Σάββατο 7 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 9. ΟΣΙΟΙ ΝΙΚΗΤΑΣ, ΝΙΚΗΦΟΡΟΣ & ΑΘΑΝΑΣΙΟΣ ΗΓΟΥΜΕΝΟΙ ΜΟΝΗΣ ΜΗΔΙΚΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ 9!!
ΝΙΚΗΤΑΣ, ΝΙΚΗΦΟΡΟΣ & ΑΘΑΝΑΣΙΟΣ
ΗΓΟΥΜΕΝΟΙ ΜΟΝΗΣ ΜΗΔΙΚΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(π. Μελέτιος Συρίγος Κρῆς)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Κύριε εἰ καὶ κριτηρίῳ
Κύριε, εἰ καὶ Ἰωάννῃ παρέστης, ἐν Ἰορδάνῃ ὡς ἄνθρωπος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ βαπτισθεὶς δι' ἡμᾶς, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.

Κύριε, εἰ καὶ Ἰορδάνου τὰ ῥεῖθρα, περιεβάλου ὡς ἄνθρωπος, ἀλλ' ἐμαρτυρήθης ἐξ ὕψους, τῇ καταβάσει τοῦ Πνεύματος, καὶ ἡ φωνὴ τοῦ Πατρός, Υἱὸν σε ἐμαρτύρησεν· ἀλλ' ἐμφάνηθι καὶ παράσχου, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κύριε, σὺ ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, γεννηθεὶς ὁ ἀναλλοίωτος, ἦλθες ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ μορφὴν δούλου ἀνέλαβες, καὶ τὴν εἰκόνα τὴν σήν, ὡς Κτίστης ἀνεκαίνισας· βαπτισθεὶς γὰρ ἐδωρήσω, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Τῶν Ὁσίων. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλείστους, προσηγάγω τῷ Θεῷ, Μάρτυρας Νικῆτα θεόφρον, σαῖς παραινέσεσι, καὶ τῷ ὑποδείγματι, τῷ κατὰ σὲ ἀληθῶς, σιωπῶσα γὰρ γέγονας, ὡς καὶ φθεγγομένη, παραίνεσις ἔνδοξε ὅθεν ὁ Κύριος, τέλους μακαρίου τυχεῖν σε, τὸν τοῦ μαρτυρίου ἐκτελέσαντα.

Ὕβρεις, βασάνῳ ἐτασθείς, Πάτερ Νικηφόρε καὶ σκότῳ, ἐγκαθειρχθεὶς ἀφεγγεῖ, οὐδαμῶς ἐνάρκησας, τοῦ παραδοῦναι τὴν σήν, πίστιν ἥνπερ παρέλαβες, ἐκ τῶν Ἀποστόλων, σειρὰν ὥσπερ ἄτμητον διαδεξάμενος, ὅθεν ὁ Πατήρ σε τῶν Φώτων, ἐκ διπλῆς εἱρκτῆς ἀπολύσας, ἐν φωτὶ καὶ δόξῃ κατεσκήνωσε.

Ὤφθης, ὥσπερ ἔμψυχος εἰκών, πάντας ἐκδιδάσκων σοῖς τρόποις, καὶ ὑποδείγμασιν, οἷα γραφεὺς ἄριστος, τῆς θαυμαστῆς ἀρετῆς, τοῖς ἐκτύποις τῶν ἔργων σου, τοὺς βλέποντας ἕλκων, πρὸς τὰ ἐπουράνια κάλλη τοῦ Πνεύματος, τιθασσὰ ἐποίεις Ἀθανάσιε.

Δόξα. Ἦχος β΄.
Ὑπέκλιναν τῷ Σταυρῷ τοῦ Κυρίου, τὸν αὐχένα οἱ τρεῖς θεῖοι Πατέρες, καὶ ὡς ζυγὸν αὐτόν, ἐπὶ ὤμων φέροντες, οὐκ εἰς τὴν γῆν κατεβαρύνοντο, ἀλλὰ δι’ αὐτοῦ κοῦφοι, πρὸς τὴν ἄνω πορεία ἐστέλλοντο, ἔργῳ μεμαθηκότες παρὰ Χριστοῦ, τὴν πραότητα, καὶ καρδίας τὴν ταπείνωσιν. Διὸ ἐν τῇ χώρᾳ τῶν ζώντων, τὴν αἰώνιον ἀνάπαυσιν εὕραντο.

Καὶ νῦν... Βύζαντος
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ᾿, 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοΰ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε᾿, 5-6, 1)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.




















ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα Ἦχος α΄
Οἱ ἱεροὶ φαλαγγάρχαι Κυρίου παρατάξεως, οἱ καθελόντες τὰς τοῦ σκότους ταξιαρχίας, καὶ τυράννων τὰς μηχανάς, ὡς ἱστὸν ἀράχνην διαλύσαντες, σήμερον ἐπέλαμψαν ὡς ἀστέρες φαεινοί, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι. Προθέμενοι ἡμῖν τὰς αὐτῶν ἀριστείας, εἰς ἑστίασιν. Οὓς ἀνυμνοῦντες βοήσωμεν· χαίρετε γενναῖοι ἀδάμαντες τῆς καρτερίας, καὶ πύργοι ἀκλόνητοι, τῆς τοῦ Χριστοῦ ὁμολογίας, παῤῥησίαν ἔχοντες πρὸς Αὐτόν, εἰρήνην τῷ κόσμῳ αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Δεῦτε μοναστῶν ὁ σύλλογος, προθύμως συναχθῶμεν, ἐπὶ τῇ μνήμῃ τῶν ἡγουμένων ἡμῶν, Νικήτα Νικηφόρου καὶ Ἀθανασίου. Οἵτινες τὸν λόγον τοῦ Θεοῦ, ἐν λόγοις εὐσεβέσιν ὠρθοτόμησαν, καὶ ἔργοις καρτερίας ἀθλητικῶς ἐκράτυναν, ὧν τὴν ἔκβασιν τῆς ἀναστροφῆς, ἔνδοξον καὶ θαυμασία ὁρῶντες, τὴν πίστιν μιμώμεθα, βοῶντες αὐτούς· χαίρετε τὸ ἡμέτερον καύχημα, καὶ ἡ τρυφὴ ἡμῶν ἡ ἄληκτος· χαίρετε προστάται ἄγρυπνοι, τῆς ὑμετέρας ποίμνης, καὶ πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῶν πατρικῶν ἀντεχόμενοι παραδόσεων, μακάριοι βασιλικῶν δογμάτων, ἀντιταττόντων κατεπτύσατε, διὸ θλίψεσι ποικίλαις ἐτασθέντες, οὐκ ἐξηρνήσασθε τῶν Ἀποστόλων, τὰς διὰ λόγου καταλειφθείσας ἡμῖν ἐντολάς, ὀρθότητι γνώμης τὰς Εἰκόνας σεβαζόμενοι, οὐ θεοποιοῦντες ἀλλὰ δι’ αὐτῶν ἐκμαίοντες, τὸ φίλτρον πρὸς τὰ ἀρχέτυπα. Διὸ παῤῥησίας τυχόντες πρὸς Θεόν, Ὃν ἐδοξάσατε, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. Β΄.
Ὡς ἐξεγειρομένου ἐνύπνιον, πᾶς ὁ πλοῦτος καὶ ἡ δόξα τοῦ κόσμου, λελόγισται τοῖς θεοφόροις πατρᾶσι, καὶ ἡ ζωὴ αὕτη ἡ λυομένη καὶ ἡ τρυφή. Διὸ πρὸς μόνα τὰ μένοντα βλέποντες, ἐν στεναγμοῖς ἀνεβόων καὶ δάκρυσιν, ἐξάγαγε Κύριε ἐκ φυλακῆς τὰς ψυχὰς ἡμῶν, ἵνα ἐν χώρᾳ ζώντων, σοὶ καθαρῶς εὐαρεστήσωμεν.

Δόξα. Ἦχος δ΄.
Δεῦτε εὐφημήσωμεν φαιδρῶς, τοὺς τρεῖς μεγάλους λαμπτῆρας τῆς πίστεως, τοὺς τῶν ἠθῶν διορθωτάς, καὶ ἀρετῆς τοὺς κανόνας τε ἀκριβεστάτους. Οὓς ἡ χάρις τοῦ Παναγίου, ἐκλεξαμένη πνεύματος, ἔθετο ποιμαίνειν τοῦτο τὸ ποίμνιον, ἐν ᾧ ὡς ἀπὸ λυχνίας λάμψαντες, φωτὶ τῆς ὁμολογίας, καὶ στεῤῥᾶς ἀσκήσεως, καθοδηγοῦσιν ἀεὶ τοῦ Θεοῦ τὰ πρόβατα, πρὸς τοῦ Ποιμενάρχου, τὴν θείαν μάνδραν τὴν σωτήριον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι’ ἡμᾶς καθ’ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ’ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὑπὲρ τῆς δόξης Κυρίου Πατέρες Ὅσιοι, ὕβρεις καὶ ἀτιμίας, καθυπέστητε πλείστας, Εἰκόνας γὰρ τιμῶντες τὰς τοῦ Χριστοῦ, καὶ Ἁγίων μορφώματα, τὰ εἰς τὴν δόξαν Κυρίου πάντας πιστούς, ἀναβιβάζοντα ἠκίζεσθε.

Στ.: Θαυμαστὸς Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Οἴκου τοῦ θείου ὁ ζῆλος ὑμᾶς κατέφαγε, τρισόλβιοι Πατέρες, τοὺς γὰρ θεοκαπήλους, μὴ φέροντες προσβλέπειν τὰ ἱερά, βεβηλοῦν ἐκτυπώματα, τρίπλοκον ὥσπερ φραγγέλιον τοῦ Χριστοῦ, συνδεθέντες τούτους ὤσασθε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀκονησθέντες ὡς βέλη τοῦ δυνατοῦ ἰσχυρά, τοῖς ἄνθραξιν ἐρήμου, εἰς οὖν ἔρωτι θείῳ, ὃν ἐν τῇ ἐρημίᾳ ὥσπερ πυρσόν, ἀνεφλέξατε Ὅσιοι, εἰκονομάχων τὰς φάλαγγας τὰς πυκνάς, ἀποκτείνατες ὠλέσατε.

Δόξα. Ἦχος πλ. Α΄.
Φιλάνθρωπε Κύριε, οἴδαμεν πόσον ἰσχύουσιν εἰς τὴν εὐσπλαγχνίαν Σου, αἱ τῶν εὐαρεστησάντων Σοι μεσιτεῖαι. διὰ γὰρ Δαβὶδ τὸν δοῦλόν Σου, τῆς ὑβριστρίας ὑπερασπίζου Ἱερουσαλήμ. Καὶ διὰ Ἰὼβ τῶν βλασφήμων, ἐφείσω παρακλητόρων. Μωσῆς τε καὶ Ἀαρὼν ἐντυγχάνοντες, τὴν δικαίαν σου ὀργὴν ἐξιλάσκοντο, διὸ καὶ ἡμεῖς οἱ ἁμαρτωλοί, πάσης γεγυμνωμένοι παῤῥησίας τῆς πρὸς Σέ, κινοῦμεν εἰς πρεσβεία, τοὺς τρεῖς Πατέρας ἡμῶν, Νικῆταν Νικηφόρον σὺν Ἀθανασίῳ, ὧν τοὺς ἄθλους δυσωπηθείς, δι’ αὐτοὺς ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Καὶ νῦν... Ἦχος πλ. δ΄. Θεοφάνους
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.


Ἀπολυτίκιον. Τῶν Ὁσίων. Ἦχος δ΄.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ’ ἡμῶν, κατὰ τὴν Σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός Σου ἀφ’ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἰκεσίαις, ἐν εἰρήνη κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.





























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα Ἦχος γ΄. Τὴν ὡραιότητα
Τὰς ἀριστείας σου, καὶ τὰ παλαίσματα, τίς διηγήσεται, Νικήτα ἔνδοξε; ἅπερ ὑπῆλθες συμπλακείς, τυράννῳ πονηροτάτῳ, μάστιγξι ξεόμενος, καὶ εἱρκταῖς συγκλειόμενος, τόπους διαμείβων τε, ὡς δραπέτης αἰχμάλωτος, ἀλλ’ ὄντως σῇ στεῤῥᾷ καρτερίᾳ, πάντα δεινὰ ἐκνενίκηκας.
Δόξα... Καὶ νῦν...
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.

Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ
Δεῦτε ἴδετε λαοί, πάλην ἀρνίου καὶ θηρός, Νικηφόρου ταπεινοῦ, καὶ τυραννοῦντος ἀπηνοῦς, τοῦ μὲν ὅπλοις καὶ ἵπποις γαυριωμένου, τοῦ δὲ ἐν Θεοῦ τῷ ὀνόματι, πίστει ἀκραιφνεῖ ἀντιβαίνοντος, συμποδισθεὶς δ’ ὁ τύραννος ἐξαίφνης, πτῶμα δεινὸς καταπέπτωκεν, ὁ δὲ ἀνέστη καὶ γὰρ ἡ πίστις, ἐστὶν ἡ νίκη ἡ τὸν κόσμον νικήσασα.
Δόξα... Καὶ νῦν...
Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί· καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν· ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε· καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ὅμοιον.
Ἀθανάσιος δεθείς, τῇ ἀγαπήσει τοῦ Χριστοῦ, καὶ τῆς δόξης τῆς Αὐτοῦ, διάπυρος ὢν ἐραστής, προσεκολλήθη Αὐτῷ ἐν ἁγιωσύνῃ, βίῳ δὲ παντὶ ὥσπερ μέλισσα, πάντων ἀρετὰς ἀνειμώμενος, πάσας ὡς μίαν ἔπραττε προθύμως, καὶ ἐνδιαίτημα γέγονε, τοῦ Παναγίου Πνεύματος ὅπερ, πηγὴν θαυμάτων τοῦτον ἀνέδειξε.
Δόξα. Καὶ νῦν.
Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.


Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῆς Γ΄ Κυριακῆς τῶν Νηστειῶν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὡς ἐξεγειρομένου ἐνύπνιον, πᾶς ὁ πλοῦτος καὶ ἡ δόξα τοῦ κόσμου, λελόγισται τοῖς θεοφόροις πατρᾶσι, καὶ ἡ ζωὴ αὕτη ἡ λυομένη καὶ ἡ τρυφή. Διὸ πρὸς μόνα τὰ μένοντα βλέποντες, ἐν στεναγμοῖς ἀνεβόων καὶ δάκρυσιν, ἐξάγαγε Κύριε ἐκ φυλακῆς τὰς ψυχὰς ἡμῶν, ἵνα ἐν χώρᾳ ζώντων, σοὶ καθαρῶς εὐαρεστήσωμεν.

Εἲθ’ οὕτως, οἱ Κανόνες. Τῆς Ἑορτῆς καὶ τῶν Ὁσίων. Κανὼν τῆς ἑορτῆς, τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς. Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾨδὴ α΄. Ἦχος β’. Ὁ Εἱρμός
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος· ὅτι δεδόξασται.
Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.

Καὶ τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Αἶνον Πατράσι Μηδικιώταις πλέκω. Μελέτιος.
ᾨδὴ β΄. Δεῦτε λαοί.
Ἄνδρας σεπτούς, οὓς ὁ Θεὸς ἐμεγάλυνε, σημείοις τε καὶ τέρασι, πῶς ἐπαινέσαιμι, ὁ παμβέβηλος Λόγε, εἰ μὴ σὺ ἐκκαθάρας, καθοδηγήσης με.
Ἱερουργοί, τῶν μυστηρίων τοῦ Πνεύματος, καὶ στρατιάρχαι πέλοντες, ἀκαταγώνιστοι, τῆς Χριστοῦ Ἐκκλησίας, Πατέρες θεοφόροι, Θεῷ δοξάζεσθε.
Νικητικοῖς, κεκοσμημένοι ἐν στέμμασι, τῆς νίκης οἱ ἐπώνυμοι, καὶ Ἀθανάσιος, ὁ ἐν θαύμασι λάμψας, ἀθανασίας δόξαν, ἐκληρονόμησαν.
Θεοτοκίον.
Ὅλον ἐν Σοί, τὸ πλήρωμα τῆς θεότητος, οὐσιωδῶς ἐσκήνωσε, Ἄχραντε Δέσποινα, συλλαβούσης τὸν Λόγον, τὸν φύσει ἡνωμένον, Πατρὶ καὶ Πνεύματι.

ᾨδὴ γ΄. Ὁ Εἱρμός
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία· δι’ ὕδατος καὶ Πνεύματος· υἱοὶ γάρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος· Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Τῶν Ὁσίων. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας.
Νομίμως ἐναθλήσας μέχρι θανάτου, ἀρχῆς ἀπ’ ἄκρης βίου ἔν τε ἀσκήσει, καὶ πόνοις μαρτυρίου ὁ Νικηφόρος, τὴν κλῆσιν εὕρατο ἐπαληθεύουσαν, νικήσας καὶ τύραννον καὶ τοὺς δαίμονας.
Παρέδραμες ὡς ὄναρ τὴν κάτω δόξαν, κατέπτυσας τοῦ πλούτου πᾶσαν ἀπάτην, σαρκὸς δὲ τὰς ὀρέξεις ἀπεβδελύξω, διὸ σὲ δίκαιος κριτὴς ἐδόξασεν, ἐν θαυμάτων πλήθεσιν Ἀθανάσιε.
Ἀνδρεία καθοπλίσας τὸν λογισμόν σου, πρὸς θῆρα τὸν ὀλέθριον ἀντετάξω, ἡμῖν τοῖς ἐπιγείοις πεπιστευκότες, Θεὸν παντέλειον ἀνακηρύττομεν, Θεοτόκον ὄντως Σὲ τὴν κυήσασαν.
Θεοτοκίον.
Τὸν Λόγον τὸν ἀΐδιον παχυνθέντα, ἐκ Σῆς σαρκὸς Παρθένε καὶ γνωρισθέντα, ἡμῖν τοῖς ἐπιγείοις πεπιστευκότες, Θεὸν παντέλειον ἀνακηρύττομεν, Θεοτόκον ὄντως Σὲ τὴν κυήσασαν.








Κάθισμα. Ἦχος α΄. τὸν Τάφον Σου Σωτήρ.
Πραότητα ψυχῆς, ᾗ ἀεὶ ἐνετρύφων, Πατέρες οἱ σοφοί, ἐναπέθεντο βλέπειν, μηδόλως ἰσχύοντες, τοῦ Κυρίου τὰ θαύματα, ὑβριζόμενα, ἐν ταῖς Ἁγίαις Εἰκόσι, καὶ ὡς μάχιμοι, ζήλου πλησθέντες ἐνθέου, ἐχθροὺς ἐτροπώσαντο.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Ἐν ῥείθροις ποταμοῦ, ἐπιστὰς ἐβαπτίσθης, χερσὶ τοῦ Βαπτιστοῦ, εὐσπλαγχνίᾳ ἀφάτῳ, καθαίρων τοῦ Προπάτορος τὸ παράπτωμα Κύριε. Ὅθεν αἴνεσιν, μεγαλωσύνην καὶ δόξαν, ἀναπέμπομεν, τοῖς οἰκτιρμοῖς σου Σωτήρ μου, δι' ὧν ἡμᾶς ἔσωσας.

ᾨδὴ δ΄. Ὁ Εἱρμός
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Τῶν Ὁσίων. Ἐλήλυθας ἐκ Παρθένου.
Ῥυόμενον ἐκ λεόντων Προφήτην ὁ Κύριος, Ἄγγελον ἀπέστειλε, φιμῶσαι τούτων τὰ χάσματα, ὑμᾶς δὲ ἰσάγγελοι ἔπεμψεν, θράσος τοῦ Λέοντος ὀλέσαντας.
Ἀκράδαντοι ὥσπερ ὄρη Σιὼν ἀνεδείχθητε, Νικήτα θεόσοφε καὶ Νικηφόρε πανένδοξε, ἀπειλὰς δὲ Λέοντος ὑμῶν ἐνστάσεσιν, ὥσπερ ἠχοῖ κατεφοβήσατε.
Στιγμάτων σε καὶ μωλώπων ἀνάπλεων ἔξωσε, τῆς ἐνεγκαμένης τε, καὶ τῆς σῆς ποίμνης ὁ τύραννος, Νικηφόρε ἔνδοξε ἀλλὰ ἐλάνθανε, πέμπων σε εἰς πάτραν οὐράνιον.
Ἱλάσθητι τοῖς σοῖς δούλοις Σωτήρ μου καπτόμενος, θερμαῖς παρακλήσεσιν, Ἀθανασίου ἐξάρχοντος, τούτου τοῦ ποιμνίου σου ὅν σοι προσάγομεν, πρέσβυν οἱ ταπεινοὶ δεόμενοι.
Θεοτοκίον.
Μὴ λύσασα παρθενίας δεσμὰ Μήτηρ γέγονας, καὶ γάλα προχέασα, Τόκον μηνύον ἐκ φύσεως, ἄφθορος διέμηνας ὑπὲρ τὴν φύσιν, διὸ Σὲ Παρθενομῆτορ σέβομεν.

ᾨδή ε΄ Ὁ Εἱρμός
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
Τῶν Ὁσίων. Ὁ τοῦ φωτὸς χορηγός.
Ἥλιον ἕνα ἡμῖν, ὁ οὐρανὸς πυρσολαμπεῖ ἄνωθεν, ἀλλὰ ἡ γῆ πάσα τῆς Ἀσίας, προβάλλεται τριττούς, Πατέρας Ὁσίους, λαμπροὺς ὑπὲρ ἥλιον.
Δακρύων ὄμβροις τὸ πρίν, τῶν παθημάτων τὸν φλογμὸν ἔσβεσαν, εἶτα ῥοαῖς οἰκείων αἱμάτων, ἔπνιξαν οἱ σοφοί, εἰκονομαχίας, τὴν ἄθεον αἴρεσιν.
Ἴδε φαιδρὰ ἑορτή, τρεῖς ἀδελφοὺς ἐν τῷ αὐτῷ φέρουσα, καὶ τὴν λοιπὴν ἀγέλην καλοῦντας, εἰς αἴνεσιν ἑνὸς Θεοῦ, τρισηλίου, τοῦ πάντα τεκτήναντος.
Κατανοοῦντες τῆς σῆς, νύμφης τὴν δόξαν οἱ στεῤῥοὶ Μάρτυρες, εἵλοντο πρὶν θανεῖν ἢ προδοῦναι, αὐτῆς τὸν στολισμόν, εἰκονογραφίαν, φημὶ τὴν σεβάσμιον.
Θεοτοκίον.
Ἵνα Ὁσίων χορούς, ἐκμιμούμενος οὐρανῶν τάγματα, ἐπὶ τῆς γῆς διὰ παρθενίας, συστήση ὁ Θεός, Σὲ τούτων Παρθένε, ἀρχέτυπον ἔστησε.





ᾨδὴ ς΄. Ὁ Εἱρμός
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός· οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι’ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.

Τῶν Ὁσίων. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὡς καλὴ ἡ πανήγυρις σήμερον, τῶν τριῶν Ὁσίων Χριστὸς γὰρ ἐπήγγελται, συνεῖναι τοῖς πιστεύουσιν, οὗ ἂν δύο ἢ τρεῖς συναχθείησαν.
Τῶν λεόντων τὰς μύλας ὁ Κύριος, δι’ ὑμῶν συνέθλασε Πατέρες Ὅσιοι, ὑμεῖς γὰρ ἐνικήσατε, τὴν τῶν εἰκονομάχων δυσσέβειαν.
Ἀναφθέντες πυρὶ θείου ἔρωτος, ὁμνολογηταὶ οἱ στεῤῥοὶ προσεπτύσσοντο, διὰ Χριστὸν ἐρώμενον, τὰς ἐκείνου μορφὰς καὶ τὰ σύμβολα.
Θεοτοκίον.
Ἰησοῦ τὸ σωτήριον ὄνομα, ὁ τὸν Σὸν λαὸν σώσειν ἐπαγγειλάμενος, καὶ ἡμᾶς τοὺς οἰκέτας Σου, ταῖς λιταῖς τῆς Μητρός Σου διάσωσον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὐψωθείς.
Ἡ τριφεγγὴς τῶν Ἀσκητῶν δαδουχία, ἐκ τῆς πηγῆς τῆς ὑπερφώτου Τριάδος, ἐκπυρωθεῖσα ἔλαμψε τοῖς πέρασι φαιδρῶς, σκότος ἐκδιώκουσα, τῶν ἀθέων γλωσσάλγων, καὶ ἀκάνθας φλέγουσα, τῶν εἰκονομαχούντων, τῶν δὲ πιστῶν φωτίζουσα ψυχάς, Ὀρθοδοξίας, ἀκτίνας ἐκλάμπουσα.
Ὁ Οἶκος.
Ἡ ἀπαράλλακτος Εἰκὼν Πατρὸς τοῦ ἀθανάτου, σοφία ἡ ὑπέρθεος ἐν ᾗ τὸ πᾶν συνέστη, συνέχεταί τε καὶ διεξάγεται, οἷς κρίμασιν οἶδας, συνέσεισάς ποτε τὴν γῆν καὶ συνετάραξας αὐτήν, τυράννοις ἐπιτρέψας, κακῶσαι τὴν ποίμνην σου ἵνα, οἱ δόκιμοι φανεροὶ γένωνται. Οὗτοι μὲν οὖν τὰ θυσιαστήριά σου κατασκάψαντες, καὶ τοὺς γνησίους σου δούλους, ποιναῖς ἀνηκέστοις καθυποβάλλοντες, καὶ τήν τε οἰκουμένην πᾶσαν συνταράξαντες, ὡσεὶ πάχος γῆς ἐν ἑαυτοῖς διεῤῥάγησαν, ἀλλ’ ἴασαι τὰ συντρίμματα, αὐτῆς τῆς ἐκλογάδος σου, ὅτι ἐσαλεύθη βοῶσα ἐν κατανύξει· ἐγκαίνισον τὸν Ναόν σου ὃν κατηδάφισαν, καὶ στήριξον αὐτὸν εἰς αἰῶνα αἰῶνος. Τοὺς λύκους μακρὰν ἐλαύνουσα, καὶ πιστῶν φωτίζουσα τὰς ψυχάς, Ὀρθοδοξίας ἀκτῖσι φαιδρύνουσα.

Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Πατέρων Νικήτα καὶ Νικηφόρου τῶν Ὁμολογητῶν καὶ Ἀθανασίου τοῦ θαυματουργοῦ, ἡγουμένων τῆς Μονῆς Μηδικίου.
Ῥυσθεὶς βίου Νικήτας ὡς στρουθὸς πάγης,
Πιστοῖς νοητοῖς ἵπταται πρὸς τὸν πόλον.
Τῆς ἀρετῆς τὸ θεῖον ἤρατο στέφος,
ὁ θεῖος ἀρθεὶς ἐκ βίου Νικηφόρος.
Ἀθανασίῳ τῇ βρύσει τῶν θαυμάτων,
ἐπάξιον βραβεῖον ἀθανασίῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου.
Ὁ Πολύευκτος, οὗ πάθος τομὴ Λόγε,
Πολλῆς δι’ εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν.
Οὗτος ἦν ἐπὶ Δεκίου καὶ Βαλλεριανοῦ τῶν βασιλέων, ἐν Μελιτινῇ τῆς Ἀρμενίας στρατευόμενος πρῶτον ἐν τῇ τοιαύτῃ χώρᾳ ὑπὲρ Χριστοῦ μαρτυρήσας. Καταφοιτήσαντος γὰρ δόγματος ἀσεβοῦς, δεῖν ἐξόμνυσθαι τὸν Χριστόν, τοῖς δὲ μὴ πειθομένοις, εἶναι θάνατον τὴν ζημίαν, ὁ δέ, μηδὲν καταπτήξας, παῤῥησίᾳ τὸν Χριστὸν ἀνεκήρυξε. Τῷ δὲ περιόντι τοῦ θάρσους, καὶ τὰ παρὰ τῶν ἀπίστων σεβόμενα ξόανα συνέτριψεν, ὅθεν μήτε ταῖς τοῦ κηδεστοῦ παραινέσεσι καὶ κολακείαις πεισθείς, μήτε ταῖς τῆς γυναικὸς οἰμωγαῖς καὶ τοῖς ὀλοφυρμοῖς ἐπικλασθείς, τῷ δὲ Μάρτυρι Νεάρχῳ, φίλῳ ὄντι, τὰς συνθήκας βεβαιῶν, δεδοικότι τὴν ἀπὸ τῆς πίστεως τοῦ Χριστοῦ ἔκκλισιν, ἄτρεπτος ἐν τῇ ὁμολογίᾳ φανείς, τὴν διὰ ξίφους δέχεται τελευτήν. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ Μαρτυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐστρατίου τοῦ θαυματουργοῦ.
Κᾂν Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος,
Τὸ σῶμα τῇ γῇ θαυμάτων βλύζει.
Οὗτος, ὑπῆρχεν ἐκ χώρας Ταρσίας οὕτω λεγομένης, τελούσης ὑπὸ τὸ θέμα τῶν Ὀπτιμάτων, κώμης ὀνομαζομένης Βιτζιανῆς, γονέων εὐσεβῶν, καὶ ἐν αὐταρκείᾳ βιούντων, Γεωργίου καὶ Μεγεθοῦς. Καλῶς δὲ παρ’ αὐτῶν ἀναχθεὶς καὶ παιδευθείς, καὶ πληρώσας τὸν εἰκοστὸν χρόνον τῆς ἡλικίας, τῷ θείῳ ἔρωτι κάτοχος γίνεται. Καὶ τοὺς γονεῖς καταλιπών, φυγὰς ᾤχετο πρὸς τὰ τοῦ Ὀλύμπου μέρη, πρὸς τὴν Μονὴν τοῦ Αὐγάρου, ἐν ᾗ διέλαμψαν Γρηγόριος καὶ Βασίλειος, οἱ πρὸς μητρὸς αὐτοῦ θεῖοι, ἔν τε ἀσκήσει καὶ τῇ ἄλλῃ πάσῃ ἀρετῇ. Ὑπ’ αὐτῶν οὖν προσληφθείς, καὶ τὴν κόμην κειράμενος, τὸν ἐπίπονον καὶ μοναχοῖς ἁρμόδιον ὑπέδυ βίον.
Ταύτης τυχὼν τῆς ἐφέσεως, πᾶσι τοῖς ἀδελφοῖς προθύμῳ καρδίᾳ, καὶ ταπεινῷ τῷ φρονήματι τὴν ὑπηρεσίαν ἀπένεμε, μηδὲν τοῦ αἰῶνος τούτου φροντίζων, μηδὲ κεκτημένος τι, πλὴν ἑνὸς τριχίνου καὶ μαλλωτοῦ, ἐφ’ ᾧ ἀνακλινόμενος ἐν ᾧ ἂν ἔτυχε τόπῳ, μικρᾶς ἀνέσεως ἀπήλαυεν. Οὐδὲ γὰρ ἧν αὐτῷ τόπος πρὸς τὴν ἀνάπαυσιν ἀφωρισμένος. Λέγεται δὲ μηδέ ποτε ὕπτιον ἀνακλιθῆναι, ἀφοῦ ἀπετάξατο, μήτε μὴν ἐν τῷ ἀριστερῷ μέρει τοῦ σώματος ἀναπεσεῖν ἐν πᾶσι τοῖς ἑβδομήκοντα πέντε ἔτεσιν, ἐν οἷς ὁ τῆς ἀσκήσεως αὐτῷ ἀγὼν διηνύθη. Τῶν δὲ προηγησαμένων Ὁσίων τὸν βίον καταλυσάντων, ὁ μέγας οὗτος τὴν τῶν ἀδελφῶν προστασίαν πιστεύεται, πεισθεὶς τῇ αὐτῶν παρακλήσει.
Ἐπεὶ δὲ Λέων ὁ θηριώνυμος, ἐπανελθὼν ἀπὸ τοῦ Βουλγαρικοῦ πολέμου, ἐπανέστη τῇ βασιλείᾳ Μιχαὴλ τοῦ εὐσεβεστάτου, καὶ τὸν μετ’ εἰρήνης ὑποδεξάμενον αὐτόν, τῆς γαμετῆς καὶ τῶν τέκνων στερήσας, εἶτα δεσμήσας, καὶ ἀποκείρας, ἐξόριστον πρὸς τῇ ἀπέναντι νήσῳ ἀπέστειλε, καὶ τὴν πάλαι σβεσθεῖσαν τῶν εἰκονομάχων αἴρεσιν, ἀνεγεῖραι πάλιν ἔσπευδε. Τότε, πάντων τὰς οἰκείας οἰκήσεις ἀπολιμπανόντων, ὁμοίως καὶ οὗτος, τοῦ Μεγάλου Ἰωαννικίου αὐτὸν προτρεψαμένου, πρὸς τὴν ἐνεγκαμένην ἀφίκετο.
Ἐπεὶ δὲ πάλιν ἡ Ἐκκλησία τὸν οἰκεῖον ἀπέλαβε κόσμον, τῇ τῶν Ἁγίων Εἰκόνων ἀναστηλώσει καὶ προσκυνήσει, καὶ οἱ σημειοφόροι Πατέρες πρὸς τὰς οἰκείας ἐπανῆλθον οἰκήσεις, καὶ ὁ θεῖος Εὐστράτιος πρὸς τὴν οἰκείαν Μονὴν παραγίνεται, πᾶσαν μὲν ἡμέρας ἀόκνως ἐν τοῖς σωματικοῖς ἔργοις τοῖς ἀδελφοῖς συγκοπιῶν, τὴν δὲ νύκτα στάσεσιν ἀΰπνοις καὶ γονυκλισίας διατελῶν. Οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῇ τῇ τοῦ Κανόνος ψαλμωδίᾳ, ἔνδον τοῦ Ἁγίου Θυσιαστηρίου ἱστάμενος, ἀπ’ ἀρχῆς μέχρι συμπληρώσεως, ἐκτενῶς τό: Κύριε ἐλέησον, καθ’ ἑαυτὸν ἐκεκράγει. Τὰ δὲ παρ’ αὐτοῦ τελεσθέντα θαύματα, πολλὰ τῷ πλήθει ὄντα, ἀδύνατον γραφῇ παραδοῦναι, ἅπερ τῆς πρὸς Θεὸν αὐτοῦ εὐαρεστήσεως σημεῖον παρ’ αὐτοῦ ἐκομίσατο.
Ἐπεὶ δὲ τῶν ἐντεῦθεν ἀπαίρειν ἔμελλε, τοὺς ὑπ’ αὐτὸν προσκαλεσάμενος ἔφη: Ἀδελφοί, ὁ χρόνος τῆς ἐμῆς ζωῆς πέρας εἴληφε. Λοιπόν, τέκνα ἀγαπητά, ἣν παρελάβετε παρακαταθήκην φυλάξατε, γινώσκοντες, ὅτι τὰ μὲν παρόντα πρόσκαιρα, αἰώνια δὲ τὰ μέλλοντα. Σπουδάσατε οὖν τῆς τῶν σωζομένων μερίδος γενέσθαι. Ταῦτα εἰπών, καὶ κατασφραγισάμενος, καὶ τὰς χεῖρας ὑψώσας, καὶ εἰς οὐρανὸν ἀνατείνας τὸ ὄμμα: Εἰς χεῖράς Σου Κύριε, ἔφη, τὸ Πνεῦμά μου παρατίθημι· καὶ τὸν τῆς ἀναπαύσεως ὕπνον ὕπνωσε, ζήσας τὰ σύμπαντα ἔτη ἐννενήκοντα πέντε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Παρθένας τῆς Ἐδεσσαίας, ἀθλησάσης, ἐν Ἐδέσσῃ κατὰ τὸ ἔτος 1375.
Πατρός σου μὴ πτήξασα θηριωδίαν
Χριστοῦ χάριν ἤθλησας στεῤῥῶς Παρθένα
Αὕτη ἡ Ἁγία καὶ πολύαθλος Παρθενομάρτυς τοῦ Χριστοῦ Παρθένα, ἡ τῆς παρθενίας ἐπώνυμος, κατάγεται ἐκ τῆς πόλεως Ἐδέσσης, τῆς οὔσης ἐν τῇ Ἑλληνικῇ Μακεδονίᾳ, γεννηθεῖσα κατὰ τὸν δέκατον τέταρτον αἰῶνα. Κατὰ τὸ παρθενικόν της ὄνομα εἶχε καὶ τὴν ζωήν, πολιτευομένη σεμνῶς, ὡς καλλιπάρθενος κόρη, καὶ κοσμουμένη ἐν χρηστότητι χρυσέων ἠθῶν καὶ ἁγίων, καὶ ἀμέμπτοις τρόποις, καὶ καθαρότητι χριστιανικῆς ἀγωγῆς, καὶ τοῖς λοιποῖς προτερήμασι τῆς Ὀρθοδόξου καὶ ἀμωμήτου ἡμῶν πίστεως. Κατὰ τὸ ἔτος 1375 ἐπολιορκήθη ἡ πατρὶς αὐτῆς Ἔδεσσα ὑπὸ τῶν Μωαμεθανῶν Τούρκων, οἱ δὲ κάτοικοι ἀντέταξαν κρατερὰν ἄμυναν, ἐνισχυόμενοι καὶ ἐνθαῤῥυνόμενοι πρὸς τοῦτο ὑπὸ τοῦ ἱερομονάχου Σεραφείμ, ἐφημερίου ὄντος τοῦ μέχρι νῦν σῳζομένου Μητροπολιτικοῦ ναοῦ, τιμωμένου ἐπ' ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου. ᾽Επὶ ὀκτὼ καί πλέον μῆνας διήρκει ἡ σθεναρὰ ἅμυνα καὶ ἀντίστασις τῆς πόλεως. Ὁ ἐχθρός, ὅστις ἦτο ἄριστα ἐφωδιασμένος καὶ πολυάριθμος, ἀπέκαμε, καί, ὡς φαίνεται, ἡτοιμάζετο νὰ λύση τὴν πολιορκίαν τῆς πόλεως. Ἀλλὰ κατὰ τὴν τελευταίαν στιγμήν, εἷς ἐκ τῶν προκρίτων τῆς πόλεως, Πέτρος ὀνομαζόμενος, ὅστις εἶναι ὁ πατὴρ τῆς καλλιπαρθένου Παρθένας, (Κὲλλ Πέτρον, ἤτοι Κασιδιάρην Πέτρον διέσωσε τὸ ὄνομά του ἡ παράδοσις), πληρωθεὶς πλουσίως ὑπὸ τοῦ πολιορκητοῦ Πασᾶ τῶν Τούρκων, προέδωκε τὴν πόλιν εἰς χεῖρας αὐτῶν, ἐκ τοῦ νοτιοανατολικοῦ μέρους, ἔνθα αὐτὸς ἐφρούρει, καὶ ὅπου ἐκυριάρχει μία ἐκ τῶν κυριωτέρων ἐπάλξεων τῆς πόλεως. Σήμερον τὸ σημεῖον ἐκεῖνο εἶναι περίπου τὸ σημερινὸν Κιουπρί, κάτωθι τοῦ ὁποίου ρέει ὁ ποταμός, ὁ προερχόμενος ἐκ τῆς Ἄγρας, καὶ διακλαδιζόμενος ἐντὸς τῆς πόλεως κινεῖ τὰ ἐργοστάσια, καὶ σχηματίζει τοὺς περιφήμους καταῤῥάκτας τῆς Ἐδέσσης, καὶ διαχυνόμενος κάτωθι αὐτῆς ποτίζει τοὺς κήπους καὶ τὰ ὀπωροφόρα δένδρα αὐτῆς, τοῦ Ῥιζαρίου, τοῦ Μαυροβουνίου καὶ τῆς Σκύδρας. Οἱ Τοῦρκοι τὴν 26ην Δεκεμβρίου τοῦ 1375 εἰσῆλθον εἰς τὴν πόλιν, καὶ ἐπεδόθησαν εἰς τὴν σφαγὴν καὶ τὸν ἐξανδραποδισμὸν τῶν κατοίκων, καὶ τὴν ποικίλην διαρπαγὴν καὶ τὰς ἀτιμώσεις. Συνέλαβον τὸν ἱερομόναχον Σεραφείμ, καὶ καθυπέβαλον αὐτὸν εἰς φρικώδη βασανιστήρια, πειρώμενοι νὰ πείσουν τοῦτον ἵνα ἀπαρνηθῇ τὸν Χριστόν. Ἀλλ' ὁ λειτουργὸς τοῦ Ὑψίστου, πλήρης θάῤῥους, καθυπέστη τὴν ἐπιφορὰν τῶν δεινῶν, τὸ ὄνομα τοῦ Χριστοῦ ὁμολογῶν, ἀλλὰ καὶ τὸ ὄνομα τῆς Πατρίδος διακηρύττων. Μετὰ σκληρὰ βασανιστήρια, διαρκέσαντα ἐπὶ ὀκταήμερον, ἤχθη ἐνώπιον τοῦ Πασᾶ, παρ' οὗ κατεδικάσθη, νὰ πνιγῇ, ριπτόμενος εἰς τὸν μέγαν καταῤῥάκτην, ὕψους τεσσαράκοντα περίπου μέτρων, ὅπερ καὶ ἐγένετο. Καί οὕτως, ὁ καλὸς οὗτος λειτουργὸς τοῦ Ὑψίστου καὶ ὑπέροχος πρόμαχος τῆς Πατρίδος, ἔλαβε τὸν στέφανον τοῦ διπλοῦ μαρτυρίου. Ἄχρι δὲ νῦν οἱ αὐτόχθονες κάτοικοι τῆς πόλεως, τὸν μέγαν καταῤῥάκτην γνωρίζουν ὑπὸ τὸ ὄνομα «ἰτσερὶ Πασᾶ» ἤτοι «νερὰ τοῦ Πασᾶ». Ὁ δὲ κακουργήσας προδότης Πέτρος, (ὁ Κὲλλ ἤτοι Κασιδιάρης, Πέτρος), μετὰ τὸν φρικώδη προδοσίαν του καὶ τὴν ἅλωσιν τῆς πόλεως, ἐξώμοσε τὴν ἁγίαν ἡμῶν πίστιν, καὶ ἠρνήθη ὁ ἄθλιος τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ γενόμενος Μουσουλμᾶνος, περιετμήθη, καὶ οὕτως ἀπέβη υἱὸς ὀργῆς, καὶ αἰωνίου κατάρας καὶ ἀτελευτήτου κολάσεως. Ἀλλ’ ὁ ἐξομόσας ἄθλιος προδότης καὶ πατήρ, ἠβουλήθη νὰ παραδώσῃ ὡς παλλακίδα εἰς τὸν Πασᾶν τὴν περικαλλεστάτην καὶ σεμνοτάτην κόρην αὐτοῦ Παρθέναν, τὸ πανευῶδες τῆς παρθενίας ἀλάβαστρον, ἀφοῦ προηγουμένως πείσῃ αὐτὴν καὶ ἀπαρνηθῇ τὸν Σωτῆρα ἡμῶν Χριστόν. ῎Εφριξεν εἰς τὸ ἄκουσμα τῶν λόγων τούτων ἡ καλλιπάρθενος κόρη Παρθένα, ἡ καὶ πρᾶγμα καὶ ὂνομα παρθένος, καὶ ὡς ἄλλη Ἁγία Βαρβάρα ἤλεγξεν εὐθαρσῶς τὸν ἄθλιον τοῦτον πατέρα, τόσον διὰ τὴν ἐξώμοσιν τῆς ἁγίας ἡμῶν πίστεως, ὅσον καὶ διὰ τὴν πρωτοφανῆ αὐτοῦ ἀσέβειαν καὶ πώρωσιν, καὶ μετὰ φρονήματος ἀκαταπλήκτου, καὶ ψυχῆς στεῤῥοτάτης ὡμολόγησεν ἑαυτὴν Χριστιανήν, καὶ ὅτι οὐδέποτε θὰ ἀρνηθῇ τὸ γλυκύτατον ὄνομα τοῦ οὐρανίου νυμφίου αὐτῆς Χριστοῦ, κἂν μύρια καὶ φρικώδη ὑποστῇ μαρτύρια, καὶ τὸν θάνατον ἀκόμη. Ἀλλ' οὗτος ὁ δυσσεβής, ἀντὶ νὰ συντριβῇ καὶ μετανοήσῃ ἐκ τῆς ἀτρέπτου ταύτης στάσεως καὶ τῶν λόγων τῆς ἁγίας κόρης του, ἐξεμάνη καὶ ἀπεθηριώθη. Καὶ ἀλογήσας φυσικοῦ νόμου καὶ πατρικοῦ φίλτρου, ἔδειρεν ἀπανθρώπως τὴν θεόφρονα κόρην, μέχρις αἴματος καὶ ἀναισθησίας, ἐπικαλουμένην νοερῶς τὸ σωτήριον ὄνομα τοῦ νυμφίου αὐτῆς Χριστοῦ. Εἶτα ἐξεγύμνωσεν αὐτὴν καὶ ἡμιθανῆ παρέδωκεν εἰς χεῖρας τῶν βαρβάρων Τούρκων στρατιωτῶν. Οὗτοι ἐπὶ τριήμερον καθυπέβαλον αὐτήν, ἐν τῇ διακρινούσῃ αὐτοὺς ἀπηνείᾳ καὶ ἰταμότητι, εἰς φρικτὰς καὶ σκληροτάτας βασάνους καὶ στρεβλώσεις, αἵτινες οὐδόλως ἐκλόνησαν τὸ ἀήττητον φρόνημα τῆς μακαρίας Παρθένας, ἀλλ' ἔδειξαν αὐτὴν στεῤῥοτέραν ἀδάμαντος, ἐν τῇ δυνάμει τῆς πρὸς Χριστὸν πίστεως. Μετὰ πολλὰς βασάνους καὶ τιμωρίας, ἔσυραν αὐτὴν γυμνὴν καὶ ῥιγῶσαν, ἐν μηνὶ Δεκεμβρίῳ τελευτῶντι, εἰς τοὺς πλήρεις χιόνων δρόμους τῆς Ἐδέσσης, καὶ τέλος ὡδήγησαν τὴν ἁγίαν παρθένον Παρθέναν εἰς τὸν νοτιοδυτικόν, ὑπεράνω τῆς Ἐδέσσης, λόφον, ὅπου σήμερον οἱ στρατῶνες, καὶ, ἐκεῖ, θάψαντες ζῶσαν ἀκόμη, ἐθανάτωσαν αὐτήν. Ὁ λόφος οὗτος μέχρι σήμερον φέρει τὴν ὀνομασίαν «Κίς-Τεπέ», ἤτοι «λόφος τῆς Παρθένας». Καὶ, οὕτως ἐτελειώθη ἡ καλλιμάρτυς αὕτη παρθένος Παρθένα, ἡ ὁλοψύχως ἀγαπήσασα τὸν Χριστόν, ᾯ καὶ νοητῶς ἐνυμφεύθη, ὑπὲρ τοῦ Ὁποίου ὑπερφυῶς ἠγωνίσθη, καὶ μαρτυρικῶς ἠνδραγάθησεν ἐν ἁπαλῷ γυναικείῳ σώματι. Ἐμιμήθη τὴν ἀνδρείαν τῶν πάλαι Ἁγίων Μαρτύρων, καὶ ἀνεκεφαλαίωσεν αὐτῶν τοὺς ἀγῶνας, διὰ τοῦτο συνηριθμήθη καὶ ἐπαξίως ἐδοξάσθη μετὰ τῶν Ἁγίων Παρθενομαρτύρων, λαβοῦσα παρὰ Χριστοῦ τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ ἤδη «ἐν τῷ φωτὶ Κυρίου», «ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων» ἀγαλλομένη πρεσβεύει ὑπὲρ πάντων ἡμῶν, τῆς ἰδιαιτέρας αὐτῆς πατρίδος Ἐδέσσης, καὶ ὑπὲρ πάσης τῆς Ἑλλάδος. Ἔκτοτε μετὰ τὸ μαρτυρικὸν αὐτῆς, τέλος, ὁ εὐσεβὴς λαὸς τῆς Ἐδέσσης τιμᾷ αὐτὴν ὡς μάρτυρα καὶ ἁγίαν, καὶ τὸ ὄνομα αὐτῆς δίδει, κατὰ τὸ θεῖον βάπτισμα, εἰς πλείστας ὅσας κόρας τῆς πόλεως καὶ τῶν περιχώρων. Δυστυχῶς, ὅταν ἐπὶ ἀνταρτοπολέμου ὁ Συνταγματάρχης Λίβας ἀφῄρεσεν ὅλους τοὺς λίθους ἐκ τῶν παλαιῶν φρουρίων καὶ τῶν ἐρειπίων τῆς Ἐδέσσης, μηδένα ἐρωτῶν, καὶ οὐδενὸς τὴν γνώμην λαμβάνων ὑπ' ὄψιν, ἀφῄρεσε καὶ ἐκ τοῦ τόπου τοῦ μαρτυρίου τῆς Ἁγίας Παρθένας, πᾶν ὅ,τι ἐδείκνυε τὸν τόπον τοῦτον, ὡς μὴ γνωρίζων τι, περὶ τοῦ μαρτυρίου τῆς κόρης, ἀλλὰ καὶ οὐδεὶς ἐφρόντισε νὰ διαφωτίσῃ αὐτὸν ὡς ἔδει, καὶ ἔκτισε τὴν μάνδραν τῶν στρατώνων, καὶ οὕτως ἐξηφανίσθη ὁ τάφος τῆς ἁγίας καὶ καλλινίκου Παρθενομάρτυρος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου ἐπισκόπου Σεβαστείας, ἀδελφοῦ τοῦ Μεγάλου Βασιλείου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀντωνίνα ἐν τῇ Νικομηδείᾳ, ἐν θαλάσσῃ βληθεῖσα τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λαυρεντίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βασιλείου καὶ Γρηγορίου τῶν θαυματουργῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ, τοῦ γενομένου ἐπὶ βασιλείας Βασιλείου ἐν ἔτει 867 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων Νεολλίνης καὶ Δομνίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν τῇ Ἰ. Μ. Χοζεβᾷ Τριῶν χιλιάδων ἀναιρεθέντων Πατέρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλίππου, μητροπολίτου Μόσχας καὶ πάσης Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνδριανοῦ, ἡγουμένου Καντουαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μπριθουάγδου, ἀρχιεπισκόπου Καντουαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ Γέροντος τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ τῆς Ἁγίας Τριάδος Κιέβου.
Ταῖς αὐτῶν ἁγίας πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.









ᾨδὴ ζ' Ὁ Εἱρμός
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τῶν Ὁσίων. Εἰκόνος χρυσῆς.
Σκιαὶ μαθητῶν, καὶ σουδάρια Χριστὲ καὶ ἱματίων, ὧαι καὶ κράσπεδα ἰατρεύουσιν, ἀνίατα ἀῤῥωστήματα, σοῦ δὲ τῆς σαρκὸς αἱ εἰκόνες, τὰς ψυχὰς θεραπεύουσι ἀνάγουσαι, τὸν λογισμὸν πρὸς τὰ πρωτότυπα.
Πηλὸς μορφωθείς, ἐν Εἰκόνι τοῦ Θεοῦ τιμᾶται ξένως, παρὰ Προφήταις τοῖς βλέπουσιν, ὀ χαρακτὴρ τοῦ Πλάστου μου, μορφὴν ἀνθρωπίνην λαβόντος, οὐ νομίζεται σέβεσθαι παρὰ τυφλοῖς, διὸ ἡμεῖς τοῦτον τιμῶμεν σεπτῶς.
Λατρεύειν Θεῷ, ἐν ψυχῇ συντετριμμένῃ διδαχθέντες, ἐξ ἡγουμένων τῶν τῆς πίστεως, σοὶ τῇ Τριάδι λατρεύομεν, καὶ τῷ Θεοθέντι τῷ Λόγῳ, ἡνωμένῳ προσλήμματι καὶ μυστηρίοις, τοῖς φρικτοῖς παραδοθεῖσιν ἡμῖν.
Εἰκόνας σεπτάς, προσκυνοῦντες οὐδαμῶς θεοποιοῦμεν, δι’ αὐτῶν δὲ ἀναβιβάζομεν, τὴν τιμὴν εἰς τὰ ἀρχέτυπα, καὶ τοῦ Θεανθρώπου τοὺς δούλους, τιμητικῶς ἀσπαζόμεθα ὡς τιμηθέντας, ἐξ αὐτοῦ ἐν θαυμασίοις πολλοῖς.
Θεοτοκίον.
Καλὴν καὶ τερπνήν, θεωροῦντες προκοπὴν τῆς τῶν Πατέρων, ἀναστροφῆς ἀεὶ μιμούμεθα, τὴν τούτων πίστιν ἀσάλευτον, οὗτοι καὶ τιμᾶν τὰς Εἰκόνας, τὰς Ἁγίας παρέδωκαν καὶ Σὲ δοξάζειν, Μαριὰμ οἷα Μητέρα Θεοῦ.


ᾨδὴ η' Ὁ Εἱρμός
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε· τοῦτο γὰρ φύσει πέφυκα· ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα· Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὕτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ· ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Ὁσίων. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὤμοις βαστάζοντες Σταυρόν, τῷ Χριστῷ συνεσταυροῦσθε θεοφόροι, καὶ Εἰκόσι ταῖς τούτου συνεξωσθέντες πικράς, κολάσεις ὑπήλθετε δεύτερον, διπλοῖς κοσμηθέντες, καὶ ἄθλοις καὶ στεφάνοις.
Μὴ λογιζόμενοι Μονῆς, τὴν καθαίρεσιν τοῦ Λόγου προδοσίαν, μὴ γὰρ εἶναι τὸ θεῖον περιγραπτὸν τοπικῶς, τὴν πίστιν ἐτήρουν ἀκράδαντον, οἱ σοφοὶ Πατέρες, οἰκοδομὰς λιπόντες.
Ἔλεον ἔφη ὁ Δαβίδ, ἀνυμνήσειν τοῦ Θεοῦ ἀλλὰ καὶ κρίσιν, ἡνωμένας διόπερ ὁ Νικηφόρος βοᾶ· μηδένα τῷ μόνῳ ἑλκύεσθαι, οἴκτῳ μήτε μόνη, τῇ δίκῃ ἀπελπίζειν.
Λάμψεσι θείων διδαχῶν, ὁ θεόφρον Ἀθανάσιος ὡδήγει, μαθητὰς τοὺς ἰδίους γαστρὸς ἡνίας κρατεῖν, ὡς ἔνθεν πεφυκότος φύεσθαι, τοῦ ταπεινοῦ ἤθους, ἐξ οὗ ἡ σωτηρία.
Θεοτοκίον.
Ἐξ ἡδονῶν τῶν τῆς σαρκός, ἠχμαλώτευσα τὸν νοῦν ἀκαθαρσία, καὶ μισῶν ἅπερ πράττω καὶ οὐ ποιῶν ἃ ποθῶ, τὴν μάχην σαρκὸς καὶ τοῦ πνεύματος, ὀδύρομαι Κόρη, Σὺ μόνη λύτρωσαί με.





ᾨδὴ θ'. Ὁ Εἱρμός
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις· Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε· οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει· καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει· τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου· οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε· ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι· ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται· ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

Τῶν Ὁσίων. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Τοὺς τρεῖς Ὁσίους Πατέρας, προβαλλόμεθα Λόγε, καθάπερ οἱ τρεῖς παῖδές σου ποτέ, τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ, Ἰακώβ τε τὸν θεῖον, πρὸς αἴτησιν πταισμάτων ἱλασμοῦ, δι’ ἱδρῶτας καὶ πόνους, αὐτῶν ἡμῖν ἱλάσθητι.
Ἰδοὺ ἡ ποίμνη ἣν πάλαι, συνεστήσατε μόχθῳ, ἐγκαινισθεῖσα ζήλῳ θεϊκῷ, ἀναβοᾶ πρὸς ὑμᾶς ἐκ ψυχῆς, ἄγρυπνοι ἀγελάρχαι, φυλάξατε τὰ πρόβατα ὑμῶν, εἰς νομὰς ζωηφόρους, τοὺς λύκους ἐκδιώκοντες.
Ὁμολογίας στεφάνῳ, καὶ ἀσκήσεως κόσμῳ, παρεστηκότες θρόνῳ τοῦ Θεοῦ, ὦ ἀσκηταὶ καὶ στεῤῥοὶ ἀθληταί, παῤῥησίας τυχόντες, αἰτήσασθε Χριστὸν τὸν Λυτρωτήν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τοὺς ὑμνοῦντας ὑμᾶς.
Θεοτοκίον.
Σὲ τὴν τεκοῦσαν Σὸν Πλάστην, καὶ συσχοῦσαν σπαργάνοις, τὸν πάσαν περιέχοντα δρακί, κρῆσιν φθαρτὴν καὶ ἀφθάρτου ζωῆς, καὶ τὸν ἄρτον τὸν θεῖον, τὸν καταβάντα πάλαι ἐκ Πατρός, θρεψαμένη συμφώνως, ἐν ὕμνοις μεγαλύνομεν.






Ἐξαποστειλάριον Γυναῖκες ἀκουτίσθητε.
Οἱ πάνσεπτοι κοσμήτορες, τῶν Μοναστῶν ὑμνείτωσαν, ὁμολογίας αἱ στῆλαι, καὶ εὐσεβείας οἱ πύργοι, Νικήτας Νικηφόρος τε, κλεινός τε Ἀθανάσιος, οἱ πρόμαχοι Ἐκκλησίας, καὶ καθαιρέται τῆς πλάνης, τῶν δεομένων προστάται.
Τῆς ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὡς λέων ἐν μάνδρᾳ τῇ αὐτοῦ, βασιλεὺς ὁ ἄνομος, τοῖς εὐσεβέσιν ἐνήδρευσε, ζητῶν σπαράξασθαι, τινὰ τῶν πενήτων, τοῦ λόγου καὶ χάριτος, ὑμῖν δὲ ἐντυχὼν πανσεβάσμιοι, τὰς μύλας τέθλασται, ἐκβοῶσι πρὸς τὸν Κύριον· ἡμᾶς σῶσον ἐκ στόματος λέοντος.

Αἰνεῖται τὰ πάντα τὸν Θεόν, οὐρανοὶ καὶ θάλασσα, γῆ τε καὶ ὄρη καὶ φάραγγες, καὶ γὰρ διέσωσε, τὴν Σιὼν τὴν νέαν, Ἰουδαίας πόλεις τε, ναοὺς τοὺς κατὰ τόπο ἀνήγειρεν, ὡς καὶ σεπτὸν σηκόν, τῷ ὀνόματι τιμώμενον, τῆς Παρθένου Πατέρων Ἁγίων τε.

Καυχᾶται Ὁσίων ἡ πληθύς, τῇ Σῇ δόξῃ Κύριε, καὶ εὐφροσύνως πορεύονται, τὴν ἐπὶ θάνατον, ἵνα ἐπὶ κοίταις, αὐτῶν ἀναπαύσωνται, Μοναῖς ταῖς τοῦ Πατρός Σου ἀθάνατε, ἐν αἷς κατέπαυσαν, Ἀθανάσιος Νικήτας τε, Νικηφόρος οἱ Σὲ ἀγαπήσαντες.

Ἀθάνατον εὔκλειαν εὑρών, Πάτερ Ἀθανάσιε, κατὰ παθῶν με ἐνίσχυσον, τῶν θανατούντων με, σὺ δὲ Νικηφόρε, καὶ Νικήτα ἔνδοξοι, οἱ πλάνην ἐξορίαις διώξαντες, κἀμὲ ἐξόρισον, ἐκ Θεοῦ διὰ τὰς πράξεις μου, πρὸ τοῦ τέλους εἰς αὐτὸν προσάξατε.

Δόξα. Ἦχος β΄.
Σήμερον ἐπὶ γῆς, τῶν Ὀρθοδόξων χαίρει ἡ χορεία. Σήμερον Ἐκκλησία λάμπεται, καὶ τὸν Κτίστην δοξάζει. Αἱ Δυνάμεις τῶν οὐρανῶν εὐφραίνονται, ἰσαγγέλων ψυχὰς προσδεχόμεναι, ἡ γῆ ἁγιάζεται φέρουσα, τῶν Ὁσίων τὰ σώματα ἄφθορα, ἡμεῖς δὲ τὰ τούτων τέκνα βοῶμεν· σώσατε Πατέρες ἡμῶν, τὴν ὑμετέραν ποίμνην, καὶ συστήσατε Κυρίῳ.


  
Καὶ νῦν... Ἦχος β' Ἀνατολίου
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις
































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ τριφεγγὴς τῶν Ἀσκητῶν δαδουχία, ἐκ τῆς πηγῆς τῆς ὑπερφώτου Τριάδος, ἐκπυρωθεῖσα ἔλαμψε τοῖς πέρασι φαιδρῶς, σκότος ἐκδιώκουσα, τῶν ἀθέων γλωσσάλγων, καὶ ἀκάνθας φλέγουσα, τῶν εἰκονομαχούντων, τῶν δὲ πιστῶν φωτίζουσα ψυχάς, Ὀρθοδοξίας, ἀκτίνας ἐκλάμπουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.



Εἶτα ὁ Κανὼν τῶν Ὁσίων.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Νικήσας τὰ πάθη τὰ τῆς σαρκός, στεφάνῳ τῆς νίκης ἐκοσμήθης παρὰ Θεοῦ, διό σε Νικήτα ἱκετεύω, τὴν τῶν παθῶν μου ἀχλὺν διασκέδασον.
Δεινότατον κλύδωνα ἐπ’ ἐμέ, ἐξήγειρεν ὄντως τῶν πταισμάτων μου ἡ πληθύς, ποντίσαι ζητοῦσα ἀπογνώσει, σύ μοι ταχὺς βοηθὸς ἐπιφάνηθι.
Τὸν βίον ἡσύχως διαπερῶν, πραότητος γνώμη χάριν εἴληφας ἐκ Θεοῦ, πραΰνειν καρδίας ὀχλουμένας, διὸ ψυχῆς μου τὸν τάραχον κοίμισον.
Θεοτοκίον.
Παρθένε ἡ τέξασα ἐπὶ γῆς, εἰρήνην τῷ κόσμῳ θλιβομένην μου τὴν ψυχήν, δειναῖς ἐπηρείαις τῶν δαιμόνων, καὶ κακοτρόπων ἀνθρώπων εἰρήνευσον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἀθανάσιε μάκαρ ὁ ἀστατῶν πάντοτε, φεύγων τὰς συγχύσεις τοῦ βίου καὶ συλλεγόμενος, οἷάπερ μέλισσα τῶν ἐναρέτων τὰς πράξεις, σύ μου τὸ εὐόλισθον στῆσον πρεσβείαις σου.
Προσπαθείαις τοῦ βίου προστηκὼς πάντοτε, νόσοις τε ποικίλαις καὶ θλίψεσιν ἐκταράττομαι, σὺ ὃς διώδευσας τὴν στενὴν τρίβον Κυρίου, καὶ πρὸς τὴν ἀπάθειαν φθάσας με ἴασαι.
Ὀφθαλμίαν ὀμμάτων καλλιγραφῶν πέπονθας, ὅθεν ὁ Χριστός σοι ὁρᾶν καὶ πάλιν δεδώρηται, ἐμὲ δὲ ἔχοντα ὡς φωτισμὸν τὴν τρυφήν μου, νύκτα τὴν ἀσέληνον λιταῖς σου φώτισον.

Θεοτοκίον.
Θεοτόκε Παρθένε ἠ τὴν ζωὴν τέξασα, τεθανατωμένον με ἤδη τοῖς πλημμελήμασι, σὺ ἐξανάστησον ἐκ τῶν πυλῶν τῶν τοῦ ἅδου, ἵνα μὴ κατάβρωμα ἐχθροῖς μου γένωμαι.
Στηρίξατε, ὑμῶν τὴν ποίμνην Πατέρες ὦ θεοφόροι, καὶ τῶν χαλεπῶν κινδύνων λυτρώσασθε, οἳ συνέχουσι νῦν ἡμᾶς πολυτρόπως.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβείαν θερμήν.
Πρεσβείαν θερμὴν κινήσατε φιλόστοργοι, Πατέρες ἡμῶν πρὸς μόνον τὸν Φιλάνθρωπον, τοῦ λυτρῶσαι τάχιστα τῆς παρούσης ἡμᾶς περιστάσεως, καὶ ἀναγκῶν καὶ κακώσεων, ὑμᾶς γὰρ προστάται κεκτήμεθα.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικηφόρε πανόλβιε, ὡς τῆς ἡσυχίας ἐραστὴς γνήσιος, τὸν παθῶν ἄσπονδον πόλεμον, τῶν ἐν τῇ ψυχῇ μου κατασίγησον.
Τὴν ζωὴν τὴν οὐράνιον, τὴν ἐγκεκρυμμένην Χριστῷ ἐπόθησας, διὰ τοῦτό με καθάρισον, ἀπὸ τῶν κρυφίων μου ἀοίδιμε.
Συντριβέντα με πταίσμασι, παραλελυμένον τε ἀμελείᾳ μου, σύσφιγξόν με ἱκεσίαις σου, Νικηφόρε μάκαρ τὸν οἰκέτην σου.
Θεοτοκίον.
Ἐμολύνθην ὁ ἄθλιος, καὶ ἀπεβδελύχθην διὰ τὰς πράξεις μου, ἡ τὴν κάθαρσιν κυήσασα, τὴν τοῦ κόσμου Κόρη Σύ με κάθαρον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκότος με δεινόν, τὸ τῶν θλίψεων ἐκάλυψε, καὶ ἡ ἰσχύς μου μὲ κατέλιπε, Νικῆτα μάκαρ σὺ φωτίσας με ἐνίσχυσον.
Λύκοι ἀναιδεῖς, τὴν σὴν ποίμνην ἐκταράττουσιν, ὦ Νικηφόρε Μάρτυς τοῦ Χριστοῦ, ἀλλὰ σῆς ῥάβδῳ πρεσβείας τούτους ἐκδίωξον.
Πένητας πολλούς, Ἀθανάσιε μετέθρεψας, καὶ τοὺς σοὺς παῖδας ἀποροῦντας τροφῆς, δόξης τῆς θείας καταχόρτασον πρεσβείαις σου.
Θεοτοκίον.
Μήτηρ τοῦ Θεοῦ, τὴν παροῦσα ἴδε κάκωσιν, τὴν κατατρύχουσα τοὺς δούλους τοὺς Σούς, καὶ μὴ ἐάσης ἀπολέσθαι κινδυνεύοντας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τετάρακται, ἐν ἐμοὶ τὸ πνεῦμά μου, ἀπὸ θλίψεως ἐχθρῶν πολεμούντων, ἐν γὰρ σφοδρᾷ ἐγκοτοῦσιν ὀργῇ μοι, καὶ τῇ τοῦ θανάτου δειλίᾳ ἐκτήκομαι, Σὺ Σῶτερ πτεροῖς περιστερᾶς, ταῖς λιταῖς τῶν Ἁγίων Σου σῶσόν με.
Περίλυπον, αἱ τοῦ βίου μου ζάλαι, καὶ παθῶν ἐπαναστάσεις ποιοῦσι, διὰ παντὸς ἐκνικῶσαι τὸ κρεῖττον, καὶ διδοῦσαι μερίδι τῇ χείρονι, τὸ ἄρχειν Πατέρες εὐκλεεῖς, ταῖς πρεσβείαις ὑμῶν με εὐφράνατε.
Χαρίσματα, καὶ ἰάσεις ποικίλας, διανέμοντες ἀφθόνως τοῖς πίστει, εἰλικρινεῖ ἐν ὑμῖν προσιοῦσι, καὶ ἐξαιτοῦσιν ἐκ θλίψεων λύτρωσιν, Πατέρες καὶ νόσους τὰς ἡμῶν, ἐπισκέψασθε νῦν καὶ ἰάσασθε.
Θεοτοκίον.
Σὲ δέδωκεν, ἐν τῷ κόσμῳ Κύριος, προστασίαν ὁ τὸν κόσμον ποιήσας, Μῆτερ ἁγνὴ ὡς ἐν κόσμῳ ὀφθῆναι, δι’ εὐδοκίαν ὡς ἄνθρωπος ἔγνωκε, διὸ πολεμούμενόν με νῦν, ὑπ’ ἐχθρῶν ἀοράτων διάσωσον.
Στηρίξατε, ὑμῶν τὴν ποίμνην Πατέρες ὦ θεοφόροι, καὶ τῶν χαλεπῶν κινδύνων λυτρώσασθε, οἳ συνέχουσι νῦν ἡμᾶς πολυτρόπως.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πταίσμασι βαρούμενοι, πάντες ἡμεῖς θεοφόροι, καὶ κατακαμπτομενοι, ἀχθηδόσι πάντοτε ταῖς τῶν θλίψεων, πρὸς ὑμᾶς στένομεν, τοὺς ἡμῶν Πατέρας, ἐκ βαθέων ἀνακράζοντες· σπεύσατε Ἅγιοι, πόνων τῶν τοῦ βίου κουφίσατε, οἱ μώλωπες προσώζεσαν, τραύματα ἡμῶν κατεσάπησαν, ἰσχὺς δὲ οὐκ ἔστιν, ἐν μέλεσιν οὐ φῶς τοῖς ὀφθαλμοῖς, εἰ μὴ πρὸ τέλους ἀρήξητε, εἰς τέλος ὀλλύμεθα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐρείσαντες τοὺς πόδας εὐσεβείας ἐν πέτρᾳ οὐ κατεσείσθητε, βασάνων τρικυμίαις, διὸ κλονούμενόν με, ἐπηρείαις τοῦ δαίμονος, ἐπὶ τὴν πέτραν Χριστοῦ, στήσατε ὁδηγοί μου.
Χριστοῦ ὡς στρατιῶται ἐσταυρώσατε σάρκα σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἐμοὶ δὲ ζῶσα πάντως, ἁμαρτία ταράττει με, νεκρώσατέ μου σοφοί, τὸ φρόνημα τῆς σαρκός μου.
Τῆς πλάνης καθαιρέται εὐσεβείας προστάται καὶ ὁδηγοὶ τῶν πιστῶν, καὶ φύλακες τῆς ποίμνης, ταύτης ὦ θεηγόροι, χρηματίζοντες πάντοτε, ὑπὸ τὴν σκέπην ὑμῶν, πάντας φρουρήσατε.
Θεοτοκίον.
Παθῶν πολιορκούντων, τὴν ἀθλίαν ψυχήν μου καὶ σπαρασσόντων δεινῶς, Παρθένε λύτρωσαί με, καὶ γὰρ ὑπὲρ τὰς τρίχας, κεφαλῆς μου ἐπλήθυναν, οἱ θλίβοντες ἀφειδῶς, τὴν ταπεινὴν ζωήν μου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παρεστηκότες, τῷ Βασιλεῖ τῶν αἰώνων, θεοφόροι Πατέρες εἰρήνην, αἰτήσασθε κόσμῳ, ἡμῖν δὲ σωτηρίαν.
Τῶν Ἀποστόλων, ὁμότροποι γεγονότες, τῶν Χριστοῦ προβάτων τὴν φροντίδα, ἤρατε καὶ ταῦτα, προσάξατε τῷ Πλάστῃ.
Ὡς καθαιρέται, τῆς πλάνης ἀναφανέντες, καὶ παθῶν σαρκικῶν θεοφόροι, νικητήν με πάσης, δείξατε ἐπηρείας.
Θεοτοκίον.
Μίαν θεότητα, ἐν τρισὶ χαρακτῆρσι, τὸν Πατέρα καὶ Λόγον καὶ Πνεῦμα, πάντες προσκυνοῦμεν, ἕνα Θεὸν τὰ τρία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐξέλιπεν ἐν πλείσταις, λύπαις ἡ ζωή μου, καὶ ὀχετοῖς τῶν δακρύων τὰ ἔτη μου, Σὺ ἡ χαρὰ τῶν Σῶν δούλων, Σωτήρ με εὔφρανον.
Ἐσπάσαντο ῥομφαίαν, ἐνέτειναν τόξον, ἁμαρτωλοὶ καθ’ ἡμῶν τῶν Σῶν δούλων Χριστέ, σὺ τὰς ἐνέδρας τὰς τούτων, Σωτὴρ ματαίωσον.
Πρεσβείαις Σῶν Ὁσίων, Ὁμολογητῶν Σου, θαῤῥῶν Χριστὲ ὡς ῥυσθήσομαι πάντων ἐχθρῶν, ἐν εὐχαρίστῳ καρδίᾳ, χαίρων δοξάζω Σε.
Θεοτοκίον.
Παρθένε Θεοτόκε, ἡ ἐλπὶς τοῦ κόσμου, ἡ τῶν ἐθνῶν τὴν ἐλπίδα κυήσασα, Σαῖς μεσιτείαις ἐλπίζων, οὐκ αἰσχυνθήσομαι.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τοὺς τρισσολαμπτῆρας τοὺς φεραυγεῖς, τοὺς τῆς μετανοίας διδασκάλους καὶ ὁδηγούς, τῆς στενῆς πορείας, τῆς εἰς τὴν Βασιλείαν, φερούσης ὑμνωδίαις ἀνευφημήσωμεν.
Νικήταν τὸν ἔνδοξον νικητήν, καὶ τὸν Νικηφόρον τὸν τῆς νίκης στέφει σεπτῷ, ἐγκεκοσμημένον, σὺν τῷ Ἀθανασίῳ, τῷ θαυμαστῷ ἐν ἔργοις ὕμνοις τιμήσωμεν.
Χαίρετε Ποιμένες τῶν τοῦ Χριστοῦ, λογικῶν θρεμμάτων, προηγούμενοι εὐσεβῶς, οἱ ποίμνην ἐν πόᾳ, ἐκτρέφοντες Κυρίου, καὶ λύκους ἀσεβείας μακρὰν ἐλαύνοντες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου