Σάββατο 7 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 9. ΟΣΙΟΣ ΕΥΣΤΡΑΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ Θ΄!!
ΕΥΣΤΡΑΤΙΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
(Μεθοδίου πατριάρχου Κωνσταντινουπόλεως)

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Κύριε εἰ καὶ κριτηρίῳ.
Κύριε, εἰ καὶ Ἰωάννῃ παρέστης, ἐν Ἰορδάνῃ ὡς ἄνθρωπος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ βαπτισθεὶς δι' ἡμᾶς, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. 

Κύριε, εἰ καὶ Ἰορδάνου τὰ ῥεῖθρα, περιεβάλου ὡς ἄνθρωπος, ἀλλ' ἐμαρτυρήθης ἐξ ὕψους, τῇ καταβάσει τοῦ Πνεύματος, καὶ ἡ φωνὴ τοῦ Πατρός, Υἱὸν σε ἐμαρτύρησεν· ἀλλ' ἐμφάνηθι καὶ παράσχου, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. 

Κύριε, σὺ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, γεννηθεὶς ὁ ἀναλλοίωτος, ἦλθες ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ μορφὴν δούλου ἀνέλαβες, καὶ τὴν εἰκόνα τὴν σήν, ὡς Κτίστης ἀνεκαίνισας· βαπτισθεὶς γὰρ ἐδωρήσω, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. 

Καὶ τοῦ Ὁσίου. Ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος.
Δίκαιος ἀνθήσει γέγραπται, καθάπερ φοῖνιξ σαφῶς, ἀπ’ ἀρχῆς πλατυνόμενος, ἐν ἀγαλλιαμάτι, τῷ εὐρίζῳ ὡς ᾄδωμεν, καὶ ὡσεὶ κέδρος δὲ πληθυνθήσεται, ὑψικομίᾳ, τῶν εἰς Θεὸν ἀρετῶν· οὕτως Εὐστράτιος, εὐγενῶν τὸ καύχημα, τῶν εὐσεβῶν, σύμμορφον ἀγλάϊσμα, καὶ ἀσκητῶν ὀφθαλμός.

Ἴσμεν σε πατέρα φιλόπαιδα, καὶ ἀδελφόν σε Χριστόν, ἐπιστάμεθα ἅπαντες, ὡς κανόνα τέκνοις σου, συμπαθῆ τε συγγόνοις σου, καὶ θεοφόρον βίῳ κηρύττομεν, καὶ εὐεργέτην, πτωχῶν σημαίνομεν, πίστει ἀκτήμονα, εὐλαβείᾳ Ὅσιον, εἰλικρινῆ, πᾶσιν πρὸς διάθεσιν, καὶ πρὸς ἀγάπην στεῤῥόν.

Ὅροι ζωῆς οἱ βραχύτατοι, τῆς ἐν σαρκὶ καὶ φθορᾷ, ὡς ποθοῦντι τὰ πνεύματος, καὶ ἐπαγομένῳ σοι, πρὸς ἀκήρατον δίαιτα· τὰ δὲ λοιπά σοι πάντα μακρότατα· ψυχῆς τὸ κάλλος, ἠθῶν κατάστημα, νοῦ ἐπιείκεια, σωματίου μέγεθος, τὸ ἱλαρόν, πάντα περιττεύοντα, ὡς κατ’ εἰκόνα Θεοῦ.


Δόξα. Ἦχος β'
Ἐν πίστει γονυκλινῶς ἀδελφοί, τοῦ Ὁσίου Εὐστρατίου τὴν ἱερὰν μορφὴν ἀσπασώμεθα, ἵνα λάβωμεν ἐξ αὐτοῦ, σωτήριον χάριν, ἀπολύτρωσιν παθῶν, καὶ ἁγιασμὸν ψυχῶν καὶ σωμάτων, ταῖς πρεσβείαις δ’ αὐτοῦ, ἀξιωθῶμεν ἀκοῦσαι, τῆς εὐκταίας φωνῆς, τοῦ Θεοῦ ἡμῶν· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου· ὅθεν τῷ ἁγίῳ ἐλαίῳ χρισθέντες, σὺν ταῖς ἄνω χοροστασίαις, περιχαρῶς μελῳδήσωμεν, τὸν Τρισάγιον ὕμνον· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β'
Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος, τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι. 

Ἀπόστιχα Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.
Ἐπέστης ἐν τοῖς ὕδασιν, ὁ πᾶσιν ἀκατάληπτος, τῷ Προδρόμῳ, ὑποκλίνας κεφαλήν· καὶ κόσμον ἁγιάσας, δουλείας ἐλυτρώσω, τῷ βαπτισμῷ σου Ἀναμάρτητε.

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Υἱὸν ἀγαπητὸν ὁ Πατήρ, ἐκ τῶν ὑψίστων ἄνωθεν, καὶ τὸ Πνεῦμα ἐμαρτύρει σε Χριστέ· δι' οὗ τὸ τῆς Τριάδος, μυστήριον ἐγνώσθη, ἐν Ἰορδάνῃ βαπτισθέντος σου.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἡγίασας τὰ ῥεῖθρα Σωτήρ, τοῦ Ἰορδάνου ἅπαντα, καὶ τὴν φύσιν, τῶν ὑδάτων ὡς Θεός· διὸ σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σὴν Ἐπιφάνειαν. 

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Θεοτοκίον. Ἦχος δ'
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι' ἡμᾶς καθ' ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων, πρὸς κάθαρσιν δεόμενος, ἀλλ' ἡμῖν ἐν ἑαυτῷ, οἰκονομῶν τὴν ἀναγέννησιν.Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. 



Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. 

Ἀπόλυσις.

































ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τοῖς οἰκτιρμοῖς σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους σου φιλάνθρωπε· ὅθεν παραγέγονας, ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον, τῆς Ἁγίας Τριάδος· καὶ ἀνυμνοῦντες κραυγάζομεν πιστῶς· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν
Ἐπέφανεν ἡμῖν, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις μυστικῶς, Ἰορδάνου χωνεῦσαι, πᾶσαν τὴν ἁμαρτίαν, ὡς ἐλεήμων καὶ ὑπεράγαθος, πᾶσα κτίσις σκιρτάτω, ὅτι βαπτίζεται Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Καὶ νῦν... Τὸ αὐτό.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ψάλλω φίλαγνον Εὐστράτιον, τὸν Εὐγενῆ. Μεθόδιος.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ εἰσίν, καὶ Εὐστρατίου δέ, τὸ εὐσεβὲς πνεῦμα, ταύταις συναγάλλεται, δεξιᾷ Παντοκράτορος, ἐμπολιτευομένου, ἐν ᾗ σαφῶς ἐζωγράφηται, τείχη τῆς Σιὼν ἐπουράνια.
πὸ μητρώας τῆς γαστρὸς εὐσέβεια, σὲ ἐγαλούχησεν, καὶ ἁδρυνθέντα δέ, αὕτη ἐξωραίωσεν, ταῖς διδαχαῖς πυκάσασα, καὶ εἰς ἄνδρα τελοῦντα, Χριστῷ συνῆψεν Εὐστράτιε, βίου τοῦ προσκαίρου μερίσασα.
Λελαμπρυσμένου βασιλείου τάξεως, ἐκ τῆς ἐγγύτητος, τῷ τοῦ Θεοῦ οἴκῳ, μᾶλλον ἐξελέξω σύ, παραῤῥιπτεῖσθαι Ὅσιε, καὶ στυγνὸν τοῦ μονήρους, ἠμφιέσω ὡς εὖ πρόκριτε, μάκαρ καὶ πτωχόφρον Εὐστράτιε.
Θεοτοκίον.
Λόγος εἰκὼν ἐστὶν Πατρὸς ἀόρατος, ὁ τοῦ Θεοῦ Υἱός, καὶ κατ’ εἰκόνα με, λογικὸν ἐποίησεν, ὁ παντουργὸς Κύριος, καὶ τεχθεὶς ἐκ Παρθένου, Μητρὸς ἀσπόρως ἀφθόρως τε, σχήμασιν ὡς λόγοις κηρύττεται.











ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
ποτμηθεὶς τῆς μερεστῆς, ζωῆς τοῦ νοὸς μαχαίρᾳ, χωρισθεὶς δὲ συζυγίας γηΐνης, ἑνιαίας καὶ ἁπλῆς, χοροστασίας γέγονας, βοῶν· οὐκ ἔστιν πλῆν Σου Ἅγιος, μόνε φιλάνθρωπε.
Γαστρὸς φυγὼν τὰς ἡδονάς, τῷ μέλει τοῦ θείου πόθου, ἐμουσούργησας λογίων μελέτῃ· τὸ ἁγνὸν καὶ γλυκηρόν, ἀργύρου πυρσωδέστερον, βοῶν· οὐκ ἔστιν πλῆν Σου Ἅγιος, μόνε φιλάνθρωπε.
Νενικηκὼς τὸν πονηρόν, ὡς παῖς καὶ ὡς νεανίσκος, τῆς βροντῆς τῆς τοῦ Υἱοῦ συμβουλίᾳ, ὡς ἁγνόφρων ἀληθῶς, ἀνὴρ πρεσβύτης δέδειξαι, τὸ τοῦ νοὸς τελείως, νέος γηράσκων Εὐστράτιε.
Θεοτοκίον.
ἐπὶ πόκον ὑετός, Χριστὸς ἐστὶν ἐν γαστρί Σου, Θεοτόκε ἀπειρόγαμε Μῆτερ· ἀλλ’ ὡς πρὶν τῷ Γεδεών, καὶ νῦν τῶν Ὀρθοδόξων λαῶν, κατ’ ἐθνοφρόνων δίδου, αἱρετιζόντων τὰ τρόπαια.

Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἀνυμνήσωμεν πιστοί, Ὅσιον καὶ θαυματουργόν, θεῖον Εὐστράτιον ψαλμοῖς, σὺν μελῳδίαις ἱερῶς, τῶν μοναζόντων κλέος λαμπρὸν πίστεως στῦλον· οὗτος μονοχίτων ὤν, οὐχ ὑπτίως ποτέ, ἐν βίῳ ἐκοιμήθη ἀεὶ εὐχόμενος, καὶ θαυμάτων χάριν εἴληφε γενόμενος μοναστῶν ποδηγέτης· νῦν δ’ οὐρανίοις οἰκῶν θαλάμοις, Χριστὸν θερμῶς καθικετεύει.
Δόξα. Τοῦ Μάρτυρος. Ὅμοιον.
Δεῦτε ἴδωμεν πιστοί, πῶς ἐν τῷ σκάμματι στεῤῥῶς, κατηγωνίσατο ἐχθρόν, Μάρτυς Πολύευκτος σεπτός, καθυπομείνας παντοδαπὰς σκληρὰς βασάνους, ἄχρις ἀπετμήθη, ὁ Ἀθλοφόρος Χριστοῦ, τῷ ξίφει αὐτοῦ κάραν καὶ ὕψει ἔδραμεν, ἵν’ ἐπιποθοῦντι ἄνακτι Νυμφίῳ του αἰωνίως ἀγάλλῃ, συμβασιλεύων ὁ πολλοῖς ἄθλοις, βίον λαμπρῶς κατακοσμήσας.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Δεῦτε ἴδωμεν πιστοί, Σωτῆρος θείαν Μορυφήν, πῶς Ἰωάννου Βαπτιστοῦ, ἅπτει ἡ χεὶρ ταύτην ὡς πῦρ, καὶ Ἰορδάνην ἰδοὺ ὁρᾷ ἀναστραφέντα· Ἄγγελοι ὑμνοῦσι, ταῖς ἀσιγήτοις φωναῖς, ὁ Πρόδρομος συγχαίρει Χριστοῦ Βαπτίσματι, ἄνωθεν φωνὴ ἀκούεται ὑπὸ Πατρὸς τῆς πελείας δ’ ὡς Πνεῦμα, κατερχομένης καὶ μαρτυρούσης, Τριαδικὸν τῆς Θεαρχίας.









ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.
Νὺξ ἀφεγγής, πέφυκε τὰ τῆς νεότητος, ματαιότης, πάντα γὰρ ταύτης ἐστίν, ματαιοτήτων ὡς ἀληθῶς, ἀλλὰ Εὐστρατίῳ, ἐν ταύτῃ Φῶς διακρίσεως, ἀνέτειλε φρονοῦντι, τὴν ἡμέραν Κυρίῳ, καὶ σαρκὸς πεφευγότα σκοτόμαιναν.
ν ἑαυτῷ, ἕστηκας καὶ ἀνεδείχθης Θεῷ, σὺ γὰρ ὄντως, οὐκ ἐξ ἑαυτοῦ γεγονώς, πρὸς τὸν Πατέρα τε καὶ Θεόν, τὸ ἐκ τῆς οὐσίας, σὺ ἐπιβάλλων Εὐστράτιε, μηνύων οὐκ ἐκτέμνων, ἀσωτίας τοῦ βίου, χοηρὸν οὐκ ἐτράφης κεράτιον.
λη λαμπρά, ἄργυρος τεχνουργηθεὶς εἰς σταυρόν, ἐν χερσί σου, εἴληπται καὶ ἔδραμες, ἀσκητικὴν σὺ πρὸς τὴν Μονήν, τὸ ἀπὸ τοῦ κόσμου, δεικνὺς τεθνήξεσθαι σχήματι· καὶ θείῳ Ἡρακλείῳ, πεφθακὼς ἀνεβόας· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Σὲ ταῖς πλαξίν, ἄχραντε Μωσῆς ἐτύπου Σε. Σὺ γὰρ Λόγον, γέγραψαι δακτύλῳ Θεοῦ, τὸν τοῦ Πατρὸς Πνεύματι Αὐτοῦ· ἀλλ’ ἡμεῖς τὸ τέρας, εἰδότες πέρας εἰκάζομεν, ὡς ἴδωμεν Παρθένον, τὸν Θεὸν γαλουχοῦσαν, καὶ στοργῇ προσκυνοῦντες πιστούμεθα.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Τὸν δεσμὸν τῆς μνηστείας, πόθῳ φιλαγνείας σου, μάκαρ Εὐστράτιε, διαῤῥήξας τάχος, τὸν ζυγὸν ἀπεῤῥίψω τοῦ κόσμου ἐκ σοῦ, εὐσταλὴς κουφός τε, ὡς δι’ ἀθέρος τοῦ Σεμνείου, οὐρανοῦ πρὸς τὰς πύλας κατήντησας.
αντισθεὶς ὡς ὑσσώπῳ, χάριτι τῇ θείᾳ, καρδίας χιτώνιον, ἀπεσμήξω πᾶσαν, προστριβεῖσαν κηλῖδα ἐκ βίου σύ, ὑπὲρ χιόνα τε, ὡς ἐκπλυθεὶς κατελευκάνθης, τῶν δακρύων τῇ χύσει Εὐστράτιε.
ντὶ πένθους ἐσθῆτος, χάριτες ἐνέδυσαν, σὲ παμμακάριστε, ἐν γὰρ τῇ καρδίᾳ, τὸ λαμπρὸν ἐκλαμπρύναν σε φρόνημα, τῆς σαρκὸς ἔνδυμα, ὡς ἀμαυρὸν οὐχ ἥγηταί σοι, φαιδρυνθέντι ἐλπίσι ταῖς κρείττοσιν.
Θεοτοκίον.
Τοὺς ἐν Σοὶ Θεοτόκε, Δέσποινα πανάμωμε, καταλλαγέντας Θεῷ, καὶ ταῖς δι’ εἰκόνων, πανσεβάστοις γραφαῖς σου τιμῶντάς σε, πειρασμῶν λύτρωσαι, καὶ αἰωνίου καταδίκης· ὅτι δύνασαι πάντα πρεσβείαις Σου.









ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
δὼν τὸν κόσμον νοΐ, οὐ διετέθης πρὸς ἕλκυσιν, ἁψάμενός τε αὐτοῦ, οὐκ ἔχρανας φάρυγγα, σπουδαίως ἐκκλίνεις δέ, ἐκπλυνθεὶς τῷ χεῖρε, μετανοίας ἐν τοῖς νάμασιν.
τρόπος σου εὐσεβής, ὑπῆρξε μάκαρ Εὐστράτιε, τὸ ἦθός σου εὐσταθές, ἐγνώρισται ἅπασιν, ἡ γνώμη εὐπρόσιτος, διεδείχθη λίαν, ἡ χρηστότης ὑπερβλύζουσα.
Νηστεία τῶν λογισμῶν, ἐδαψιλεύθη σοι μάλιστα, καὶ βρώματος ἀποχή, ὑπῆρξε πρὸς δύναμιν, μεγέθει τοῦ σώματος, οὐ δι’ ἐπαρκούσης, τῆς πολλῆς ὁλιγαρκείας σοι.
Θεοτοκίον.
Τῆς ὕλης σχηματισμῷ, φωνὴ ῥημάτων ἰσόχρεος· διὸ τὰς λόγοις σαφῆ, καὶ σχήμασιν ὅσιον, ποιεῖν ἐκτυπώτερον, Θεὸν βροτωθέντα, καὶ Παρθένον γαλουχοῦσαν νῦν.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
τῶν παίδων ἀκούσας, ἐν καμίνῳ οἰκτίρμων, ἀναμελπόντων σοι, καὶ τέκνων ἀναξίων, Πατρός σοι εὐαρέστου, ἐκβοώντων εἰσάκουσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νόμοις τοῖς τοῦ Δεσπότου, τεθραμμένος θεόφρον, μάκαρ Εὐστράτιε, κατήργησας ἐμφρόνως, δαιμόνων ἐπηρείας, καὶ ὡς ἄσαρκος ἔμελπες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ν τῷ σώματι μέγας, τῷ δὲ πνεύματι μείζων, μακαριώτατε, Χριστῷ ἐνδεδυμένος, ἁγιόπνευστα ψάλλων, Θεῷ ὑπεζευγμένος ἀεί· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
περχόμενοι πίστει, τὴν σκιὰν τῆς εἰκόνος, Σοῦ Μητροπάρθενε, λυτρούμεθα ἐχθίστων, λαμπόμεθα καρδίαν, ὅτι Σὺ Βασιλέα καὶ Φῶς, τὸν τῶν Πατέρων Θεόν, ἠγκαλισμένον ἀεί.














ᾨδὴ η’. Ἑπταπλασίως κάμινον,
Γῆ μὲν κατὰ ἀπόφασιν, θείαν Πάτερ τὴν πρώτην σέ, κόσμου ἐκδημήσαντα, σαφῶς ἐκάλυψεν, καρδίας τὸν πόθον δέ, τῶν μαθητῶν καὶ τέκνων σου, τόν τε πρὸς Θεόν, καὶ περὶ σὲ οὐ καλύπτει, διάστασις γηΐνη· ἀλλ’ ἰδοὺ μελῳδοῦμεν· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ν οὐρανοῖς ὡς γέγραπται, τὸ πολίτευμα ἔσχηκας, κόσμου τοῦ ματαίου, ἀποστὰς Εὐστράτιε, ἐν οἷς ἐκδυσάμενος, τὸ σαρκικὸν χιτώνιον, θείαν πρὸς παράστασιν, εἰσδὺν σὺν Ἀγγέλοις, μνημόνευε βοώντων· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νὺξ ἐμπαθείας σκότωσιν, λογισμῶν ἐμποιεῖ με Πάτερ, ἀλλὰ προσευχαῖς σου, ἀπαθείας φάσος μοι, Θεὸς ἐπιφαύσειεν· καὶ ἀντὶ ὕμνων μνήμης τῆς σῆς, δῷ ἐγρηγορέναι, ἀρεταῖς ἀνυστάκτως, καὶ μέλπειν εὐχαρίστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
ἀμορφώτοις χρώμασιν, προσοχή ἐστιν ἄδικον, ὡς φαντασιοῦν, ἀνεικονίστως ἄλογον, δυοῖν ἐναντίαν δέ, τὸ δι’ ἁδρὰν περίπτωσιν, ἔμφρον καὶ ἀγχίνουν, καὶ πιστῶς τοῖς εἰδόσι, ἀλήθειαν εἰκόνι, θεανδρεία γὰρ οὕτω, δηλοῦται καὶ τιμᾶται, Χριστοῦ τοῦ ἐκ Παρθένου.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μακάριος εἶ ὄντως, πανευγενές, εὐσεβὴς δεδειγμένος, ἐν γῇ τὸ βιοῦν, ὡς τὴν ἐν γῇ, ἅπασαν οὐσίαν πρὸς οὐρανόν, διὰ χειρῶν πενήτων, καὶ προσαγωγῆς οἴκων εὐαγῶν, Εὐστράτιε θεόφρον, Θεόδωρε τὸ πρῶτον, ἐναγωνίως μεταθέμενος.
λήφθης τῷ Κυρίῳ, τῶν κατὰ αὐτόν, ἡμερῶν ἀμεινόνων, πληρέστατος, τῶν ἐν σαρκί, δὲ οὐ πεπλησμένος πάνυ καλῶς, καὶ γὰρ οὐκ ἔστιν ὄντως, ἄξιος ὁ κόσμος τῶν κατὰ σέ, πιστῶν Ἀγγέλων βίον, μισούντων τὰ ἐν κόσμῳ, καὶ ἀγαπώντων ὑπερκόσμια.
Θεῷ τὰ λογικά σου, παρατιθείς, μὴ ἐλλείπῃς Εὐστράτιε, ποίμνια, ὅπου πέραν, εἷεν συνηγμένα καὶ μεριστά, καὶ ἣν ἐπήξω μάνδραν σου, φύλαττε πρεσβεύων διὰ παντός, ἐκ κόνως ψυχῆς γάρ, τὴν ἄληπτον κρατοῦμεν, καὶ διὰ πίστεως ὁρῶμέν σε.
Θεοτοκίον.
τύπος παρεισάγει, τὸ τυπωθέν, καὶ λοιπὸν ἐκτυπούντων, Παρθένον ἁγνήν, τὰ κατ’ αὐτήν, σέβομεν εἰκόσι χρωματικαῖς, τὴν ὑπὲρ νοῦν λοχείαν Σου, καὶ τὴν γαλουχίαν τὴν θεϊκήν, καὶ ὥσπερ τῇ γραφίδι, καὶ σχήμασιν ὡσαύτως, ἱεροτύποις σεβαζόμεθα.






Ἐξαποστειλάριον. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν ἀσκητὴν Κυρίου, Εὐστράτιον τὸν θαυμαστόν, Βεελζεβοὺλ ὀλετῆρα, νηστείαις τε προσευχαῖς, εὐαρεστήσαντα Λόγον, δεῦτε τιμήσωμεν ὕμνοις.
Θεοτοκίον.
Ἐν Ἰορδάνῃ Σῶτερ, ὑπὸ Προδρόμου Βαπτισμόν, ἔλαβες ἵν’ ἁγιάσῃς, Θεοφανείας φωτί, οὐ μόνον φύσιν ὑδάτων, ἀλλὰ καὶ γένος ἀνθρώπων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου