Σάββατο 7 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 13. ΟΣΙΟΣ ΜΑΞΙΜΟΣ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΓ΄!!
ΜΑΞΙΜΟΣ ΟΣΙΟΣ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, κατετρώθης τὴν ψυχήν, Μάξιμε θεσπέσιε μάκαρ, τῷ θείῳ ἔρωτι, χαίρων ἠκολούθησας, τῷ σῷ Σωτῆρι Χριστῷ, καὶ νεκρώσας τὸ φρόνημα, σαρκὸς ἐγκρατείᾳ, Πνεύματος ἐνέργειαν ζῶσαν εἰσδέδεξαι, ὅπερ, κατιὸν οὐρανόθεν, ὡς περιστερὰ τῷ Δεσπότῃ, τοῦ Πατρὸς ἀνεῖπεν Υἱὸν σύνθρονον.

Ὅτε, ἐπινεύσει θεϊκῇ, ὄρος τὸ Παπίκιον Πάτερ, καὶ βασιλεύουσαν, Πόλιν καταλέλοιπας, καὶ σχέσιν τὴν κοσμικήν, τότε Ἄθω τὸν ἔντιμον, κατώκησας ἔνθα, χάρις σοι δεδώρηται, κατὰ τοῦ πάντων ἐχθροῦ, οὗπερ, καὶ συνέθλασας κάραν, σὺν τῷ βαπτισθέντι ἐν ῥείθροις, Ἰορδάνου Μάξιμε θεσπέσιε.

Ὥσπερ, ἐπιμόνοις προσευχαῖς, καὶ συντονοτάτῃ νηστείᾳ, τὸ ὀπτικὸν τῆς ψυχῆς, Πάτερ καθηράμενος, ναὸς γεγένησαι, Τρισηλίου Θεότητος, καὶ τὸ τοῦ προβλέπειν, δῶρον θεῖον Μάξιμε, ὑποδεξάμενος, ἔνδον, τῶν ἀδύτων εἰσῆλθες, βλέπων καθαρῶς τὸν Νυμφίον, τῷ νυμφαγωγῷ χειροθετούμενον.

Πρᾶος, ἀνεξίκακος ὀφθείς, ἐν ἀκεραιότητι γνώμης, τρισμάκαρ Μάξιμε, κατεκληρονόμησας, πρᾳέων ὄντως τὴν γῆν, καὶ μεθέξει θεούμενος, τρυφῆς ἀπολαύεις, καὶ ἀγαλλιάσεως, καὶ χαρμονῆς ἀληθοῦς, ἔνθα, μνημονεύεις ἀλήκτως, τῶν εἰλικρινῶς σε τιμώντων, τὸν ἐπιφανέντα ποιῶν ἵλεων.

Δόξα. Ἦχος β΄.
Δεῦτε, τῶν ἀζύγων χορεία σήμερον, ὕμνοις στέψωμεν, Μάξιμον σὺν τῷ Νήφωνι, τοὺς φωστῆρας τοῦ Ἄθω τοὺς διαυγεῖς· ὁ μὲν γὰρ ὡς ἥλιος κατὰ μεσημβρίαν, ὁ δὲ ὡς σελήνη κατὰ συζυγίαν, καταυγάζουσι τὸ τῆς ἡσυχίας τοῦτο στερέωμα, Σιὼν τὴν καινήν, τὸ ἄσυλον τῆς οἰκουμένης, φυγαδεύοντες τὸ ἐκ τῶν παθῶν ἐπιπροσθοῦν νέφος, καὶ δυσωποῦντες ἡμῖν, τὸν Πατέρα τῶν φώτων, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.



Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθη τὸ Πατρικόν, ἀπαύγασμα τῆς δόξῃς, ἐν Ἰορδάνου ῥείθροις, βαπτίσματι καθαῖρον, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν.

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Δέχου δουλοπρεπῶς, Προφῆτα Ἰωάννη, τὸν Λυτρωτὴν τοῦ κόσμου, καὶ βάπτισον τὸν Κτίστην, βροτῶν εἰς ἀναγέννησιν.

Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἦλθεν ὁ φωτισμός, ἡ λύτρωσις ἐφάνη, ἐν Ἰορδάνου ῥείθροις· συνέλθωμεν ῥυφθῆναι, καὶ ᾆσαι τὸν Φιλάνθρωπον.

Δόξα. Τοῦ Ὁσίου.
Ἄγγελος ἐπὶ γῆς, ἐδείχθης θεοφόρε, Μάξιμε καὶ γὰρ ὤφθης, πετόμενος ἐν ὕψει, ὡς ἄϋλος ἐν σώματι.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πάντα μοι τα καλά, διὰ Σοῦ Θεοτόκε, ὁ Θεὸς ἐν ἀνθρώποις, τὸ φῶς ἐν Ἰορδάνῃ, κᾳγὼ ἐν τῷ φωτὶ αὐτοῦ.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. ἀ’. Τὸν συνάναρχον Λόγον.
Μητρικῆς ἐκ νηδύος Ὅσιε Μάξιμε, ἐκλογῆς ὡς δοχεῖον ἀνατεθεῖς τῷ Θεῷ, τοῦ θείου γνόφου ὡς Μωσῆς κατηξίωσαι, καὶ τὰ πόῤῥω προορᾶν, κατὰ τὸν μέγαν Σαμουήλ, τοῦ Ἄθω τὸ θεῖον θαῦμα, τῆς Θεοτόκου ὁ μύστης, ᾗ καὶ πρεσβεύεις Πάτερ ὑπὲρ ἠμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
Μάξιμε Πάτερ, φερωνύμως μεγαλώνυμε, τὰ τῇδε ὡς ὀνείρους, ὑπεριδὼν καὶ σκιάς, εἰσῆλθες τὸ παγκράτιον τῆς ἁγνείας, Ἄθω τὸ ἔνθεον, Σιὼν τὴν καινήν, ἐν ᾧ ἀνεκράθης, τῶν ἐφετῶν τῷ ἄκρῳ, Χριστοῦ τὸ κάλλος κατατρυφῶν, καὶ τῆς ἀχράντου Μητρὸς Αὐτοῦ τὴν δόξαν, τοῦ ὑποκλίναντος τὴν κάραν τῷ Προδρόμῳ, καὶ ἁγιάσαντος τὴν φύσιν τῶν ὑδάτων· Αὐτὸν ἱκέτευε, σὺν τῇ πανάγνῳ Ὅσιε, δωρηθῆναι ἡμῖν εἰρήνην καὶ ἔλεος καὶ χάριν, πᾶσι τοῖς πέρασι.

Μάξιμε θεῖε, ἡσυχίας τὴν ἀκρόπολιν, εὑρὼν ἧσπερ καὶ ᾔρας, ὡς θεοφόρον σκηνήν, τὸν ἔνθεον Παράδεισον τῆς πανάγνου, ᾧ κατεσκήνωσας, ὡς θεοποιῷ, ἔνθα τῷ ἀγνώστῳ, προσπελάζεις τῶν ὄντων, εἰσδὺς τὸν γνόφον τὸν φωτουργόν, καὶ ἀνυμνῶν ἀκορέστως, τὸν Θεὸν Λόγον, τὸν βαπτιζόμενον χειρὶ τῇ τοῦ Προδρόμου, καὶ μαρτυρούμενον τῇ φωνῇ τῇ Πατρώᾳ· Αὐτὸν ἱκέτευε, σὺν τῇ Παρθένῳ Ὅσιε, δωρηθῆναι ἡμῖν εἰρήνην, καὶ ἔλεος καὶ χάριν, πᾶσι τοῖς πέρασι.

Μάξιμε Πάτερ, ἐγκρατείας θεῖον ἄγαλμα, σάλπιγξ διηχοῦσα, τὴν μακαρίαν φθογγήν, μέλος τὸ σωτήριον μετανοίας, μοῦσα θεόπεμπτος τῶν μοναστῶν, τρυγὼν ἐν ἐρήμῳ, τοῦ ἀνθοφόρους Ἄθω, ψυχὴς τὸ ἔαρ ᾄδεις τερπνῶς, τὸν φωτοδότην Λόγον ἐκκελαδοῦσα, ἐμὲ κατάῤῥυπον, ὅλον ἀναλαβόντα, καὶ ἀναπλάσαντα, νάμασιν Ἰορδάνου· Αὐτὸν ἱκέτευε, σὺν τῇ πανάγνῳ Ὅσιε, δωρηθῆναι ἡμῖν εἰρήνην καὶ ἔλεος καὶ χάριν, πᾶσι τοῖς πέρασι.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀρετῶν θεῖον ἄγαλμα, καὶ τῶν ἄθλων ὑπόθεσιν, σεαυτὸν ἀπέφηνας θεῖε Μάξιμε, γνώμων σαφὴς πρὸς ταπείνωσιν, ὁμοῦ ἐγκρατείας τε, τριμεροῦς θεοειδῆς, καὶ ἁγνείας ἀρχέτυπον, οἷον ἄϋλον, καὶ πυρσὸς ἡσυχίας καὶ ἀνδρείας, θεῖον θαῦμα τοῖς ἐν Ἄθῳ, πᾶσιν ὡράθης θεόπεμπτον.

Θεωρίας ἐπίβασιν, πρακτικὴν Πάτερ Μάξιμε, καὶ ἐν λόγοις ἔδειξας ἔργοις μᾶλλον δέ, καὶ περιὼν ἐν τῷ σώματι, βδελύσσῃ τὰ σώματος, τῆς ψυχῆς ὥσπερ ἰλύν, καὶ ποθεῖς τὰ οὐράνια, ὡς ἀκήρατα, ὀφθαλμὸς ἃ οὐκ εἶδεν, ἀκοῇ τε καὶ καρδίᾳ οὐκ ἀνέβη, καθά φησιν ὁ Ἀπόστολος.

Τὰς αἰσθήσεις τοῦ σώματος, καθαρθεὶς θεῖε Μάξιμε, τὰ ἄνω τεθέασαι ὅσον οἷόν τε, τῶν Ἀσωμάτων ὡς ἄϋλος, γεγονὼς συνόμιλος, θεωρίᾳ πρακτικῇ, αφοσιοῖς τὸν σὸν ἔρωτα, τῷ Δεσπότῃ σου, Ὃν δυσώπει τρισμάκαρ ὀφλημάτων, εὑρεῖν λύσιν τοὺς τελοῦντας, τὴν παναοίδιμον μνήμην σου.

Δόξα. Ἦχος β΄.
Μάξιμε Ὅσιε, θεοδόχον ὥσπερ ἄστυ Σιών, ψυχὴν τὴν θεοειδῇ σου ταῖς ἀρεταῖς ἀποφήνας, χειμάῤῥους ὁ τῆς τρυφῆς, ῥείθροις αὐτοῦ τῆς ἀφέσεως κατεκάλλυνεν, ὁ ἁγιάσας τὸν Ἰορδάνην, καὶ τὴν παναχράντως Αὐτὸν τεκοῦσαν, σωτηρίας πηγήν, τὸν ἱερώτατον Ἄθω ἀναδείξας κόσμῳ παντί, Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτὸν ἱκέτευε, θεόληπτε Πάτερ, εἰρήνην δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ, συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα, τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.


Λιτή. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ τοῦ Ἁγίου. Ἦχος πλ. δ΄.
Εὐφραίνου Ἄθως ὁ ἐξανθήσας τοιοῦτον πολιοῦχον, τὸν ἀξιάγαστον Μάξιμον· οὗτος γὰρ τῇ ὁδηγίᾳ τῆς πανυμνήτου Θεοτόκου χρηματισθείς, κατέλαβέ σου την ἀκρώρειαν, καὶ εἰς τὸ ἄκρος ἐληλακὼς τῆς ἀσκήσεως, πολιστής σου ἐχρημάτισεν ἄριστος, καὶ τῶν ἐν σοὶ εὐδρομούντων, ἀλείπτης φέριστος, ὑπὲρ ὧν καὶ πρεσβεύει τῇ Τριάδι, ἐντυγχάνων ἀμέσως, τῶν ἐτησίως μνείαν τούτου ποιούντων, δωρηθῆναι αὐτοῖς, κατὰ παθῶν ὀλεθρίων τὴν ἔνστασιν, καὶ ἀνωτέρους ὀφθέντας, ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, καὶ ἐν μεθέξει γενέσθαι τῆς ἄνω λήξεως.


Ὁ αὐτός.
Ὁ τῶν ἀζύγων δῆμος, τὸν πρεσβευτήν σε ἡμῶν γεραίρομεν, Πατὴρ ἡμῶν Μάξιμε, ἐν σοὶ γὰρ θαῤῥοῦντες, ἐνταῦθα μένομεν, περιφρουρούμενοι μέν, ἀλλὰ καὶ σεμνυνόμενοι· διὸ καὶ σὲ μακαρίζειν τολμῶμεν, ῥυπαροῖς χείλεσι· χαίροις οὖν, ὁ θεράπων Χριστοῦ γνησιώτατος, καὶ δαιμόνων ἐχθρὸς ἀήττητος· χαίροις, ὁ τῶν Ἀγγέλων ἐφάμιλλος, καὶ τῶν Ὁσίων ἁπάντων ὁ σύσκηνος· μεθ’ ὧν ἐκδυσώπει, τῇ Κυρίᾳ τοῦ Ἄθω, καὶ τοῦ κόσμου παντός, ἵνα εὕρωμεν ἕλεος, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ἦχος πλ. α΄.
Οἱ τὸν κλῆρον τόνδε, τῆς πολυϋμνήτου οἰκοῦντες, μονασταὶ καὶ μιγάδες, δεῦτε ἑορτάσωμεν σήμερον, πνεύματι, καὶ μὴ ὡς Ἰουδαῖοι· δεῦρο κροτήσαντες ὕμνους παννύχους, μυστικῶς εὐωχηθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ θεοφόρου πατρὸς ἡμῶν Μαξίμου τοῦ διωνύμου· σήμερον γὰρ τὴν πορείαν, πρὸς οὐρανοὺς ἐποιήσατο, καὶ σὺν Ἀγγέλοις χορεύει αἰώνια, καὶ πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ ἡμῶν τῶν πιστῶς αιτουμένων αὐτόν, καὶ πόθῳ τελούντων αὐτοῦ τὴν ὁσίαν κοίμησιν.

Δόξα. Ἦχος πλ. β΄.
Φιλοσοφίᾳ κοσμήσαντες τὸν βίον ὑῶν, τῇ θεωρίᾳ ἑαυτοὺς κατελαμπρύνατε· διὸ καὶ κατ’ ἄμφω εὐδοκιμοῦντες, ἐν τῷ Ἄθῳ εἰσέλθετε ὡς πρόβατα, τῇ δὲ πράξει, βακτηρίᾳ καθάπερ χρησάμενοι, πρὸς τὴν Ἐδὲμ διϊθύνετε, τοὺς ἐν αὐτῷ ποιμένοντας καὶ ποιμενομένους, Μάξιμε καὶ Νήφων οἱ ὀρεσίτροφοι· ὅθεν μετὰ πάντων Ὁσίων, ἐν οὐρανοῖς συγχορεύοντες, ἐκτενῶς ἱκετεύσατε, τὴν Παναγίαν Τριάδα, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, ὑμῶν τὰ μνημόσυνα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.











Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς ἡσυχίας κανών, τῶν μοναζόντων ὁ φωστὴρ ὁ λαμπρότατος, δογμάτων τῆς εὐσεβείας, ὁ τῶν ὀρθῶν ζηλωτής, ἀρετῶν διόπτρα, θεῖον σκήνωμα, φωτὸς καταγώγιον, ὁσιώτατε Μάξιμε, τῆς θεωρίας, καὶ τῆς πράξεως ὄργανον, πύργος πίστεως, ἀῤῥαγὴς καὶ ἀκλόνητος, ἄριστον ἐνδιαίτημα, τῆς θείας λαμπρότητος, νόμος σοφίας τῆς ὄντως, καὶ τρόπου θείου παράδειγμα. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, οὐρανοδρόμος ἀστήρ, ὁ διηγούμενος τὴν δόξαν τοῦ κρείττονος, ὁ κήρυξ τῆς μετανοίας, τῶν ἀρετῶν ἡ εἰκών, τρισηλίου αἴγλης σκεῦος ἅγιον, ὁ νοῦς ὁ αἰθέριος, ὁσιώτατε Μάξιμε, ἡ συμφωνία, χαρισμάτων τοῦ Πνεύματος, φθόγγος ἅπαντα, διελθὼν γῆς τὰ πέρατα· βάθος ἀνεξερεύνητον, σοφίας καὶ γνώσεως, τύπος πιστῶν κατὰ Παῦλον, ἁγνείᾳ πίστει καὶ πράξεσι, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὁ νέος Πάτερ Μωσῆς, τῆς Διαθήκης τῆς Καινῆς ἐγκαλλώπισμα, θαλάσσας ὁ διατέμνων, τῶν τῆς κακίας παθῶν, Ἀβραὰμ ὁ ζῶσαν καὶ εὐάρεστον, Θεῷ προσκομίσας σου, τὴν ψυχὴν ὁλοκάρπωσιν· Ἠλίας ἄλλος, ἀρετῶν σου τῷ ἅρματι, ὑπερκόσμια, ἀνελθὼν εἰς σκηνώματα, ἄλλη προκαταγγέλλουσα, δευτέραν ἐπέλευσιν, πρόδρομος σάλπιγξ τοῦ Λόγου, ἑκάστου πράξεις ἐλέγξοντος· διὸ ἵλεών μοι, τὸν Δεσπότην ἀπέργασαις, Πατέρων καύχημα.

Δόξα. Ἦχος δ΄.
Δεῦτε δῆμοι σήμερον, θιασῶται τοῦ Ἄθω, χορείαν πνευματικὴν στησώμεθα, ἐπὶ τῇ σεβασμίᾳ μνήμῃ, Μαξίμου τοῦ πανοσίου Πατρὸς ἡμῶν· οὗτος γὰρ ἡμᾶς ἐκ τῶν ἄνω σκηνωμάτων, μυστικῶς ἐποπτεύει, καὶ τοῦ κατ’ ἐντολὴν βίου, τὴν ὁδὸν ὑποβάλλει, καὶ πρὸς τὴν τῶν δαιμόνων πάλην, καθοπλίζει στεῤῥῶς· διὸ πρὸς αὐτόν, σὺν πόθῳ βοήσωμεν· παμμακάριστε Πάτερ, μετὰ πάντων τῶν ἐνταῦθα, ὁσίως βιοτευσάντων, μὴ ἐλλείπητε πρεσβεύειν ὑπὲρ τῶν ἀναξίων τέκνων ὑμῶν πρὸς Χριστὸν τὸν Σωτῆρα, τὸν μόνον εὐΐλατον, καὶ τὴν τεκοῦσαν αὐτὸν τὴν πανάχραντον, ὅπως τύχωμεν ἐλέους, ἐν τῇ ὥρᾳ τῇ φοβερᾷ τῆς ἐτάσεως.





Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Τριὰς ὁ Θεὸς ἡμῶν, ἑαυτὴν ἡμῖν σήμερον, ἀδιαιρέτως πεφανέρωκεν· ὁ μὲν γὰρ Πατήρ, ἐναργῆ μαρτυρίαν, τῷ συγγενεῖ ἐκπεφώνηκε, τὸ Πνεῦμα δὲ περιστερᾶς, ἐν εἴδει, κατέπτη οὐρανόθεν, ὁ Υἱὸς τὴν ἄχραντον κορυφήν, τῷ Προδρόμῳ ὑπέκλινε, καὶ βαπτισθείς, τὸ ἀνθρώπινον ἐκ δουλείας ἐῤῥύσατο ὡς φιλάνθρωπος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. ἀ’. Τὸν συνάναρχον Λόγον.
Μητρικῆς ἐκ νηδύος Ὅσιε Μάξιμε, ἐκλογῆς ὡς δοχεῖον ἀνατεθεῖς τῷ Θεῷ, τοῦ θείου γνόφου ὡς Μωσῆς κατηξίωσαι, καὶ τὰ πόῤῥω προορᾶν, κατὰ τὸν μέγαν Σαμουήλ, τοῦ Ἄθω τὸ θεῖον θαῦμα, τῆς Θεοτόκου ὁ μύστης, ᾗ καὶ πρεσβεύεις Πάτερ ὑπὲρ ἠμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.





















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Νεκρώσας τῆς σαρκός, τὰ ἀκάθεκτα πάθη, ἐθέωσας τὸν νοῦν, Μάξιμε θεοφόρε, ζωὴν τὴν ἀδιάδοχον, καὶ τὸν στέφανον εἴληφας· ὅθεν σήμερον, τῶν μοναζόντων τὰ στίφη, ἑορτάζομεν, ἀξιοχρέως σὴν μνήμην, τοῦ Ἄθω ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας, πρὸς Ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν κόσμον κατέλιπες Πατὴρ ἡμῶν Μάξιμε, σταυρὸν ἀναλαβόμενος ἐπὶ τῶν ὤμων σου, τὸν Ἄθω κατέλαβες, τοῦτον τῆς Θεοτόκου, τὸν πανάγιον κλῆρον, ἔνθα ἐγκατερήσας, ἐπὶ ἔτεσι πλείστοις, εἴληφας τῶν βραβείων τῆς ἄνωθεν κλήσεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν· ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος· διὸ σε ἱκετεύομεν· Σῶσον τὸν κόσμον σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν μιμητὴν τοῦ Προδρόμου ὕμνοις τιμήσωμεν, καὶ Ἠλιοὺ τοῦ θεσβίτου τὸν θεῖον Μάξιμον, τὸν ὀρεσίτροφον Θεοῦ τὸν ἐξαστράψαντα, θαυματουργίαις ἱεραῖς, καὶ ὡραΐσαντα αὐτόν, τὸν οὐρανόφρονα χῶρον, τὸ τῆς ἁγνείας σεμνεῖον, Ἄθω ἀζύγων τὸ μέγα πάνθεον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἰορδάνου τὸ ῥεῖθρον περιβαλλόμενος, ὁ τὸ φῶς παραδόξως ἀναβαλλόμενος, ἐν αὑτῷ τὴν τοῦ Ἀδὰμ φύσιν ἀνέπλασας, συντριβεῖσαν πονηρᾷ, παρακοῇ Λόγε Θεοῦ· διό Σε ἀνευφημοῦμεν, καὶ τὴν ἁγίαν Σου πάντες, δοξολογοῦμεν ἐπιφάνειαν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπων, τρισμακάριστε Μάξιμε, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, καὶ δοχεῖον καθαρὸν τῆς Ἁγίας Τριάδος, μὴ παύσῃ ἱλεούμενος, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.

Εἶτα, οἱ Κανόνες· ὁ α’ Κανὼν τῆς Ἑορτῆς, καὶ δύο τοῦ Ὁσίου.
Ὁ α’ Κανὼν τῆς Ἑορτῆς, τοῦ Κυρίου Κοσμᾶ, οὗ ἡ Ἀκροστιχίς: Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾨδὴ α᾽ Ἦχος β᾽ Ὁ Εἱρμός
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος• ὅτι δεδόξασται.
Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου, τοῦ Ἁγίου Νήφωνος, οὗ ἡ ἀκροστιχίς: Δέησιν οἰκτ[ρ]αν ὦ Μάξιμε προσδέχου. Νίφων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δεδουλωμένος ἡδοναῖς τοῦ σώματος, ἐγὼ ὑπάρχω τὸν νοῦν, ἀλλ’ ἡ τοῦ σοῦ θρόνου, πάρεδρος φιλάνθρωπε, σοφία συνεργείτω μοι, λόγου χάριν διδοῦσα· δι’ ἧς ὑμνῆσαι δυνήσωμαι, Μάξιμον τὸν σὸν ὑπεράγαθον.
Ἐξ οὐρανοῦ τὸ ἱερόν σου ἔπρεπε, Πάτερ ἐγκώμιον, ἀγγελικὸς ὑμνος, ὡς αὐτῶν συνόμιλος, Τριὰς πανυπεράγαθε, τοὺς ὑμνοῦντάς σε σώζε, τὸν σὸν θεράποντα Μάξιμον, πρέσβυν τῶν ὑμνούντων ἀπέργασαι.
Ἡ καθαρά σου πολιτεία Ὅσιε, ἐκ τῆς πηγῆς τοῦ Θεοῦ, ἀγγελικὸν πόμα, τοῦ Ἁγίου Πνεύματος, πιῶν ἐκ τούτου Μάξιμε, τῶν δαιμόνων τὰ στίφη, κατετραυμάτισας πάνσοφε, μέμνησο ἡμῶν μεμνημένων σου.
Θεοτοκίον.
Σεσαρκωμένον τὸν Θεὸν γινώσκομεν, ἐκ Σοῦ πανύμνητε, ὡς ἀγαθὴ μόνη, τοῦ ἐχθροῦ ἐξάρπασον, καὶ δοῦλον γνησιότατον, ἀγαθαῖς ἐργασίαις, τοῦ Ζωοδότου με ποίησον, ὅπως κατὰ χρέος δοξάζω Σε.





Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἱερεμίας ὕμνον Μαξίμῳ πλέκει. Ἐν δὲ τοῖς Θεοτοκίοις: ὁ Πατητᾶς.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἱδρῶσιν ἀσκήσεως, θεῖος ναὸς ἐχρημάτισας, Θεὸν γὰρ φθεγγόμενον, καὶ ζῶντα ἔχων ἐν σοί, προηγόρευες, ὡς ἔγγιστα τὰ πόῤῥω, καὶ τύπος μονάζουσιν, ὤφθης ταῖς πράξεσιν.
Ἐτήρησας Ὅσιε, τὸ κατ’ εἰκόνα ἀλώβητον· διὸ καὶ ἐγνώσθη σοι, κριμάτων Θεοῦ βάθος, τῶν γηΐνων γάρ, καθάπαξ ἀλογήσας, οὐράνιος γέγονας, νοῦ καθαρότητι.
Ῥεόντων διέπτυσσας, σοφῶς τὸ ἄστατον Μάξιμε, ἀνδρείως ἠγώνισαι, τοῦ σκότους πρὸς τὰς ἀρχάς· ὡς δεσποίνῃ δέ, ψυχῇ τὸ δοῦλον σῶμα, τὸ χεῖρον ὑπέταξας, μάκαρ τῷ κρείττονι.
Θεοτοκίον.
Οὐ γλῶσά Σου γήϊνος, τὸ καὶ Ἀγγέλοις ἀπόῤῥητον, ὑμνῆσαι μυστήριον, ἰσχύσει ὅλως ἁγνή, ὑπερβαίνει γάρ, τὸ θαῦμα πᾶσαν φύσιν, Θεὸν ὅτι τέτοκας, καὶ μένεις ἄφθορος.

ᾨδὴ γ᾽ Ὁ Εἱρμός
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν• Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.
Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία• δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες• Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.
Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος• Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες• Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.

Τοῦ Ὁσίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἱερωτάτοις καὶ λαμπροῖς, τοῖς πυριπνόοις σου λόγοις, ἐφωτίζοντο τὰ πλήθη πατέρων, καὶ ὡς μύστην τοῦ Χριστοῦ, οἱ βασιλεῖς καὶ ἄρχοντες, ἔπιπτον ἔμπροσθέν σου, Πάτερ παγκόσμιε Μάξιμε.
Νοῦν ἡγεμόνα τῶν παθῶν, κατὰ παθῶν ὀλεθρίων, πρὸς παράταξιν ἐχθρῶν πολεμίων, τῇ δυνάμει τοῦ σταυροῦ, τοὺς ἀοράτους ἤμβλυνας, στίφη δαιμόνων πλήθη, Μάξιμε Πάτερ πανόλβιε.
Οἱ οὐρανώσαντες τὴν γῆν, οἱ θεοφόροι Πατέρες, ταῖς αὐτῶν διδασκαλίαις καὶ τύποις, μετὰ τούτων ὁ Χριστός, τὴν κατοικίαν Μάξιμε, ἔταξεν ἄνω χαίρειν, θεῖα σκηνώματα ἔνδοξε.
Θεοτοκίον.
Ἰδοὺ παρῆλθεν ἡ σκιά, τῆς ἀληθείας ἐλθούσης, τοῦ Χριστοῦ ἐκ τῆς Παρθένου τεχθέντος, παντοδύναμε Σωτήρ, τῆς Σῆς Μητρὸς ἐντεύξεσι, σῶσον ἡμᾶς οἰκτίρμον, δέχου καὶ πρέσβυν τὸν Μάξιμον.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Ἐγλύκανεν ὕδωρ Ἰουδαίοις, Μεῤῥᾶς τοῖς ἀγνώμοσι Μωσῆς, σὺ δὲ τοῦ ζῶντος ὕδατος, σκεῦος τυγχάνων ἅγιον, ὕδωρ θαλάσσης ἤμειψας, περιφανῶς εἰς γλυκύτητα.
Μὴ δοὺς νυσταγμὸν σοῦ τοῖς βλεφάροις, οὐχὕπνον σοφὲ τοῖς ὀφθαλμοῖς, τὸν σπείροντα διέφυγες, κακίως τὰ ζιζάνια, καὶ καθαρὰν ἐτήρησας, τὴν σὴν ψυχὴν καὶ ἀμόλυντον.
Ἰδών σου τὴν πρόθεσιν ἐκ βρέφους, τοῦ Πνεύματος Ὅσιε Χριστός, κατέβαλε τὰ σπέρματα, σὺ δ’ ὥσπερ πίων ἄρουρα, καρποφορεῖς δεξάμενος, ἑκατοστεύοντα ἄσταχυν.
Θεοτοκίον.
Προλέλεκται πάλαι τοῖς Προφήταις, γεγέννηται Κύριος ἐκ Σοῦ, ἐκήρυξαν Ἀπόστολοι, τοῦ τόκου Σου τὸ ἄῤῥητον, ἡμεῖς δὲ μακαρίζομεν, Σὲ ὡς προέφης πανάμωμε.

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος δ'
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς τοῦ κόσμου ταραχῆς, καὶ ματαιότητος σοφέ, ἀπεμάκρυνας σαὐτόν, βίου τὴν δίνην ἐκφυγών, ἐλλιμενίσθης πρὸς Ὄρος τοῦ Ἄθω τὸ θεῖον, οἷα Μωϋσῆς, ἄλλο Σίναιον, ἢ ὡς Ἠλιοὺ θεῖον Κάρμηλον, χρηματισθεὶς θεόθεν κατ’ ἐκείνους, ἐκ τῆς Παρθένου θεόληπτε· ᾗ καὶ πρεσβεύεις, ὑπὲρ σῶν δούλων, τῶν τελούντων τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν, ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύο, σκιαγραφεῖσα ἐν Πνεύματι· Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ ἁγιάσαι τὰ ὕδατα.







ᾨδὴ δ᾽ Ὁ Εἱρμός
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε• Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι• ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

Τοῦ Ὁσίου. Σύ μου ἰσχύς.
Κήρυξ Χριστοῦ, Παῦλος ὁ μέγας ἐγένετο, θείαν χάριν, ἔλαβε τοῦ Πνεύματος, καὶ ζωηρὰν δρόσον γλυκασμοῦ, ἔβλυσε τῷ κόσμῳ, ἐκ τούτου ἔλαβε Μάξιμος, νομίμως ἐναθλήσας, ἐν τῷ Ἄθῳ ἀσκήσας, ὑπὲρ ἡμῶν πρεσβεύων, ἀεὶ πρὸς Κύριον.
Τοῦ ποταμοῦ, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐπληρώθη, Μάξιμος ὁ ἔνθεος, καὶ βασιλεῖς ἄρχοντας πολλούς, πάντας ἐνουθέτει, μὴ ἀδικεῖν ὅλως ἔλεγεν, ἐλεεῖν δεομένους, ὁ Χριστὸς ἐκδιδάσκει, τοὺς πιστοὺς εὐσεβῶς τοὺς ἀκούοντας.
Ἄνω πληθύς, ἄπαυστον ὕμνον προσφέρουσι, δόξαν μίαν, τρίφεγγον λαμπρότητα, ὡς Βασιλεῖ Ἄγγελοι Θεοῦ, Μάξιμος ὡς οἶδε, τοῦ κόσμου  τούτου τὰ πρόσκαιρα, ἀπέδρασε σπουδαῖος, καὶ τὴν σάρκα νεκρώσας, εἰς οὐράνια ἤχθη σκηνώματα.
Θεοτοκίον.
Νύμφη Θεοῦ, Σὺ γὰρ ὑπάρχεις πανύμνητε, κόσμος ὅλος, ἔχει Σε ἀντίληψιν, ὡς τοῦ Χριστοῦ, Μήτηρ ἀληθῶς, πρέσβευε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων Σε, Αὐτῷ σὺν τῷ Μαξίμῳ, ἱκετεύειν μὴ παύσῃ, δωρηθῆναι πταισμάτων συγχώρησιν.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀναβάσει ἐν καρδίᾳ, διαθέμενος ἄριστα, ἐκ τῆς τοῦ κλαυθμῶνος, Μάξιμε κοιλάδος κατέπαυσας, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου καὶ ἀπέλαβες, τῶν καμάτων σου μάκαρ, σεπτῶς τὴν ἀντίδοσιν.
Σοφιστὴς ὁ τῆς κακίας, προσβαλλὼν ἀπεκρούσθη σοι, καὶ πληγεὶς ἐπέγνω, μάκαρ μαθητὴν ἀκριβέστατον, σὲ τοῦ Δεσπότου τῶν ὅλων ᾧπερ ἔλαθε, προσβαλὼν ὡς θνητῷ, καὶ Θεῷ περιπέπτωκε.
Ὑπερήρθης τῶν γηΐνων, ὡς ἐπίβασιν θέμενος, θεωρίας πρᾶξιν, βροχοῖς σου κρατήσας τῶν πράξεων, τὸν καταλήψεσθαι πᾶσαν καυχησάμενον, ὥσπερ νοσσιὰν τὴν ὑφήλιον.
Θεοτοκίον.
Ἀπειράνδρως συλλαβοῦσα, ὑπὲρ λόγον ἐγέννησας, τὸν Προφήταις πάλαι, Λόγον κηρυχθέντα πανάμωμε, Ὃν ἀρεταῖς πολυτρόποις ἐθεράπευσεν, ὁ δραμὼν ὑπὲρ αἴσθησιν Μάξιμος.

ᾨδή ε΄ Ὁ Εἱρμός
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου• καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι• Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε• παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει• καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

Τοῦ Ὁσίου. Ἵνα τί με ἀπώσω.
Ὥσπερ μέλι κηρίων, τῶν πρὸς σωτηρίαν φαρμάκων ἐγλύκαναν, οἱ λαμπροί σου λόγοι, καὶ πηγῆς ζωηῤῥύτου διδάγματα, τῶν ψυχῶν ὡς θεῖος, θεραπευτὴς Μάξιμε Πάτερ, μὴ ἐλλείπῃς πρεσβεύειν πρὸς Κύριον.
Μυστηρίων τῶν ἄνω, οἶδας τὰ παράδοξα Ὅσιε Μάξιμε, ἐκ τῶν κάτω πόνων, τὰ οὐράνια εὗρες σκηνώματα· διὰ τοῦτο Πάτερ, καὶ πρεσβευτὴς ὄντως ὑπάρχεις, καὶ θερμὸς ἀντιλήπτωρ πρὸς Κύριον.
Ἄνοιξόν μοι τὰς πύλας, τὰς νοερὰς Δέσποτα Σωτήρ μου εὔσπλαγχνε, καὶ ὁδήγησόν με, ἐκ τοῦ σκότους προς φῶς τὸ ἀνέσπερον, καὶ τοῦ Σοῦ Μαξίμου, ταῖς προσευχαῖς οἰκτείρησόν με, δέομαί Σου φιλάνθρωπε Κύριε.
Θεοτοκίον.
Ξένον ὄντως τὸ θαῦμα, ὃ καὶ ἀνερμήνευτον ὑπάρχει πάναγνε, τῆς συλλήψεώς Σου, ὡς τεκοῦσα τὸν Κτίστην καὶ Κύριον, καὶ Παρθένος μένεις, ὁμολογῶ ἐν ἀληθείᾳ, καὶ δοξάζω Χριστὸν τὸν Σωτῆρά μου.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Μελέτη σοι μόνιμος, Θεοῦ ὁ νόμος πέφυκε, πᾶσαν δὲ φροντίδα φθειρομένην, ὡς ὃν ἐκρίπτει ἀπὸ προσώπου τῆς γῆς, ὁ ἄνεμος χνοῦν περιφρονῶν, ἔγκαιρον μετέδωκας, τὸν καρπὸν τὸν τοῦ Πνεύματος.
Νυμφὼν οὐκ ἐκλείσθη σοι, τῆς δόξης τοῦ Κυρίου σου, φῶς καὶ γὰρ τρισήλιον ἐκλάμψαν, ψυχῆς ἀνῆψε μάκαρ λαμπάδα τῆς σῆς· ὅθεν ἀναδεῖξαν ἐκλογῆς, σκεῦος καθαρώτατον, τῷ Νυμφίῳ προσήγαγεν.
Οὐδόλως ἐσάλευσε, ψυχῆς τον τόνον Ὅσιε, θλῖψις Πάτερ ἢ στενοχωρία, ἀλλὰ τὴν χεῖρα ἐπ’ ἄροτρόν σου βαλών, εὔθετος ὀπίσω μὴ στραφείς, γέγονας οὐράνια, ἀπελθὼν εἰς σκηνώματα.
Θεοτοκίον.
Τίκτεις παρθενεύουσα, ὡς πρὸ τοῦ τόκου πάναγνε, καὶ μετὰ τὸν τόκον θαῦμα ξένον· ναὶ φησὶ τίκτω τὸν πρὸ αἰώνων Θεόν, καὶ νῦν ἐπ’ αἰῶνα ψαλμικῶς, ἔτι τε ἐσόμενον, τὸν ἐμὲ πλαστουργήσαντα.

ᾨδὴ ς᾽ Ὁ Εἱρμός
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός• οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.

Τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ.
Ἰδοὺ καὶ ὄχλοι πολλοί, ἐβάδιζον πρὸς τὸν Ὅσιον, ἰδεῖν αὐτὸν καὶ λαλεῖν, καὶ τούτοις ἐφθέγγετο, παράδοξα τέρατα, καὶ εἰς τέλος ταῦτα, τὴν ἀλήθειαν ἐκφέροντα.
Μακρὰν ὑπάρχει Θεοῦ, ὁ ἄδικος καὶ ὁ βάσκανος, ἐλάλει ταῦτα σαφῶς, ὁ Ὅσιος Μάξιμος· Χριστὸς δὲ ὁ Κύριος, τὰς ἐντεύξεις τούτου, συνεργήσῃ εἰς βοήθειαν.
Ἐδούλωσε κραταιῶς, Θεοῦ τῷ φόβῳ ὁ Μάξιμος, πάντα τὰ πάθη σαρκός, ὑπέταξε πνεύματι· δι’ οὗ ἀναβέβηκε, θεωρίας πρᾶξιν, εἰς τὸν ποθούμενον Κύριον.
Θεοτοκίον.
Παντοίας βλάβης ἁγνή, τοὺς δούλους Σου ἐλευθέρωσον, δαιμόνων πᾶσαν ἰσχύν, ἀνθρώπων τε κάκωσιν, Παρθένε διάσωσον, ἐκ τῆς βλάβης τούτων, τοὺς ὑμνοῦντάς Σε πανύμνητε.


Ἕτερος. Τὴν θείαν ταύτην.
Νεκρώσας μέλη τοῦ σώματος, ἐν γῇ ἐπολιτεύσω ὡς ἄσαρκος, καὶ πρὸς οὐράνια, μετεβιβάσθης σκηνώματα, καὶ σὺν Ἀγγέλοις χαίρων, Θεῷ παρίστασαι.
Μονὴν σαφῶς ἐποιήσατο, ἡ αἴγλη παρὰ σοὶ ἡ τρισήλιος· ὅθεν μεμύησαι, τὰ θεῖα Πάτερ μυστήρια, τῶν ἀρετῶν εἰς ὕψος, δραμὼν θεόπνευστε.
Αὐξήσας Πάτερ τὸ τάλαντον, ὀλίγοις τὰ μεγάλα πεπίστευσαι, καὶ ἀνελήλυθας, πρὸς πλάτος θεῖον μακάριε, διὰ στενῆς ὁδοῦ τὰ γέρα ληψόμενος.
Θεοτοκίον.
Ἡ πύλη ἣν προκατήγγειλαν, Προφήται κεκλεισμένην ἐν Πνεύματι, Σὺ ὤφθης πάναγνε· δι’ ἧς διῆλθεν ὁ Κύριος, καὶ Παραδείσου πύλας, ἡμῖν διήνοιξεν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἐπὶ τῆς γῆς σου τὸν καλὸν δρόμον τετέλεκας, πρὸς ἀοράτος συμπλοκὰς παραταξάμενος, ἀλλ’ οὐράνιον ἀπέλαβες κατοικίαν, καὶ ἐδέξω ἐκ χειρὸς Θεοῦ τὸν στέφανον· ἐκ παντοίων οὖν δεινῶν με ἐλευθέρωσον, ἵνα κράζω Σοι· Χαίροις Μάξιμε Ὅσιε.
Ὁ Οἶκος.
Ὥσπερ Ἄγγελος ὤφθης μετὰ σώματος Πάτερ, ὡς ἄσαρκος βιοὺς ὑπὲρ φύσιν· πρὸς γὰρ τοὺς ἀοράτους ἐχθροὺς ἀνδρισάμενόν σε κραταιῶς βλέποντες, τὸ θαῦμα ἐκπληττόμεθα, κραυγάζοντες πρὸς σὲ τοιαῦτα·
Χαῖρε, δι’ οὗ ὁ σατὰν ἐπλήγη·
χαῖρε, δι’ οὗ ὁ Θεὸς ηὐφράνθη.
Χαῖρε, παλαιὸν μὲν Ἀδὰμ ἐκδυσάμενος·
χαῖρε, νέον δὲ τὸν Χριστὸν ἐνδυσάμενος.
Χαῖρε, ὕψος δυσανάβατον ἀνελθὼν εἰς ἀρετῶν·
χαῖρε, βάθος ταπεινώσεως, εὑρηκὼς ὑψοποιόν.
Χαῖρε, ὅτι ἀγῶνα τὸν καλὸν ἠγωνίσω·
χαῖρε, ὅτι καθεῖλες τὸν κακίας ἐργάτην.
Χαῖρε, φωτὸς σεμνὸν καταγώγιον·
χαῖρε, λαμπρὸν τῆς πίστεως ἔρεισμα.
Χαῖρε, ὁδὸν τεθλιμμένην ὁδεύσας·
χαῖρε, πρὸς πλάτος οὐράνιον φθάσας.
Χαίροις, Μάξιμε Ὅσιε.






Συναξάριον.
Τῇ ΙΓ΄  τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Καυσοκαλυβίτου, τοῦ Ἁγιορείτου.
Παλαιοῖς Ὁσίοις ἐφάμιλλο δειχθεὶς Πάτερ,
κᾂν τοῖς χρόνοις ἤσκησας τοῖς ἐσχάτοις.
Μάξιμον ὄσσε κάλυψε μόρος δέκατον τρίτον ἦμαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἑρμύλου καὶ Στρατονίκου.
Ἡ σαργάνη ναῦς, Ἑρμύλῳ Στρατονίκῳ,
Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις
Οὗτοι ὑπῆρχον ἐπὶ Λικινίου τοῦ βασιλέως. Ἦν δὲ ὁ Ἅγιος Ἕρμυλος, κατὰ τὴν Ἐκκλησιαστικὴν τάξιν, Διάκονος. Παραστὰς δὲ τῷ βασιλεῖ, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα ὁμολογήσας, πρῶτον μὲν χαλκοῖς τισι τύποις τὰς σιαγόνας τύπτεται. Εἶτα νιφάσι πληγῶν καταξαίνεται, καὶ τὸν Στρατόνικον ἐκκαλεῖται πρὸς παῤῥησίαν, φίλον ὄντα, καὶ τοῖς αὐτοῦ πάθεσιν ἀλγεινόμενον. Ἐν γὰρ τῷ τύπτεσθαι τὸν Ἅγιον Ἕρμυλον ῥάβδοις ξιφῶν, ὑφ’ ὧν ἐῤῥάγη τὴν κοιλίαν καὶ τὴν καρδίαν, στραφεὶς καὶ ἰδὼν ὁ Στρατόνικος ἐδάκρυσε. Παρευθὺς δὲ γεγονὼς δῆλος, ὅτι κοινωνὸς τῆς αὐτοῦ καθέστηκε προαιρέσεως, Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν. Ὅθεν τύπτεται, καὶ ἅμα τῷ Ἑρμύλῳ τῷ ποταμῷ Ἴστρῳ ἐμβάλλεται, ἔνθα τὸ μακάριον τέλος ἀμφότεροι ἐδέξαντο. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῷ εὐκτηρίῳ οἶκῳ τοῦ Ἀρχαγγέλου Μιχαήλ, τῷ ὄντι ἐν τῇ Ὀξείᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως.
Τὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει,
Θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον.
Οὗτος, γέννημα καὶ θρέμμα τῆς μεγαλοπόλεως Νισίβεως ἦν, καὶ τὸν ἐρημικὸν καὶ ἡσύχιον βίον ἀγαπήσας, τὰς ὑψηλοτάτας κορυφὰς τὴν ὀρέων κατέλαβε, καὶ ταῖς ἐκ τῆς ἐρημίας ἀνάγκαις γενναίως ἦν ἐγκαρτερῶν, θέρει μὲν ἐκφλεγούμενος, χειμῶνι δὲ τῷ κρύει καὶ τῷ παγετῷ ταλαιπωρούμενος. Τροφὴ δὲ ἦν αὐτῷ, ἡ αὐτομάτως βλαστάνουσα. Καὶ τὸ ποτόν, ὕδωρ μέτριον. Χιτὼν δὲ ἦν αὐτῷ, ἁπλοῦν περιβόλαιον. Καὶ ἁπλῶς οὕτως τὸ σῶμα κατεδαπάνα, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσφέρων τῇ ψυχῇ. Ἐντεῦθεν ἡ πρὸς Θεὸν αὐτῷ ἐγένετω παῤῥησία, καὶ τὰ ἐσόμενα προεώρα, καὶ δύναμιν εἰς θαυματουργίαν ἐκ τῆς τοῦ Ἁγίου Πνεύματος ἐδέξατο χάριτας.
Ποτὲ μὲν γὰρ ἔν τινι τόπῳ παρερχόμενος, καὶ ἀναισχυντοῦντα γύναια κατά τινα πηγὴν θεασάμενος, τὴν μὲν πηγὴν ἐξήρανεν, αὐτῶν δὲ τὰς τρίχας λευκανθῆναι πεποίηκε. Καὶ τὸ μὲν ὕδωρ, παρακληθείς, αὖθις ἀναδοθῆναι παρεσκεύασεν, αὐτὰ δὲ τὰ γύναια ἐπὶ τοῦ αὐτοῦ σχήματος μένειν εἴασε. Καὶ δικαστὴν Πέρσην ἀδίκῳ ψήφῳ χρησάμενον λίθῳ τινὶ μεγίστῳ, αὐτοῦ που κειμένῳ ἐπαρασάμενος, τοῦτον συνέτριψε. Καὶ ἐμπαικτικῶν τινῶν πενήτων, ἕνα τῶν συνόντων αὐτοῖς ὡς τεθνηκότα σχηματισάντων, καί τι παρ’ αὐτοῦ λαβεῖν ἱκετευόντων, ἀληθῶς τῷ θανάτῳ παρέπεμψε, καὶ αὖθις παρακληθείς, ἀνεζώωσεν.
Ἐπεὶ δὲ τὴν προεδρίαν Νισίβεως ἔτυχεν ὁ μέγας ἔχων, καὶ ἐν τῇ κατὰ Νίκαιαν Συνόδῳ παρῆν, ὁ δὲ Ἄρειος μετὰ τὸ καθαιρεθῆναι αὐτόν, αὖθις ἐν τῇ Ἐκκλησίᾳ ἔσπευσεν εἰσελθεῖν, εὐχῇ τοῦτον ἀνεῖλε ὁ μέγας Ἰάκωβος, τῶν σπλάγχνων αὐτοῦ διαλυθέντων. Καὶ Σαβωρίου τῶν Περσῶν βασιλέως πολιορκῆσαι Νίσιβιν ἐπιόντος, καὶ πάμπολλα μηχανήματα πεποιηκότος, ὀφθεὶς μόνον ὁ Ἅγιος, εἰς φυγὴν τοὺς Πέρσας ἐτρέψατο, σκνιπῶν καὶ κωνώπων νέφη τούτοις ἐπιστρατεύσας, ἐξ ὧν οἵτε ἵπποι καὶ ἐλέφαντες τιτρωσκόμενοι, καὶ τὰ δεσμὰ διαῤῥήσσοντες, ἐδραπέτευον. Ὅθεν ὁ βασιλέας θεασάμενος, καὶ ἀπορίᾳ κατασχεθείς, τὰ οἰκεῖα κατέλαβεν ἄπρακτος. Ἐν τούτοις τοῖς μεγίστοις διαπρέπων μεγαλουργήμασιν ὁ θεῖος Ἰάκωβος καὶ πλήρης ἡμερῶν γενόμενος ὁ μακάριος, ἀνεπαύσατο ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος, ῥαβδιζόμενος τελειοῦται.
Ῥάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως,
Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ  Ἅγιοι Μάρτυρες Παχώμιος καὶ Παπυρῖνος, ἐν ποταμῷ τελειοῦνται.
Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος,
Οἷον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἠλιοῦ, τῆς καλουμένης τοῦ Βαθέος Ῥύακος, τῆς εὐρισκομένης πλησίον τῆς Τριγλίας, ἤτοι τῶν Μουδανίων τῆς Μικρᾶς Ἀσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱλαρίου ἐπισκόπου Πικτώνως τῆς Γαλλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κεντιγκέρνου ἐπισκόπου Γλασκώβης τῆς Σκωτίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥεμιγίου ἐπισκόπου Ῥήμων τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ τῶν Φράγγων.
Φράγγων βασιλεύς, βαπτίζεται χερσί σου,
Δοῦλος γεγονώς, Ῥεμίγιε Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων, τῶν ἐν τῇ Μονῇ τοῦ Ὁσίου Θεοδοσίου τοῦ Κοινοβιάρχου ἀναιρεθέντων, ὑπὸ Περσῶν καὶ Βλεμμύων.
Θεοδοσιᾶται Ὁσιομάρτυρες,
δάκρυσιν ἡγιάσθητε καὶ αἵμασι.
Ἐν τῷ ἱερῷ κοινοβίῳ τοῦ Ὁσίου Θεοδοσίου, ὡς καὶ ἐν ταῖς ἄλλαις Μοναῖς τῆς Ἁγίας Γῆς, οἱ θεοφιλῶς ἐκεῖσε ἀσκούμενοι Ἀββᾶδες καὶ Πατέρες, ἐκ διαφόρων ἦσαν τόπων ὁρμώμενοι. Οὗτοι παννύχοις στάσεσι, δάκρυσι καὶ συντόνοις ἀσκήσεως καμάτοις τὸν δόλιχον τοῦ παρόντος διέβησαν βίου καὶ εἰς ἀρετῆς κατήντησαν τελειότητα. Τινὲς ἐξ αὐτῶν ἠξιώθησαν λαβεῖν μαρτυρίου στέφος ἄφθαρτον σφαγιασθέντες χερσὶν ἀπίστων ἐπιδραμόντων Περσῶν καὶ Βλεμμύων εἰς τὴν Μονὴν ταύτην καὶ εἰς τὴν αὐτῆς περιοικίδα ὡς ὄρνεα. Λαβόντες ὅθεν οὐρανόθεν διπλοῦς στεφάνους ἀσκήσεως καὶ μαρτυρίου συγχαίρουσι Κυρίῳ, ᾯ καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τὰ τίμια αὐτῶν λέιψανα εὐλαβῶς θησαυρίζονται ἐν τῷ Καθολικῷ τῆς Μονῆς καὶ ἐν τῷ Σπηλαίῳ τῶν Μάγων, τῷ ἐν τῷ αὐλείῳ τῆς Μονῆς χώρῳ, παρέχοντα ἰάσεις τοῖς αὐτὰ ἀσπαζομένοις ἐκ πίστεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εἰρηνάρχου τοῦ Ἐγκλείστου, τῆς Μονῆς τῶν Ἁγίων Βορίδος καὶ Γκλὲμπ τοῦ Ῥόστωβ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐλεαζάρου τοῦ Ἀνζέρκυϊ, τοῦ ἀσκήσαντος ἐν τῇ νήσῳ Σολόφσκι τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ' Ὁ Εἱρμός
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις• ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον• Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν• Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ὁσίου. Θεοῦ συγκατάβασιν.
Ῥημάτων ὁ φθόγγος σου, εἰς πᾶσαν γῆν ὡς ἦχος ἀνέδραμε, καταπλήττει ἀνθρώπους, τὰ σὰ ἀκούοντας ἔργα παράδοξα, ἀοίδιμε Μάξιμε· ὅθεν βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ νέος Παράδεισος, ὁ θεῖος πλοῦτος τῶν χαρισμάτων Θεοῦ, ἐπὶ σοὶ ἀπεστάλη, πιστῶς ὑμνοῦμέν σε παμμακάριστε, Πατέρων κλέος Μάξιμε, καὶ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σοφίας τῆς ἄνωθεν, ποθήσας ὄντως τῆς ἀκηράτου σοφέ, τὴν στενήν τε προθύμως, ὁδὸν ὁδεύσας καὶ ἀπαράκλητον, εὐχαῖς σου Μάξιμε σῶζε τοὺς ψάλλοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Διάσωσον πάναγνε, καὶ ῥῦσαι πάσης δεινῆς κακίας ἐχθρῶν, τοὺς ἐν πίστει βοῶντας· Χριστὲ Σωτήρ μου μὴ καταλίπῃς με, τῆς Θεοτόκου πρεσβείαις κραυγάζοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ξένα Πάτερ τὰ παρόντα λογισάμενος καὶ τῆς τοῦ Κτίσαντος ἀλλοτριοῦντα βουλῆς, πατρίδα κατέλιπες, καὶ ἠκολούθησας, τῷ καλοῦντίθ σε, ᾧ τὴν ψυχὴν προδέδωκας, χωρὶς αἵματος ἀθλήσας.
Ἰσχυρὼς ἀντικατέστης πρὸς παράταξιν τοῦ κοσμοκράτορος οὐδένα λόγον τρυφῆς, οὐ δόξης ποιούμενος, οἷς οἶδε βέλεσι πάντας Μάξιμε, ἐχθρὸς ὁ τύραννος, ὁ Θεοῦ μέχρι τολμήσας.
Μετριότητι καθεῖλες τὸν ὑψαύχενα Πάτερ φρονήματος πᾶσαν δι’αὐτοῦ μηχανήν, ποικίλαις διέλυσας πράξεσι Μάξιμε, καὶ ὡςἄθυρμα, τὸν τῷ Θεῷ κομπάσαντα, ἴσον ἔσεσθαι δεικνύεις.
Ὥσπερ μέλισσα συλλέξας ἡ φιλόπονος ἄνθη τὰ κάλλιστα τῶν ἀρετῶν ἐμφανῶς, κηρίου καὶ μέλιτος, χέεις γλυκύτερα, Πάτερ νάματα, τὰς τῶν πιστῶν εὐφραίνοντα, πάντων Μάξιμε καρδίας.
Θεοτοκίον.
Τὸν πλασθέντα κατ’ εἰκόνα τοῦ ποιήσαντος ἄνθρωπον πάναγνε ταῖς τοῦ ἐχθροῦ προσβολαῖς, τιμῆς ὀλισθήσαντα σῶσαι βουλόμενος, μήτραν ᾤκησε, τὴν Σὴν Θεὸς ὡς ἄνθρωπος, ὁ τῆς δόξης βασιλεύων.

ᾨδὴ η' Ὁ Εἱρμός
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε• τοῦτο γὰρ φύσει πέφυκα• ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα• Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ• ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ὁσίου. Ἑπταπλασίως κάμινον.
Ἐξ οὐρανοῦ ἐκλάμπουσι, δύο λύχνοι ὑπέρφωτοι, ἐκ διαδοχῆς τὴν σύμπασαν αὐγάζουσιν, ἐκ γῆς δὲ ὑπέρλαμπροι, τῆς θείας Λαύρας ὁ ἀρχηγός, καὶ ὁ πυρπολῶν, καλύβην φωστῆρες δύο, συλλάμποντες ἀλλήλοις, καὶ συμψάλλοντες ἅμα· λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χαῖρε τοῦ κόσμου καύχημα, χαῖρε Μάξιμε Ὅσιε, χαῖρε ἀληθείας ἀψευδὴς συνήγορος· τὰ πρόσκαιρα ἔφυγες, ὑπὲρ παντὸς θανάτου σταυροῦ, ἔπτηξας τὸ σῶμα, κραταιῶς ἐν Κυρίῳ, τῆς ἄνω Βασιλείας, κληρονόμος ἐγένου, βοῶν· ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Μωϋσῆς τὸ πρότερον, Αἰγυπτίους ἀπέκτεινεν, εἴληφεν ἐξ ὕψους, ἐκ Θεοῦ τὴν δύναμιν· διὸ καὶ ὁ Μάξιμος, καταβαλὼν ἐχθρῶν μηχανάς, ἔφθασε τῶν ἄνω, ἀγαθῶν αἰωνίων· Κυρίῳ δὲ πρεσβεύει, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων· λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν πανύμνητε, τοῦ Θεοῦ συγκατάβασις, δι’ ἡμᾶς ἐκ Σοῦ μετὰ σαρκὸς ἐγένετο, καὶ Σὲ τὴν πανάχραντον, ὄντως μεσῖτιν ἔδειξε· καὶ δοξολογοῦμεν, τὸν Υἱὸν καὶ Θεόν Σου, Ὃν πρέσβευε ἀπαύστως, σὺν τῷ θείῳ Μαξίμῳ, Παντάνασσα Μαρία, ὑπερδεδοξασμένη.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Πάντα διλεθὼν τῆς γῆς ὁ φθόγγος, τῶν θείων κατορθωμάτων σου τὰ πέρατα, βασιλεῖς καὶ ἄρχοντας, ἤγειρας καὶ πένητας, μετὰ πλουσίων Μάξιμε ᾄδειν χαρμόσυνον, ᾠδήν, τῷ Ποιητῇ τῶν ἁπάντων, τῷ ποιοῦντι μόνῳ, θαυμάσια μεγάλα.
Λαῖλαψ ἀλγεινῶν καὶ τρικυνία, τὸ σκάφος τὸ τῆς ψυχῆς μου κατεβάπτισε, ζάλη δὲ κατέκλυσε, τῶν κακῶν μου πράξεων, τῶν πρεσβειῶν γαλήνῃ σου θείῳ λιμένι με, προσόρμισον, πρίν με συγκαλύψῃ, ἄβυσσος πταισμάτων, εἰς τέλος καὶ συμπνίξῃ.
Ἔθετο Χριστὸς φωστῆρας δύο, μεγέθυει τοὺς οὐρανίους ὑπερλάμποντας, δύο δὲ τοὺς κρείττονας, ἐν τῇ γῇ καθίστησι, τῶν ἀρετῶν φαιδρότητι, τὸ πᾶν αὐγάζοντας, τὸν μέγαν, Ἀθανάσιον ὄντως, σὺν τῷ πυρπολοῦντι, Μαξίμῳ τὴν καλύβην.
Θεοτοκίον.
Ἄνθρωπος τὸ πρὶν ἡττήθη φθόνῳ, ἐφέσει τῇ τῶν μειζόντων τοῦ ἀλάστορος, κόλπων δὲ γεννήτορος, μὴ ἐκστὰς ὁ Κύριος, συγκαταβὰς χρηστότητι, σάρκα προσέλαβεν, ἐκ Σοῦ, τῆς Παναγίας Παρθένου, ἵνα σὰρξ νικήσῃ, ἡ πάλαι ἡττηθεῖσα.

ᾨδὴ θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ. Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος β'
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. (Δὶς)
Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ἕνα τῆς Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα.
Προφῆτα, δεῦρο πρὸς με, ἔκτεινον τὴν χεῖρα, καὶ βάπτισόν με τάχος.
Προφῆτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων· πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε• ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου• καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν• σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις• Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε• οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει• καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει• τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου• οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε• ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι• ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται• ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.

Τοῦ Ὁσίου. Εξέστη ἐπὶ τούτῳ.
Νυμφῶνος οὐρανίου εὗρε σκηνήν, ὁ πανεύφημος Μάξιμος Κύριε, διὰ παντός, φύλαττε τὴν ποίμνην τὴν ἑαυτοῦ, Ἀγαρηνῶν κακώσεως, πάσης τε κακίας τῶν πειρασμῶν· διό Σε, δυσωποῦμεν προσδέχου εἰς πρεσβείαν, τὸν Σὸν θεράποντα φιλάνθρωπε.
Ἱλάρυνον ψυχῆς μου τὸ τριμερές, ταῖς εὐχαῖς σου τρισόλβιε Μάξιμε, ἡ σὴ σορός, εὔοσμον ὑπάρχει θυμίαμα, καὶ γλυκασμὸς οὐράνιος, κρήνη Παραδείσου τοῦ νοητοῦ· πρεσβεύων μὴ ἐλλείπῃς, ὑπὲρ ἡμῶν τρισμάκαρ, πρὸς τὸν Θεὸν τὸν ὑπεράγαθον.
Φωτίζεται κατ’ ἄμφω παρὰ Θεοῦ, τῶν Πατέρων τὰ πλήθη προσπίπτοντα, ἐν τῇ σορῷ, Πάτερ τῶν λειψάνων σου τῶν σεπτῶν, καὶ οἱ πιστῶς ἐρχόμενοι, πληροῦνται εὐωδίας πνευματικῆς· διό σε δυσωποῦμεν, ὑπὲρ ἡμῶν μὴ παύσῃ, ἐξιλεούμενος τὸν Κύριον.
Ὡς κρῖνον ὡς κυπάρισσον μυρισμοῦ, εὐωδέστερον ἔχεις τὸ εὔοσμον· ὅθεν ἡμεῖς, πάντες ἐν τῇ μνήμῃ σου τῇ σεπτῇ, περιχαρῶς προστρέχομεν, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, ἀοίδιμε Τριάδι, παρεστηκὼς παμμάκαρ, ἐκδυσωπῶν τὸν ὑπεράγαθον.
Θεοτοκίον.
Νυμφὼν καὶ φωτοφόρε θεία σκηνή, πανυπέραγνε Μῆτερ προσπίπτω Σοι, καὶ δυσωπῶ, κρίσεως ἐκείνης τῆς φοβερᾶς, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος, ῥῦσαί με Παρθένε ὡς ἀγαθή· διὸ σὺν τῷ Μαξίμῳ, θερμαῖς σου μεσιτείαις, ἐκδυσωπεῖτε τὸν φιλάνθρωπον.

Ἕτερος. Ἅπας γηγενής.
Κόσμου τὰ τερπνά, διέπτυσσας Μάξιμε τρίβον ἑλόμενος, Πάτερ τεθλιμμένην δέ, πρὸς πλάτος φθάνεις ὄντως οὐράνιον, καὶ πρὸς τρυφὴν ἀκήρατον καὶ διαμένουσαν· ὅθεν πάντων, μέμνησο σὺν Νήφωνι, τῶν ἐν πίστει τελοῦντων τὴν μνήμην σου.
Ἔδειξεν ἐν σοί, ἐξαίσια θαύματα Πάτερ ὁ Κύριος, ἐν Εὐαγγελίοις γάρ, προέφη ἕως ἄρτι ἐργάζεσθαι, μετὰ Πατρὸς ὡς σύνθρονος, εἰ γὰρ καὶ ὕστερον, ἐν ἐσχάτοις, χρόνοις νῦν ἠγώνισαν, ἀλλὰ πάντας παρέδραμες χάριτι.
Ἵλεων ἡμῖν, Θεὸν κινδυνεύουσιν, ἔργασαι Μάξιμε, ὅτι παρὰ πάντα νῦν, τὰ ἔνθη σφόδρα φεῦ ἐσμικρύνθημεν, καὶ χλευασμὸς γεγόναμεν, τοῖς κύκλῳ Ἅγιε, καὶ ἐν πάσῃ, γῇ ἐταπεινώθημεν, καρδιῶν τοῖς θελήμασιν εἴκοντες.
Θεοτοκίον.
Σὺ Μῆτερ Θεοῦ, Κυρία τοῦ Ἄθωνος καὶ πάσης κτίσεως, Μάξιμον παράλαβε, Νήφωνα Πέτρον Νεῖλον Ἀκάκιον, τὸν μέγαν Ἀθανάσιον, καὶ λοιποὺς ἅπαντας, τὸν Υἱόν Σου, σὺν αὐτοῖς δυσώπησον, ἐλεῆσαι ἡμᾶς τοὺς ἱκέτας Σου.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.
Ἐν ὀστρακίνῳ σώματι, Μάξιμε κατὰ Παῦλον, τὸν θησαυρὸν τοῦ Πνεύματος, ἔσχες τοῦ Παναγίου, ὃ καθαρὸν ὡς δοχεῖον, πλῆρές τε χαρισμάτων, εὗρόν σε κατεσκήνωσεν, ἐπὶ σοὶ θεοφόρε, καὶ τῷ φωτί, τῷ ἰδίῳ ἔδειξε θεηγόρον, καὶ μύστην ἀκριβέστατον, τῆς Ἁγίας Τριάδος.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Σοῦ τοῦ ἐν Ὄρει τοῦ Ἄθω, ὑπερφυῶς ἠσκηκότος, οἱ μονασταὶ συνελθόντες, τιμῶμεν σὴν σεπτὴν μνήμην, ὦ Μάξιμε θεοῤῥῆμον, καὶ μῦστα τῆς Θεοτόκου.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε• καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον
















Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεοφόρε Μάξιμε, διαγωγῆς αὐστηρᾶς, συνταχθεὶς καθυπέταξας, τῆς σαρκὸς τὸ φρόνημα, νοῦν παθῶν αὐτοκράτορα, ἐναποδείξας, δαιμόνων ᾔσχυνας, τῇ ἀπαθείᾳ, κατακοσμούμενος· ὅθεν ἑώρακας, τοῦ παντὸς τὴν Δέσποιναν σὺν τῷ Χριστῷ, τῷ καθαγιάσαντι, ἡμᾶς βαπτίσματι.

Πάτερ, παγκόσμιε Μάξιμε, τῶν ἀσκητῶν ἡ κρηπίς, ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, καὶ τῆς Λαύρας καύχημα, μοναζόντων παράκλησις, τῶν βασιλέων, ἔμψυχον σύστημα, καὶ τῶν ἀρχόντων, κόσμου τὸ στήριγμα, πάσης ἀπέχεσθαι, ἀδικίας ἔλεγες, ἵνα Χριστός, δόξαν καὶ λαμπρότητα, πᾶσι δωρήσηται.

Ἄνωθεν τὸ φῶς ἀπήστραψεν, ἐκ τοῦ ἀνάρχου Πατρός, ὁ εἰδὼς μερματύρηκε, καὶ ἐν σοὶ ἐπέλαμψεν, ἱερώτατε Μάξιμε, ὡς φῶς ἡλίου, λάμπον ἐδείκνυτο, ἐκ τῶν ποδῶν σου, αἷμα ἐξέχεας, ἐν τῇ ἀσκήσει σου· τὸν Χριστὸν ἱκέτευε, ὅπως ἡμῖν, ἄφεσιν καὶ ἔλεος, πᾶσι δωρήσηται.

Πάτερ, θεοφόρε Μάξιμε, συμπρεσβευτὰς πρὸς Χριστόν, μετὰ σοῦ νῦν παράλαβε, Πέτρον Ἀθανάσιον, Νεῖλον Νήφωνα Ἀκάκιον, πάντας Ὁσίους, τοὺς ἐδῶ ἀσκήσαντας, τοῦ λυτρωθῆναι, φρικτῆς κολάσεως, πάντας ἱκετεύσατε, τοὺς ὑμᾶς γεραίροντας, πόθῳ ψυχῆς, καὶ σὴν ἑορτάζοντας, ἁγίαν κοίμησιν.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῷ Κυρίῳ παρέδωκας· ὅθεν καὶ τῆς Ἁγίας Τριάδος, γέγονας φαιδρὸν καταγώγιον, Μάξιμε Ἀθωνῖτα, καὶ μονατῶν ἀστὴρ φαεινότατε· πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου Ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς, ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι· τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη· ἀλλ’ οἴκησον ψυχαῖς ἡμετέραις σαὐτὸν φιλάνθρωπε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου