Σάββατο 7 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 17. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ ΙΩΑΝΝΙΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΤΗ ΙΖ´ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐν Ἰωαννίνοις.
ΑΚΟΛΟΥΘΙΑ
 (Συντεθεῖσα ὑπὸ φιλοχρίστου Ἰωαννίτου χάριν τῆς πρὸς τὸν Ἅγιον αὐτοῦ εὐλαβείας.)


Εἰς τὸν Ἐσπερινόν.

Εἰς, τὸ Κύριε ἐκέκραξα, Στιχηρά, προσόμοια στ΄. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὴν ἐτήσιον μνήμην σου, τῶν πιστῶν τὰ συστήματα, συνελθόντες σήμερον ἑορτάζομεν, ὅτι ἐδείχθης στεῤῥότατος, καὶ ἀνεπηρέαστος, τοῦ κρατοῦντος ἀναιδῶς, λυσσώδει φρυάγματι, ὃν κατήλεγξας, λογισμοῖς εὐσεβέσι πεφραγμένος, δι’ ὧν ἤγειρας τροπαίων, στίλ6ων τρισμάκαρ Γεώργιε. (Δίς)

Ὥσπερ θῆρες ἀτίθασοι, οἱ τῷ σκότει προσκείμενοι, κατασχόντες εἷλκόν σε πρὸς ἀσέβειαν ὡς δὲ στεῤῥῶς ἀπελάκτισας, ὡς ἄρκυν ψυχόλεθρον θείᾳ αἴγλ λαμπρυνθείς, τὴν ἀπόπτυστον ζόφωσιν, τὴν ἀμύθητον, τῶν ἁγίων ἀγγέλων καὶ μερόπων, εὐφροσύνην ἐμνηστεύσω, πανευκλεῶς ἀνδρικώτατε. (Δίς)

Ἀπειλὰς οὑ κατέπτηξας, οὐδὲ πεῖραν κολάσεων, τῷ Χριστοῦ κρατούμενος θείῳ ἔρωτι, δι᾿ οὗ ἐδείχθης συνόμιλος, ἀνδρείῳ τῷ λήμματι, τοῖς ἁγίοις ἀθληταῖς, τοῖς τὸ αἷμα ἐκχέασιν ὑπὲρ πίστεως, τῶν στεφάνων ἐκείνοις μετασχών τε, τῶν ἀῤῥητῶν ἐπαξίως, ἐν τοῖς ἁγίοις σκηνώμασι. (Δίς)

Δόξα. Ἦχος α´.
Τῷ θεμελίῳ τῆς πίστεως ἱδρυμένος, Γεώργιε τρισμάκαρ, ὤφθης ἀδιάσειστος πρὸς τὰ φρυάγματα τῶν ὑπεναντίων, καὶ τὴν ἀγχόνην ἀσμένως αἱρετισάμενος δι᾿ ἀγάπην τοῦ Κυρίου σου, ἐκομίσω παρ᾿ αὐτοῦ τὸν τῆς νίκης ἀμάραντον στέφανον, καὶ τὴν χάριν ἐπὶ γῆς τῶν ἀπείρων ἰάσεων, δι᾿ ὧν τοὺς σαλευομένους ὑπεστήριξας, καὶ τοὺς ψυγέντας τὴν πίστιν διεθέρμανας, δόξαν ἀναπέμποντας Χριστῷ, τῷ παρέχοντι ἀεὶ τῆς ἀνθρωπίνης σωτηρίας τὴν ἔλλαμψιν.

Καὶ νῦν. Θεοτοκίον.






Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τις ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τις ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος β΄.
Χαρμονικῶς συνελθόντες Γεώργιε, τὴν μνήμην σου φαιδρῶς ἑορτάζομεν, θείῳ γὰρ ἔρωτι κατασχεθείς, τῶν ἐπιγείων ἁπάντων καταπεφρόνηκας, καὶ τὸν Χριστὸν υἱὸν Θεοῦ ἀνομολογήσας, τὸν δι᾿ἀγχόνης ὑπεδέξω θάνατον, ὅθεν καὶ ὑπερπτὰς τῶν ἐνθάδε, περιπόλεις ἐν οὐρανοῖς, συνόμιλος ἀγγέλων γενόμενος.

Ὡς πολυτίμητον μύρον τοῦ Γεωργίου ἡ ἐπέτειος τῶν συνελθόντων πανήγυρις, κατακηλεῖ τὰς αἰσθήσεις, ἁπάντων ἐκκενούμενον, τῷ τοῦ Χριστοῦ γὰρ ἔρωτι κάτοχος γενόμενος, καὶ ἀλγεινῶν ἁπάντων ὑπεριδών, χαρίτων μυρίων ἀναπέπλησται, καὶ πρεσβεύει διηνεκῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ τοῦ Χριστοῦ στρατιώτης Γεώργιος, τὰς νοητὰς φάλαγγας τοῦ ἐχθροῦ διαῤῥήξας, λαμπρὸν ἀνήρατο τρόπαιον, δι’ οὗ καταισχύνας τοὺς παλαμναίους, τὸ χριστεπώνυμον πλήρωμα εὐφροσύνης ἐνέπλησε, δόξαν ἀναπέμποντας Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα, Ἦχος γ΄.
Τὸν ἀριστέα τοῦ Χριστοῦ, τὸν κλεινὸν ἀθλοφόρον, ὑμνήσωμεν ἅπαντες συνελθόντες, Γεώργιον τὸν πανεύφημον, Ἰωαννίνων τὸ ἐγκαλλώπισμα, καὶ πολιοῦχον, καὶ ἀνεξάντλητον πηγὴν τοῖς ἐκ ποικίλων πάσχουσιν ἰαμάτων, τῆς εὐφροσύνης· τῶν πιστῶν προμνηστέα, καὶ τοῦ ἐχθροῦ τὴν πολύκροτον καταισχύνην, καὶ διαπρύσιον πρέσβυν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος...








Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τῶν ἀθλητῶν, τὰ στίφη συνελθόντα, ἐν ὕμνοις ἐγκωμίων, τὸν μάρτυρα Κυρίου, ἐνδόξως εὐφημήσωμεν.

Στίχ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Σκεῦος μαρτυρικόν, Πνεύματος χρηματίσας, Γεώργιε τρισμάκαρ, μετέστης κατ’ ἀξίαν, ἐκ γῆς πρὸς τὰ οὐράνια.

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ...
Κῆρυξ ἐπὶ τῆς γῆς, τῆς πίστεως Κυρίου, γενόμενος ἐστέφθης, μαρτυρικῷ στεφάνῳ, ἐν οὐρανοις πανόλβιε.

Δόξα. Ἦχος πλ. β΄.
Πανδαισίαν κοινήν, συγκροτήσας ὁ ἀθλοφόρος, τοῦ Χριστοῦ νεομάρτυς Γεώργιος, συγκαλεῖται πάντας τοὺς πιστοὺς πρὸς ἑστίασιν. Δεῦτε οὖν ἅπαντες πνευματικῶς εὐφρανθῶμεν, τὴν μνήμην αὐτοῦ τὴν ἐπέτειον μετ᾿ ἐγκωμίων γεραίροντες, λαμπρῶς γὰρ ἐναθλήσας ὑπὲρ Χριστοῦ, αἴσχει ἀπλέτῳ τὸν ἐχθρὸν περιέβαλε, καὶ τῆς νίκης τὸν στέφανον κομισάμενος, πρεσβεύει διηνεκῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ ἡ ἄμπελος...

Ἀπολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν πανεύφημον Μάρτυν Χριστοῦ Γεώργιον, Ἰωαννίνων τὸ κλέος, καὶ πολιούχον λαμπρόν, ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν, ὅτι ἐνήθλησε στεῤῥῶς, καὶ κατήνεγκε ἐχθρόν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα, καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος....

Καὶ Ἀπόλυσις.











Εἰς τὸν Ὄρθρον.

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τυθεὶς ὑπὲρ Χριστοῦ δι’ ἀγχόνης τρισμάκαρ, ἀμύθητον χαρὰν τοῖς πιστοῖς ἐμνηστεύσω, στεφθεὶς διαδήματι βασιλείῳ Γεώργιε, σὲ γεραίρουσιν αἱ τῶν ἀγγέλων χορεῖαι, καὶ τὸ πλήρωμα τῶν εὐσεβῶν εὐφημεῖ σε, ὡς θεῖον κειμήλιον.
Δόξα, Ὅμοιον.
Ἀστέρες φαεινοὶ ἀνεδείχθητε ὄντως, ἐκλάμψαντες φαιδρῶς διὰ τοῦ μαρτυρίου, Γεώργιε τρισόλβιε, καὶ τρισαυγῆ Ἰωάννη, μέγα καύχημα τῶν εὐσεβῶν τῇ χορείᾳ, καὶ τῆς πόλεως Ἰωαννίνων τὸ κλέος, καὶ πρέσβεις πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σὲ Θεοῦ ἐπιστάμεθα πάντες...

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἰωαννίνων ὁ λαὸς ὁ χριστεπώνυμος, ἐν ὑμνῳδίαις καὶ φαιδραῖς παννύχοις στάσεσι, σοῦ τὴν ἐπέτειον μνήμην ἑορτάζει, τῶν ἀσωμάτων δὲ πᾶσαι καὶ ἀθλητῶν, χορεῖαι συγχαίρουσιν ἐν Χριστῷ, δαιμόνων τὸν τάφον σου, καθορώντων προχέοντα, μετὰ φρίκης ἰάματα, τοῖς πιστῶς αὐτῷ προσπελάζουσιν.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς τεῖχος ἀκράδαντον ἀπεριτρέπτὧ νοΐ, ἀντέστης μακάριε ταῖς ἰοβόλοις βουλαῖς, τῆς δεινῆς ἐξομόσεως, ὅθεν τὴν φωτοφόρον, καὶ ἁγίαν σου μνήμην, πίστει ἐπιτελοῦμεν, ἱλασμὸν τῶν πταισμάτων, αἰτούμενοι διὰ σοῦ λαβεῖν, καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἐπάκουσον Δέσποινα ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου σου, καὶ τῶν προτέρων κακῶν, παράσχου τὴν ἄφεσιν, σὲ γὰρ ἐπικαλοῦμαι ἐν νυκτὶ καὶ ἡμέρᾳ, ῥῦσαὶ μὲ Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν τοῦ σοῦ υἱοῦ καὶ Θεοῦ.

Μετὰ δὲ τὸν πολυέλεον. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀπέστης πονηρὰς τοῦ Βελίαρ ἐνέδρας, ἐδέξω δ’ἐκ Θεοῦ τὰ τῆς νίκης βραβεῖα, ἐπαξίως τῶν πόνων σου καὶ τῶν ἄθλων ἀήττητε, ὅθεν χαίροντες ἀνευφημοῦμεν ἐν ὕμνοις, τοὺς ἀγῶνάς σου, καὶ ἀνδρικὰς ἀριστείας, Χριστὸν μεγαλύνοντες.
Δόξα, καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν...



Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα...
Ὁ Ν´.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός. Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.
Σήμερον ἡ ἔνδοξος πανήγυρις, τοῦ νεομάρτυρος Γεωργίου, εἰς εὐφροσύνην συγκαλεῖται πάντας τοὺς πιστούς, ἀκτῖσι καταυγάζοντος, τόδε τὸ πάτριον ἔδαφος, ἐν ᾧ τοὺς λαμπροὺς αὐτοῦ ἄθλους ἐνεδείξατο. Μεγαλαυχείτω οὖν ἡ πόλις Ἰωαννίνων, ὡς ἐν πολλοῖς τε καὶ ἄλλοις τὰ πρῶτα φέρουσα, ἀλλὰ καὶ ἐν ἀθλήσει μαρτύρων εὐκλεῶν κοσμουμένη, ὧν ταῖς πρεσβείαις ὁ Θεὸς δωρήσαιτο ἱλασμὸν παντὶ τῷ χριστωνύμῳ πληρώματι.

Εἶτα ὁ Κανῶν.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Νομίμως τὸν ἱερόν, δρόμον τελέσας μακάριε, λελαμπρυσμένος τῷ θείῳ θρόνῳ παρίστασαι, ταῖς φωτιστικαῖς ἀκτῖσι τοῦ πνεύματος.
Ἐνδόξως διαδραμών, τοῦ μαρτυρίου τὸ στάδιον, καὶ αἰκισμοῖς ποικίλοις προσομιλήσας, τὴν μακαρίαν κληρουχίαν ἀπείληφας μακάριε.
Ὃς ἅλλῃ ἀνεδείχθη Σιλωάμ, ἡ θήκη τῶν λειψάνων σου ἅγιε, πρὸς ἥν οἱ πιστοὶ καταφεύγοντες, τῶν νοσημάτων τὴν ἴασιν λαμβάνουσι.
Θεοτοκίον.
Ὁ ἄχρονος λόγος ἐκ σοῦ, σαρκωθεὶς ἐν χρόνῳ, τὰ τῶν βροχῶν διέλυσε πλημμελήματα, ὃν ἐκτενῶς ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Ἀγάπης τῆς εἰς Χριστὸν πεπληρωμένος, τῶν ἐναντίων ἁπάντων τὰς προσβολὰς ἀπελάκτισας, καὶ τοῖς ἄθλοις στεῤῥῶς ἐνεκαρτέρησας.
Πονηρίαν ἀπεῤῥάπισας ψυχοφθόρον, τῶν νοητῶν θεόφρον Γεώργιε, τήνδι ἀγχόνης τελείωσιν ἐνστερνισάμενος.
Κηρύττουσιν εὐσεβεῖς τὴν ἀέναον πηγὴν τῶν ἰάσεων, οἱ δυσαλθέσι πάθεσι κεκρατημένοι, καὶ Θεία δυνάμει ἀπαλλαττόμενοι.
Θεοτοκίον.
Μαρία τὸ σεπτὸν σκήνωμα τοῦ Θεοῦ λόγου, ἡ βασίλειος πορφυρίς, ἥν φορέσας ὁ κτίστης, τὴν παγκόσμιον σωτηρίαν ἐξειργάσατο.




Κάθισμα. ·Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πῶς μὴ θαυμάσωμεν τὴν παῤῥησίαν σου, καὶ ἐπαινέσωμεν τὴν καρτερίαν σου, Γεώργιε μακάριε, χριστιανῶν εὖχος μέγα. Σὺ γὰρ παραδέδωκας, ταῖς βασάνοις τὸ σῶμά σου, θάνατον δεξάμενος, τὸν δι᾿ ἀγχόνης γενναίως· διὸ στεφάνων κατηξίωσαι ἐπουρανίων τρισόλβιε.
Δόξα, τὸ αὐτό. Καὶ νῦν Θεοτοκίον.
Τὴν ὡραιότητα...

ᾨδὴ δ΄. Ἐπαρθέντα σὲ ἰδοῦσα.
Ὡς γῆ ἀγαθὴ καρπόν, μελισταγῆ ἀναδέδωκας, τὴν μαρτυρικήν σου ἄθλησιν Γεώργιε· διὸ κατὰ χρέος τιμῶμεν τὴν ἔνδοξόν σου πανήγυριν.
Καταφρονήσας τὰ τοῦ βίου, ἡδέα καὶ ἕλκοντα, ὡς τῷ Χριστοῦ στοιχούμενος ἔρωτι, μετ’ εὐφροσύνης ἀφράστου προκεχώρηκας εἰς τὸ τοῦ μαρτυρίου στάδιον μακάριε.
Ἐνέπλησας εὐφροσύνης τοὺς πιστούς, τὴν ἀπαράτρεπτον ἰδόντας καρτερίαν σου, ἥν ἐπεδείξω γενναιοφρόνως, τῇ χάριτι τεθωρακισμένος τοῦ Πνεύματος.
Θεοτοκίον.
Σὲ τὴν ἀειπάρθενον καὶ ἀληθῆ, πάντες Θεοτόκον δοξάζομεν, ν προετύπου τῷ θεόπτῃ Μωϋσῇ, ἀκαταφλέκτως πάναγνε, βάτος τῷ πυρὶ ὁμιλήσασα.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ἀθλητικόν δρόμον διαδραμών, ὡς λίαν συντετμημένον καὶ ὤκιστον, τὴν ἔνδοξον ἀνᾶῤῥησιν ἐκομίσω παρὰ Χριστοῦ τοῦ βραβευτοῦ σου Γεώργιε.
Ἐν ἡλικίᾳ νεανικῇ, διάνοιαν γενναίαν ὑπέδειξας μακάριε, κατὰ τῆς ἀσεβείας τῆς ἐμμύσου γενναίως ἀνδρισάμενος.
Ἀπολακτίσας τῶν ἐναντίων τὰς δωρεάς, δόξαν οὐράνιον ἔσχες παρὰ Χριστοῦ, διηνεκῶς συνείναι παρ’ αὐτῷ τῳ Δεσπότῃ ἀγαλλόμενος.
Θεοτοκίον.
Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν παραβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα τῆς ἡμῶν σωτηρίας, θεόνυμφε κεκτήμεθα.










ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς,
Θράσος δαιμόνων μὴ πτοηθείς, πρὸς τοὺς ἄθλους μετ’ ἀπλέτου ἐχώρησας γενναιότητος, τὴν μακαρίαν τελείωσιν δι’ ἀγχόνης ἀσμένως ἀναδεξάμενος.
Δυνάστας μαινομένους κατήλεγξας, θείᾳ δυνάμει ἀηττήτῳ στοιχειούμενος, καὶ τροπαιοῦχος ἀνεδείχθης ἐναθλήσας ἐννομώτατα.
Τὸ αὐτεξούσιον τῆς ψυχῆς, λαμπρῶς ἀναδείξας, τὸν πολυμήχανον κατηκόντισας δράκοντα, εὐθαρσῶς χωρήσας πρὸς τὴν ἄθλησιν τρισόβλιε.
Θεοτοκίον.
Ὢ θαῦμα! τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι παρθένος ἐν μήτρα τὸν τὰ σύμπαντα περιεπόντα, ἀπειράνδρως συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐκλεῶς ἀγάλλεται, μεγαλαυχοῦσα, τῇ σεπτῇ ἀθλήσει σου, δι’ ἧς ἐκτήσω θησαυρόν, Ἰωαννίνων πόλις ἐρίτιμον, τῶν ἱερῶν σοῦ λειψάνων Γεώργιε.
Ὁ Οἶκος.
Γονέων εὐσεβῶν ἐκφὺς μακάριε, ἀγωγῆς μὲν εὐσεβοῦς καὶ ἐνάρετου τετύχηκας, δι’ ἔνδειαν δέ, γραμμάτων πείρας ἠμοίρησας. Ὅθεν καὶ αὐτουργὸν μὲν βίον μετελθών, ἀρεταῖς δὲ διαπρέποντα, νομίμῳ γυναικὶ συνήφθης ὅτε υἱοῦ πατὴρ ἐξ αὐτῆς γενόμενος, τότε πρὸς ἐξόμοσιν ἐκβιασθείς, γενναίως ἐνήθλησας, Χριστὸν εὐθαρσῶς ἀνεκήρυξας Θεόν τε καὶ Κύριον διὸ καὶ τὴν σορὸν τιμῶμεν τῶν ἱερῶν σοῦ λειψάνων Γεώργιε.


















ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ιζ΄ τοῦ Ἰανουαρίου, μνήμην ἐπιτελοῦμεν τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου μάρτυρος Γεωργίου τοῦ ἐξ Ἰωαννίνων.
Γεώργιος γῆν ἀροτριάσας ξένως,
Ξένον στάχυν ἠμησεν ἄφθιτον κλέος.
Ἐν δεκάθ᾿ ἑβδομάτῃ τε Γεώργιος ἐλλιπε γαῖαν.
Οὗτος ὁ ἀείμνηστος νεομάρτυς τοῦ Χριστοῦ Γεώργιος υἱὸς ὕπηρξε γονέων εὐσεβῶν καὶ ἐναρέτων, Κωνσταντίνου καὶ Βασίλως, ἐκ τίνος χωρίου τῆς ἐπαρχίας τῶν Γρεβενῶν ὁρμωμένων, ὀνομαζόμενου Τσούρχλι, ἀνθρώπων ἐνδεῶν, καὶ ποριζομένων τὰ πρὸς τὸ ζῆν διὰ τῆς γεωργίας, οἱτινες γεννήσαντες τὸν Γεώργιον, καὶ εὐσεβῶς ἀναθρέψαντες, οὐκ ἠδυνήθησαν δι’ ἀπορίαν ἐκπαιδεύσαι αὐτὸν ἄπειρος δὲ γραμμάτων ὡς ἐκ τούτου διαμείνας, καὶ ἀπορφανισθεὶς τῶν γονέων τοῦ ἐν νεαρᾷ ἡλικίᾳ, διέμεινε μέχρι τινὸς ὑπὸ τοὺς ἀδελφούς του· μετὰ ταῦτα δὲ μεταβὰς εἰς Ἰωάννινα, ἐπορίζετο τὰ πρὸς τὸ ζῆν ὑπομίσθιος, ἁπλοῦς ὑπαρχῶν τὸν τρόπον, καὶ πρᾶος καὶ μὴ ἀπολειπόμενος τοῦ θαμίζειν εἰς τὴν ἐκκλησίαν ἐν ταῖς εὐκαιρίαις του. Κατὰ μῆνα Ὀκτώβριον τοῦ ἔτους 1836 διετέλει ὡς ἱπποκόμος παρά τινι ὀθωμανῷ, ἐν διαπρέποντι ἀξιώματι ὄντι παρὰ τῷ τότε διοικητῇ τῶν Ἰωαννίνων. Ὀθωμανοὶ δέ τινες ἐκ τῆς εὐτελεστέρας μοίρας, ἐμπαθῶς πρὸς αὐτὸν διακείμενοι, συκοφαντίαν αὐτῷ προσῆψαν, ὡς δῆθεν ἐξομόσας πρὸ τίνος καιροῦ, πάλιν ὡς χριστιανὸς διάγει, καὶ ἀπαχθεὶς ὑπ᾿αὐτῶν εἰς τὸν Μεχκεμέν, καὶ ἐρωτηθεὶς ὑπὸ τοῦ κριτοῦ ἂν οὕτως ἔχει τὰ κατ᾿ αὐτόν, εὐθαρσῶς ἀνωμολόγησεν, ὅτι οὐδέποτε ἀρνησίχριστος ἐγένετο, καὶ ἀδίκως συκοφαντεῖται παρ’ αὐτῶν, ὁ δὲ κριτῆς, συνέσει διαπρέπων, ἐγνώρισεν ὅτι ἐμπαθὼς κατηγορεῖται ὑπ᾿ αὐτῶν διὸ καὶ ἀνακρίνας αὐτόν, καὶ ἀπερίτμητον εὑρὼν ἀπέλυσεν.
Παρὰ τῷ εἰρημένῳ αὐθέντῃ διατελῶν ἐν Ἰωαννίνοις συνεζεύχθη νομίμῳ γυναικὶ Ἑλένη τοὔνομα, κατὰ Ἰανουάριον τοῦ ἔτους 1837. Ἐλθόντος δὲ εἰς Ἰωάννινα ἡγεμόνος τοῦ Μουσταφᾶ Πᾶσα ἐμισθώθη παρὰ τῷ διορισθέντι νέῳ Μουσελίμῃ τῶν Φιλιατών, καὶ ἀπῆλθε μετ αὐτοῦ ἐκεῖσε, καὶ μετ’ οὐ πολὺ ἐπανακάμψαντος εἰς Ἰωάννινα τοῦ Μουσελίμη ἕνεκεν ἰδίων ὑποθέσεων, ἦλθε μετ᾿ αὐτοῦ καὶ ὁ Γεώργιος ὡς ἱπποκόμος. Τῇ 10ῃ Ἰανουαρίου 1838 ὁ Μουσελίμης, διαπεράνας τὰς ὑποθέσεις τοῦ ἐξεκίνησεν εἰς Φιλιάτας, ὁ δὲ Γεώργιος, ἐπειδὴ ἡ σύζυγος τοῦ ἔτεκεν υἱόν, ἐξῃτήσατο παρ᾿ αὐτοῦ τὴν ἄδειαν, ἵνα , διαμείνῃ τινὰς ἡμέρας ἐν τῇ οἰκία τοῦ, καὶ ἔπειτα να ὑπάγῃ, ὁ δὲ σκοπὸς αὐτοῦ ἢν νὰ παρευρέθη εἰς τὸν βαπτισμὸν τοῦ νεοτεχθέντος υἱοῦ τοῦ, τῇ 12ῃ Ἰανουαρίου, ἡμέρᾳ τετάρτῃ πρωί, ὀθωμανός τις τῶν ἐκδεδιῃτημένων, ἀπαντήσας αὐτὸν εἴς τινα ὁδόν, ἐδράξατο αὐτοῦ λέγων· Σὺ ἐγινες Τοῦρκος, καὶ πῶς ἤδη χριστιανὸς διάγεις; ὁ δὲ ἀπεκρίνατο· Μήτε Τοῦρκος ἐγενόμην ποτέ, μήτε τὸν Χριστών μού ποτε ἠρνήθην χριστιανός, καὶ ἡμὴν ἀεὶ καί εἰμι. Ἐν δὲ τῷ μεταξὺ ἀθροισθέντων καὶ ἄλλων ὀθωμανῶν ἐκ τῶν παραπορευομένων, καὶ συμμαρτυρούντων τῷ ἀπ᾿ ἀρχῆς δραξαμένῳ τοῦ Γεωργίου, θορύβου γενομένου ὑπὸ τῆς ἀθροίσεως συμμιγῶν ἀνθρώπων, ἐπέστη ἐν τούτῳ καὶ τοῦ Διοικητοῦ ὁ Καβάζπασης, ὅστις ἀνερευνήσας τὴν αἰτίαν τοῦ θορύβου, ἤκουσε παρὰ τῶν ἐκεῖσε ὀθωμανῶν, ὅτι οὗτος, δεικνυόντων τὸν Γεώργιον, Τοῦρκος γενόμενος πρότινος καιροῦ ἤδη χριστιανὸς διάγει· ὁ δὲ συνεχῶς ἀνακράζων Χριστιανὸς καὶ ἤμην πάντοτε, καὶ εἰμί, καὶ οὐδέποτε Τοῦρκος ἐγενόμην, συλληφθεὶς ὑπὸ τοῦ Καβάζπαση, ἐφυλακίσθη, καὶ περὶ τὸ δειλινὸν ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ ἐξετασθείς, καὶ ποικιλοτρόπως βιασθεὶς εἰς τὴν ἐξόμοσιν, διέμεινεν ἀκράδαντος ἐπὶ τὴν ὁμολογίαν τῆς ἀμωμήτου ἡμῶν πίστεως, καὶ ἀπαχθείς, αὔθις ἐφυλακίσθη. Ὁ Ἀρχιερατεύων τότε ἐν Ἰωαννίνοις κύριος Ἰωακείμ, ὁ ἀπὸ Δρυϊνουπόλεως ( ὁ ἐν ὑστέροις ἀπὸ Κυζίκου εὐκλεῶς πατριαρχεύσας) ἀπῆλθεν εἰς τὸν Μεχκεμὲν κατ᾿ ἐκείνην τὴν ἑσπέραν, καὶ ὡμίλησε τὰ δέοντα, ἀποδείξας διὰ λόγων ἰσχυρῶν καὶ ἀναντιῤῥήτων τὴν ἀθῳότητα τοῦ Γεωργίου, ἐκεῖ θεν δὲ ἀπῆλθε καὶ εἰς τὴν διοίκησιν, καὶ εἶπεν ὅσα ἔδει, ἀλλ᾿ οἱ λόγοι τοῦ οὐδὲν ἴσχυσαν, καὶ τοι βάσιμοι ὄντες καὶ ἀληθεῖς.
Κατ’ ἐκείνην τὴν νύκτα πολυειδῶς βασανισθεὶς ὁ Γεώργιος ἐν τῇ εἱρκτῇ ἵνα ἐξομόσῃ, διέμεινε στεῤῥὸς καὶ ἀμετάτρεπτος καὶ τῇ πέμπτῃ πρωὶ ἀπήχθη πάλιν εἰς τὸν Μεχκεμέν, ὁποῦ ποικιλοτρόπως ἐν πρώτοις κολακευθείς, καὶ ἐν ὑστέροις ἀπειληθείς, οὐκ ἐνέδωκε, καὶ ἐμπτυόμενος, καὶ μαστιγούμενος ὑπὸ τῶν περιεστώτων ὀθωμανων, ἔλεγε τοῦτον μόνον τὸν λόγον : Χριστιανός εἰμι, καὶ πάλιν ἀπαχθεὶς ἐν τῇ εἱρκτῇ, δεινῶς ἐβασανίσθη δι᾿ ὅλης τῆς νυκτός, ἐπιφωσκούσης Παρασκευῆς, ἀκίδων ἐμπαγεισῶν ὑπὸ τοὺς ὄνυχάς του, καὶ πετρῶν μεγάλων ἐπιτεθεισῶν ἐπὶ τὰ στήθη αὐτοῦ, ἅτινα γενναίως ὑπέφερε, συνεχῶς λέγων· Χριστιανός εἰμι, τὸ δὲ Σάββατον πρωὶ ἀπήχθη εἰς τὸν Μεχκεμέν, ὁποῦ σύλλογος ἐγένετο πολλῶν ὀθωμανῶν, τότε προεβλήθη αὐτῷ, ἵνα ἐκλέξῃ ἐν τῶν δύο, ἡ νὰ λάβῃ πολλὰς καὶ μεγάλας ἀντιβραβεύσεις ἂν ἐξομόσῃ ἡ νὰ λάβῃ θάνατον σκληρὸν ἂν ἐπιμείνῃ εἰς τὸ πρότερον φρόνημα τοῦ. Ὁ δὲ γενναίως ἀνωμολόγησεν ἐνώπιον πάντων Χριστιανὸς καὶ ἡμὴν ἀπ᾿ ἄρχῃς, Χριστιανός εἰμι καὶ ἔσομαι μέχρι τελευταίας μου πνοῆς. Τρὶς εἰσήχθη ἐνώπιον τοῦ κριτοῦ, καὶ τρὶς ἐξήχθη, καὶ ἐπειδὴ ἔμεινεν ἀμετάτρεπτος, ἐξεδόθη ἐγγράφως ἡ ἀπόφασις νὰ φονευθῇ. Ἐκεῖθεν ἀπήγαγον αὐτὸν εἰς τὸν ἀνθύπατον (Κεχαγιάμπεην), ὁποῦ πολυειδῶς ἀπειληθείς, οὐκ ἐνέδωκεν ἐκεῖθεν δὲ ἀπήχθη καὶ εἰς τὸν Διοικητὴν Μουσταφᾶ πασᾶν ὁμολογήσας δὲ καὶ ἐνώπιον αὐτοῦ ἀδεὼς τὸν Ἰησοῦν Χριστόν, ἀπαχθεὶς ἐβλήθη ἐν τῇ εἱρκτῇ, καὶ τῇ δευτέρᾳ τῆς ἑβδομάδος, Ἰανουαρίου 17, περὶ ἕκτην ὥραν ἀπηγχονίσθη ἐν τῇ ἀγορᾷ, πλησίον τοῦ χάνδακος τοῦ μεγάλου φρουρίου, συνεχῶς ἀνακράζων· Χριστιανός εἰμι, ποιήσατέ μοι εἶ τι δεινὸν οἴδατε. Ἔμεινε τὸ σῶμα αὐτοῦ κρεμάμενον μέχρι τῆς τετράδης, Ἰανουαρίου 19· καὶ κατ’ αὐτὴν ἐδωρήθη τὸ νεκρὸν αὐτοῦ σῶμα, παρὰ τοῦ Διοικητοῦ Μουσταφᾶ Πασᾶ Βεζύρη, εἰς τὸν ῥηθέντα Μητροπολίτην Ἅγιον Ἰωαννίνων κύριον Ἰωακείμ, ὅπερ μετακομισθὲν εἰς τὴν Ἐκκλησίαν τοῦ Ἁγίου Ἀθανασίου τῆς Μητροπόλεως τῶν Ἰωαννίνων, ἐτάφη ἐκτὸς τοῦ Ἱεροῦ Βήματος ἐν τῷ ἀριστερῷ μέρει μετὰ μεγάλης συνδρομῆς τῶν χριστιανῶν, καὶ μετὰ τῆς ἀνηκούσης παρατάξεως παντὸς τοῦ Ἱερατικοῦ κλήρου. Τελεῖ δὲ ὁ τάφος αὐτοῦ ἀπειροπληθεὶς ἰάσεις τοῖς μετὰ πίστεως προσερχομένοις, καὶ χοῦς καὶ ἔλαιον ἐκ τοῦ μνήματος καὶ τῆς κανδήλας του, κομισθέντα καὶ ἀλλαχοῦ ὑπὸ εὐλαβῶν καὶ φιλοχρίστων, συνετέλεσαν εἰς θεραπείαν δεινῶν παθῶν καὶ ἀνιάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου.
Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
Ἔξαρχον Ἀντώνιον, Ἀσκητῶν ἔχων.
Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν.
Οὗτος τὸ μὲν γένος ἦν Αἰγύπτιος, ἐκ πατέρων καὶ προγόνων τὴν εἰς Χριστὸν πίστιν δεδιδαγμένος. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ παρέτεινε μέχρι καὶ τοῦ εὐσεβοῦς Βασιλέως Κωνσταντίνου, καὶ τῶν υἱῶν αὐτοῦ. Ἐπιδοὺς δὲ ἑαυτὸν τῇ ἀσκητικῇ ἀγωγῇ, τοσοῦτον ὑπερέβαλε πάντας, ὡς ὑποτύπωσις εἶναι τῶν ἐφεξῆς. Καὶ τὸ παράδοξον, ὅτι καὶ πρῶτος, ἢ κομιδῇ μετ᾿ ὀλίγων, τῆς ὑπὲρ ἄνθρωπον ταύτης πολιτείας γέγονεν ἀρχηγός, καὶ μόνος σχεδὸν εἰς τὸν ἀκρότατον ἤλασεν ὅρον, ὡς ἡ περὶ αὐτὸν ἱστορία δηλοῖ. Ἀλλὰ τὰ διαβεβοημένα περὶ αὐτοῦ πᾶσι περιττὸν ἐπεκδιηγεῖσθαι. Τοσοῦτον δὲ ἀναγκαῖον εἰπεῖν, ὅτι ἐν θνητῷ σώματι τοῦ σώματος ἀπανίστατο, καὶ τὰς τῶν ψυχῶν ἀνόδους ἑώρα, καὶ τοὺς ταύτας εὐθύνοντας δαίμονας, ὃ τῆς νοερᾶς καὶ ἀσωμάτου φύσεως ἴδιον. Ζήσας δὲ πρὸς τοῖς ἑκατὸν ἔτη πέντε, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Ὁ δὲ βίος αὐτοῦ συνεγράφη ὑπὸ τοῦ μεγάλου Ἀθανασίου, Ἐπισκόπου Ἀλεξανδρείας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βεῤῥοίας ἀσκήσαντος.
Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον,
Εἰ μὴ παρ’ αὐτῷ τῷ πάλαι Ἀντωνίῳ;

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις.
Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου τοῦ Μεγάλου.
Ἡ Βασιλεία ἐμποδὼν οὐχ ὡράθη,
Σοί, ὦ Θεοδόσιε, πρὸς σωτηρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰουνίλλα καὶ Τούρβων, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Ῥώσσου, ἰδρυτοῦ τῆς Ἱ. Μ. Ἁγ. Νικολάου.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ Ἀβραμιαίοι.
Τῶν ἰαμάτων τὴν θείαν χάριν, παρὰ Χριστοῦ κομισάμενος, θεραπείας τὰς νόσους, καὶ τὰ πονηρὰ ἀπελαύνεις πνεύματα τῶν προστρεχόντων μετὰ πίστεως.
Ἐπὶ τῆς γῆς ἐναθλήσας, ἐν οὐρανοῖς ὑπεδέξω τὸν στέφανον, καὶ σὺν ἀγγέλοις καὶ ἀθληταῖς συγχορεύεις λαμπρῶς ἀγαλλόμενος.
Βασάνοις ταῖς ἀνυποίστοις, τὸ σῶμά σου παραδέδωκας, τὰς ἀπειλὰς ὡς οὐδὲν λογισάμενος, διὸ καὶ τῆς οὐρανίου κληρουχίας κατηξίωσας.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διά σου γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Τὴν δι’ ἀγχόνης τελείωσιν αἱρετισάμενος, εἰς χεῖρας τοῦ Δεσπότου τὸ πνεῦμά σου παραδέδωκας μακάριε, τοὺς ὑπεναντίους ὡς μὴ ὄντας λογισάμενος.
Ἐννόμως τὸν δρόμον ἀνύσας ἔνδοξε κατὰ τὴν Παύλου φωνὴν τῆς δικαιοσύνης τὸν στέφανον ἀπειληφώς, πρεσβεύεις ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Ἐπεσκίασεν ἐπὶ σέ, ἡ χάρις τῶν ἰαμάτων, καὶ τοὺς ποικίλας πάσχοντας θεραπείας, τῇ σορῷ τῶν λειψάνων σου προστρέχοντας.
Θεοτοκίον.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς θεότητος γέγονας ·ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σὲ εὐλογοῦμεν Μαρία θεόνυμφε.






ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Φωστὴρ ἀναδειχθεὶς ἡμῖν, καὶ καλλίνικος, καταυγάζεις πάντας τοὺς πιστοὺς ταῖς μαρτυρικαῖς σου αὐγαῖς, τοὺς τὴν μνήμην σου ἑορτάζοντας μετὰ πόθου καὶ πίστεως.
Τῆς πλάνης καθελὼν τὸ ὀχύρωμα, τοὺς πιστοὺς εὐφροσύνης ἐνέπλησας, καὶ ἐν οὐρανοῖς ἤδη ἀγαλλόμενος, πρεσβεύεις ὑπὲρ ἡμῶν τρισμάκαρ Γεώργιε.
Εὐώδει μύρῳ τὰς ψυχὰς τῶν ἐκτελούντων τὴν μνήμην σου μακάριε, μυρίζεις ξενοπρεπώς, ἐν τῷ σεπτῷ τεμένει σου, παννυχίως ἱσταμένων σοι.
Θεοτοκίον.
Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι, τὰ τῆς νίκης τρόπαια, τὸν δυσμενῆ τεθεῖσα ὑπόσπονδον τῇ ἐκκλησίᾳ, ἵνα σὲ ὡς Θεοτόκον μεγαλύνωμεν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Μετὰ σπουδῆς συνέλθωμεν ἐν τῷ σεπτῷ τεμένει, τοῦ ἀθλοφόρου μάρτυρος καὶ κλεινοῦ Γεωργίου, καὶ τὴν ἐπέτειον μνήμην αὐτοῦ πανηγυρίσωμεν, ὅστις παθῶν ὑπὲρ Χριστοῦ, δόξαν ἀκήρατον ἔσχε τοῦ ἐκτελεῖν διηνεκῶς, χάριτας ἰαμάτων.

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰωαννίνων ἡ πόλις πανηγυρίζει φαιδρῶς, τὴν μνήμην σου τιμῶσα τὴν ἐπέτειον πόθῳ· κειμήλιον γὰρ ἔσχε καὶ θησαυρὸν τὴν πανέντιμον θήκην σου, ἐξ ἧς ἀέναος χάρις καὶ δαψιλής, ἰαμάτων ἀναβλύζεται.(Δίς)

Ἐν ταῖς ἐσχάταις ἡμέραις μάκαρ Γεώργιε, ἄθλησας ἐπαξίων στεφάνων ἠξιώθης· διὸ καὶ συγχορεύων ἐν οὐρανοῖς, ταῖς ἀΰλοις δυνάμεσιν, οὐ διαλείπεις πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην ἐκτελούντων σου.

Ὡς ἐνστασιν τὴν ὑστάτην ἔργῳ ἐκράτυνας, ἑστὼς πρὸ τῶν τυράννων, ἠλάλαξαν ἐνθέως, οὐράνιαι χορεῖαι τῆς σῆς ψυχῆς τὸ στεῤῥὸν εὐφημήσασαι, ὡς ἡττηθεὶς δὲ ὁ δράκων ὁ σκολιός, ἐναθλίως ἐξωλόλυξεν.

Δόξα. Ἦχος πλ. β΄.
Τὸν νέον ἀθλητήν, καὶ γενναῖον ὁπλίτην, εὐφημιῶν στέμμασιν ἀναδήσωμεν Γεώργιον, ὃς ἀνατέταλκεν ἡμῖν διὰ τοῦ μαρτυρίου, ὡς Ἰωάννης ὁ κλεινός, τῆς πατρίδος τὸ εὖχος. Χαίρετε οὖν δυὰς μακαρία, ἀστέρες παμφαεὶς ἀποστίλβοντες ἐν τῷ ἐσμῷ τῶν μαρτύρων τοῦ νοητοῦ στερεώματος, οἱ κλέει ἀπλέτῳ περιβαλλόντες τὸ πάτριον ἔδαφος, καὶ τὸν δυσώδη λάρυγγα τῆς κατωφρυωμένης ψευδοσοφίας ἀποφράξαντες· ὡς ἔχοντες οὖν παῤῥησίαν πρὸς Θεόν, μὴ διαλίπητε δεόμεθα, ὑπὲρ ἡμῶν πρεσβεύοντες.

Καὶ νῦν.
Θεοτόκε σὺ ἡ ἄμπελος...

Δοξολογία μεγάλη, καὶ ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου