ΙΑΝΟΥΑΡΙΟΣ 9!!
ΠΕΤΡΟΣ ΣΕΒΑΣΤΕΙΑΣ & ΝΑΥΚΡΑΤΙΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰωάννου
Δημητριάδου Κατουνακιώτη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Σεβαστείας
τὸν πρόεδρον, ἐπισκόπων τὸν ἔνθεον, Πέτρον τὸν ἀοίδιμον εὐφημήσωμεν, καὶ τὸν
ὁμαίμονα ἅπαντες, αὐτοῦ καταστέψωμεν, τὸν Ναυκράτιον φημί, ἀσκητῶν τὸ ὡράϊσμα,
καὶ βοήσωμεν· τοὺς τὴν μνήμην ὑμῶν ἐπιτελοῦντας, ἐκλυτρώσατε κινδύνων, καὶ
πειρασμῶν παμμακάριστε. (Δίς)
Αὐταδέλφων
τιμήσωμεν, τὴν δυάδα τὴν ἔνθεον, τὴν τοῖς ἔργοις λάμψασαν ὑπὲρ ἥλιον, καὶ τὸν
Χριστὸν μεγαλύνασαν, τοῖς λόγοις καὶ ἤθεσιν, ἐκβοῶντες πρὸς αὐτούς, παῤῥησίαν
ὡς ἔχοντες, ἱκετεύσατε· τὸν Σωτῆρα τοῦ κόσμου δοῦναι λύσιν, τῶν πταισμάτων τοῖς
ἐκ πόθου, ὑμῶν τὴν μνήμην γεραίρουσιν.
Ἐκ
παιδὸς ἀφιέρωσας, σεαυτὸν τῷ Κυρίῳ σου, Πέτρε παμμακάριστε καὶ τοῖς ἴχνεσιν,
ἀκολουθῶν οὐκ ἐνάρκησας, ναὸν ἕως ἔνθεον, τὴν καρδίαν σου σοφέ, ἀπεργάσω γενόμενος,
φῶς παγκόσμιον, καταυγάζων τοὺς πάντας καὶ πρεσβεύων, τῇ Τριάδι ὑπὲρ πάντων,
τῶν εὐφημούντων τὴν μνήμην σου.
Δόξα.
Ἦχος δ΄.
Δεῦτε
ἅπαντες πιστοί, τὴν σήμερον ἡμέραν χαρμονικῶς ἑορτάσωμεν, καὶ πνευματικῶς
πανηγυρίσωμεν, ἐπὶ τῇ ἐπετείῳ μνήμῃ τῶν κλεινῶν αὐταδέλφων, Πέτρου τοῦ ἱεράρχου
καὶ Ναυκρατίου τοῦ Ὁσίου. Οὗτοι γὰρ μᾶλλον τῷ θεαρέστῳ φρονήματι, ἀδελφοὶ
γεγονότες, τῷ Θεῷ εὐηρέστησαν, διὰ πράξεως καὶ θεωρίας. Διὸ τῆς οὐρανίου
εὐκληρίας ἀξιωθέντες, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρετε
οἱ σοφῶς, τὸ τάλαντον τὸ θεῖον, ἐμπορευθέντες ὄντως, Ναυκράτιε καὶ Πέτρε,
πατέρες πανσεβάσμιοι.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Λείψανα
τὰ σεπτά, ὑμῶν τοὺς προσκυνοῦντας, ἐκ πόθου θεοφόροι, φρουρήσατε ἐκ πάσης,
ἐπιβουλῆς τοῦ ὄφεως.
Στ.:
Τοῖς Ἁγίοις τῆς ἐν τῇ γῇ Αὐτοῦ,
ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήσθητι
ὦ δυάς, Ὁσίων τῶν ὑμνούντων, ὑμῶν τὴν θείαν μνήμην, καὶ πρέσβευε ἀπαύστως, Θεῷ
τῷ Παντοκράτορι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Χαῖρε
ἡ τῶν βροτῶν, ἀντίληψις καὶ σκέπη, ἁγνὴ Παρθενομῆτορ, καὶ πρὸς Θεὸν μεσίτις,
ἡμῶν τῶν προσκυνούντων Σε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατέρες
τρισόλβιοι οἱ τὸν Θεὸν ἐπὶ γῆς, ἀξίως δοξάσαντες ὡς ὄντως φίλοι Αὐτοῦ, καὶ
τέκνα τῆς χάριτος, μέμνησθε τῶν τιμώντων, τὴν σεβάσμιον μνήμην, πόθῳ καὶ
προσκυνούντων, τὴν σορὸν τῶν λειψάνων, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, ὑπὲρ πάντων
ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ.
Εἰς τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.Ἦχος β΄. Ποίοις εὐφημιῶν ᾄσμασι.
Δεῦτε,
οἱ εὐσεβεῖς ἅπαντες, ἀνυμνήσωμεν τοὺς αὐταδέλφους, οὓς σαρκὶ ἡ φύσις συνέδεσι,
καὶ ταῖς ἀρεταῖς τὸ πνεῦμα συνήρμοσεν, ἀναδείξας φῶς αὐτοὺς τοῖς πᾶσι, τὸν
Πέτρον, τὸν Σεβαστείας ἀρχιποίμενα, καὶ στύλον, τῆς εὐσεβείας ἀδιάσειστον, καὶ
τὸν Ναυκράτιον ἅμα, μοναστῶν τὸ καύχημα, οὓς ἐτίμησεν ὁ Χριστός, εἰς κόσμου τὰ
πέρατα, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)
Δεῦτε,
ὁ μοναστῶν σύλλογος, καὶ ἱεραρχῶν χορεία πᾶσα, τοὺς ἡμῶν προστάτας ἐν ᾄσμασι,
νῦν πνευματικοῖς εὐφημήσωμεν, καὶ τιμήσωμεν αὐτοὺς ἐνθέως, οἱ μέν, τὸν ἐν
ἀσκηταῖς φωστῆρα πέλοντα, οἱ δέ, τὸν ἐν Ἱεράρχαις ἐγκαλλώπισμα, ὁμοῦ δὲ πάντες
τοὺς δύο, ὡς ναοὺς ὑπάρχοντας, τοῦ Πνεύματος καὶ δι’ ὧν, Χριστὸς πᾶσιν ἄφθονος,
δωρεῖται τὸ μέγα ἔλεος. (Δίς)
Ποῖα,
πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι θεῖε Πέτρε, τὸν ψυχὴν καὶ σῶμα καθάραντα,
καὶ τὸν νοῦν τοῖς γῆθεν χωρίσαντα, καὶ συνάψαντα τοῖς οὐρανίοις, τῇ πράξει, τῶν
ἐντολῶν Χριστοῦ πανεύφημε, καὶ νήψει, καὶ θεωρίᾳ τε τῇ κρείττονι, ἐν αἷς ἀεὶ
ἐνετρύφας, ὡς Χριστοῦ θεράπων, Ὃν ἱκέτευε ἐκτενῶς, ῥυσθῆναι κολάσεως, τοὺς τὴν
μνήμην σου γεραίροντας.
Ποῖα,
μελῳδικὰ ᾄσματα, νῦν προσοίσωμέν σοι θείε Πάτερ, Ὅσιε Ναυκράτιε ἔνδοξε, τῶν
ἡσυχαστῶν τὸ ἀγλάϊσμα, καὶ παραμυθίαν τῶν νοσούντων ἁπάντων, τῶν ἐν ἐρήμοις
παρακλήτορα, καὶ πᾶσι, χριστιανοῖς τὸ καταφύγιον, σὺ γὰρ ἐγένου τοῖς πᾶσιν, ὡς
σοφὸς τὰ πάντα, διὸ χαίρεις ἐν οὐρανοῖς, μισθὸν τῶν καμάτων σου, ἀπολαύων
παμμακάριστε.
Δόξα.
Ἦχος πλ. δ΄.
Σήμερον,
χορεία πᾶσα τῶν Ὀρθοδόξων, ἐν φωναῖς ἀλαλαγμοῦ, καὶ ἄνθεσι τῶν ᾀσμάτων, τὴν
πανίερον καὶ σεβάσμιον μνήμην, τῶν θεοφόρων πατέρων, πνευματικῶς ἑορτάσωμεν,
καὶ γηθοσύνως πρὸς αὐτοὺς ἐκβοήσωμεν, λέγοντες· Ὦ μακαρία δυάς, Πέτρε ἁγιώτατε,
καὶ Ναυκράτιε ἔνδοξε, μὴ διαλίπητε πρεσβεύειν, μετὰ τῶν αὐταδέλφων ἡμῶν,
Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Νύσσης καὶ Μακρίνης τῆς Ὁσίας, ὑπὲρ ἐλέους
τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς
Κύριε,
πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς
τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν
Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ
ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ,
καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α΄.
Τῆς
ὀρθοδόξου πίστεως τὰ ἐρείσματα, καὶ εὐσεβείας τὰ πανεύοσμα ἄνθη, τοὺς
πεπλουτηκότας ἐν τοῖς καρποῖς τοῦ Πνεύματος, καὶ πᾶσι τοῖς πιστοῖς,
ἀπεικονισμάτων τῶν ἱερῶν ἀρετῶν γεγονότας, πάντες οἱ τὴν μνήμην αὐτῶν
ἐκτελοῦντες, ἐν ᾠδαῖς εὐφημήσωμεν, πρεσβεύουσι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος
β΄.
Δεῦτε
πάντες μετὰ πίστεως ἀκραδάντου, καὶ εὐλαβοῦς δφιαθέσεως, τὴν σορὸν τῶν ἁγίων
λειψάνων, τῶν θεοφόρων Πατέρων ἡμῶν, Πέτρου καὶ Ναυκρατίου, σήμερον
προσκυνήσωμεν· παρέχουσι γὰρ ἀφθόνως πᾶσι τοῖς ταῦτα προσκυνοῦσι, πληθὺν
χαρισμάτων, καὶ ἐμπιπλῶσι χαρᾶς καὶ εὐφροσύνης, τὰς ψυχὰς καὶ τὰς καρδίας ἡμῶν.
Ὁ
αὐτός.
Τὸν
ἱεράρχην τοῦ Χριστοῦ, καὶ θεῖον ποιμάντορα τῶν λογικῶν προβάτων Αὐτοῦ, Πέτρον
τὸν ἀοίδιμον εὐφημήσωμεν. Οὗτος γὰρ ἐπὶ τὴν πέτραν τῆς πίστεως καλῶς
στηριχθείς, οὐκ ἐσαλεύθη ὑπὸ τῶν ἐναντίων προσβολῶν τῆς Ἀρείου δεινῆς
καταιγίδος, τῶν θεοστυγῶν αὐτῶν ἀσεβημάτων, ἀλλὰ μᾶλλον κατ’ αὐτοῦ καθωπλίσθη,
φωτίζον τὸ ποίμνιον ἑαυτοῦ, καὶ ὁδηγῶν πρὸς νομὴν σωτήριον.
Ἦχος
δ΄.
Ἔλαμψαν
τὰ ἔργα σου ἐν τῇ ἐρήμῳ, Ὅσιε Πάτερ θεοφόρε Ναυκράτιε· τὴν γὰρ ἡσυχίαν
ὑπερβαλόντως ἀγαπήσας, καὶ ἐν αὐτῇ τῷ Θεῷ ὡς δυνατὸν προσομιλῶν, ἐκάθηρας
σεαυτὸν τῆς τῶν παθῶν ὀχλήσεως· ὅθεν τὸν Θεὸν ἀγαπήσας καὶ τὸν πλησίον, ἐγένου
τοῖς ἀσθενέσι παρήγορος, καὶ τῶν πτωχῶν αὐτάρκεια, κομίζων αὐτοῖς τὰ πρὸς
τροφὴν χρήσιμα ἐκ τῶν ἰδίων σου πόνων· μιμούμενος τὸν ἐλεήμονα Θεόν· Ὃν ἱκέτευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
Ὀρθοδόξων τὰ πλήθη, καὶ μοναστῶν αἱ χορεῖαι, καὶ ἀρχιερέων οἱ δῆμοι, δεῦτε καὶ
χορείαν ἑόρτιον συγκροτήσωμεν, πνευματικῶς ἀγαλλόμενοι, καὶ χαρμοσύνως
ἑορτάζοντες. Σήμερον γὰρ ὡς δύο φωστῆρες, ἐξανέτειλαν ἡμῖν ἐξ ἑώρας ἡ δυὰς τῶν
αὐταδέλφων, Πέτρος ὁ θεῖος Ἱεράρχης καὶ Ναυκράτιος ὁ Ὅσιος, προθέμενοι ἡμῶν τὰ
τίμια καὶ ἱερὰ καὶ πανεύοσμα αὐτῶν λείψανα, καὶ πλουτίζοντας τοὺς προσκυνοῦντας
αὐτὰ ἐνθέων χαρισμάτων, καὶ ἀξιοῦντας, ταῖς πρὸς Θεὸν ἱκεσίαις, τῆς οὐρανίου
μακαριότητος.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Ὁ
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα
περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽
ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει,
καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς
ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ θεοφόρος ἀνήρ, τὸ τῆς ἑώας ἀληθῶς ἐγκαλλώπισμα, ὁ πάσας τοῦ Βασιλείου, τὰς
ἀρετὰς ὡς σοφός, καὶ αὐτοῦ ὁμαίμων, κολπωσάμενος, τὸ πρᾶον, τὸ ἥσυχον, τὸ ἁγνὸν
καὶ φιλάνθρωπον, ὀρθοδοξίας, τὸ στεῤῥὸν καὶ ἀκλόνητον, τὸ φιλόθεον, καὶ τοῦ
ζήλου τὸ ἔνθεον, Πέτρε θεομακάριστε, πιστῶν ὁ ὑπέρμαχος, ὁ ἱεράρχης ὁ θεῖος,
καὶ τοῦ Χριστοῦ θύτης ἔνθερμος, Αὐτὸν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ
μέγα ἔλεος.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις,
ὁ ἐραστὴς τῶν καλῶν, καὶ θείων ἔργων ὁ ἐργάτης ὁ πρόθυμος, ἐρήμπου ὁ
παραστάτης, τῆς ἡσυχίας πιστός, ἀληθῶς θεράπων, καὶ πανάριστον, παρθενίας
κειμήλιον, οἰκητήριον ἔμψυχον, Πατρὸς ἀνάρχου, τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὁ
φιλόπτωχος, ἀσθενῶν ἡ ἀντίληψις, Πάτερ θεομακάριστε, Ναυκράτιε ἔνδοξε, μὴ
διαλίπῃς πρεσβεύειν, Χριστῷ τῷ μόνῳ οἰκτίρμονι, τῷ κόσμῳ βραβεῦσαι, ἱλασμὸν καὶ
σωτηρίαν, καὶ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις τῆς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις,
δυὰς Θεοῦ ἐκλεκτή, ἡ τῷ Χριστῷ ἐκ νεαρᾶς ἡλικίας σου, προθύμως ἀφορισθεῖσα, καὶ
ἐργασθεῖσα καλῶς, τοῦ Χριστοῦ τὰ θεῖα, παραγγέλματα, διὸ καὶ ἐθέρισας, τοὺς
καρποὺς τῶν καμάτων σου, ἐν εὐφροσύνῃ, οὓς ἐν κόποις τὸ πρότερον, πλείστοις
ἔσπειρας, καὶ ἱδρῶσι καὶ δάκρυσι, Πέτρε θεομακάριστε, καὶ θεῖε Ναυκράτιε,
εὔοσμα κρίνα τοῦ Λόγου, Ὅνπερ θερμῶς ἱκετεύσατε, ἡμῖν καταπέμψαι, τὴν εἰρήνην
καὶ τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος β΄.
Εὐφράνθητι
πᾶσι πόλις καὶ χώρα, καὶ τῶν πιστῶν ἡ ὁμήγυρις, καὶ χρεωστικῶς ἑορτάσατε, τὴν
πανίερον μνήμην τῶν πανενδόξων αὐταδέλφων Πέτρου καὶ Ναυκρατίου. Τούτους γὰρ
ἐδόξασεν ἡ Τριὰς ὁ Θεός, τιμήσασα τὰ ἅγια καὶ πάνσεπτα αὐτῶν λείψανα, τῇ
ἀφθάρτῳ καὶ ἁγιαστικῇ, καὶ ὑπερκοσμίῳ εὐωδίᾳ τοῦ Ἁγίου Πνεύματος. Διὸ καὶ
πληροῦσι τοὺς πίστει καὶ πόθῳ προσκυνοῦντας αὐτά, χαρᾶς καὶ εὐφροσύνης
πνευματικῆς, καὶ ἰῶνται τὰς ψυχὰς καὶ τὰ σώματα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸν
φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι
παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει
τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ
ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πατέρες
τρισόλβιοι οἱ τὸν Θεὸν ἐπὶ γῆς, ἀξίως δοξάσαντες ὡς ὄντως φίλοι Αὐτοῦ, καὶ
τέκνα τῆς χάριτος, μέμνησθε τῶν τιμώντων, τὴν σεβάσμιον μνήμην, πόθῳ καὶ
προσκυνούντων, τὴν σορὸν τῶν λειψάνων, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, ὑπὲρ πάντων
ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς
πρᾳεῖς καὶ ταπεινοί, καὶ εὐσεβείας τηρηταί, ὡς ἁγνείας ἐρασταί, καὶ τῶν παθῶν
ἐκριζωταί, τοῦ Παρακλήτου τὴν χάριν ἐν τῇ καρδίᾳ, ἐδέξασθε σοφοί, ὥσπερ δοχεῖα
τερπνά, καὶ οἴκοι ἐκλεκτοί, καὶ καθαροὶ τῷ Θεῷ, διὸ σαφῶς γεγόνατε, ὡς ἔφη θεοὶ
κατὰ μέθεξιν, Θεὸν τῶν ὅλων, ἐκδυσωπεῖτε ὑπὲρ ἡμῶν παμμακάριστοι.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἰορδάνη
ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί• καὶ
πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν•
ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε• καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ
ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Φωστῆρες
παμφαεῖς, ἐξανέτειλαν πᾶσι, τὴν σήμερον πιστοί, ἐξ ἑώας οἱ δύο, αὐτάδελφοι
αὐγάζοντες, τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν ὑμνούντων νῦν, αὐτῶν τὴν ἔνδοξον
μνήμην, ὁ Ναυκράτιος, καὶ ὁ σοφὸς Πέτρος οὕσπερ, πιστοὶ εὐφημήσωμεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Τὰ
ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς
ἡμῶν• ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν
ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν• Σῶσον τὸν κόσμον σου.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὑμῶν
τὰ λείψανα, Πατέρες Ὅσιοι, τοὺς προσυνοῦντας νῦν, ἐπιβραβεύσατε, τὴν θείαν ὡς
πιστοί, θεράποντες τοῦ Κυρίου, καὶ Θεῷ πρεσβεύσατε, παῤῥησίαν ὡς ἔχοντες,
δοῦναι τὴν συγχώρησιν, τῶν πταισμάτων ὡς εὔσπλαγχνος, Ναυκράτιε καὶ Πέτρε οἱ
θεῖοι, προστάται τῆς ἡμῶν ἐντελείας.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπιφανέντος
σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος
Υἱὸς ἐμαρτυρήθης• ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ
Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν• Δόξα Θεῷ τῷ ἐν Τριάδι.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται
ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ.: Τοῖς Ἁγίοις τῆς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὀσιακόν.
Ὁ Ν΄ Ψαλμός
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε
πάντες μετὰ πίστεως ἀκραδάντου, καὶ εὐλαβοῦς δφιαθέσεως, τὴν σορὸν τῶν ἁγίων
λειψάνων, τῶν θεοφόρων Πατέρων ἡμῶν, Πέτρου καὶ Ναυκρατίου, σήμερον
προσκυνήσωμεν· παρέχουσι γὰρ ἀφθόνως πᾶσι τοῖς ταῦτα προσκυνοῦσι, πληθὺν
χαρισμάτων, καὶ ἐμπιπλῶσι χαρᾶς καὶ εὐφροσύνης, τὰς ψυχὰς καὶ τὰς καρδίας ἡμῶν.
Εἶτα οἱ Κανόνες· ὁ α΄ Κανών τῶν Θεοφανείων, καὶ τῶν Ἁγίων, οὗ ἡ
ἀκροστιχίς: Πέτρον σὺν Ναυκρατίῳ γεραίρω. Ἰωάννης Μ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Πηγαὶ ὡς ὑπάρχοντες,
χαρίτων θείων πανεύφημοι, τὸν νοῦν μου τὸν ἄγονον, γόνιμον δείξατε, νοημάτων
νῦν, ἐνθέων ὅπως ᾄσω, τὴν μνήμην γηθόμενος, ὑμῶν τὴν ἔνδοξον.
Ἐλαία ὡς εὔκαρπος, πλουτῶν
καρποῖς τοῖς τοῦ Πνεύματος, ὤφθης μακάριε, ὅθεν ὁ Κύριος, ἐναπέδειξεν, ἀρχιερέα
μέγαν, ποιμένειν τὸ ποίμνιον, εἰς χλόην ἄφθαρτον.
Τυχεῖν ἐφιέμενος, τῶν ὑπὲρ
ἔννοιαν Ὅσιε, Ναυκράτιε ἅπαντα, σκύβαλα ἤγησας, καὶ τὴν ἔρημον, κατέλαβες
προθύμως, τῷ Κτίστῃ ἀείποτε, ᾄδων γηθόμενος.
Θεοτοκίον.
Ῥητόρων αἱ γλῶσσαι νῦν,
Μῆτερ ἁγνὴ εἰ συνέλθωσιν, εἰς ἓν οὐ δυνήσονται, ὕμνον ἐπάξιον, προσφωνῆσαί Σοι,
ἀλλ’ οὐδ’ Ἀγγέλων φύσις, πλὴν ταῦτα τὰ ᾄσματα, δέχου ὡς εὔσπλαγχνος.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁμαίμονες πέλοντες τῇ
φύσει, ὁμόφρονες ὤφθητε σαφῶς, τῷ πνεύματι μακάριοι, διὸ καὶ συνεδόξασεν, ἐν
οὐρανῷ ὁ Κύριος, καὶ ἐν τῇ γῇ ὡς φιλάνθρωπος.
Ναὸς τῆς Τριάδος
ἐπεγνώσθης, ἀγάπην πλουτήσας τὴν διπλήν, Θεοῦ καὶ τὴν τοῦ πέλας σου, ἐλπίδα
πίστιν ἔνθερμον, Πέτρε θεομακάριστε, Ἱεραρχῶν ὁ θεόσοφος.
Σαὐτὸν τῆς ἀχλύος
ἀποσμήξας, Ναυκράτιε πάσης τῶν παθῶν, ἐν ἑαυτῷ εἰσώκησας, τὴν χάριν τὴν τοῦ
Πνεύματος, ὅπερ ἀεὶ ἱκέτευε, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.
Θεοτοκίον.
Ὑψόθεν ἐπίβλεψον Παρθένε,
πρὸς ποίμνην τὴν σὴν ὡς ἀγαθή, καὶ εὔσπλαγχνος ὑπάρχουσα, καὶ δωρεῶν ἀξίωσον,
καὶ τῆς μελλούσης τεύξασθαι, χαρᾶς καὶ δόξης ἀξίωσον.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τοὺς
ὁμαίμονας πάντες οἱ εὐσεβεῖς, δεῦτε ᾄσμασι θείοις χαρμονικῶς, ὑμνήσωμεν
λέγοντες· Πέτρε μάκαρ ἱκέτευε, σῦν Ναυκρατίῳ ὅπως, πυρὸς ἐκλυτρώσητε, τοὺς
προσκυνοῦντας πίστει, τὰ ἅγια λείψανα, καὶ τὴν θείαν μνήμην, γεραιρόντων
προφρόνως, Χριστὸς ὁ Φιλάνθρωπος, καὶ πταισμάτων τὴν ἄφεσιν, χορηγῆσαι ὡς
εὔσπλαγχνος, ὅταν κρίνῃ τὰ σύμπαντα, πρέσβεις γὰρ καὶ πρόμαχοι εὐκλεεῖς, τῆς
ἡμῶν εὐτελείας τυγχάνεται, καὶ μεσίται πρὸς Κύριον Ὅσιοι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Τὰ
ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς
ἡμῶν• ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν
ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν• Σῶσον τὸν κόσμον σου.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νοῦν τηρήσαντες ἐμφρόνως,
καὶ διάνοιαν ἔνδοξοι, τῆς ἐπιμιξίας, τῶν παρερχομένων ἀθόλωτον, τοῖς οὐρανίοις
συνήφθητε ὡς ἄϋλοι, ἀναμέλποντες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Νέκρωσιν παθῶν ἐχθίστων,
τὰς κινήσεις ἀοίδιμε, Ἱεράρχης πέλων, ἔννομος Θεοῦ Παντοκράτορος, σοῦ ταῖς
σεπταῖς ἱκεσίαις, καὶ ἰκάνωσον, ὅπως ψάλλωμεν· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ἅπασι τοῖς ἐν ἐρήμῳ,
εὐεργέτης γεγένησας, τρέφων ἐξ οἰκείων, κόπων καὶ ἱδρώτων μακάριε, ἀλλὰ καὶ νῦν
οὐρανόθεν, τοῖς γεραίρουσι, τὴν σὴν μνήμην, πρόμαχος γενοῦ ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ὕψωσας βροτῶν τὸ γένος, τῆς
λοχείας σου ἄχραντε, τὸν Ἀδὰμ τὸν νέον, ξένως καὶ ἀφθόρως κυήσασα, ἀλλὰ καὶ νῦν
τοὺς ὑμνοῦντάς Σε ἀνύψωσον, τῶν γηΐνων, δόξης τε μελλούσης ἀξίωσον.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Κρατῆρες ὑπάρχοντες, τοῦ
θείου μύρου Ὅσιοι, ἔμψυχοι ψυχῆς μου τὰς αἰσθήσεις, καὶ σώματός μου, εὐωδιάσατε
νῦν, ὡς μέλπω προφρόνως τὴν ὑμῶν, μνήμην τὴν πανίερον, καὶ γεραίρω γηθόμενος.
Ῥημάτων ὁ φθόγγος σου, σῆς
ποίμνης πόῤῥῳ ἤλασεν, πάσας τὰς Ἀρείου δυσσεβείας, ἔσχες γὰρ ὄντως τὸν ἐπὶ
πάντων Θεόν, λαλοῦντα μακάριε ἐν σοί, Ὃν θερμῶς ἱκέτευε, δοῦναι πᾶσι
συγχώρησιν.
Ἀσκήσεσιν ἔνδοξε, τὸ σῶμά
σου κατέτηξας, θείαις θεωρίαις δὲ τὸν νοῦν σου, καθάρας Πάτερ, καὶ τῶν δακρύων
κρουνοῖς, λαμπρύνας ψυχῆς τὸ τριμερές, δόξης κατηξίωσαι, τῶν ἁγίων Ναυκράτιε.
Θεοτοκίον.
Τιμῆς κατηξίωται,
ὑπερκοσμίου ἅπασα, φύσις ἡ βροτῶν διὰ Σοῦ Κόρη, ταύτην γὰρ ξένως ὁ ἐπὶ πάντων
Θεός, ἐκ Σοῦ ἐνεδύσαντο ἁγνή, καὶ θεώσας ὕψωσε, τῶν Ἀγγέλων ἐφύπερθεν.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ἰώμενοι τὰ πάθη μακάριοι,
ψυχῶν καὶ τῶν σωμάτων μὴ παύσητε, τῶν προσκυνούντων νῦν, πόθῳ καὶ πίστει τὰ
λείψανα, ὑμῶν καὶ ἀνυμνούντων τὴν θείαν κοίμησιν.
Ὥσπερ ἀδάμας ἡ πίστις σου,
καὶ φῶς Εὐαγγελίου τὰ ἔργα σου, ἅλας καθάπερ δέ, λόγος ὁ σὸς Πέτρε δέδεικται,
ὀτρύνων πρὸς ἀγάπην Θεοῦ τοὺς ἅπαντας.
Γεραίρων πόθῳ τὴν μνήμην
σου, χαρᾶς καὶ εὐφροσύνης ἐμπίπλαμαι, Πάτερ Ναυκράτιε, ὅθεν ἑόρτια ᾄσματα,
προσφέρω σοι σὺ δέ μου τὰ πάθη νέκρωσον.
Θεοτοκίον.
Ἐφύμνια μόνη πανάχραντε,
ψυχόθεν ἀναβλύζοντα πρόσδεξαι, ὥσπερ ὁ Σὸς Υἱός, δύο λεπτὰ προσεδέξατο, μεθ’ οὗ
οἰκειωθῆναι, πάντας ἀξίωσον.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Παρακλήτου
ὤφθητε, τερπνὰ δοχεῖα, εὐσεβείας πρόμαχοι, καὶ τῶν πιστῶν διορθωταί, Πέτρε καὶ
θεῖε Ναυκράτιε, ὅθεν συμφώνως, ὑμᾶς νῦν γεραίρομεν.
Ὁ
Οἶκος.
Ἀδελφοὶ
κατὰ σάρκα ὑπάρχοντες, ἀδελφικῶς φρονοῦντας καὶ τῷ πνεύματι ὤφθητε· ὁ μὲν γὰρ
τῇ τοῦ βίου καθαρότητι, καὶ πίστει ὀρθότητι διαλάμπων, ἀρχιερεὺς Σεβαστείας
ἀνηγορεύθη· ὁ δὲ σὺν τοῖς ἄνω καὶ τὸ σῶμα τῇ ἀσκήσει κατατήξας καὶ τὸν Χριστὸν
ἐν ἑαυτῷ διὰ τῆς προσευχῆς εἰσοικήσας, τοῖς Ὁσίοις χορῖς συνηριθμήθη· ὅθεν ὀμοῦ
τῇ Τριάδι ὑπὲρ ἡμῶν πρεσβεύσατε, ἡμεῖς γὰρ συμφῶνως ὑμᾶς νῦν γεραίρομεν.
Συναξάριον.
Τῇ
Θ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν Ἁγίων αὐταδέλφων Πέτρου
ἐπισκόπου Σεβαστείας, καὶ Ναυκρατίου τοῦ Ὁσίου, ἀδελφῶν τοῦ Μεγάλου Βασιλείου.
Πέτρος τε
Ναυκράτιος δύο φωστῆρες,
κόσμον
ηὔγασαν, πράξει καὶ θεωρία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Πολυεύκτου.
Ὁ
Πολύευκτος, οὗ πάθος τομὴ Λόγε,
Πολλῆς
δι’ εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν.
Οὗτος ἦν ἐπὶ Δεκίου καὶ
Βαλλεριανοῦ τῶν βασιλέων, ἐν Μελιτινῇ τῆς Ἀρμενίας στρατευόμενος πρῶτον ἐν τῇ
τοιαύτῃ χώρᾳ ὑπὲρ Χριστοῦ μαρτυρήσας. Καταφοιτήσαντος γὰρ δόγματος ἀσεβοῦς,
δεῖν ἐξόμνυσθαι τὸν Χριστόν, τοῖς δὲ μὴ πειθομένοις, εἶναι θάνατον τὴν ζημίαν,
ὁ δέ, μηδὲν καταπτήξας, παῤῥησίᾳ τὸν Χριστὸν ἀνεκήρυξε. Τῷ δὲ περιόντι τοῦ
θάρσους, καὶ τὰ παρὰ τῶν ἀπίστων σεβόμενα ξόανα συνέτριψεν, ὅθεν μήτε ταῖς τοῦ
κηδεστοῦ παραινέσεσι καὶ κολακείαις πεισθείς, μήτε ταῖς τῆς γυναικὸς οἰμωγαῖς
καὶ τοῖς ὀλοφυρμοῖς ἐπικλασθείς, τῷ δὲ Μάρτυρι Νεάρχῳ, φίλῳ ὄντι, τὰς συνθήκας
βεβαιῶν, δεδοικότι τὴν ἀπὸ τῆς πίστεως τοῦ Χριστοῦ ἔκκλισιν, ἄτρεπτος ἐν τῇ
ὁμολογίᾳ φανείς, τὴν διὰ ξίφους δέχεται τελευτήν. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις
ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ Μαρτυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐστρατίου τοῦ θαυματουργοῦ.
Κᾂν
Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος,
Τὸ
σῶμα τῇ γῇ θαυμάτων βλύζει.
Οὗτος, ὑπῆρχεν ἐκ χώρας
Ταρσίας οὕτω λεγομένης, τελούσης ὑπὸ τὸ θέμα τῶν Ὀπτιμάτων, κώμης ὀνομαζομένης
Βιτζιανῆς, γονέων εὐσεβῶν, καὶ ἐν αὐταρκείᾳ βιούντων, Γεωργίου καὶ Μεγεθοῦς.
Καλῶς δὲ παρ’ αὐτῶν ἀναχθεὶς καὶ παιδευθείς, καὶ πληρώσας τὸν εἰκοστὸν χρόνον
τῆς ἡλικίας, τῷ θείῳ ἔρωτι κάτοχος γίνεται. Καὶ τοὺς γονεῖς καταλιπών, φυγὰς
ᾤχετο πρὸς τὰ τοῦ Ὀλύμπου μέρη, πρὸς τὴν Μονὴν τοῦ Αὐγάρου, ἐν ᾗ διέλαμψαν
Γρηγόριος καὶ Βασίλειος, οἱ πρὸς μητρὸς αὐτοῦ θεῖοι, ἔν τε ἀσκήσει καὶ τῇ ἄλλῃ
πάσῃ ἀρετῇ. Ὑπ’ αὐτῶν οὖν προσληφθείς, καὶ τὴν κόμην κειράμενος, τὸν ἐπίπονον
καὶ μοναχοῖς ἁρμόδιον ὑπέδυ βίον.
Ταύτης τυχὼν τῆς ἐφέσεως,
πᾶσι τοῖς ἀδελφοῖς προθύμῳ καρδίᾳ, καὶ ταπεινῷ τῷ φρονήματι τὴν ὑπηρεσίαν
ἀπένεμε, μηδὲν τοῦ αἰῶνος τούτου φροντίζων, μηδὲ κεκτημένος τι, πλὴν ἑνὸς
τριχίνου καὶ μαλλωτοῦ, ἐφ’ ᾧ ἀνακλινόμενος ἐν ᾧ ἂν ἔτυχε τόπῳ, μικρᾶς ἀνέσεως
ἀπήλαυεν. Οὐδὲ γὰρ ἧν αὐτῷ τόπος πρὸς τὴν ἀνάπαυσιν ἀφωρισμένος. Λέγεται δὲ
μηδέ ποτε ὕπτιον ἀνακλιθῆναι, ἀφοῦ ἀπετάξατο, μήτε μὴν ἐν τῷ ἀριστερῷ μέρει τοῦ
σώματος ἀναπεσεῖν ἐν πᾶσι τοῖς ἑβδομήκοντα πέντε ἔτεσιν, ἐν οἷς ὁ τῆς ἀσκήσεως
αὐτῷ ἀγὼν διηνύθη. Τῶν δὲ προηγησαμένων Ὁσίων τὸν βίον καταλυσάντων, ὁ μέγας
οὗτος τὴν τῶν ἀδελφῶν προστασίαν πιστεύεται, πεισθεὶς τῇ αὐτῶν παρακλήσει.
Ἐπεὶ δὲ Λέων ὁ θηριώνυμος,
ἐπανελθὼν ἀπὸ τοῦ Βουλγαρικοῦ πολέμου, ἐπανέστη τῇ βασιλείᾳ Μιχαὴλ τοῦ
εὐσεβεστάτου, καὶ τὸν μετ’ εἰρήνης ὑποδεξάμενον αὐτόν, τῆς γαμετῆς καὶ τῶν
τέκνων στερήσας, εἶτα δεσμήσας, καὶ ἀποκείρας, ἐξόριστον πρὸς τῇ ἀπέναντι νήσῳ
ἀπέστειλε, καὶ τὴν πάλαι σβεσθεῖσαν τῶν εἰκονομάχων αἴρεσιν, ἀνεγεῖραι πάλιν
ἔσπευδε. Τότε, πάντων τὰς οἰκείας οἰκήσεις ἀπολιμπανόντων, ὁμοίως καὶ οὗτος,
τοῦ Μεγάλου Ἰωαννικίου αὐτὸν προτρεψαμένου, πρὸς τὴν ἐνεγκαμένην ἀφίκετο.
Ἐπεὶ δὲ πάλιν ἡ Ἐκκλησία
τὸν οἰκεῖον ἀπέλαβε κόσμον, τῇ τῶν Ἁγίων Εἰκόνων ἀναστηλώσει καὶ προσκυνήσει,
καὶ οἱ σημειοφόροι Πατέρες πρὸς τὰς οἰκείας ἐπανῆλθον οἰκήσεις, καὶ ὁ θεῖος
Εὐστράτιος πρὸς τὴν οἰκείαν Μονὴν παραγίνεται, πᾶσαν μὲν ἡμέρας ἀόκνως ἐν τοῖς
σωματικοῖς ἔργοις τοῖς ἀδελφοῖς συγκοπιῶν, τὴν δὲ νύκτα στάσεσιν ἀΰπνοις καὶ
γονυκλισίας διατελῶν. Οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῇ τῇ τοῦ Κανόνος ψαλμωδίᾳ, ἔνδον
τοῦ Ἁγίου Θυσιαστηρίου ἱστάμενος, ἀπ’ ἀρχῆς μέχρι συμπληρώσεως, ἐκτενῶς τό: Κύριε
ἐλέησον, καθ’ ἑαυτὸν ἐκεκράγει. Τὰ δὲ παρ’ αὐτοῦ τελεσθέντα θαύματα, πολλὰ
τῷ πλήθει ὄντα, ἀδύνατον γραφῇ παραδοῦναι, ἅπερ τῆς πρὸς Θεὸν αὐτοῦ
εὐαρεστήσεως σημεῖον παρ’ αὐτοῦ ἐκομίσατο.
Ἐπεὶ δὲ τῶν ἐντεῦθεν
ἀπαίρειν ἔμελλε, τοὺς ὑπ’ αὐτὸν προσκαλεσάμενος ἔφη: Ἀδελφοί, ὁ χρόνος τῆς
ἐμῆς ζωῆς πέρας εἴληφε. Λοιπόν, τέκνα ἀγαπητά, ἣν παρελάβετε παρακαταθήκην
φυλάξατε, γινώσκοντες, ὅτι τὰ μὲν παρόντα πρόσκαιρα, αἰώνια δὲ τὰ μέλλοντα.
Σπουδάσατε οὖν τῆς τῶν σωζομένων μερίδος γενέσθαι. Ταῦτα εἰπών, καὶ
κατασφραγισάμενος, καὶ τὰς χεῖρας ὑψώσας, καὶ εἰς οὐρανὸν ἀνατείνας τὸ ὄμμα: Εἰς
χεῖράς Σου Κύριε, ἔφη, τὸ Πνεῦμά μου παρατίθημι· καὶ τὸν τῆς
ἀναπαύσεως ὕπνον ὕπνωσε, ζήσας τὰ σύμπαντα ἔτη ἐννενήκοντα πέντε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων Νικήτα καὶ Νικηφόρου τῶν Ὁμολογητῶν καὶ
Ἀθανασίου τοῦ θαυματουργοῦ, ἡγουμένων τῆς Μονῆς Μηδικίου.
Ῥυσθεὶς
βίου Νικήτας ὡς στρουθὸς πάγης,
Πιστοῖς
νοητοῖς ἵπταται πρὸς τὸν πόλον.
Τῆς
ἀρετῆς τὸ θεῖον ἤρατο στέφος,
ὁ
θεῖος ἀρθεὶς ἐκ βίου Νικηφόρος.
Ἀθανασίῳ
τῇ βρύσει τῶν θαυμάτων,
ἐπάξιον
βραβεῖον ἀθανασίῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Παρθενομάρτυρος Παρθένας τῆς Ἐδεσσαίας,
ἀθλησάσης, ἐν Ἐδέσσῃ κατὰ τὸ ἔτος 1375.
Πατρός
σου μὴ πτήξασα θηριωδίαν
Χριστοῦ
χάριν ἤθλησας στεῤῥῶς Παρθένα
Αὕτη ἡ Ἁγία καὶ πολύαθλος
Παρθενομάρτυς τοῦ Χριστοῦ Παρθένα, ἡ τῆς παρθενίας ἐπώνυμος, κατάγεται ἐκ τῆς
πόλεως Ἐδέσσης, τῆς οὔσης ἐν τῇ Ἑλληνικῇ Μακεδονίᾳ, γεννηθεῖσα κατὰ τὸν δέκατον
τέταρτον αἰῶνα. Κατὰ τὸ παρθενικόν της ὄνομα εἶχε καὶ τὴν ζωήν, πολιτευομένη
σεμνῶς, ὡς καλλιπάρθενος κόρη, καὶ κοσμουμένη ἐν χρηστότητι χρυσέων ἠθῶν καὶ
ἁγίων, καὶ ἀμέμπτοις τρόποις, καὶ καθαρότητι χριστιανικῆς ἀγωγῆς, καὶ τοῖς
λοιποῖς προτερήμασι τῆς Ὀρθοδόξου καὶ ἀμωμήτου ἡμῶν πίστεως. Κατὰ τὸ ἔτος 1375
ἐπολιορκήθη ἡ πατρὶς αὐτῆς Ἔδεσσα ὑπὸ τῶν Μωαμεθανῶν Τούρκων, οἱ δὲ κάτοικοι
ἀντέταξαν κρατερὰν ἄμυναν, ἐνισχυόμενοι καὶ ἐνθαῤῥυνόμενοι πρὸς τοῦτο ὑπὸ τοῦ
ἱερομονάχου Σεραφείμ, ἐφημερίου ὄντος τοῦ μέχρι νῦν σῳζομένου Μητροπολιτικοῦ
ναοῦ, τιμωμένου ἐπ' ὀνόματι τῆς Κοιμήσεως τῆς Θεοτόκου. ᾽Επὶ ὀκτὼ καί πλέον
μῆνας διήρκει ἡ σθεναρὰ ἅμυνα καὶ ἀντίστασις τῆς πόλεως. Ὁ ἐχθρός, ὅστις ἦτο
ἄριστα ἐφωδιασμένος καὶ πολυάριθμος, ἀπέκαμε, καί, ὡς φαίνεται, ἡτοιμάζετο νὰ
λύση τὴν πολιορκίαν τῆς πόλεως. Ἀλλὰ κατὰ τὴν τελευταίαν στιγμήν, εἷς ἐκ τῶν
προκρίτων τῆς πόλεως, Πέτρος ὀνομαζόμενος, ὅστις εἶναι ὁ πατὴρ τῆς
καλλιπαρθένου Παρθένας, (Κὲλλ Πέτρον, ἤτοι Κασιδιάρην Πέτρον διέσωσε τὸ ὄνομά
του ἡ παράδοσις), πληρωθεὶς πλουσίως ὑπὸ τοῦ πολιορκητοῦ Πασᾶ τῶν Τούρκων,
προέδωκε τὴν πόλιν εἰς χεῖρας αὐτῶν, ἐκ τοῦ νοτιοανατολικοῦ μέρους, ἔνθα αὐτὸς
ἐφρούρει, καὶ ὅπου ἐκυριάρχει μία ἐκ τῶν κυριωτέρων ἐπάλξεων τῆς πόλεως.
Σήμερον τὸ σημεῖον ἐκεῖνο εἶναι περίπου τὸ σημερινὸν Κιουπρί, κάτωθι τοῦ ὁποίου
ρέει ὁ ποταμός, ὁ προερχόμενος ἐκ τῆς Ἄγρας, καὶ διακλαδιζόμενος ἐντὸς τῆς πόλεως
κινεῖ τὰ ἐργοστάσια, καὶ σχηματίζει τοὺς περιφήμους καταῤῥάκτας τῆς Ἐδέσσης,
καὶ διαχυνόμενος κάτωθι αὐτῆς ποτίζει τοὺς κήπους καὶ τὰ ὀπωροφόρα δένδρα
αὐτῆς, τοῦ Ῥιζαρίου, τοῦ Μαυροβουνίου καὶ τῆς Σκύδρας. Οἱ Τοῦρκοι τὴν 26ην
Δεκεμβρίου τοῦ 1375 εἰσῆλθον εἰς τὴν πόλιν, καὶ ἐπεδόθησαν εἰς τὴν σφαγὴν καὶ
τὸν ἐξανδραποδισμὸν τῶν κατοίκων, καὶ τὴν ποικίλην διαρπαγὴν καὶ τὰς ἀτιμώσεις.
Συνέλαβον τὸν ἱερομόναχον Σεραφείμ, καὶ καθυπέβαλον αὐτὸν εἰς φρικώδη
βασανιστήρια, πειρώμενοι νὰ πείσουν τοῦτον ἵνα ἀπαρνηθῇ τὸν Χριστόν. Ἀλλ' ὁ
λειτουργὸς τοῦ Ὑψίστου, πλήρης θάῤῥους, καθυπέστη τὴν ἐπιφορὰν τῶν δεινῶν, τὸ
ὄνομα τοῦ Χριστοῦ ὁμολογῶν, ἀλλὰ καὶ τὸ ὄνομα τῆς Πατρίδος διακηρύττων. Μετὰ
σκληρὰ βασανιστήρια, διαρκέσαντα ἐπὶ ὀκταήμερον, ἤχθη ἐνώπιον τοῦ Πασᾶ, παρ' οὗ
κατεδικάσθη, νὰ πνιγῇ, ριπτόμενος εἰς τὸν μέγαν καταῤῥάκτην, ὕψους τεσσαράκοντα
περίπου μέτρων, ὅπερ καὶ ἐγένετο. Καί οὕτως, ὁ καλὸς οὗτος λειτουργὸς τοῦ
Ὑψίστου καὶ ὑπέροχος πρόμαχος τῆς Πατρίδος, ἔλαβε τὸν στέφανον τοῦ διπλοῦ
μαρτυρίου. Ἄχρι δὲ νῦν οἱ αὐτόχθονες κάτοικοι τῆς πόλεως, τὸν μέγαν καταῤῥάκτην
γνωρίζουν ὑπὸ τὸ ὄνομα «ἰτσερὶ Πασᾶ» ἤτοι «νερὰ τοῦ Πασᾶ». Ὁ δὲ κακουργήσας
προδότης Πέτρος, (ὁ Κὲλλ ἤτοι Κασιδιάρης, Πέτρος), μετὰ τὸν φρικώδη προδοσίαν
του καὶ τὴν ἅλωσιν τῆς πόλεως, ἐξώμοσε τὴν ἁγίαν ἡμῶν πίστιν, καὶ ἠρνήθη ὁ
ἄθλιος τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ γενόμενος Μουσουλμᾶνος, περιετμήθη, καὶ οὕτως
ἀπέβη υἱὸς ὀργῆς, καὶ αἰωνίου κατάρας καὶ ἀτελευτήτου κολάσεως. Ἀλλ’ ὁ ἐξομόσας
ἄθλιος προδότης καὶ πατήρ, ἠβουλήθη νὰ παραδώσῃ ὡς παλλακίδα εἰς τὸν Πασᾶν τὴν
περικαλλεστάτην καὶ σεμνοτάτην κόρην αὐτοῦ Παρθέναν, τὸ πανευῶδες τῆς παρθενίας
ἀλάβαστρον, ἀφοῦ προηγουμένως πείσῃ αὐτὴν καὶ ἀπαρνηθῇ τὸν Σωτῆρα ἡμῶν Χριστόν.
῎Εφριξεν εἰς τὸ ἄκουσμα τῶν λόγων τούτων ἡ καλλιπάρθενος κόρη Παρθένα, ἡ καὶ
πρᾶγμα καὶ ὂνομα παρθένος, καὶ ὡς ἄλλη Ἁγία Βαρβάρα ἤλεγξεν εὐθαρσῶς τὸν ἄθλιον
τοῦτον πατέρα, τόσον διὰ τὴν ἐξώμοσιν τῆς ἁγίας ἡμῶν πίστεως, ὅσον καὶ διὰ τὴν
πρωτοφανῆ αὐτοῦ ἀσέβειαν καὶ πώρωσιν, καὶ μετὰ φρονήματος ἀκαταπλήκτου, καὶ
ψυχῆς στεῤῥοτάτης ὡμολόγησεν ἑαυτὴν Χριστιανήν, καὶ ὅτι οὐδέποτε θὰ ἀρνηθῇ τὸ
γλυκύτατον ὄνομα τοῦ οὐρανίου νυμφίου αὐτῆς Χριστοῦ, κἂν μύρια καὶ φρικώδη
ὑποστῇ μαρτύρια, καὶ τὸν θάνατον ἀκόμη. Ἀλλ' οὗτος ὁ δυσσεβής, ἀντὶ νὰ συντριβῇ
καὶ μετανοήσῃ ἐκ τῆς ἀτρέπτου ταύτης στάσεως καὶ τῶν λόγων τῆς ἁγίας κόρης του,
ἐξεμάνη καὶ ἀπεθηριώθη. Καὶ ἀλογήσας φυσικοῦ νόμου καὶ πατρικοῦ φίλτρου,
ἔδειρεν ἀπανθρώπως τὴν θεόφρονα κόρην, μέχρις αἴματος καὶ ἀναισθησίας,
ἐπικαλουμένην νοερῶς τὸ σωτήριον ὄνομα τοῦ νυμφίου αὐτῆς Χριστοῦ. Εἶτα
ἐξεγύμνωσεν αὐτὴν καὶ ἡμιθανῆ παρέδωκεν εἰς χεῖρας τῶν βαρβάρων Τούρκων
στρατιωτῶν. Οὗτοι ἐπὶ τριήμερον καθυπέβαλον αὐτήν, ἐν τῇ διακρινούσῃ αὐτοὺς
ἀπηνείᾳ καὶ ἰταμότητι, εἰς φρικτὰς καὶ σκληροτάτας βασάνους καὶ στρεβλώσεις,
αἵτινες οὐδόλως ἐκλόνησαν τὸ ἀήττητον φρόνημα τῆς μακαρίας Παρθένας, ἀλλ'
ἔδειξαν αὐτὴν στεῤῥοτέραν ἀδάμαντος, ἐν τῇ δυνάμει τῆς πρὸς Χριστὸν πίστεως.
Μετὰ πολλὰς βασάνους καὶ τιμωρίας, ἔσυραν αὐτὴν γυμνὴν καὶ ῥιγῶσαν, ἐν μηνὶ
Δεκεμβρίῳ τελευτῶντι, εἰς τοὺς πλήρεις χιόνων δρόμους τῆς Ἐδέσσης, καὶ τέλος
ὡδήγησαν τὴν ἁγίαν παρθένον Παρθέναν εἰς τὸν νοτιοδυτικόν, ὑπεράνω τῆς Ἐδέσσης,
λόφον, ὅπου σήμερον οἱ στρατῶνες, καὶ, ἐκεῖ, θάψαντες ζῶσαν ἀκόμη, ἐθανάτωσαν
αὐτήν. Ὁ λόφος οὗτος μέχρι σήμερον φέρει τὴν ὀνομασίαν «Κίς-Τεπέ», ἤτοι «λόφος
τῆς Παρθένας». Καὶ, οὕτως ἐτελειώθη ἡ καλλιμάρτυς αὕτη παρθένος Παρθένα, ἡ
ὁλοψύχως ἀγαπήσασα τὸν Χριστόν, ᾯ καὶ νοητῶς ἐνυμφεύθη, ὑπὲρ τοῦ Ὁποίου
ὑπερφυῶς ἠγωνίσθη, καὶ μαρτυρικῶς ἠνδραγάθησεν ἐν ἁπαλῷ γυναικείῳ σώματι.
Ἐμιμήθη τὴν ἀνδρείαν τῶν πάλαι Ἁγίων Μαρτύρων, καὶ ἀνεκεφαλαίωσεν αὐτῶν τοὺς
ἀγῶνας, διὰ τοῦτο συνηριθμήθη καὶ ἐπαξίως ἐδοξάσθη μετὰ τῶν Ἁγίων
Παρθενομαρτύρων, λαβοῦσα παρὰ Χριστοῦ τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ
ἤδη «ἐν τῷ φωτὶ Κυρίου», «ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων» ἀγαλλομένη πρεσβεύει
ὑπὲρ πάντων ἡμῶν, τῆς ἰδιαιτέρας αὐτῆς πατρίδος Ἐδέσσης, καὶ ὑπὲρ πάσης τῆς
Ἑλλάδος. Ἔκτοτε μετὰ τὸ μαρτυρικὸν αὐτῆς, τέλος, ὁ εὐσεβὴς λαὸς τῆς Ἐδέσσης
τιμᾷ αὐτὴν ὡς μάρτυρα καὶ ἁγίαν, καὶ τὸ ὄνομα αὐτῆς δίδει, κατὰ τὸ θεῖον
βάπτισμα, εἰς πλείστας ὅσας κόρας τῆς πόλεως καὶ τῶν περιχώρων. Δυστυχῶς, ὅταν
ἐπὶ ἀνταρτοπολέμου ὁ Συνταγματάρχης Λίβας ἀφῄρεσεν ὅλους τοὺς λίθους ἐκ τῶν
παλαιῶν φρουρίων καὶ τῶν ἐρειπίων τῆς Ἐδέσσης, μηδένα ἐρωτῶν, καὶ οὐδενὸς τὴν
γνώμην λαμβάνων ὑπ' ὄψιν, ἀφῄρεσε καὶ ἐκ τοῦ τόπου τοῦ μαρτυρίου τῆς Ἁγίας
Παρθένας, πᾶν ὅ,τι ἐδείκνυε τὸν τόπον τοῦτον, ὡς μὴ γνωρίζων τι, περὶ τοῦ
μαρτυρίου τῆς κόρης, ἀλλὰ καὶ οὐδεὶς ἐφρόντισε νὰ διαφωτίσῃ αὐτὸν ὡς ἔδει, καὶ
ἔκτισε τὴν μάνδραν τῶν στρατώνων, καὶ οὕτως ἐξηφανίσθη ὁ τάφος τῆς ἁγίας καὶ
καλλινίκου Παρθενομάρτυρος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀντωνίνα ἐν τῇ Νικομηδείᾳ, ἐν θαλάσσῃ βληθεῖσα
τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λαυρεντίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βασιλείου καὶ Γρηγορίου τῶν θαυματουργῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ, τοῦ γενομένου ἐπὶ βασιλείας Βασιλείου ἐν ἔτει 867 μ.
Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων Νεολλίνης καὶ Δομνίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν τῇ Ἰ. Μ. Χοζεβᾷ Τριῶν χιλιάδων ἀναιρεθέντων Πατέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλίππου, μητροπολίτου Μόσχας καὶ πάσης Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνδριανοῦ, ἡγουμένου Καντουαρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μπριθουάγδου, ἀρχιεπισκόπου Καντουαρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ Γέροντος τοῦ ἀσκήσαντος ἐν τῇ Μονῇ τῆς
Ἁγίας Τριάδος Κιέβου.
Ταῖς αὐτῶν ἁγίας πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥῆμα ἔνθεον, δυὰς ἡ
θεοφώτιστος, καὶ βίον ὅσιον, ὡς κεκτημένη σαφῶς, Θεὸν συνεδόξασεν, ὅθεν καὶ
ἔψαλλεν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἀναδέδειξαι, ποιμὴν ὦ Πέτρε
γνήσιος, Χριστοῦ τὸ ποίμνιον, ποδηγετήσας καλῶς, καὶ πείσας ἑκάστοτε, ψάλλειν
ἐν πνεύματι· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἱμειρόμενος, τυχεῖν τῶν
ὑπὲρ ἔννοιαν, σοφὲ Ναυκράτιε, τοῦ κόσμου πᾶσαν τρυφήν, καὶ δόξαν ἐμίσησας,
χαίρων δὲ ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥοῦς εὐφρώτειος, καθάπερ
ῥέει Ἄχραντε, οὕτω τὸ ἔλεος, πρόχειται πᾶσιν ἡμῖν, τοῖς πίστει προσπίτουσι, καὶ
πόθῳ ψάλλουσι· χαῖρε Δέσποινα, ἡ τοῦ Θεοῦ γεννήτρια, καὶ ἡμῶν ἡ προστασία.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ὥσπερ ἀπλανεις φωστῆρες
ὄντες, τὴν κτίσιν φαιδρύνετε ταῖς χάρισι, Πέτρε παμμακάριστε, καὶ Ὅσιε
Ναυκράτιε, καὶ τῷ Χριστῷ πρεσβεύσατε, σῶσαι τοὺς ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἴασαι σαρκὸς τὰς ἀσθενείας,
καὶ πάθη ψυχῆς τὰ χαλεπώτατα, Πέτρε παναοίδιμε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου,
τὸν νοῦν μου δὲ καθάρισον, ὡς ψάλλω πάντοτε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὥριμον καρπὸν ἐκ σῶν
ἱδρώτων, καὶ σὰς ἀρετὰς σοφὲ Ναυκράτιε, τῷ Χριστῷ προσήνεγκας, ἅσπερ
προσδεξάμενος, στέφει σε κατέστεψε, διὸ κραυγάζομεν· τὸν Κύριον ὑμνεῖτε τὰ
ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀγγέλων τὰ τάγματα Παρθένε,
καὶ πάντων Ἁγίων τὰ στρατεύματα, κυκλόθεν ἱστάμενα, τῆς Σῆς μεγαλειότητος, τὴν
δόξαν σου θαυμάζουσι καὶ πόθῳ ᾄδουσι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής
Νέμει νῦν ἡμῖν, δυὰς ἡ
αὐτάδελφος τοῖς ἑορτάζουσι, μνήμην τὴν πανίερον, καὶ προσκυνοῦσι τὰ θεῖα
λείψανα, αὐτῆς ἐν πίστει πάντοτε, θαυμάτων χάριτας, καὶ λυτροῦται πάσης
περιστάσεως, καὶ Θεῷ ἱκετεύει ἑκάστοτε.
Νῦν ἐν οὐρανοῖς, γηθόμενος
ἔνδοξε, Πέτρε σὺν ἅπασι, τῶν Ἁγίων τάγμασιν, ἡμῶν τῶν πόθῳ πολλῷ ὑμνούντων σε,
καὶ τὰ μικρὰ ἐφύμνια προσκομιζόντων σοι, μνημονεύειν, μὴἐλλίπῃς πάντοτε, πρὸς
Χριστὸν τὸν Σωτῆρα πανεύφημε.
Ηὔγασεν ἡμᾶς, ἡ μνήμη σου
ἅπαντας, καὶ κατηγλάϊσαι, Ὅσιε Ναυκράτιε, διὸ καρδίας πόθῳ κινούμενοι, πληθὺν
ᾀσμάτων ᾄδομεν, ἇ προσδεξάμενος, μνημονεύειν, μὴ ἐλλίπῃς πάντοτε, σὺν τῷ Πέτρῳ,
Χριστὸν ἱλεούμενος.
Τριαδικόν.
Σύμμορφε Τριάς, Μονὰς
Τρισυπόστατε καὶ Ὁμοούσιε, ἱκεσίαις Κύριε, τῶν αὐταδέλφων τοῦ Βασίλειου τε, τοῦ
Γρηγορίου, Πέτρου τε καὶ Ναυκρατίου νῦν, καὶ Μακρίνης, ἅπαντας ἀξίωσον, τῆς Σῆς
δόξης, ὡς φύσει φιλάνθρωπος.
Θεοτοκίον.
Μήτηρ τοῦ Θεοῦ, Ἀγγέλων
Βασίλισσα, Πατριαρχῶν στολή, πέλεις παναμώμητε, καὶ τῶν Μαρτύρων σθένος καὶ
καύχημα, τῶν Ἀσκητῶν καὶ προμαχος τῶν εὐφημούντων σε, καὶ βοώντων· χαίροις παμμακάριστε,
Θεοτόκε Ἁγφνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθομεν.
Τῶν
αὐταδέλφων ἅπαντες, Ναυκρατίου καὶ Πέτρου, τὰ λείψανα τὰ ἅγια, προσκυνήσωμεν
πίστει, τὴν μνήμην τούτων τιμῶντες, ὕμνοις καρδίας πόθῳ, καὶ γὰρ αὐτοὶ
παρέχουσιν, ὀφλημάτων τὴν λύσιν ὡς συμπαθεῖς, τὸν Σωτῆρα πάντοτε δυσωποῦντες,
καὶ πάντοτε φυλάττουσι, τῶν ἐχθρῶν κακουργίας.
Τῆς
Ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς.
Ἐπεφάνη
ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ
σκιᾷ, καθεύδοντας ἐφώτισε• καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον
Αἶνοι.
Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τοῦ
Παρακλήτου τὰ εὔοσμα ταμεῖα, ὁ Πέτρος ἔνδοξος καὶ ὁ Ναυκράτιος, μελῳδικῶς
εὐφημείσθωσαν, μέσον ἡμῶν γάρ, προὔθηκαν δῶρον αὐτῶν τὰ λείψανα, παρέχουσι
χάριτας καὶ τὰ νοσήματα, ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος, ἰῶνται ξένως, τῇ ἐνεργείᾳ
τῆς θείας χάριτος, τῇ ἐνοικούσῃ ἐν αὐτοῖς σαφῶς· ὅθεν πιστῶς προσκυνήσωμεν, τὸν
Σωτῆρα ὑμνοῦντες, τὸν τιμήσαντα τοὺς δούλους Αὐτοῦ. (Δίς)
Πέτρος
ὁ θεῖος Χριστοῦ ὁ θυηπόλος, ὁ πρᾷος καὶ ἄκαος καὶ ταπεινόφρων πιστοί,
ἀνευφημείσθω ἐπάξιον, βίον γὰρ ὄντως, ἀγγελικὸν ἐν τῇ γῇ ἐβίωσεν, διὸ καὶ
τετίμηται ἐν οὐρανῷ καὶ ἐν γῇ, παρὰ τοῦ πάντων δεσπόζοντος, καὶ σὺν Ἀγγέλοςι,
καὶ τοῖς Ὁσίοις οἰκεῖν κεκλήρωται, εἰς τὸ πρεσβεύειν ὅπως ἄφεσιν, οἱ ὑμνοῦντες
αὐτὸν ἀπολαύσωσιν, ἐν ἡμέρᾳ τῆς δίκης, ὅταν τρέμωσι τὰ σύμπαντα.
Τὸ
τῶν Ὁσίων ἀγλάϊσμα καὶ γέρας, ὁ θεῖος Ναυκράτιος ὁ ὑπεράνω σαρκός, ἀναδειχθεὶς
ταῖς ἀσκήσεσι, καὶ ἀγρυπνίαις, καὶ τὸ θεῖον ἀΰλοις νεύσεσι, τιμᾶσθαι ἐπάξιον,
τὸν Ἰησοῦν γὰρ σαφῶς, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ἐν τῇ καρδίᾳ, τῇ ἀεννάῳ
εὐχῇ εἰσώκισεν, ᾯ καὶ πρεσβεύει, τοῖς ἐφύμνια, πόθῳ Αὐτῷ ἀναμέλπουσι, δοῦναι
λύσιν πταισμάτων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
πάντες τοὺς ἀστέρας τοὺς φαεινούς, τοῦ νοητοῦ στερεώματος, Ναυκράτιον τὸν ἔνδοξον
καὶ Πέτρον τὸν ἀοίδιμον, τοὺς μακαρίους αὐταδέλφους, οὕσπερ ἐτίμησεν ὁ Πατήρ,
ἐδόξασεν ὁ Υἱός, καὶ τὸ Πνεῦμα ἐστεφάνωσεν, ὑμνήσωμεν λέγοντες· Χαῖρε θεία
δυάς, ἡ τὴν ὑλικὴν δυάδα νικήσασα, τῇ ἐφέσει τῆς μελλούσης ἀπολαύσεως· τὸν δὲ
κοσμοκράτορα ἀνδρικῶς καταβαλοῦσα, τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Ἀλλ’ ὦ
Πατέρες θεοφόροι, παῤῥησίαν μεγίστην ὡς ἔχοντες, μὴ διαλίπητε πρεσβεύειν, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β΄.
Νάματα
Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον• καὶ ἔκλινας κορυφὴν
τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης,
καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν
ἀρχιερέα δεῦτε πιστοί, τὸν τῆς Σεβαστείας, καὶ Ναυκράτιον τὸν αὐτοῦ, ὁμαίμονα
συμφώνως, ἐνθέοις μελῳδίαις, τιμήσωμεν αὐτοὶ γάρ, Χριστῷ πρεσβεύουσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου