν μὲν Ἐκκλησίαν ἐτίμησεν ἐπ᾿ ὀνόματι τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ κατὰ σάρκα Γεννήσεως, αὐτὴν δὲ τὴν Μονὴν Νέαν ἐπωνόμασεν Βηθλεέμ. Αὐτῷ
τῷ ἀστέρι καὶ ὀπτασίᾳ θείᾳ κατ’ αὐτὴν τὴν νύκτα τῆς τοῦ Χριστοῦ Γεννήσεως
θεόθεν ὁδηγηθείς, ἐν ᾗ καὶ θεαρέστως τελέσας τὸν βίον εἰς βαθύτατον γῆρας ἐλθὼν
πρὸς Κύριον ἐξεδήμησεν, ὁδηγὸς ἄριστος καὶ πατὴρ φιλότεχνος χρηματίσας τοῖς σὺν
αὐτῷ καὶ τοῖς μετ’ αὐτὸν πνευματικοῖς αὐτοῦ τέκνοις πολλοὺς αὐτῶν εἰς τὴν ἄνω
Ἱερουσαλήμ εἰσαγαγών, λόγοις καὶ ἔργοις διαλάμψας καὶ διδάξας αὐτοὺς κατὰ τὸ
Εὐαγγέλιον· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων κλπ. Και τὸ μὲν
ἱερὸν αὐτοῦ λείψανον τοῖς πᾶσιν ἐφαίνετο μύρον ἀναβλύζον ἀπὸ τοῦ τάφου αὐτοῦ.
Μετὰ δὲ ταῦτα κρίμασιν οἷς οἶδε Κύριος, αὐτό τε τὸ λείψανον καὶ ὁ πάνσεπτος
τάφος ἀφανὴς ἐγένετο, ἄγνωστος μέχρι τῆς δεῦρο τυγχάνων ἀποκρυβείς, ὅθεν καί
τις τῶν τῆς Μονῆς μοναχῶν αὐθαδῶς ἐβλασφήμει πλάνον τινὰ καὶ γόητα τὸν Ὅσιον
συκοφαντῶν, ᾧ τινι καθ’ ὕπνους ὁ Ἅγιος πλήρης δόξης καὶ φωτί ἀῤῥήτῳ φανεὶς σὺν
δυσίν αὐτοῦ ἁγίοις μαθηταῖς καὶ πληγάς τινας αὐτῷ τῆ ῥάβδῳ τοῖς ποσί κατενεγκὼν
κήρυκα αὐτὸν τῆς δόξης κατέστησεν, καὶ τῶν μεγάλων καὶ σημειοφόρων ἁγίων ἕνα
ὁμολογοῦντα τὸν Ὅσιον, οὗ ταῖς ἁγίαις πρεσβείαις καὶ τῶν αὐθημερὸν ἑορταζομένων
Ἅγίων Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νήφωνος τοῦ Κοινοβιάρχου, τοῦ ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθω,
προσέτι δὲ ἐν Ἰκαρίᾳ καὶ Σκιάθω ἀσκήσαντος.
Πηγνὺς μονὰς τὴν Θεοτόκον τιμώσας,
Νήφων ἀνορθοῖς σὸν ὑπόδουλον Γένος.
Οὗτος,
ἐγεννήθη ἐν τίνι χωρίῳ τῆς νήσου Χίου, καλουμένου Πατρικά. Νηπιόθεν
ἀπορφανισθειὶς ἀνετράφη ὑπὸ τίνος εὐλαβοῦς συγγενοῦς, ὑφ᾿ ἧς ἀνετέθη τῇ
προστασίᾳ τοῦ Τιμίου Προδρόμου. Ἐν νεαρᾷ ἡλικίᾳ ἦλθεν εἰς τὴν Βασιλεύουσαν, ἵνα
ἐμπορευόμενος κομίζηται τὰ πρὸς τὸ ζῆν.
Ὧδε
εὐρῶν, ἡμέραν τινά, τὸν φίλον αὐτοῦ καὶ ὁμοπάτριον φονευθέντα ὑπ’ Ἀγαρηνοῦ,
καταλείπει πᾶσαν μέριμναν βιοτικήν, ἀναχωρήσας διὰ τὸ Ἅγιον Ὄρος. Παραμείνας
ὀλίγον ἐν τῇ Μονῇ τῆς Μεγίστης Λαύρας, ἀπεσύρθη εἰς τὴν ἔρημον τῆς Καψάλας, τῇ
ἱερᾷ σκήτῃ τοῦ Παντοκράτορος.
Ἐνταῦθα
λαβὼν τὸ ἱερὸν σχῆμα, μετωνομάσθη ἀπὸ Νικολάου Νήφων. Φλεγόμενος ὅμως τῷ πόθῳ
τραχυτέρου βίου, ἀπεμακρύνθη τῆς σκήτεως, διάγων ἐν αὐστηρᾷ ἀσκήσει, μονοχίτων
καὶ ἀνυπόδητος.
Τῷ
φωτισμῷ ὅθεν τοῦ Ἁγίου Πνεύματος, καίτοι ἄμοιρος τῆς θύραθεν παιδείας, τοσούτον
ἐνέσκηψε ταῖς θείαις γραφαῖς, ὥστε ἐχρῆτο εὐχερῶς τοῖς λόγοις τῶν Πατέρων τῆς
Ἐκκλησίας.
Ὁ
ἀοίδιμος οὗτος Πατὴρ φλεγόμενος τῷ τῆς Θεοτόκου φίλτρῳ, ᾐσθάνετο ἁλλομένην τὴν
καρδίαν αὐτοῦ, ὁσάκις ἠσπάζετο τὴν ταύτης εἰκόνα. Ὅθεν, ὁ θεῖος ἀσκητὴς Νήφων
ἀναβὰς ἀπὸ δυνάμεως εἰς δύναμιν, ἐν ταπεινώσει πολλῇ, γέγονε τῆς θείας φύσεως
κοινωνὸς λαβὼν καὶ τῆς Ἱερωσύνης τὴν χάριν.
Ἐπεί
δὲ εἰς τὴν Ἀθωνικὴν Πολιτείαν ἐγένετο ταραχὴ περὶ τῶν κολλύβων, ὁ Ἱερὸς Νήφων
προασπισθεὶς μετ᾿ ἄλλων Πατέρων εἰς Βασιλεύουσαν τὰς ὀρθοδόξους παραδόσεις,
ἠναγκάσθη νὰ ἀναχωρήση ἐκ τοῦ Ἄθω. Μεταβὰς τοίνυν εἰς Χίον, Σάμον καὶ Πάτμον,
ἦλθεν εἰς Λειψοὺς καὶ εἰς Φούρνους, ἔνθα κτίζει μονύδρια εἰς μνήμην τοῦ
Εὐαγγελισμοὺ τῆς Θεοτόκου. Ὁμοίως ἀνήγειρε Μονήν, εἰς τὴν νῆσον Ἰκαρίαν, ἔχων
συνκτίτορα καὶ σύνοικον τὸν τῆς Κορίνθου Πρόεδρον, θεηγόρον Μακάριον.
Ἡ
Μονὴ αὕτη γέγονε καταφύγιον δυστυχῶν καὶ πενήτων, κατ’ ἄμφω περιθαλπομένων
φιλανθρωπία πολλή.
Κατόπιν
ὁ Ὅσιος πήγνυσιν εἰς Σκιάθον ἑτέραν Μονήν, καθιερωθεῖσαν καὶ πάλιν εἰς μνήμην
τοῦ Εὐαγγελισμού. Τὸ Ἱερὸν τοῦτο κοινόβιον ὑπάρχον μίμημα τῶν παλαιῶν ἐκείνων
κοινοβίων, κατὰ τὸν Ἅγιον Νικόδημον τὸν Ἁγιορείτην, ὤφθη ἐνδιαίτημα εὐλαβῶν
ἀσκητῶν, στοιχούντων τοῖς αὐστηροῖς ἤθεσι τῶν Ὁσίων Κολλυβάδων.
Ὁ
Ὅσιος Νήφων τοίνυν, ὡς φάρος τηλαυγὴς ἐφώτισεν εἰς μετάνοιαν πολλοὺς
ἀσωτεύοντας καὶ ληστρικῶς βιοῦντας, ἑλκύων θαυματουργικῶς εἰς τὸ φῶς τῆς
ἀληθείας. Πλήρης ἀγάπης καὶ εὐσπλαγχνίας πρὸς ὅλους, ἔλαβε τὸ χάρισμα τῆς
παραμυθίας, ὀνομασθεὶς νέος Ἅγιος Νικόλαος.
Ἐν
τέλει, προσβληθεὶς ὑπὸ βαρείας νόσου, ἀπῆλθε τῷ ποθουμένω Χριστῷ, τὴν ΚΗ´
(28ην) τοῦ μηνὸς Δεκεμβρίου τοῦ ἔτους αωθ΄ (1809), ἰώμενος παρευθὺς τοὺς αὐτοῦ
ἱκέτας. Εἰς τὴν θεαυγὴ τούτου συνοδείαν ἐφάνησαν ἀστέρες λαμπροὶ ἐν ἀρεταῖς
λάμποντες, ἐν οἷς καὶ ἄνδρες λόγιοι, ὡς καὶ ἀλεῖπται τῶν νέων μαρτύρων, τῶν
ποτισάντων τὴν φυτείαν τῆς Ἐκκλησίας καὶ στηριζόντων τὴν ὀρθόδοξον πίστιν. Ἐκ
τῶν καρπῶν τοίνυν φαίνεται καὶ τὸ ἀγλαὲς δένδρον. Καὶ γὰρ θεόπνευστος ὀφθεὶς
ὁδηγὸς ὁ θεήλατος Κοινοβιάρχης, ἐν γνώσει καὶ σοφίᾳ πνευματοφορήτῳ γέγονεν
ἀσφαλὴς κανὼν τοῖς μονασταῖς καὶ τοῖς πᾶσιν εὐήρατος. Ἀρθεὶς δὲ εἰς τὸ ὕψος τῆς
θεοπτίας, κατέστη ἐν διακρίσει μυσταγωγὸς ἄριστος. Ὑπῆρχε δὲ ὁ ἀοίδιμος κατὰ
τὸν χαρακτῆρα τοῦ σώματος, μετρίου ἀναστήματος, τὸν πώγωνα δασὺς καὶ πλατύς,
ἤρεμα προγάστωρ, ἔχων τὴν κεφαλὴν ὁλομᾶλλον καὶ δασεῖαν, τὴν ὄψιν ὠχράν, τὸ
βλέμμα φροντιστικόν, κατὰ δὲ τὴν ψυχὴν πραότης, εὐμένεια καὶ ζῆλος διέκριναν
αὐτόν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν
Νικομηδείᾳ καέντων.
Ὡς προσφοραί σοι, Σῶτερ, ἐξωπτημέναι,
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Τοῦ
βασιλέως Μαξιμιανοῦ, μετὰ νίκης ὑποστρέψαντος ἐκ τοῦ κατὰ τῶν Αἰθιόπων πολέμου
καὶ βουλομένου ἐπινίκια θῦσαι τοῖς Εἰδώλοις, γράμματα ἐπέμφθησαν πανταχοῦ,
συνελθεῖν προτρεπόμενα ἅπαντας ἐν Νικομηδείᾳ, εἰς προσκύνησιν τῶ παρ᾿ ἐκείνῳ
θεῶν. Ὁ δὲ Ἅγιος Ἄνθιμος, Ἐπίσκοπος ὢν τῆς τοιαύτης πόλεως, συναθροίσας ἐν τῇ
ὑπ᾿ αὐτὸν Ἐκκλησίᾳ τὸν τοῦ Χριστοῦ λαόν (ἦν γὰρ ἑορτὴ τηνικαῦτα τῆς Χριστοῦ
γεννήσεως), συνεώρταζεν αὐτοῖς, καὶ ἐδίδασκε τὴν ἀληθινὴν πίστιν. Μαθὼν δὲ
τοῦτο ὁ Μαξιμιανός, προσέταξε κύκλῳ τῆς Ἐκκλησίας τεθῆναι φρύγανα καὶ ἐξαφθῆναι
καὶ κατακαῆναι τοὺς χριστιανούς· ὅπερ γνοὺς ὁ Ἐπίσκοπος, σπεύσας καὶ βαπτίσας
τοὺς κατηχουμένους, τὴν θείαν ἱεουργίαν ἐπετέλεσε καὶ μετέδωκεν ἅπασι τοῖς
χριστιανοῖς τῶν Θείων καὶ ἀχράντων Μυστηρίων. Καὶ οὕτως ἀναφθέντων τῶν
φρυγάνων, ἐτελειώθησαν ἅπαντες. Ὁ δὲ Ἅγιος Ἄνθιμος διεφυλάχθη Θεοῦ χάριτι, ἵνα
καὶ ἑτέρους ὠφελήσας καὶ διὰ βαπτίσματος προσαγαγὼν τῷ Χριστῷ, διὰ πολλῶν
βασάνων πρὸς αὐτὸν μεταστῇ, τὴν τῶν οὐρανῶν βασιλείαν ἀποληψόμενος.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς
Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσσῃ βληθείς,
τελειοῦται.
Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,
Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.
Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Γοργόνιος καὶ Πέτρος, ἐν τῇ
θαλάσσῃ τελειοῦνται.
Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,
Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.
Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζήνων, ξίφει τελειοῦται.
Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,
Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.
Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαρδόνιος, πυρὶ
τελειοῦται.
Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,
Στέργοντα Χριστόν, καὶ στέγοντα πῦρ φλέγον.
Στέργοντα Χριστόν, καὶ στέγοντα πῦρ φλέγον.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δωρόθεος ὁ Πρεπόσιτος, ξίφει
τελειοῦται.
Ὁ Δωρόθεος τὴν κεφαλήν μου λέγει,
Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.
Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόφιλος ὁ Διάκονος,
λιθοβοληθείς, τελειοῦται.
Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,
Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.
Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γλυκέριος ὁ Πρεσβύτερος, πυρὶ
τελειοῦται.
Ὁ Γλυκέριος εἰς τὸ πῦρ βεβλημένος,
Ἔφη· Γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.
Ἔφη· Γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.
Μετὰ
τὸ ἀποφήνασθαι τὸν μιαρὸν Μαξιμιανόν, τοῦ καῦσαι τοὺς ἁγίους Δισμυρίους ἐν τῇ
Ἐκκλησίᾳ, ἐκέλευσε καὶ τοὺς ἔξω τῆς πυρᾶς καὶ τῆς Ἐκκλησίας ἀπολειφθέντας
χριστιανοὺς φονευθῆναι. Φονεύεται δὲ ὁ Ἅγιος Ἴνδης, καὶ Γοργόνιος, καὶ Πέτρος,
λίθοις προσδεθέντες καὶ ἐν θαλάσσῃ ῥιφέντες. Ὁ δὲ στρατηγὸς Ζήνων, συντριβεὶς
τὴν ὄψιν καὶ τοὺς ὀδόντας μετὰ λίθων, σὺν Δωροθέῳ τῷ Πρεποσίτῳ, τὴν κεφαλὴν
ἀποτέμνονται. Μαρδόνιος πυρὶ φλέγεται. Μυγδόνιος εἰς βόθρον ἐμβάλλεται.
Γλυκέριος ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται. Θεόφιλος ὁ Διάκονος, τὴν γλῶσσαν
τμηθείς, ἐν τῷ κάμπῳ λιθοβολεῖται· καὶ ἕτεροι πολλοὶ κατ᾿ ἐκείνην τὴν ἡμέραν,
τὸν τῆς μαρτυρίας ἐδέξαντο στέφανον.
Τῇ
αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ
τελειοῦται.
Ἕκτην συνάπτω ταῖς φρονίμοις Παρθένοις,
Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.
Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.
Ἡ
ἁγία Μάρτυς Δόμνα ὑπῆρχεν ἐπὶ Μαξιμιανοῦ, ἐν πόλει Νικομηδείας, ἱέρισσα τοῦ ἐν
τῷ παλατίῳ Δωδεκαθέου. Ἐντυχοῦσα δὲ ταῖς Πράξεσι τῶν ἁγίων Ἀποστόλων, καὶ ταῖς
Ἐπιστολαῖς τοῦ ἁγίου Παύλου, καὶ παρ᾿ αὐτῶν τὴν ψυχὴν φωτισθεῖσα καὶ τὴν
ἀληθινὴν πίστιν μαθοῦσα, ἐπίστευσε τῷ Χριστῷ, καὶ βαπτίζεται παρὰ Κυρίλλου
Ἐπισκόπου Νικομηδείας, ἅμα τῷ εὐνούχῳ Ἴνδῃ, καὶ ἄλλοις πολλοῖς· καὶ ἀπὸ τότε,
εἴτι ἐλάμβανεν ἀπὸ τοῦ παλατίου, ἐδίδου τοῖς πτωχοῖς. Διαγνωσθεῖσα δὲ παρὰ τοῦ
Ἀρχιευνούχου καὶ μέλλουσα τιμωρεῖσθαι, προεφασίσατο παραφροσύνην, καὶ ἀπεστάλη
εἰς τὸν Ἐπίσκοπον, ἵνα θεραπευθῇ· καὶ ἦν μετὰ τῶν χριστιανῶν. Ὁ δὲ Μαξιμιανός,
ὑποστρέψας ἀπὸ τοῦ ταξειδίου, ἐζήτει τὴν Δόμναν, καὶ μὴ εὑρὼν ἐπικράνθη· καὶ
προσέταξεν ἀποθανεῖν πάντας τοὺς χριστιανούς, ὃ καὶ γέγονεν. Τότε ἡ ἁγία Δόμνα
ἀνελαμβάνετο τὰ τῶν ἁγίων Λείψανα καὶ ἔθαπτε· καὶ γνωσθεῖσα, ἀπετμήθη τὴν
κεφαλήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεκοῦνδος, ξίφει
τελειοῦται.
Γίνου, Σεκοῦνδε, καὶ σὺ Μάρτυς ἐκ
ξίφους,
Καὶ Μαρτύρων κάλλιστα λάμβανε γέρα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Βαβύλας, ἐν εἰρήνῃ τελειοῦται.
Ἅπαν Βαβύλας ὑλικὸν ῥίψας βάρος,
ἄϋλος εἰς ἄϋλον ἥκει χωρίον.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Τοῦ Ἁγίου Θεοῦ συγκατάβασιν.
Ἡμέρα
χαρμόσυνος, ἡμέρα ὄντως λαμπρὰ καὶ εὔσημος, ἐν ᾗ ὦ Σίμων μετέβης, ἐκ τῶν
προσκαίρων πρὸς τὴν ἐκεῖθεν θείαν κατάπαυσιν, καὶ σὺν Ἀγγέλοις βοᾷς
εὐφραινόμενος· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Ψυχῶν
καὶ σωμάτων σε, εὐμοιρηκότες θεῖον ἀκέστορα, τῶν παθῶν θεοφόρε, καὶ πάσης
βλάβης δαιμονιώδους ὁρμῆς, σαῖς εὐπροσδέκτοις πρεσβείαις λυτρούμεθα· Εὐλογητὸς
ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Τροποῦται
τοῖς βέλεσι, τῶν πρεσβειῶν σου ὁ τῶν δαιμόνων ἑσμός, φυγαδεύει δὲ τούτους, καὶ
διαλύει ὡς ἐν καμίνῳ ὕλην τὸ πῦρ, τὸ σὸν ᾀδόμενον πάνσεπτον ὄνομα, καὶ βεβαιοῖ
βασιλίς, θεραπευθεῖσα ποτέ.
Θεοτοκίον.
Τὴν
ἄφατον κένωσιν, ἡ κτῖσις πᾶσα, ἐκπληττομένη Ἁγνή, τοῦ ἐκ σοῦ σαρκωθέντος, ἐν
εὐφροσύνῃ ἀγαλλομένη πολλῇ, καὶ ἐν αἰνέσει κραυγάζει χορεύουσα· Εὐλογητὸς ὁ
Θεός, ὁ διὰ σοῦ μεθ’ ἡμῶν.
Ἕτερος.
Ὁ ὑπερυψούμενος.
Φύλαττε
τήν ποίμνην σου, ἀνωτέραν Ὅσιε, δαιμόνων κακώσεως, ὁ δ’ ἀστέρος θείου αὐτὴν
σοφὲ οἰκοδομήσας, Μυροβλῦτα Σίμων Πάτερ.
Μύρῳ
χρισθεὶς Ὅσιε, τοῦ Ἁγίου Πνεύματος, εὐῶδες θυμίαμα, τοῦ Χριστοῦ γεγένησαι, ἡμᾶς
εὐωδιάζον, Μυροβλῦτα Σίμων Πάτερ,
Πόθῳ
τοὺς ὑμνοῦντάς σου, μύρον τὸ πανίερον, καὶ πίστει γεραίροντας, μνήμην σου τὴν
ἔνθεον, φωτὸς ἀῤῥήτου πλῆσον, Μυροβλῦτα Σίμων Πάτερ.
Θεοτοκίον.
Ἡ
τὸ μύρον πάναγνε, τὸν Θεὸν γεννήσασα, τοῖς δούλοις σου Δέσποινα, αὐτὸν
ἐξιλέωσαι, τοῖς πόθῳ σε, τιμῶσι, μυροδόχε Παναγία.
ᾨδὴ η΄. Τοῦ Ἁγίου. Ἑπταπλασίως κάμινον,
Τῷ
ἀγνοοῦντι τάλανι, καὶ ἀφρόνως διστάζοντι, ἣν πρὸς τὸν Δεσπότην, παῤῥησίαν
ἔσχηκας, καὶ μὴ κατανεύσαντι, ἐπιλεῖν σου τὴν ἑορτήν, ὤφθης ἀπειλῇ, τὸ
δυσπειθὲς ἐπισείων, τῆς τούτου διανοίας, ὡς αὐτὸς ἐμαρτύρει, μεταμεμελημένος,
ἐν ἐξομολογήσει.
Λαμπρὰ
ἡμῖν πανήγυρις, τοῦ Ὁσίου ἐπέλαμψε, πάντων ὀρθοδόξων τὰς ψυχὰς φωτίζουσα,
θαυμάτων ταῖς λάμψεσι, καὶ ταῖς ποικίλαις χάρισι, καὶ πανευλαβῶς, προτρέπουσα
ἀνακράζει· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Χειρὶ
Θεοῦ σκεπόμενος, τὰς ἐνέδρας ἐξέφυγες, τὰς τοῦ παλαμναίου, πειρωμένου κλέπτειν
σου, τὴν θέρμην τοῦ Πνεύματος, ἐκλύειν δὲ τὸ σύντονον, τῆς ἀσκητικῆς, κατὰ
Χριστὸν πολιτείας, κατέῤῥαξας δὲ Σίμων, τὰς αὐτοῦ κακουργίας, σταυροῦ τοῦ
ζωηφόρου, τῆ παναλκεῖ δυνάμει.
Θεοτοκίον.
Ἀπὸ
περάτων πάναγνε, ἐκ περάτων τῆς κτίσεως, καὶ οἱ ἀπ᾽ αἰῶνος γεννηθέντες δίκαιοι,
καὶ πάντες διδάσκαλοι, ὅλῳ τῷ σθένει τὴν σὴν ᾠδήν, λόγοις ἱεροῖς, ἐν εὐφροσύνῃ
κοσμοῦσιν, ἀλλ᾿ οὔπω τῆς ἀξίας, ἄχρι τοῦδε Παρθένε, ἀφίκετό τις ὅλως μεγίστη
σου ἡ δόξα!
Ἕτερος. Σοὶ τῷ παντουργῶ.
Σὲ
ὁ παντουργός, καὶ παντεπόπτης μάκαρ, ὡς ἥλιον τέθεικε, μονασταῖς λάμποντα, τοῖς
ἐν τῷ Ἄθῳ, σεμνῶς βεβιωκόσιν, οὓς καὶ περιφρούρει, ὑψόθεν Μυροβλῦτα.
Ὄρθρος
νοητός, τοῖς ἐν σκοτίᾳ ὤφθης, πταισμάτων μακάριε, φῶς ἐπιγνώσεως, πᾶσιν
αὐγάζων, τοῖς πόθῳ σε ὑμνοῦσι, καὶ εἰς τοὺς αἰῶνας, αἰνοῦσι Μυροβλῦτα.
Ὡς
θεοφεγγής, τῶν μοναζόντων στύλος, δειχθεὶς Σίμων Ὅσιε, καὶ ἡμᾶς φώτισον,
ἐσκοτισμένους, τοῖς πάθεσι τοῦ βίου, ἵνα σε ἀπαύστως, τιμῶμεν Μυροβλῦτα.
Θεοτοκίον.
Τέξασα
ἡμῖν, ἁγνὴ τὸ θεῖον μύρον, τοὺς δούλους σου Δέσποινα, κατευωδίασον, τοὺς τῆ σῇ
ποίμνῃ, ἐμμένοντας ἐνθέως, ὅπως σὲ ὑμνῶμεν ἁγία Θεοτόκε.
ᾨδὴ
θ΄. Τοῦ Ἁγίου. Ἐξέστη ἐπί τούτῳ.
Γηΐνης
προσπαθείας ἠλογηκώς, τῆς πατρίδος οὐδόλως ἐφρόντισας, καταλιπεῖν, μνήμην
βραχυτάτην ἡμἶν τῆς σῆς, καὶ τῶν πολλῶν καμάτων σου, καὶ τῶν γεννητόρων Σίμων τῶν
σῶν, τοῖς πόθῳ σὲ τιμῶσι, καὶ πίστει καταγγέλλειν, τὰ σὰ φιλοῦσι προτερήματα.
Ἀγώνων
τε καὶ πόνων ἀσκητικῶν, ἀντηλλάξω ζωὴν τὴν αἰώνιον, ὅθεν ἀεί, βλέπεις ἅπερ
βλέπουσι τηλαυγῶς, προφῆται καὶ ἀπόστολοι, μάρτυρες καὶ ὅσιοι καὶ χαρᾶς,
μετέσχες τοῦ Δεσπότου, πρεσβεύων ὑπὲρ πάντων, Σίμων ἡμῶν τῶν ἀνυμνούντων σε.
Πλουσίας
ἀντιδόσεις παρὰ Θεοῦ, εἰληφὼς τῶν ἀμέτρων καμάτων σου, πρόστηθι νῦν, ῥῦσαι με
παμμάκαρ τῶν συμφορῶν, καὶ τῶν ἐχθρῶν τὴν ἔπαρσιν, σύντριψον διόλου τῶν μὴ
καλῶς, τὰ ἔννομα φρονούντων, καὶ μὴ παρομαρτούντων, ταῖς τῶν πατέρων
παραδόσεσι.
Θεοτοκίον.
Ἰάσω
προπατόρων τὴν συντριβήν, τὸν Σωτῆρα τοῦ κόσμου κυήσασα, ὃν ὡς Θεόν, ἄχραντε
δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἀνυμνολογούντων σε, ἵνα λυτρωθῶμεν ἐκ τῶν παθῶν, καὶ τῆς
ἀτελευτήτου, κολάσεως Παρθένε, οἱ εὐσεβῶς σὲ μεγαλύνοντες.
Ἕτερος.
Ἡσαΐα χόρευε.
Νῦν
ὡς παριστάμενος, ἐν ὑψίστοις τῷ παμβασιλεῖ, λιτὰς ὑπὲρ ἡμῶν ποιοῦ ἐκτενῶς, τῶν
πίστει καὶ πόθῳ τε εἰλικρινεῖ, μνήμην τὴν σεπτήν, ἀνευφημούντων σου, Μυροβλῦτα
Σίμων Ὅσιε.
Τὴν
πληθὺν παράλαβε, τῶν ἐν Ἄθῳ ὄρει τῷ σεπτῷ, λαμψάντων τηλαυγῶς, καὶ ὑπὲρ αὐτοῦ,
τῷ Κτίστῃ προσάγαγε, πάσης δεινῆς ἄψαυστον ἀεί, βλάβης φυλάττεσθαι, Μυροβλῦτα
Σίμων Ὅσιε.
Τὴν
ᾠδὴν πεπλήρωκα, σοὶ θαῤῥήσας Πάτερ ὁ οἰκτρός, καὶ σὴν ἐπικληθείς, θείαν ἀρωγήν·
τὰ σὰ γοῦν δεξάμενος, ἀπὸ τῶν σῶν χάριτος τῆς σῆς, νῦν μὲ ἀξίωσον, Μυροβλῦτα
Σίμων Ὅσιε.
Θεοτοκίον.
Οὐδείς
σου πανύμνητε, ἄνευ σθένει σωθῆναι βροτῶν, προσπίπτοντες οὖν σοί, πάντες
ἐκτενῶς, βοῶμεν πανάχραντε, σῶσον ἡμᾶς τοὺς ἁμαρτωλούς· σοὶ γὰρ πεποίθαμεν,
Θεοτόκε Κόρη πάνσεμνε.
Ἐξαποστειλάριον, Τοῖς
Μαθηταῖς συνέλθωμεν.
Μύρον
Χριστὸς ὁ Κύριος, μεθεκτόν τε καὶ πρῶτον· μύρον καὶ σὺ μακάριε, δεύτερον καὶ
μετέχον· τὸ γὰρ σεπτόν σου λείψανον, τὴν ἀρχὴν ἐξ ἐκείνου, λαβὸν δοχεῖον
γέγονε, μύρου θείου καὶ πᾶσι, πανευλαβῶς προσιοῦσιν, ἴαμα νοσημάτων. Διὸ
ἀνευφημοῦμέν σε, Σίμων Ὅσιε Πάτερ.
Ἕτερον. Γυναῖκες
ἀκουτίσθητε.
Μεγάλως
σὲ ἐδόξασε, καὶ ἐπὶ γῆς ὁ Κύριος· χάριν γὰρ εἴληφας Σίμων, ἰᾶσθαι πάθη ποικίλα,
δαίμονας ἀπελαύνειν τε, καὶ προλέγειν τὰ μέλλοντα· σώφρονας τ’ ἐπιδείκνυσθαι,
τοὺς βλασφημοῦντάς σε Πάτερ, κατ’ ὄναρ τούτους παιδεύων.
Ἕτερον.
Ἐπεσκέψατο ἡμᾶς.
Ὁ
ὑπέρλαμπρος ἀστήρ, τῆς Ἐκκλησίας ηὔγασε, καὶ συγκαλεῖ τῶν εὐσεβῶν, τὴν ἱερὰν
ὁμήγυριν· δεῦτε συμφώνως ἅπαντες, μετάσχωμεν τῶν τούτου, τερπνῶν ἐπιλάμψεων.
Τῆς
ἑορτῆς, ὅμοιον.
Ἐπεσκέψατο
ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν· καὶ οἱ ἐν σκότει καὶ σκιᾷ,
εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου, ἐτέχθη ὁ Κύριος.
Εἰς
τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὄμβροις τῶν δακρύων ἔσβεσας, πυρκαϊὰς τῶν παθῶν, καὶ
ψυχῆς σου τὴν αὔλακα, καρποφόρον ἔδειξας, τῇ νηστείᾳ τρεφόμενος, καὶ ἀγρυπνίᾳ
καταρδευόμενος, τῆ προσευχῇ τε ὡραϊζόμενος. Ὅθεν ἀπέδωκας, τὸν ἑκατοστεύοντα ὡς
γῆ καλή, καρπὸν τῷ Κυρίῳ σου, Σίμων ἀοίδιμε.
Πέτρᾳ
στηριχθεὶς πανόσιε, τῶν τοῦ Θεοῦ ἐντολῶν, ἐπὶ Πέτρας ἀείμνηστε, τὴν καλύβην
ἔπηξας, Γολιάθ τε τὸν πάγκακον, ἐκσφενδονίσας τέλεον ἔκτεινας, κατασυντρίψας
τούτου τὰ βέλεμνα· ὅθεν ἐπλούτησας, Δαβὶδ τὴν πρᾳότητα παρὰ Θεοῦ, τρόπαιον
περίδοξον, Σίμων στησάμενος.
Φέγγει
νοητῷ πανόλβιε, καταλαμπρύνας τὸν νοῦν, πρὸς τὴν νύσσαν ἐβάδισας τοῦ φωτὸς
ἀνάπλεως, καὶ τὸ σκότος παρέδραμες, τῆς ἐπικήρου δόξης καὶ τέρψεως, καὶ ἐν
ἁγίων μοναῖς κατήντησας· ἔνθα γηθόμενος ἀπολαύεις πάντοτε τῆς ἐν Ἐδέμ, ἀκηράτου
βρώσεως, Σίμων θεούμενος.
Σὺ
καθυπείκων τοῖς νεύμασι, τοῦ παντεπόπτου Θεοῦ, παρ’ αὐτοῦ Πάτερ ἔλαβες, χάριν
τῶν ἰάσεων καὶ διώκειν τὰ πνεύματα, τῆς πονηρίας, ἐκ τῶν ἐν πίστει σε,
προσκαλουμένων θεομακάριστε. Ὅθεν τιμῶμέν σε, καὶ τὴν θείαν μνήμην σου
χρεωστικῶς, πίστει ἑορτάζομεν, Σίμων τρισόλβιε.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
πᾶσαι τῶν μοναστῶν αἱ χορεῖαι, καὶ τῶν ἐθνῶν αἱ πατριαί, αἱ ὑπὸ μίαν ὀρθόδοξον
πίστιν τελοῦσαι, καὶ ἐνωτίσασθε, τίνες αἱ ἀρχαὶ τοῦ μύρου, καὶ τὰ αἴτια τῶν
θαυμάτων, δι’ ὧν ὁ μέγας Σίμων, ὁ τοῦ Χριστοῦ μου μιμητής, ὡραϊζόμενος
μακαρίζεται· πεφύκασι δὴ αἱ φαειναὶ αὗται ἀρεταί, ὡς ἔνεστιν εἰκάζειν· τῶν
ἐπιγείων ἡ ὑπερφρόνησις· τῶν οὐρανίων ὁ ἔρως· ἡ ἐπίμονος ἀϋπνία· τὸ τῆς
προσευχῆς ἀπερίσπαστον ἡ ἀκτησία τῶν φθειρομένων τὸ εὔτακτον τῆς ψαλμωδίας, τὸ
διηνεκὲς καὶ ᾀείῤῥυτον δάκρυον, τὸ δίκην ὕδατος ἐκ τῶν ὀφθαλμῶν τοῦ παμμάκαρος
ἀεννάως καταχεόμενον· αἱ ὁλονύχτιοι στάσεις· οἱ ἐν ἀποκρύφῳ κρεμαστῆρες· τὸ
ταπεινὸν τοῦ πνεύματος, τὸ πρᾶον, τὸ σύννουν, τὸ προσεκτικόν, τὸ τοῦ νοός
καθαρόν τὸ τῆς διανοίας ὀξὺ καὶ λίαν εὐπετές· καὶ πρὸ πάντων, ἡ καθαρότης καὶ
παρθενία. Ἐν τούτοις διαλάμπων, ὁ παρ’ ἡμῶν εὐφημούμενος, ὑψηλὸς καὶ περίδοξος
τῆς Ἐκκλησίας στύλος, ἀποδύεται τὴν φθοράν· ἀφίησι τὴν μετέωρον καὶ περιβόητον
ταύτην πέτραν, ἄνεισι πρὸς Θεόν, καὶ ἀπολαμβάνει τὴν ἀμοιβὴν τῶν ἑαυτοῦ
καμάτων, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν, τῆς ἑορτῆς, ὁ
αὐτός.
Ἀκατάληπτον
τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον· ὁ ἀόρατος ὁρᾶται· ὁ ἄσαρκος
σαρκοῦται· ὁ λόγος παχύνεται· καὶ ὁ ὢν γίνεται ὅ οὐχ ἦν. Παρθένος τίκτει ἐν
σπηλαίῳ, βρέφος νέον τὸν πλάστην τῆς φύσεως, φάτνη ἐκτυποῦται εἰς θρόνον
ἐπουράνιον· κτήνη ἀπεικάζει χερουβικὴν παράστασιν· ποιμένες θαυμάζουσι μάγοι
δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν Ὑψίστοις Θεῷ, καὶ ἐπὶ
γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν ἀναλλοιώτως ὁ Ἐμμανουήλ.
Δοξολογία μεγάλη καὶ
ἀπόλυσις.
Μεγαλυνάριον.
Μέγιστος
ὑπάρχει ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν
κινδύνοις ῥύστης, λοιμοῦ τε ἀναιρέτης, Σίμων ὁ Μυροβλύτης, ὅνπερ δοξάσωμεν.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Ὑπὸ Ἰακώβου Μοναχοῦ.
Μετὰ τὸν Εὐλογητόν, τὸ
Κύριε εἰσάκουσον. Μεθ’ ὅ τὸ Θεὸς Κύριος εἰς ἦχον δ΄ καὶ τὰ παρόντα τροπάρια
πρὸς τό· Ὁ ὑψωθείς.
Σίμωνος
θειου τῷ ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ νῦν προσπέσωμεν, οἱ καχεκτοῦντες
κράζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε σπλαγχνίσθητι, ἐφ᾿ ἡμῖν σοῖς ἱκέταις, πρόφθασον
καὶ λύτρωσαι, ἀπὸ πάσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτράν, τῶν προσφυγόντων
τῇ σκέπῃ σου Ἅγιε.
Δόξα. ὅμοιον.
Τὸν
περιλάλητον πιστοὶ Μυροβλύτην, καὶ πανυπέρτιμον Χριστοῦ μαργαρίτην, καὶ
μοναζόντων ἔρεισμα, καὶ θεἶον ἀσκητήν, πάντες εὐφημήσωμεν, πρὸς αὐτὸν
ἐκβοῶντες· Σίμων μάκαρ φύλαττε, ἐξ ἐχθρῶν ἐπηρείας, ἣν ἐδομήσω νέαν Βηθλεέμ,
ὁδηγηθεὶς δι᾿ ἀστέρος τρισόλβιε.
Καὶ νῦν. Θεοτοκίον.
Ὅμοιον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ
προΐστασο, πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ
διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ ψαλμός, καὶ ὁ κανών.
Ἦχος πλ. δ΄.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Σίμων
Μυροβλῦτα πατὴρ ἡμῶν, δέησιν προσάγων μὴ ἐλλείπης ὑπὲρ ἡμῶν, κινδύνων παντοίων
διασῶσαι, τοὺς ἀδιστάκτῳ τῆ πίστει τιμῶντάς σε.
Νοσοῦσάν
μου ἴασαι τὴν ψυχήν, ὡς τοῦ Ἰωάννου βασιλέως κόρην ποτέ, καὶ βαίνειν τὰς
τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ ὦ Σίμων ἐνίσχυσον.
Πολλοῖς
συνεχόμενοι πειρασμοῖς, προσφεύγομεν πίστει, πρὸς σὲ Σίμων ἱκετικῶς, δεόμενοι
τῇ σῇ μεσιτείᾳ, τῶν δυσχερῶν καὶ δεινῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον.
Δυσώπει
Παρθένε τὸν σὸν Υἱόν, σὺν τῷ Μυροβλύτῃ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὡς
πάλαι τὸν τῆς χήρας, υἱὸν ἐζώωσε θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντές
σε μεσίτην πρὸς τὸν Θεὸν Ὅσιε, οἱ ἐν τῇ Μονῇ σου τιμῶμεν καὶ ἱκετεύομεν, Σίμων
τρισόλβιε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
Ἱκετεύομεν
πάτερ, τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης τάχος θεράπευσον, τῶν
εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα Σίμων μακάριε.
Εὑμενῆ
σε προστάτην, πρὸς τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Σίμων θεομακάριστε,
καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία
Παρθένε, τὸν λυτρωτὴν τέξασα, λύτρωσαι κινδύνων παντοίων, τοὺς σοί
προστρέχοντας, καὶ ἀνυμνοῦντάς σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη
πανύμνητε,
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ
καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις, μεθ᾿ ἣν τὸ
κάθισμα, Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτης
θερμός, ὑπάρχεις καὶ ἀντίληψις, τοῖς πόθῳ ἀεὶ τῇ σκέπῃ σου προστρέχουσι, καὶ
πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς,
Ὅσιε Σίμων πατὴρ ἡμῶν Ἅγιε.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ἡ
σὴ Ποίμνη κραυγάζει σοι, μίαν μοι ῥανίδα τοῦ θείου μύρου σου, Σίμων πάτερ
ἐναπόσταξον, καὶ παθῶν με ζάλης ἐλευθέρωσον.
Ἱκετεύω
σε Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν μου ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ
βυθοῦ θανοῦσαν, ἀπογνώσεως.
Ἣν
ἐπόθησας Ὅσιε, σάρκα δι’ ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν
πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Τῆς
Μητρός σου δεήσεσι, καὶ τοῦ σοῦ Ὁσίου δώρησαι Κύριε, τοῖς ἱκέταις σου τὴν
ἄφεσιν, τῶν πλημμελημάτων ὡς φιλάνθρωπος,
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Παρεστὼς
τῇ Τριάδι, πάτερ θεοδόξαστε Σίμων τρισόλβιε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε
ταύτην μακάριε, τοῦ ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας
πίστει τῇ σκέπῃ σου.
Σίμωνος
τοῦ Ὁσίου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεένης
τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς βασιλείας, τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον
μόνε φιλάνθρωπε.
Μὴ
παρίδῃς με Πάτερ, πίστει σοι προστρέχουσαν, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολίᾳ,
κατ᾿ ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, μάτην πολεμοῦντες, τοῦ ἀπωλέσαι με σὴν
ποίμνην, ἀλλὰ πρόφθασον σῶσόν με Ἅγιε.
Θεοτοκίον.
Θεοτόκε
Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως
πάσης Βασίλισσα, τοὺς ὁμολογοῦντας, τὸν σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας
δεινοῦ πολεμήτορος.
ᾨδὴ
στ´. Τὴν δέησιν ἐκχεῶ.
Νοός
μου, τὰς ἐκτροπὰς θεράπευσον, καὶ καρδίας μου τὰ πάθη θεόφρον, σωματικῶν,
ἀλγηδόνων δὲ ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης ἐκλύτρωσαι, καὶ δεῖξόν με ταῖς σαῖς
λιταῖς, τῶν παγίδων δολίου ὑπέρτερον.
Συνεῖναί
σοι, τὸν πολλά σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Πάτερ, σὲ δυσωπῶ, τὸν καλόν
μου προστάτην, καὶ πίστει κράζω σοι· Σίμων μακάριε, γενήθητί μοι βοηθός, καὶ
παντοίας ἀνάγκης με λύτρωσαι.
Ἡγίασέ
σε, ἀσκήσαντα Πάτερ, ὁ πανάγαθος Θεὸς ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοῖς δούλοις
ἐκπέμφαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν, προστάτης γὰρ παρὰ Θεοῦ,
ἐχαρίσθης ἡμῖν ἀνεπαίσχυντος.
Θεοτοκίον.
Ῥανίσι,
τῆς πρὸς Θεὸν πρεσβείας σου, κατασβέσασα παθῶν μου τὴν φλόγα, καὶ τοῦ νοός,
ἐκτροπὰς σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν,
τῶν παθῶν μου κλυδώνιον Δέσποινα.
Διάσωσον,
ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ
καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα μητρικὴν παῤῥησίαν.
Αίτησις, μεθ᾿ ἣν τὸ
κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Τὸν
ταχὺν ἐν δεινοῖς ἡμῶν ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν ἄριστον,
σὲ ἱκετεύομεν πιστῶς ὦ Σίμων ἀσκητά, συμπαθείᾳ σου τῆ πρίν, καὶ νῦν χρησάμενος
σοφέ, τῆ ἐνθέρμῳ πρεσβείᾳ σου, πράὔνον τριχυμίας, στῆσον τὰς καταιγίδας τῶν
ἐπερχομένων δεινῶν Ἅγιε κατὰ τῶν δούλων σου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίω..
Και τὸ Εὐαγγέλιον. Ἐκ τοῦ
κατὰ Ματθαῖον.
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ
οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ
ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες
καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε
ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Τροπάριον, ἦχ. πλ. β΄.
Ὅλην ἀποθέμενοι.
Ὅλην
ἀνατέθηκας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως,
δρόμον Ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ
βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος, ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν
θαυμασίων ἐπλούτησας, Σίμων Μυροβλῦτα, τοῦ Ἄθω σεμνολόγημα τερπνόν, καὶ τῆς
Μονῆς σου διάσωσμα, τῆς ἀεὶ τιμώσης σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς
Ἰουδαίας.
Τοῦ
Κριτοῦ τὴν δευτέραν, ἐννοῶν παρουσίαν ἀπὸ βλεφάρων ψυχῆς, τὸν ὕπνον ἀπεβάλου,
σοφὲ τῆς ἀμελείας, καὶ ἀγρύπνως ἐκραύγαζες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ἁπαλῶν
ἐξ ὀνύχων, ἀγαθὴν ἐξελέξω μερίδα πάνσοφε, δουλεύειν τῷ Κυρίῳ, ἐν φόβῳ τε τὰ
τούτου, ἐκτελεῖν δικαιώματα, τοῦ τῶν πατέρων ἡμῶν, Θεοῦ εὐλογημένου.
Ἀμυθήτους
ἀγῶνας, ἐπὶ γῆς ἠγωνίσω Σίμων μακάριε, καὶ νῦν ταῖς οὐρανίαις, συνὼν
χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Λυτρωθείημεν
πάντες, ἐκ παθῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ νόσων πολυτρόπων, πρεσβείαις
σου πανάγνοις, Θεομῆτορ κραυγάζοντες- Εὐλογητὸς ὁ Υἱός, τῆς Θεοτόκου ἁγνῆς,
ᾨδὴ η΄. Ἑπταπλασίως
κάμινον.
Τοῖς
τῶν δακρύων ῥεύμασι, τῶν παθῶν τὰ σκιρτήματα, καὶ τοὺς ἀκαθέκτους, λογισμοὺς
κατέκλυσας, καὶ πέλαγος γέγονας, μακροθυμίας Ὅσιε, πρὸς γαλήνην ἄγων, ἱλαρὰν
τοὺς βοῶντας· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν
εἰς τοὺς αἰῶνας.
Ὡς
καρτερὸν ἀδάμαντα, τῆς ἀσκήσεως ἔχοντες, τὰς σὰς παραινέσεις, Σίμων πάτερ Ὅσιε,
καρδίαν στομούμεθα, καὶ τῶν παθῶν τὰς φάλαγγας, τρέπομεν ὡς ἔθνη, καὶ πιστῶς
ἐκβοῶμεν· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας,
Τῶν
ἡδονῶν τοῦ σώματος, τὴν ψυχόλεθρον κάκωσιν, καὶ κολαστικὴν τῆς γεένης ἔκκαυσιν,
εὐτόνως κατέσβεσας, τοῖς τῶν δακρύων ῥεύμασιν, ἀλλὰ καὶ ἡμᾶς ἐξ ἀμφοτέρων
ῥυσθῆναι, δυσώπει Μυροβλῦτα, τὸν Σωτῆρα τοῦ κόσμου, Σίμων ὃν εὐλογοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας,
Θεοτοκίον.
Ἱκετικῶς
βοῶμέν σοι, Θεοτόκε πανύμνητε, μετὰ τῶν ἀπείρων, νοερῶν δυνάμεων, μαρτύρων
ὁσίων τε, καὶ ἀποστόλων καὶ προφητῶν, ποίησον πρεσβείαν, ὑπὲρ πάντων τῶν
πίστει, ἐνθέως μελῳδούντων, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς
αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς
ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαι τὴν ποίμνην σου πάτερ κακώσεως,
τῶν ὁρωμένων ὦ Σίμων, καὶ ἀοράτων ἐχθρῶν.
Συνὼν
ταῖς οὐρανίοις, νῦν χοροστασίαις, παναγιώτατε πάτερ Σίμων σοφέ, τὸν ἀγαθὸν
ἐκδυσώπει, σωθῆναι πάντας ἡμᾶς.
Φωτὸς
ἀδιαδόχου, πάτερ ἀπολαύων, καὶ τῷ Χριστῷ παρεστὼς Σίμων Ὅσιε, τῶν μεμνημένων
σου πόθῳ, ἀεὶ μνημόνευε.
Θεοτοκίον.
Φωτὸς
οὖσα δοχεῖον, φώτισον τὸν νοῦν μου, ἐσκοτισμένον Παρθένε τοῖς πάθεσι, καὶ σὺν
τῷ Σίμωνι πρέσβευε, τοῦ σωθῆναί με.
Ἄξιόν ἐστιν. Καὶ τὰ
μεγαλυνάρια ταῦτα.
Σίμωνα
τὸν μέγαν ἐν ἀσκηταῖς, καὶ τὸν ἐν τῷ Ἄθῳ, μοναζόντων ὑπογραμμόν, τὸν τὰς
πανουργίας ἐχθροῦ καταβαλόντα, τὸν θεῖον μυροβλύτην, πάντες ὑμνήσωμεν.
Περιβεβλημένος
Σίμων σοφέ, ποικίλων χαρίτων ἀμπεχόνην τὴν ἐκ Θεοῦ, τῶν παθῶν τῆς ζάλης,
ἀπάλαττε παμμάκαρ, τοὺς πίστει ὀρθοδόξῳ, ἀνευφημοῦντάς σε.
Ἔχεις
παῤῥησίαν πρὸς τὸν Θεόν, Σίμων Μυροβλῦτα, ἐπιφάνηθι οὖν σοφέ, καὶ ἔκτεινον
χεῖρα, ἡμῖν τοῖς ἐν ἀνάγκαις, καὶ λύτρωσαι κινδύνων καὶ περιστάσεων.
Σὲ
τὸν Μυροβλύτην πάτερ ὑμνῶ, Σίμων θεοφόρε, τῶν ὁσίων ὑπογραμμόν, τοῦ φωτὸς τὸν
στύλον, τὸν ἀστέρα τοῦ Ἄθω, τὴν Δέσποιναν τοῦ κόσμου ἔργοις δοξάσαντα.
Ὕψωσον
τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῆς σῆς ποίμνης, θεοφόρε Σίμων σοφέ, καὶ τοῦτον
δυσώπει πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι καὶ μελλούσης ὀργῆς τοὺς δούλους σου.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί...
Τὸ Τρισάγιον κτλ. ὡς
συνήθως.
Εἰς δὲ τὸν ἀσπασμόν, τὸ
τροπάριον, ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὤ
πῶς ἐπι πέτραν ἑστηκώς, τοὺς ὑπὲρ τὴν φύσιν ἀγῶνας, ἐτέλεις Ὅσιε, ἔνθεν σε ὡς
ἴδιον, ἀπεξεδέχετο, ἡ τρυφὴ ἡ ἀδάπανος, Ἀγγέλων ἡ δόξα, καὶ ἡ ἀνεκλάλητος τῶν
μακαρίων χαρά, ἧς περ γεγονὼς κληρονόμος, μέμνησο ἡμῶν τῶν τιμώντων, Σίμων ἀξιάγαστε
τὴν μνήμην σου.
Ἕτερον, ὀμοιον.
Ὤ
πῶς ἀπεκάθηρας σοφῶς, φωλεὰν δαιμόνων τὴν οὖσαν, τὸ πρίν ἀοίδιμε, πέτραν καὶ
ἀνήγειρας, ναὸν σεπτὸν τοῦ Χριστοῦ, μοναστῶν τε συνήθροισας, χορείαν ἐν ταύτῃ,
αἴνεσιν προσάγοντας, Χριστῷ τῷ πάντων Θεῷ, οὓς χειραγωγῶν μὴ ἐλλείπης, καὶ πρὸς
βασιλείαν εἰσάγων, Σίμων οὐρανῶν ἀειμακάριστε.
Δέσποινα
πρόσδεξαι...
Τὴν
πᾶσαν ἐλπίδα μου.
Ἐκ
παντοίων κινδύνων...
Τῇ
πρεσβείᾳ Κύριε...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου