ΙΑΝΟΥΑΡΙΟΥ 14!!
ΤΩΝ ΕΝ ΣΙΝΑ & ΡΑΙΘΩ
ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΑΒΒΑΔΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς ἑορτῆς γ’. Ἦχος β΄. Ἰδιόμελα. Ἰωάννου Μοναχοῦ.
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα
πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ
τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ,
ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου
βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων
στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ,
Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ὧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο,
καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς,
κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω
τοῦ σοῦ Βαπτισμοῦ. Ὢ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Καὶ τῶν Ὁσιομαρτύρων. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Ἐν Σινᾶ οἱ ἀοίδιμοι, πολιτείαν ἰσάγγελον,
ἐξασκοῦντες ὤφθησαν καρτερώτατοι, καὶ τῶν βαρβάρων τὴν ἔφοδον, στεῤῥῶς
καρτερήσαντες, κατεφρόνησαν δεινά, τοῦ δεινοῦ πολεμήτορος, καὶ ἀπέλαβον, τῶν
Μαρτύρων στεφάνους ἐπαξίως, οἷς συνόντες τῷ Δεσπότῃ, ὑπὲρ τοῦ κόσμου
πρεσβεύουσι.
Ῥαϊθῷ καλλωπίζεται, καὶ Σινᾶ νῦν ἑόρτιον,
συγκροτεῖ πανήγυριν ὦ φιλέορτοι, δοξολογοῦντες ἐν ᾄσμασιν, Ἀββάδων τὴν ἄσκησιν,
καὶ τὴν ἄθλησιν ὁμοῦ, ἥν ὑπέστησαν ἅπαντες, ἀδαμάντινον, τὴν ψυχὴν καὶ τὸ
φρόνημα προχόντες, οὕς προβάλλοντες ἐν πίστει, πρέσβεις Θεῷ ἀνυμνήσωμεν.
Οὐ βαρβάρων ἡ ἔφοδος, οὐ δὲ ξίφη οὐ
μάχαιραι, τῶν Ἀββάδων ἔλυσας τὸ διάπυρον, τῆς πρὸς Θεὸν ἀγαπήσεως, ἧς κόσμον
μισήσαντες, καὶ τὸ φρόνημα σαρκός, τῷ Χριστῶ ἠκολούθησαν, ὡς αὐτήκοοι τῆς φωνῆς·
Δεῦτε πρός με γεγονότες, ἐκ τοῦ βήματος φωνούσης, διὸ γενναίως ἐνήθλησαν.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐν Σινᾷ ὁ χορὸς τῶν Πατέρων
ἀγάλλεται, καὶ Ῥαϊθὼ δὲ συγχαίρει, συγκαλοῦσα ἅπαντας πρὸς εὐωχίαν μυστικήν, ἐπὶ
τὴν μνήμην τῶν ἀθλοφόρων Ἀββάδων, οὕς καὶ ἡμεῖς ἐπαξίως ἀνευφημοῦντες
κραυγάζομεν· Χαίρετε Πατέρες θεόσοφοι, Ἠσαΐα καὶ Σάββα, ἡ καλλονὴ τῶν Ὁσίων καὶ
τῶν Μαρτύρων τὸ κλέος, οἵ καὶ τὸν συρφετὸν τοῦ κόσμου, ἅμα τοῖς συναθλήσασι πᾶσι,
παρ’ οὐδὲν ἡγησάμενοι, καὶ ὡς Ἄγγελοι εἰς Θραμβήν, καὶ ἐν Χωρήβ, καὶ Κηδάρ, ὑπὲρ
φύσιν ἀγωνισάμενοι. Χαίρετε Παῦλε ἀοίδιμε, Πατρῶν τὸ ἐκβλάστημα, ὁ τῶν ἐν Ῥαϊθῷ
προϊστάμενος, καὶ τὴν κάραν εἰς μέσον ἀποτμηθείς, σὺ Ἱερεμίᾳ τῷ κλεινῷ, Δόμνε
καὶ Σέργιε, μετὰ πάντων τῶν ἐν Ῥαϊθῷ ἀναιρεθέντων Ὁσίων. Χαίρετε ἀθλοφόρων χορὸς
ὀκτωδεκάριθμος, οἱ τῶν βαρβάρων ταῖς ξίφεσι, παραδόντες τὰ σώματα, καὶ σὺν Ἀγγέλοις
εἰς Οὐρανούς, τὰς ψυχὰς ἀναπέμψαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν φιλάνθρωπον
Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, νίκας τῷ φιλοχρίστῳ λαῷ, καὶ ταῖς ψυχαῖς ἡμῶν
τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ἦχος πλ. δ΄. Θεοφάνους
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ
στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα
πρὸς αὐτόν. Σύ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν;
Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα
γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος
Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων.
Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ
Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν
χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται,
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς
αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας,
πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ὁ χορὸς τῶν ἀθλοφόρων Ἀββάδων, εὐαγγελικῇ
φωνῇ πεισθείς, τὸν κόσμον παρ’ οὐδὲν ἐλογίσατο, ὅθεν τὰ πάντα ἀφέμενοι, ἐν Σινᾷ
καὶ Ῥαϊθῷ καλύβας ἐπήξαντο, καὶ ἐν σπηλαίοις κατῴκουν ἐν ἀγρυπνίαις καὶ πόνοις,
καὶ συντόνοις δεήσεσιν, ἔνθα καὶ δι’ ἀγώνων ἀθλητικῶν, διπλοῖς στεφάνοις
στεφανωθέντες, τοῖς δι’ αὐτοὺς ἡμῖν συναχθεῖσι πανήγυριν ἐόρτιον ἤγειρας.
Τούτους οὖν καὶ ἡμεῖς ἀνευφημήσωμεν, ἀπαύστως πρεσβεύοντας, τῷ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου
βαπτισθέντι, δωρηθῆναι ἠμῖν τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Χαίρετε Πατέρες τρισόλβιοι. Θεῶ γὰρ
εὐάρεστοι, διὰ πόνων ὀφθέντες ἀσκήσεως, τούτῳ συνεζήσατε, τῷ ζῶντι καὶ κινοῦντι
τοὺς ἐν αὐτῷ. χριστῷ συνεσταύρωσθε, τὸν Σταυρὸν ὑμῶν, εὐαγγελικῶς ἐπ’ ὤμων ἀράμενοι.
Καὶ ἐν ἀγῶσι μαρτυρικοῖς προχωρήσαντες, ταχύτερον ἀπελάβετε ὅν ἐποθήσατε
Χριστόν, παρ’ οὗ καὶ στεφανωθέντες, ἐδοξάσθητε μακάριοι.
Ἦχος β΄.
Μὴ ἀθυμεῖτε Πατέρες, ἀλλὰ μᾶλλον εὐφραίνεσθε,
οὕτως ἐβόα ὁ Παῦλος τοῖς συνασκουμένοις ὡς προϊστάμενος. Μὴ ἀμνημονεῖτε τῆς
δόξης τῶν Μαρτύρων, ἧς κοινωνοὶ πολλάκις ἐποθοῦμεν γενέσθαι, ἰδοὺ καιρὸς ἤγγικεν
ἀναπαυθῆναι τῶν πόνων, μὴ δυσχεραίνωμεν, ἵνα τοὺς στεφάνους τῆς νίκης ἀναδησώμεθα,
παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Παῦλε μακάριε, Πελοποννήσου τὸ
βλάστημα, Πατρῶν τὸ κλέος, καὶ Ῥαϊθοῦ σεμνολόγημα. Σὺ καὶ τὸν δρόμον τῆς ἀσκήσεως
ἤνυσας, καὶ τοὺς ὑπὸ σέ, ἀπαύστοις διδασκαλίαις ἐστήριξας, ὅθεν καὶ δεομένου
σου, ἐν τῇ ἐπιδρομῇ τῶν ἀνημέρων Βλεμμύων, Οὐρανίου φωνῆς ἀπὸ τοῦ βήματος
προσκαλούσης ὑμᾶς εἰς ἀνάπαυσιν, οἱ πάντες ἤκουσαν, καὶ δι’ αὐτῆς προθύμως, ταῖς
βασάνοις τὰ σώματα παρεδίδοσαν, μεθ’ ὧν τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι,
πρέσβευε ὑπὲρ ἡμῶν ἀπαύστως πρὸς Κύριον.
Ἦχος πλ. δ΄.
Καλλωπίζεται πατρίς, ἡ θρεψαμένη σε
Πάτερ Παῦλε μακάριε, Ῥαϊθὼ δὲ καὶ Σινᾶ, τὸ Θεοβάδιστον Ὄρος, τοὺς πόνους τῶν
καμάτων, καὶ τοὺς ἄθλους τῶν ἀγώνων προβάλλοντα, ἀνευφημοῦσιν ἀπαύστως τὸν σὲ
δοξάσαντα Κύριον.
Δόξα. Ὁ αὐτός.
Ὅσιοι Πατέρες, μελετήσατε ἡμέρας καὶ
νυκτὸς ἐν νόμῳ Κυρίου, ἠξιώθητε τοῦ ξύλου τῆς ζωῆς σύμφυτοι γενέσθαι, καὶ ὁ
καρπὸς ὐμῶν, ἀθλήσεως στεφάνους ἐξήνθησε. Παῤῥησίαν ἔχοντες πρὸς τὸν ἀγωνοθέτην
Θεόν, καὶ ἡμῖν ἀιτήσασθε ἰλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός.
Σήμερον ἡ κτίσις φωτίζεται, σήμερον
τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια πάντα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι
συμμίγνυνται, ὅπου τοῦ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν
τοίνυν ἐπὶ τὸν Ἰορδάνην, ἴδωμεν πάντων τὸν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον,
καὶ ἀναμάρτητον, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις,
καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.
Ἀπόστιχα Στιχηρὰ Ἰδιόμελα. Τῆς ἐορτῆς. Ἦχος
πλ. β΄ Ἀνατολίου
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε ὁ Ἰωάννης
πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον
μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ.
Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι
τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Στίχ.: Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη
εἰς τὰ ὀπίσω.
Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε
ὕδατα καὶ ἐφοβήθησαν· πρὸς τὴν σὴν γὰρ δόξαν ἀντοφθαλμῆσαι τὰ Χερουβὶμ οὐ
δύνανται, οὐδὲ ἀτενίσαι τὰ Σεραφίμ· ἀλλὰ φόβῳ παριστάμενα, τὰ μὲν βαστάζουσι, τὰ
δὲ δοξάζουσι τὴν δύναμίν σου. Μεθ᾽ ὧν οἰκτίρμον, ἀναγγέλλομεν τὴν αἴνεσίν σου
λέγοντες· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.
Στίχ.:
Τί σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ
σοὶ Ἰορδάνη...
Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής,
παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, Βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν
κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου, ὁ Δεσπότης τῶν ἁπάντων,
καὶ καθαρισμὸν δι᾽ ὕδατος τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς
Θεὸς ἡμῶν, δόξα σοι.
Δόξα. Ἦχος πλ. δ΄. Τῶν Ἀββάδων.
Τὸν ἰσάγγελον βίον πολιτευσάμενοι,
πόνοις ἀσκητικοῖς Πατέρες Ὅσιοι, ἐγκρατείᾳ τὸ σῶμα δουλαγωγήσαντες,
καθυπετάξατε τῷ Πνεύματι, ἐργάται γενόμενοι τῶν ἐντολῶν τοῦ Κυρίου, τὸ ἀρχέτυπον
κάλλος τῆς εἰκόνος ἐφυλάξατε, καὶ ἀθλητικοὺς ἀγῶνας, ἐκ τῶν ἀσκητικῶν ἱδρώτων
διηνύσατε. Καὶ διπλοῖς στεφάνοις κατακοσμηθέντες, ἐκτενῶς τὸν Σωτῆρα ἱκετεύσατε,
σωθῆναι ἠμᾶς.
Καὶ νῦν. Ὁ αὐτός.
Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο,
ὁρῶντές σε σήμερον ἐν τῷ Ἰορδάνῃ, γυμνὸν ἐστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον
Κορυφήν σου ὑποκλίναντο, βαπτισθῆναι ὑπὸ Ἰωάννου. Σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως,
ὁ κόσμος ἐπλουτίσθης, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς ἑορτῆς. Ἦχος α΄
Ἐν
Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ
Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα
ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός,
καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Δόξα. Τῶν Ὁσιομαρτύρων. Ἦχος Ὁ αὐτός. Τοῦ
Γαβριήλ.
Τοὺς
ἐν Σινᾷ ἀθλοφόρους και Ἀββάδας Κυρίου, καὶ Ῥαϊθοῦ τοὺς Πατέρας, ἐπάξιως
ὑμνοῦμεν, αἰτοῦντες οἰκτιρμῶν Λυτρωτά, εἰρήνην ἐξ ὕψους τοῖς πιστοῖς, καὶ νίκας
δωρηθῆναι κατ’ἐχθρῶν, Ἀββάδων ταῖς δεήσεσι. Δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ
Βαπτισθέντι Χριστῷ, δόξα τῷ στεφανώσαντι ὑμᾶς, διπλοῖς τοῖς στέμμασι.
Καὶ νῦν. τῆς ἑορτῆς
Ἐν
Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ
Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα
ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός,
καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὠραιότητα.
Ἀπαρνησάμενοι,
τὰ ἐν τῷ κοσμῳ τερπνά, καὶ βιωσάμενοι, ἐν ταῖς ἐρήμοις σαφῶς, ἐν Ῥαϊθῷ καὶ ἐν
Σινᾷ, ἠθλήσατε παραδόξως, ὅθεν καὶ τὸν στέφανον, ἐκ Θεοῦ ἐκομίσασθε, Μάρτυρες
καὶ Ὅσιοι ἀληθῶς ἐνδεικνύμενοι, καὶ νῦν μετὰ Ἀγγέλων συνόντες, πάντων ἡμῶν
μνείαν ποιεῖτε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ,
καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ
συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπί σε κατεγίνετο, ἐν ᾧ
καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει
Σίναιον, καὶ Ῥαϊθὼ εὐφροσύνως, ἐν τῇ μνήμῃ σήμερον τῶν ἀθλοφόρων Ἀββάδων.
Μάρτυρες μετὰ Ὁσίων ἀγαλλιῶνται. Ἄγγελοι στεφανηφόροι συγκατιόντες, στεφανοῦσι
τοὺς Ὀσίους, διπλοῖς στεφάνοις, ὡς πανοπλίτας Χριστοῦ.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ
δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου
Προδρόμου, ἄνωθεν, ὀ Πατὴρ δὲ προσεμαρτύρει, οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου,
καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερὰς ἐπ’ αὐτόν.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν
ἔρημον πολίσαντες, ἐν εὐσεβείᾳ Θεοῦ, τὰ πάθη ἐρημώσαντες ἐν ἐγκρατείᾳ σαφῶς, ὡς
φοίνιξ ἠνθήσατε, βότρυας ψυχοτρόφους, ἀρετῶν θεοφόροι, φέροντες τοῖς ἀνθρώποις,
γλυκασμὸν ὐπὲρ μέλι. Διὸ καὶ μεγαλύνομεν πίστει τὴν μνήμην ὑμῶν.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὰ
ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνεια, τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας ἡμῶν, ὑπέκλινας
τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης τῶν ἀνθρώπων τὸ
γένος. Διό σε ἰκετεύομεν, σῷσον τὰς ψυχὰς ἡμῶν.
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος· πάντα ὅσα ἄν θέλητε ἴνα
ποιῶσιν ὐμῖν οἰ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν σῶν Ἀββάδων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός...
Ὅσιοι
Πατέρες, οἱ ἐν Σινᾷ καὶ Ῥαϊθῷ κατ’ ἄμφω εὐαρεστήσαντες. Τὸ πρότερον μέν, ἐν
ἀσκήσει μακροχρονίῳ, τὸ δεύτερον δὲ καὶ ἐν ἀθλήσει, ἐγκρατεῖς τοῦ πόθου
γενόμενοι, τοὺς ἀνευφημοῦντας ὑμᾶς ὑπὸ παντοίων κινδύνων λυτρώσατε, καὶ πρὸς
Θεὸν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, τὸν ὑποκλίναντα τὴν Κάραν τῷ Προδρόμῳ, καὶ
ἀγιάσαντα τὴν φύσιν τῶν ὑδάτων. τὰς νίκας δοῦναι τῷ φιλοχρίστῳ στρατῷ, καὶ ταῖς
ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Οἱ κανόνες· ὁ α΄ τῆς ἑορτῆς εἰς στ΄· καὶ β΄ τῶν Ὁσιομαρτύρων εἰς
η, οὗ ἡ Ἀκροστιχίς: Ἄθλους ἀνυμνεῖν Πατέρων κλέος μέγα. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Ἀσκήσει
φωτοειδεῖς γενόμενοι, Μακαριώτατοι, θεοειδεῖς ἐδείχθητε σαφῶς, τῇ κενώσει τοῦ αἵματος·
διὸ συνεπαγάλλεσθε, τοῖς Ἀσκηταῖς Χριστοῦ καὶ Μάρτυσι.
Θαλάσσῃ τῇ τῶν
δακρύων πρότερον, ἐναπεπνίξατε, τὸν Φαραὼ Σοφοὶ τὸν νοητόν· τῶν αἱμάτων δὲ ὕστερον,
τοῖς ὀχετοῖς ὠλέσατε, καὶ ἀφανίᾳ παρεπέμψατε.
Λαμπρύνων ὁ
φωτοδότης Κύριος, ὑμῶν τὴν ἄθλησιν, ὑπομονῇ θεράποντες Χριστοῦ, φωταυγῆ ἀπειργάσατο,
καὶ ἐμφανῆ τὴν ἄσκησιν, ὑπὲρ αὐγὰς ἡλίου λάμπουσαν.
Οὐ θλῖψις οὐκ
ἀλγεινῶν ἐπίτασις, οὐ μακρυσμὸς παντελὴς τῶν κοσμικῶν φροντίδων, Ἀθληταί, οὐ
βαρβάρων ἀνήμερος, ἐπιδρομὴ τῆς κρείττονος, ἡμᾶς ἐλπίδος ἀπηγάγετο.
Θεοτοκίον
Ὑπάρχων ὁ
κατὰ φύσιν Κύριος, πᾶσιν ἀχώρητος, ἐν σοὶ χωρεῖται Δέσποινα βροτός, εὐσπλαγχνίᾳ
γενόμενος, ἵνα βροτοὺς δι᾿ ἄφατον φιλανθρωπίαν διασώσηται.
ᾨδὴ γ᾽. Οὐκ ἐν σοφίᾳ.
Συντετριμμένῃ,
διανοίᾳ Θεὸν θεραπεύσαντες, συνετρίψατε ἐχθροῦ, μεγαλαυχίαν Μακάριοι, ξίφει
συντριβόμενοι, καὶ θανατούμενοι.
Ἀποσκοποῦντες,
τῶν μενόντων Σοφοὶ τὸ ἀΐδιον, τῶν ἀστάτων καὶ ῥευστῶν, τὸ χαμερπὲς ἀπεκρούσασθε·
ὅθεν μακαρίζεσθε, Ὁσιομάρτυρες.
Νόμῳ τῷ θείῳ,
εὐσεβεῖ διανοίᾳ πειθήσαντες, τῆς σαρκὸς τάς ἡδονάς, δι᾿ ἐγκρατείας ὠλέσατε, καὶ
νῦν ἐναθλήσαντες, δόξης ἐτύχετε.
Θεοτοκίον
Ὑπεραγία, ὑπεράγιον
Λόγον κυήσασα, καθαγίασον ἡμῶν, καὶ τάς ψυχὰς καὶ τὰ σώματα, τῶν μακαριζόντων
σε, τὴν Παναμώμητον.
Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀσκητῶν
ὁμόσκηνοι, καὶ τῶν Μαρτύρων, ἐν Σινᾷ ἀσκούμενοι, καὶ Ῥαϊθῷ ὑπερφυῶς, καὶ
ἐναθλοῦντες ἐπῄρθητε, μετὰ Ἀγγέλων εἰς ὕψη οὐράνια.
Δόξα... Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς πάροικοι δεικνύμενοι, καὶ
παρεπίδημοι, καλύβας πηξάμενοι, ἐν ταῖς ἐρήμοις σαφῶς, ἠσκήσατε Ὅσιοι, γύμνωσιν
κοσμηθέντες, ἀρετῶν τῇ ἐνδύσει, σύμμορφοι γεγονότες, τῶν Χριστοῦ παθημάτων· διὸ
καὶ ὑπεμείνατε, τὴν τῶν βαρβάρων σφαγήν.
Καὶ νῦν... τῆς Ἑορτῆς ὅμοιον
Ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, τὰ
ῥεῖθρα περιβάλλεται τὰ Ἰορδάνια, Χριστὸς ὁ Θεὸς ἡμῶν, ἄνωθεν μαρτυροῦντος, τοῦ
Πατρὸς τῷ συνθρόνῳ, κάτωθεν προσφοιτώσης, τῆς τοῦ Πνεύματος δόξης· αὐτός ἐστιν ὁ
φωτίζων καὶ ἁγιάζων ἡμᾶς.
ᾨδὴ δ᾽. Ἐπαρθέντα σε ἰδοῦσα.
Μὴ τοῖς
πάθεσι τοῦ σώματος ἡττηθέντες, τὸν δυσμενῆ ἡττήσατε, καὶ θανατωθέντες, ξίφει
Παμμακάριστοι, ζωὴν πρὸς οὐράνιον, χαίροντες ὁμοῦ μετετέθητε.
Νεκρωθέντες
πρὸς θανάτου δι᾿ ἐγκρατείας, ἐθελουσίως Ὅσιοι, τῶν παρανομούντων ἀκουσίως
ξίφεσι, δεινῶς τεθανάτωσθε, ζῆν μετὰ θανεῖν πιστευόμενοι.
Ἐπιάνθητε ὡς
ἄρνες τῇ ἐγκρατείᾳ, καὶ ὡς κριοὶ ἐπίσημοι, χερσὶν αἱμοβόρων, λύκων ἀναιρεθέντες,
ζωὴν πρὸς αἰώνιον, Ὅσιοι Χριστοῦ προσηνέχθητε.
Ἱερεῖς τε καὶ
πρεσβύται καὶ νεανίσκοι, οἱ Ῥαϊθὼ καὶ Σίναιον, ὄρος κατοικοῦντες, Μάρτυρες
γεγόνασιν, ὁσίως βιώσαντες, καὶ βιαιοτάτως τεθνήξαντες.
Θεοτοκίον
Νεουργεῖ τὴν
ἀνθρωπότητα νέον βρέφος, ὁ πρὸ αἰώνων Κύριος, ὀφθεὶς ἐκ Παρθένου, καὶ βροτὸς
γενόμενος, αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδή ε΄. Σὺ Κύριέ μου φῶς.
Παράδεισος
τρυφῆς, ζωῆς ξύλον τὸν Κύριον, ἐδείχθητε μέσον ἔχων, τὸν ὑμῶν ὡς θυσίαν, τὸ αἷμα
προσδεξάμενον.
Αἱμάτων τοὺς
κρουνούς, τῶν δακρύων συνάψαντες, τοῖς ῥεύμασι θεοφόροι, τὸν πολύμορφον ὄφιν, ἐν
τούτοις ἐβυθίσατε.
Τερπνότητα
Θεοῦ, καθορᾶν ἠξιώθητε, αἰώνιον εὐφροσύνην, ἀντὶ κόπων καὶ πόνων, μακάριοι εἰλήφατε.
Θεοτοκίον
Ἐκύησας
Θεόν, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ ἔμεινας μετὰ τόκον, ὡς πρὸ τόκου Παρθένος, Ἁγνὴ
θεοχαρίτωτε.
ᾨδὴ ς᾽. Θύσω σοι μετὰ φωνῆς.
Ῥήξαντες,
προσπαθείας δεσμὰ δι' ἀσκήσεως, βιαιοτάτῳ θανάτῳ, τῶν δεσμῶν τοῦ σώματος
λύεσθε, καὶ ἀλύτῳ, ἀγαπήσει δεσμεῖσθε τοῦ Κτίσαντος.
Ὡς ὄρη, ὑψηλῇ
πολιτείᾳ δεικνύμενοι, τὸν καταλήψεσθαι ὄρη, καὶ τὴν κτίσιν πᾶσαν ἐπαπειλοῦντα,
δυναστείᾳ, τοῦ Χριστοῦ τοῖς ποσίν ὑπετάξατε.
Νάμασιν, ἀρδευθέντες δακρύων Μακάριοι,
γῆ ὡς καλή τε καὶ πίων, μαρτυρίου στάχυν καρποφορεῖτε, ἀποθήκαις, αἰωνίοις
Χριστῷ συντηρούμενον.
Θεοτοκίον
Κοίμησον, τῶν
παθῶν τῆς σαρκός μου τὰ κύματα, τῇ ἀκοιμήτῳ σου Κόρῃ, ἱκεσίᾳ δέομαι καὶ μὴ δῴης,
ἁμαρτίας, ἀφυπνῶσαι με ὕπνον βαρύτατον.
Κοντάκιον τῶν Ὁσίων. Ἦχος α' Τὰ ἄνω ζητῶν.
Ἐκ τῆς κοσμικῆς, συγχύσεως ἐφύγετε,
καὶ πρὸς γαληνήν, κατάστασιν μετέστητε, μαρτυρίου αἵμασι, καὶ ἀσκήσεως πόνοις
στεφόμενοι· ὅθεν καὶ ἀνεδείχθητε, μαρτύρων καί. Ὁσίων ὁμόσκηνοι.
Ὁ Οἶκος
Τὰ ἐπὶ γῆς νεκρώσαντες μέλη, ζωηφόρῳ
νεκρώσει, τοῦ Χριστοῦ καὶ Θεοῦ τὸ πάθος ἐξεικονίσατε, πρότερον ἐν τῇ καλῇ ἀσκήσει,
καὶ τὸ δεύτερον πάλιν ἐν τῇ ἀθλήσει. Ὅθεν αὐτός, καὶ διπλοῦς τοὺς στεφάνους
κατέπεμψε, ταῖς κάραις ὑμῶν Πατέρες, ἑτοιμάσας σκηνὴν ἐπουράνιον, καὶ τόπον τὸν
αἰώνιον, ἔνθα νῦν ἀγαλλόμενοι ὤφθητε, Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνοι.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων
Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων.
Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους,
Τὸ δ' αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι.
Ἀββάδας ἀμφὶ τετάρτῃ καὶ δεκάτῃ κτάνε χαλκός.
Οὗτοι, τὸν ἀσκητικὸν βίον ποθοῦντες,
πᾶσι τοῖς τοῦ κόσμοι χαίρειν εἰπόντες, κατῴκουν τὴν ἔρημον. Μεθ’ ὧν ἧν καὶ ὁ
μακάριος Νεῖλος, Ἔπαρχος γεγονὼς Κωνσταντινουπόλεως, ὁ καὶ δυνάμει λόγου, καὶ
τοῦ Ἁγίου Πνεύματος χάριτι, κάλλιστα συγγράμματα συνθείς, πρὸς ἄσκησιν ὑπαλειφόντα,
καὶ τὴν διαγωγήν, καὶ αἱχμαλωσίαν, καὶ ἀναίρεσιν τῶν Ὁσίων Πατέρων τούτων
διαγράψας. Οὗτοι γὰρ ἀνῆρέθησαν ὑπὸ τῶν βαρβάρων, οὕτω λεγομένων Βλεμμύων, ἀπὸ Ἀραβίας
ἕως Αἰγύπτου, καὶ Θαλάσσης ἐρυθρᾶς κατὰ ἔρημον παρατεταμένων.
Πρὸ δὲ χρόνων πολλῶν, ἐπὶ τῆς
βασιλείας Διοκλητιανοῦ τοῦ βασιλέως, καὶ Πέτρου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, ἀνῃρέθησαν
καὶ ἕτεροι, ἡσυχάζοντες καὶ αὐτοὶ ἐν τῷ Σινᾷ ὄρει. Ἐξελθόντες γὰρ οἱ καὶ αὐτοὶ
κατοικοῦντες ἐν τῷ Σινᾷ ὄρει Σαρακηνοί, ἀποθανόντος τοῦ φυλάρχου αὐτῶν, πολλοὺς
ἐφόνευσαν τῶν ἀσκητῶν. Τῶν δὲ λοιπῶν φυγόντων εἰς τὸ ὀχύρωμα, ἐφάνη τοῖς
Σαρακηνοῖς διὰ τῆς νυκτὸς φλὸξ πυρὸς κατακαίουσα ὅλον τὸ Ὄρος, ἡ δὲ φλὸξ ἀνήρχετο
ἕως τοῦ οὐρανοῦ. Καὶ ἰδόντες οἱ Σαρακηνοὶ ἐφοβήθησαν, καὶ ῥίψαντες τὰ ὅπλα αὐτῶν,
ἔφυγον.
Οἱ δὲ πρῶτον σφαγέντες ἦσαν
τριάκοντα ὀκτώ, ἔχοντες πληγὰς διαφόρους ἐν τοῖς σώμασιν αὐτῶν. Ἐξ αὐτῶν δὲ εὑρέθησαν
δύω ζῶντες, Σάββας καὶ Ἡσαΐας. Οἱ δὲ φονευθέντες, οἱ μὲν τὰς κεφαλὰς ἀπετμήθησαν
τελείως, τῶν δὲ ἐκ τοῦ ἑνὸς μέρους ἐκράτει τὸ δέρμα, ἄλλοι μέσον ἐκόπησαν. Οὕς ἔθαψαν
οἰ δύω Μοναχοί, οἱ καὶ τὰ περὶ αὐτῶν εἰπόντες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθῷ ἀναιρεθέντων.
Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας,
Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις.
Οὗτοι οἱ μακάριοι Πατέρες, τὸν ἀσκητικὸν
ἀγῶνα διήνυον, ἔνθα είσὶν αἰ δώδεκαι πηγαὶ τῶν ὐδάτων, καὶ οἰ ἑβδομήκοντα
στέλεχοι τῶν φοινίκων. Βλεμμύων δὲ τριακοσίων ἐπιβάντων ξύλοις μεγάλοις, καὶ
περασάντων τὸ πέλαγος Αἰθιοπίας, καὶ ἐλθόντων, εἰς τόπον τινά, καὶ εὑρόντων πλοῖον,
καὶ ἐμβάντων ἐν αὐτῷ, καὶ διαπερασάντων εἰς τὴν χώραν τῶν Φαρανιτῶν, ἐξῆλθον οἱ
Φαρανῖται εἰς συνάντησιν αὐτῶν, καὶ ἐνικήθησαν ὐπὸ τῶν Βλεμμύων, καὶ ἐσφάγησαν ἄνδρες
τεσσαράκοντα ἑπτά. Οἱ δὲ Βλέμμυες, ἐπαράντες τὰς γυναῖκας καὶ τὰ παιδία τῶν
Φαρανιτῶν, ἀπῆλθον εἰς τὸ Κάστρον, ὅπου εἶχον τὴν Ἐκκλησίαν οἱ Ἅγιοι Πατέρες, οἵ
καὶ κλείσαντες τὴν θύραν, ἐξεδέχοντο τὸν θάνατον. Ἐλθόντες οὖν οἱ βάρβαροι, καὶ
μὴ εὑρόντες χρήματα, πάντας ἐφόνευσαν. Καὶ λαβόντες τὴν αἰχμαλωσίαν, ἀπῆλθον πρὸς
τὸ περάσαι. Μὴ εὑρόντες δὲ τὸ πλοῖον, ὅπερ οἱ ἀγγαρευθέντες ἐβύθισαν καὶ ἔφυγον,
ἐμάνησαν, καὶ ἔσφαξαν τὴν αἰχμαλωσίαν πᾶσαν, ἐσφάγησαν δὲ καὶ αὐτοὶ πάντες ὑπ’ ἀλλήλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ.
Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας,
Μιμούμενος μάλιστα πατρὸς τὸν βίον.
Μιμούμενος μάλιστα πατρὸς τὸν βίον.
Οὗτος ὑπῆρχεν υἱὸς Νείλου τοῦ
σοφοῦ, τοῦ γεγονότος μὲν ἐπάρχου Κωνσταντινουπόλεως, καταλιπόντος δὲ τὴν δόξαν
τοῦ κόσμου, καὶ ἀπελθόντος καὶ μονάσαντος ἐν τῷ ὄρει Σινᾷ μετὰ τοῦ υἱοῦ αὐτοῦ.
Τούτων οὖν καὶ ἑτέρων ἐκεῖσε διαγόντων, καὶ τὴν ἀσκητικὴν πολιτείας διανυόντων,
ἐξαίφνης ἐπιπεσόντων βαρβάρων, καὶ ἀρξαμένων κατασφάζειν τοὺς Ἁγίους Πατέρας, ὁ
μὲν Νεῖλος ἠδυνήθη φυγεῖν, ὁ δὲ υἱὸς αὐτοῦ Θεόδουλος ἐκρατήθη αἰχμάλωτος, μετὰ
καὶ ἄλλου τινὸς νέου, καὶ δεθέντες ἐσύροντο. Κατασκηνώσαντες δὲ οἱ βάρβαροι, ἐβούλοντο
σφάξαι τοὺς νέους, καὶ θῦσαι τῷ πρὸ τοῦ ἡλίου ἀνατέλλοντι ἄστρῳ. Καὶ ὁ μὲν εἷς ἔφυγεν,
οἰ δὲ βάρβαροι κοιμηθέντες, τοῦ ἡλίου ἀνατείλαντος, καὶ τοῦ ἄστρου κρυβέντος, οὐκ
ἔσφαξαν τὸν Θεόδουλον. Καὶ γυμνώσας, τὸ ξίφος εἷς, ἦλθε σφάξαι αὐτόν. τότε ἠγόρασεν
αὐτὸν ὁ Ἐπίσκοπος, καὶ ἀπέλυσε, καὶ καλῶς βιώσας, ἐκοιμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στεφάνου,
τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου.
Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ.
Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου.
Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου.
Οὗτος, ὑπῆρχε τῶν ἀφ’ ἡλίου ἀνατολῶν,
εὐγενής, κατὰ τὸν μέγαν Ἰώβ, ἐξ ἀρχῆς τὸν ἀσκητικὸν βίον ζηλώσας, καὶ ἐπὶ τῶν ἀνδρῶν
μοναστήρια, τὰ κατὰ τὸν Ἰορδάνην καὶ τὴν ἔρημον, καὶ τοῦ Ἁγίου Εὐθυμίου καὶ
Σάββα καὶ Θεοδοσίου, καταφοιτήσας, καὶ ἑκάστου τὴν διαγωγὴν καταμαθών, ὕστερον
κατέλαβε τὴν Κωνσταντινούπολιν, ἐπὶ τῆς βασιλείας Λέοντος τοῦ Ἰσαύρου. Ξενίας δὲ
τυχὼν παρὰ τῷ ἁγιωτάτῳ Πατριάρχῃ Γερμανῷ, καὶ παρ’ αὐτῷ χρόνον τινὰ καταμείνας,
πλεῖστα παρ’ αὐτοῦ καταμαθὼν εἰς ὠφέλειαν, καὶ ἐν τοῖς πρακτέοις σύμβουλον αὐτὸν
χρηστὸν προσλαβών, ἔνθα νῦν ἐστιν ἡ τοῦ Χηνολάκκου λεγομένη μονή, συσταθεῖσα
παρ’ αὐτοῦ, κατεβίωσε, πλῆθος μοναχῶν συναθροίσας. Οὕς παιδείᾳ καὶ νουθεσίᾳ ἐξέθρεψε
τοῦ Κυρίου, καὶ εἰς μέτρον ἡλικίας κατέστησε τοῦ πληρώματος τοῦ Χριστοῦ. Καλῶς
δὲ διανύσας τὸν βίον, καὶ τῆς ἐκεῖθεν δόξης καὶ μακαριότητος ἐνθένδε τὰς ἀποδείξεις
λαβών, ἐν τῷ μέλλειν ἐκδημεῖν, προπεμπομένης αὐτοῦ τῆς ψυχῆς μετὰ δόξης, ὡς οἰ
διὰ καθαρότητα θεασάμενοι πολλοῖς διηγήσαντο, ἀπὸ τῶν κάτω πρὸς τὰ ἄνω
κατοικίας ἀπέπτη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἁγνή, ἐν
σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται.
Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους,
Πάμφωτον αὐτῇ προύξένησαν οἰκίαν.
Πάμφωτον αὐτῇ προύξένησαν οἰκίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Ἀδάμ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας
Ἰσαποστόλου Νίνας, τῆς φωτίστριας τῆς Γεωργίας.
Σταυροῦ ῥωσθεῖσα ἰσχύϊ Νίνα φέγγος,
Χριστοῦ ἀνέτειλας λαῷ Γεωργίας
Οὗτη κατήγετο ἐκ τῆς τῶν
Καππαδόκων χώρας. Γόνος εὐσεβῶν γονέων, τοῦ γενναίου στρατιωτικοῦ Ζαβουλῶνος καὶ
τῆς εὐσεβοῦς Σωσάννης, ἠκολούθησεν αὐτοῖς ἐκ μικρᾶς ἡλικίσς εἰς Ἱεροσόλυμα
θεοφιλῶς ἐκεῖσε ἀνατραφεῖσα ὑπό τινος εὐλαβεστάτης γεροντίσσης. Πόθον ἔχουσα
προσκυνῆσαι τὸν ἄῤῥαφον χιτῶνα τοῦ Κυρίου ἐν τῇ Ἰβηρίᾳ (Γεωργίᾳ) καὶ τὸ φῶς τοῦ
Εὐαγγελίου ἐκεῖ ἀνάψαι ἀποστόλων ταῖς τρίβοις ἠκολούθησε. Μετὰ τριάκοντα πέντε ἄλλων
παρθένων, Ῥιψιμίας τῆς Μάρτυρος, καὶ Γαϊανῆς τῆς πνευματικῆς αὐτῶν μητρός, ἤρξαντο
τῆς πρὸς Ἀρμενίαν ὁδοιπορίας. Φεύγουσα τὴν μανίαν τοῦ ἄφρονος βασιλέως τῆς Ἀρμενίας
Τηριδάτου χάριτι θείᾳ καὶ τὸ μαρτύριον τῶν αὐτῆς συνοδοιπόρων θεασαμένη ἦλθεν εἰς
Γεωργίαν, ἔνθα τὸ σκότος τῆς ἐκεῖσε βασιλευούσης ἀθεΐας διέλυσε.
Θεοφιλῶς πολιτευσαμένη, τὸν λόγον
τοῦ Εὐαγγελίου διέσπειρε, θαύματα πλεῖστα ἐπετέλεσε, τοὺς βασιλεῖς τῆς χώρας
ταύτης Μιριὰν καὶ Νανὰς εἰς τὴν ὀρθὴν πίστιν εἵλκυσε καὶ χειραγωγὸς ἀσφαλὴς τοῦ
λαοῦ εἰς Χριστὸν γέγονεν. Ἐκοιμήθη ἐν εἰρήνῃ περὶ τὰ μέσα τοῦ τετάρτου αἰῶνος,
καὶ πανδήμως ἐτάφη παρὰ τὴν κώμην Μπόντμπε τῆς Καχέτης τῆς Γεωργίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Σαλώμης, μαθήτριας τῆς Ἁγίας Νίνας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Σάββα κτήτορος τῆς Μονῆς Χιλανδαρίου.
Σάββα
συνωνύμῳ σοι ἡγιασμένῳ,
Νῦν
σαββατίζεις τῇ ἄνω λήξει.
Ὁ Ὅσιος Σάββας, ἦν υἱὸς τοῦ
βασιλέως τῆς Σερβίας Στεφάνου Νεμάνια, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος
μετονομασθέντος Συμεών, καὶ ἤκμαζε περὶ τὰ τέλη τοῦ δωδεκάτου καὶ ἀρχαῖς τοῦ
δεκάτου τρίτου αἰῶνος. Ἐκ νεαρᾶς ἡλικίας ἠγάπησεν ἐξ ὅλης καρδίας τὸν Χριστόν.
Διὸ καταλιπὼν λάθρα γονεῖς, βασιλείους τιμὰς καὶ δόξας καὶ ἡδονάς, ἐλήλυθε τῷ
Ἁγιωνύμῳ Ἄθῳ, ἀκολουθῶν ἐναρέτῳ τινὶ μοναχῷ. Καὶ καρεὶς μοναχὸς ἐν τῇ τοῦ Ἁγίου
Παντελεήμονος Μονῇ, ἐκδέδωκεν ἑαυτὸν ἐν θερμότητι ζήλου, τοῖς ἀσκητικοῖς
καμάτοις, τύπος γενόμενος τοῖς πᾶσι. Μετά τινα χρόνον παρεγένετο τῇ τοῦ
Βατοπεδίου Μονῇ, ἐν ᾗ ἀφικόμενος καὶ ὁ τούτου τοκεύς Συμεών, λιπὼν τὴν βασιλείαν,
ἐγένετο μοναχός, καὶ ἠγωνίζοντο ἄμφω τὸν καλὸν τῆς αἰωνίου ζωῆς ἀγῶνα.
Θεῖον δὲ δεξάμενοι ἄνωθεν
χρησμόν, ἀνεχώρησαν ἐκεῖθεν καὶ ἐλθόντες ᾠκοδόμησαν τὴν τοῦ Χιλανδραρίου
λεγομένην περιφανῆ Μονήν, ἐν ᾗ ὁ Ὅσιος Συμεὼν ἐκοιμήθη τὸν Ἁγίοις πρέποντα
ὕπνον, τῇ ΙΓ΄ Φεβρουαρίου μηνός, ἐν ἔτει ᾳσ΄ (1200). Μύρον δὲ εὐῶδες ἤρξατο
ἀναβλύζειν ὁ τάφος αὐτοῦ, τῇ πλουσιοδώρῳ τοῦ Παρακλήτου χάριτι, ἁγιάζον τοὺς
πιστούς, ἐξ οὗ καὶ Μυροβλύτης κέκληται. Καὶ κλῆμα ἐξ αὐτοῦ φυέν, ἄχρι τῆς δεῦρο
σωζόμενον, λύει τῆς ἀπαιδίας καὶ τῆς στειρώσεως τὰ δεσμά, τῶν εὐλαβῶς
λαμβανόντων ἐκ τῶν ἐξηραμμένων αὐτοῦ σταφύλων, πρὸς δόξαν Θεοῦ, καὶ τιμὴν τοῦ
Ὁσίου Αὐτοῦ θεράποντος Συμεών.
Ὁ δὲ θεῖος Σάββας
περιβόητος πανταχοῦ καὶ περίβλεπτος γενόμενος δι’ ἀρετῆς τελειότητα, ἐπέμφθη
παρὰ τοῦ Πρώτου τοῦ Ἁγίου Ὄρους εἰς Νίκαιαν, συναντήσων τῷ τηνικαῦτα ἐκεῖσε
βασιλεύοντι, ὃς ἀγάμενος τῶν ἀρετῶν αὐτοῦ τὸν πλοῦτον, κεχειροτόνηκεν ἀρχιερέα,
καὶ ἀπεστειλε τῇ ἑαυτοῦ πατρίδι Σερβίᾳ ἀρχιεπίσκοπον. Ἐν ᾗ παραγενόμενος ὁ
Ἅγιος πλήρης Πνεύματος Ἁγίου καὶ σοφίας καὶ χάριτος, ἴσος ὤφθης τοῖς τοῦ
Χριστοῦ Ἀποστόλοις. Τὸν γὰρ λόγον τοῦ Εὐαγγελίου πανταχοῦ ἐκήρυττε, τῶν
αἱρέσεων τὰ ζιζάνια ἀνέσπα, τῆς Ὀρθοδόξου πίστεως τὰ δόγματα ἐκράτυνε, τοὺς
πεπλανημένους ἐπέστρεφε, τῆς ἀρετῆς τὸν σπόρον ταῖς ψυχαῖς τῶν πιστῶν ἐγεώργει.
Καὶ τὴν ἐκεῖσε Ἐκκλησίαν παρέστησε τῷ Χριστῷ, ὡς νύμφην ἁγίαν καὶ ἀμόλυντον,
κεκαλωπισμένην ἀληθεῖ εὐσεβείᾳ καὶ πράξεσιν ἐναρέτοις. Ἔνθεν ἐπεσκέψατο τὴν
Ἁγίαν Σιών, τὴν Αἴγυπτον, τὴν Θηβαΐδα, τὸ Σινᾶ, τὴν Ἀντιόχειαν, θείῳ κινούμενος
Πνεύματι ὠφελῶν καὶ ὠφελούμενος, καὶ πάσι ποθητός, καὶ αἰδέσιμος φανείς, καὶ
βασιλεῦσι καὶ ἄρχουσι, καὶ δημόταις καὶ θαύματα πλεῖστα κατεργασάμενος μετέστη
τῷ Κυρίῳ τῇ ΙΔ΄ μηνὸς Ἰανουαρίου ἐν ἔτει ᾳσλστ΄ (1236), τελέσας ἀποστολικῶς τὸν
δρόμον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Ἰωαννικίου, ἀρχιεπισκόπου Τυρνόβου Βουλγαρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀκακίου,
ἐπισκόπου Τβὲρ καὶ Κασίν, τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μελετίου ἐπισκόπου
τοῦ Ῥιαζάν
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Πλάτωνος, Ἐπισκόπου Ἐσθονίας, ἀθλήσαντος ἐν ἔτει, χιλιοστῷ
ἐνιακοσιοστῷ δεκάτῳ καὶ ἐνάτῳ, καὶ τυφεκισμῷ τελειωθέντος· καὶ
τῶν ἁγίων ἐπιλοίπων Νεομαρτύρων Πρεσβυτέρων, Διακόνων, Πρεσβυτέρων καὶ κοσμικῶν
Ἐσθονῶν ποικίλοις τρόποις βασανισθέντων καὶ τελειωθέντων. Ἡ μνήμη αὐτῶν ἐστιν ἡ
14η Ἰουνίου, ἀλλὰ διά τε τὴν ὁμοήθειαν καὶ τὸ κοινὸν γένος τῷ ἁγίῳ Πλάτωνι
ἑορτάζεται μετ' αὐτοῦ ἐν τῇ αὐτῇ
Ἱερόαθλε
Πλάτων τῆς Ἐσθονίας,
τυφεκισμῷ ἐπεράτωσας τὸν βίον.
τυφεκισμῷ ἐπεράτωσας τὸν βίον.
Ὁ ἅγιος Ἱερομάρτυς Πλάτων ἐγεννήθη εἰς τὰς δέκα τρεῖς
(13) Ἰουλίου τοῦ 1869,εἰς
τήν ἐπαρχίαν Pätnu τῆς
Ἐσθονίας. Ἐφοίτησε ἐν διαφόροις θεολογικαῖς σχολαῖς χειροτονηθεὶς Ἱερεύς.
Περιώδευε κηρύττων τὸν λόγον τοῦ Θεοῦ εἰς πάσας τὰς Ὀρθοδόξους ἐνορίας τῆς
Ἐσθονίας. Ἐχειροτονήθη Ἐπίσκοπος Ἐσθονίας εἰς τὰς 31 Δεκεμβρίου τοῦ 1917, ἐπιδείξας
μεγάλην δραστηριότητα καὶ ἀγῶνα διὰ τὴν ἀνόρθωσιν τῶν Ὀρθοδόξων Ἐνοριῶν. Τὸ
1919 συνελήφθη ὑπὸ τοῦ ἀθέου καθεστῶτος τῆς Μόσχας καὶ βασανισθεὶς
ποικιλοτρόπως ἐτελεύτησε τυφεκισθεὶς ὑπὸ τῶν κομμουνιστῶν, τὴν 14ην
ἡμέραν Ἰανουαρίου μηνός.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Λελαμπρυσμένοι,
τῆς ἐγκρατείας τοῖς πυρσεύμασιν, ἄθλοις ἱεροῖς τε Μάρτυρες προφανῶς,
φωτιζόμενοι μετέβητε, πρὸς φέγγος ἄδυτον, καὶ ἡμέρας υἱοὶ χρηματίζετε.
Ἐθελουσίως,
τῶν ἐν κόσμῳ ἡδέων ξενούμενοι, ξένως τῷ βροτοῖς ὀφθέντι διὰ σαρκός, ᾠκειώθητε τὰ
μένοντα, καὶ μὴ φθειρόμενα, ἀγαθὰ κληρωσάμενοι Ὅσιοι.
Ὁ θεῖος Παῦλος,
καὶ Ἰωάννης καὶ Θεόδουλος, Νεῖλος, ἐφεξῆς τε πάντες πανευκλεῶς, καὶ θανόντες καὶ
βιώσαντες, μακαριζέσθωσαν, Ἀσκηταὶ καὶ ἀοίδιμοι Μάρτυρες.
Θεοτοκίον
Σὲ τὴν τὸ
μάννα, τῆς ζωῆς ἐν κοιλίᾳ βαστάσασαν, πάλαι μανναδόχος στάμνος ὡς ἀληθῶς,
προετύπου ἐμφανέστατα. Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
η'. Χεῖρας ἐκπετάσας Δανιήλ.
Μέγιστος χορὸς
ἀσκητικοῖς, ἀνδραγαθήμασιν, ὡραϊζόμενος, Ὁσίους σήμερον ἅπαντας, χορευτὰς ἐνθέους
δείκνυσιν, ἀνευφημοῦντας μὲν αὐτόν, Χριστῷ δὲ ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα
Κυρίου τὸν Κύριον.
Ἐτύθητε οἷά
περ ἀμνοί, βαρβάρων ξίφεσι, κατακοπτόμενοι, καὶ προσηνέχθητε τέλεια, τῷ τυθέντι
Λόγῳ σφάγια, καὶ πρωτοτόκων ἐν σκηναῖς κατεσκηνώσατε, μελῳδοῦντες· Πάντα τὰ ἔργα
ὑμνεῖτε τὸν Κύριον.
Γυμνοὶ πάσης
ὄντες ἡδονῆς, τὸν τοὺς προπάτορας, ἀπογυμνώσαντα, Πατέρες Ὅσιοι κάκιστον,
δυσμενῆ ἀπεγυμνώσατε· καταστολὴν δὲ ἱεράν, ὡς ἐναθλήσαντες εἰληφότες, τοῦτον αἰσχύνην
Σοφοὶ ἐνεδύσατε.
Θεοτοκίον
Ἀνοίγεται
πάλιν διὰ σοῦ, ὁ πρὶν Παράδεισος, καὶ ἐπεισάγεται, ὁ πρὶν κατάκριτος ἄνθρωπος,
καὶ θεοῦται ἀληθέστατα, θεοχαρίτωτε Ἁγνή, βροτῶν τὸ φύραμα τῶν βοώντων· Πάντα τὰ
ἔργα ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος
Ἱερολογίαις ἱεραῖς,
τοὺς Ὁσίους δεῦτε Πατέρας, τοὺς ἐν Ῥαϊθῷ καὶ Σιναίῳ, βεβιωκότας ἐν Ὁσιότητι, καὶ
εὐσεβῶς ἀθλήσαντας, μεγαλοφώνως μεγαλύνωμεν.
Ὡς πανευκλεεῖς
Ἀθλοφόροι, οἱ ἐν ἀσκήσει ὑμῶν πόνοι! ὡς ὑπερφερεῖς οἱ ἀγῶνες, ἐν οἷς τὸν πλάνον
κατεπαλαίσατε! ὡς θαυμαστὴ ἡ ἄθλησις, δι᾿ ἧς νομίμως κατεστέφθητε!
Σῶμα καὶ ψυχὴν
τῷ Κυρίῳ, καθιερώσατε ὁσίως, τοῖς τῆς ἐγκρατείας ἰδρῶσιν, ἁγιασθέντες καὶ ταῖς
τοῦ αἵματος, ἐπιρροαῖς ξηράναντες, βαρβαρικῆς κακίας θάλασσαν.
Ἡ θεοφεγγὴς ὑμῶν
μνήμη, ἀνατολαῖς λαμπρυνομένη, τῶν διὰ Χριστὸν ὑμῶν πόνων, τάς διανοίας πάντων
Μακάριοι, περιαυγάζει χάριτι, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος.
Θεοτοκίον
Φρίττει
Χερουβὶμ καθορῶντα, τὸν ἐν αὐτοῖς, ἀρρήτῳ λόγῳ, ἐπικαθεζόμενον Λόγον, Μητρὸς ἀγκάλαις
βρέφος κρατούμενον, σοῦ Παναγία Δέσποινα, ὑψηλοτέρα πάσης κτίσεως.
Ἐξαποστειλάριον τῶν Ὁσίων. Ἐν πνεύματι τῷ ἱερῷ.
Τοῖς πόνοις τῆς ἀσκήσεως, τὸν ἀρχέκακον
ὄφιν, εἰς τέλος ἀπεκτείνατε· ἐπὶ τέλους δὲ στέφη, τοῦ μαρτυρίου ἤρασθε, τῶν
Πατέρων καύχημα, καὶ τῶν Μαρτύρων ἡ δόξα, Ῥαϊθὼ καὶ Σιναίου, ἡ πανέορτος
πληθύς, τῶν θαυμασίων Πατέρων.
Ἕτερον.
Δεκάδα τὴν ὀκτάριθμον, τῶν Ἁγίων Ἀββάδων,
ἐπαίνοις στεφανώσωμεν, ἐν ἀσκήσει γὰρ ὄντως, καὶ ἐν ἀθλήσει ἤσχυνας, δυσμενῶν τὰς
φάλαγγας. Διὸ τὰ λείψανα τούτων, ἐν Σιναίῳ τῷ ὄρει, τοῖς προστρέχουσι πιστῶς,
θαυμάτων βλύζει πελάγη.
Τῆς Ἑορτῆς ὅμοιον
Φωτὸς ἀδύτου γέγονεν, ἡ παροῦσα ἡμέρα·
Χριστὸς γὰρ ἡ ἀλήθεια, ἦλθεν νῦν ἐπεφάνη· ψαλμοῖς αὐτὸν ἐπαξίως, καὶ ᾠδαῖς ὑμνήσωμεν,
ὡς Πλάστην τε καὶ Δεσπότην. Ὢ καινοῦ μυστηρίου! τοῦ Ἀδὰμ ὁ Ποιητής, βουλήσει ἄνθρωπος
ὤφθη.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς᾽ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.
Τῆς ἐορτῆς γ΄. Ἦχος α' Γερμανοῦ Πατριάρχου
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ,
Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως
τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν,
τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου
ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
Καὶ
τῶν Ἁγίων γ΄. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Ἐπὶ
Μωσέως ὡς ὤφθη, τὸ Θεοβάδιστον, Σινᾶ φλόγος ἐν εἶδει, καὶ ἐπὶ τῶν Ἀββάδων,
βαρβάρων ἐπελθόντων οὕτω φλόξ, πῦρ, καπνιζόμενον Ὄρος τε, ὅ τοὺς Ἀββάδας
πληρῶσαν πάσης χαρᾶς, τοὺς βαρβάρους ἐξεφόβησε.
Στ.: Θαυμαστὸς ὀ Θεός...
Ἡ
ἐν Σινᾷ σεβασμία Πατέρων σύναξις, σήμερον ἐν τῇ μνήμῃ, τῶν Ἀγίων Ἀββάδων,
συγχαίρει τῶν λειψάνων θείαν σορόν, τῶν Ὁσίων προβάλλουσα, ἐξ ἧς παντοίων
λυτροῦται ἅπας πιστός νοσημάτων καὶ ποικίλων παθῶν.
Στ.: Τοῖς Ἁγίοις...
Ἐν
τῇ ἀσκήσει τὸ πρῶτον βίον ἰσάγγελον, οἰ Ὅσιοι Ἀββάδες, ἐπὶ γῆς ὡς ἐν πόλῳ,
βιώσαντες ἐν τέλει μαρτυρικήν, συνυπέστησας ἄθλησιν, ὅθεν Μαρτύρων τοῖς δήμοις
ἐν Οὐρανοῖς, καὶ Ἀγγέλοις συγχορεύουσι.
Δόξα.
Ἦχος πλ. β΄.
Ἀσκητικὴν
ὁδεύσαντες ὁδόν, βαρβαρικὴν ὐπέστητε σφαγήν, Ἀββάδες ὁσιώτατοι, καὶ Μάρτυρες
Χριστοῦ τοῦ Θεοῦ. Ὅσιοι μέν, ὅτι ἐν Σινᾷ καὶ Ῥαϊθῷ ὠς ἀσώματι ἐβίωσατε.
Μάρτυρες δέ, ὅτι τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐκ ἐχώρισεν ὐμᾶς, οὐ ξίφη, οὐ
μάχαιραι, οὐδὲ τῶν βαρβάρων ἡ ἀνήμερος ἐπιδρομή, ὅθεν ὡς Ἀγγέλων μιμηταί, μετὰ
Ἀγγέλων ἐν οὐρανοῖς εὐφραίνεσθε, ὡς δὲ Μάρτυρες Χριστοῦ, χάριν ἐλάβετε, τοῦ
ἰᾶσθαι τὰς νόσους τῶν τῇ σορῷ τῶν λειψάνων ὑμῶν, μετ’ εὐλαβείας καὶ πόθου
προσιόντων, ἀλλὰ καὶ ἡμῖν, τοῖς ἀνευφημοῦσιν ὑμῶν, τὴν ἐν ἀσκήσει ἄθλησιν, καὶ
πανηγυρίζουσι τὴν ἱερὰν ὑμῶν μνήμην, ὡς Ὁσιομάρτυρες, ὡς παριστάμενοι τῷ Θρόνῳ
τοῦ Παντάνακτος, τὴν εἰρήνην δωρήσασθε, τῷ φιλοχρίστῳ στρατῷ τὰς νίκας
χορηγοῦντες κατὰ τῶν ἀντιπάλων, καὶ ταῖς ψυχαῖς ἠμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ἦχος β' Ἀνατολίου
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε
βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν
ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης
ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ
γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις
Μεγαλυνάριον.
Τοὺς
ἐν τῷ Σιναίῳ καὶ Ῥαϊθῷ, Ἀγγέλων τὸν βίον, καὶ Μαρτύρων τὴν τελούντων πόνοις καὶ
ἰδρῶσι καὶ αἵματος ἐκχύσει, ζηλώσαντας Ἀββάδας ὕμνοις τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου