ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄
ΑΡΣΕΝΙΟΣ ΚΕΡΚΥΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ’. Ὡς γενναῖον
ἐν Μάρτυσιν.
Ἐξ
ἑώας ἀνέτειλας, ὡς ἀστὴρ φαεινότατος, καὶ φωτὸς ἐνέπλησας τὰ ἑσπέρια· τὰ γὰρ
ὀρθόδοξα δόγματα, διδάσκεις τῆς πίστεως, Κερκυραίων τὴν πληθύν, ὡς ποιμὴν
ἀληθέστατος· ὅθεν σήμερον, συνελθόντες προθύμως ἀνυμνοῦμεν, τὴν σεπτὴν καὶ
θείαν μνήμην, τὴν σὴν παμμάκαρ Ἀρσένιε.
Τὴν
σεπτήν σου πανήγυριν, ἐκτελοῦντες Ἀρσένιε, τὴν σορόν σου ἅπαντες
προσπτυσσόμεθα· καὶ προσκυνοῦμεν τὰ λείψανα, τοὺς πόνους σου σέβοντες, καὶ
τιμῶντες εὐσεβῶς, τοὺς ἀγῶνάς σου Ὅσιε, χάριν ἔνθεον, ἀρυόμεθα πόθῳ ἐκβοῶντες·
σῶσον πάντας ταῖς εὐχαῖς σου, καὶ τῆς κολάσεως λύτρωσαι.
Ὀρφανῶν
πατὴρ γέγονας, καὶ πτωχῶν πλοῦτος ἕτοιμος, ἰατρὸς νοσούντων τε ἀληθέστατος· καὶ
τῶν ἐν θλίψει παράκλησις, φαινόμενος ἅπασιν ἐν κινδύνοις βοηθός· ὡς ποιμὴν
ἀληθέστατος ἐκμιμούμενος, τοῦ Δεσπότου τὸν οἶκτον οὗ τῆς θείας, Βασιλείας
ἠξιώθης, μετὰ Δικαίων Ἀρσένιε.
Δόξα.
Ἦχος α’.
Ἐκ
μήτρας ἡγιάσθης ὡς Σαμουὴλ ὁ μέγας, καὶ ὁ ἔνθεος Ἱερεμίας, Πατὴρ ἡμῶν Ἀρσένιε·
ἡλικίᾳ τε καὶ σοφία προκόψας, ἀξίως περιέθου τῆς κατὰ Χριστὸν ἱεροσύνης, τὰ
σύμβολα. Ὡς μὲν Σαμουὴλ θύων εἰρηνικάς, καὶ ἐν τῷ ἐπικαλεῖσθαι τὸν Κύριον
εἰσακουόμενος· ὡς Ἱερεμίας δὲ πάλιν, θλίψεσιν ἀμέτροις ἐκδιδόμενος, καὶ πηγὴν
δακρύων τοῖς ὀφθαλμοῖς ἐπιζητῶν, ὑπὲρ λαοῦ ἐξαμαρτάνοντος· ὅθεν ἡμεῖς, οἱ
πολιοῦχον ἄμαχον, καὶ ποιμένα σε πλουτοῦντες πανάριστον, αἰτοῦμεν ἁγιώτατε· μὴ
παρασιωπήσῃς ἱλασκόμενος τὸν Κύριον, τῷ πιστοτάτῳ ποιμνίῳ, ἵνα λάβομεν ἔλεος,
καὶ χάριν εὕρομεν πάντες, εἰς εὔκαιρον βοήθειαν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων
σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν
Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν,
ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς
τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον
οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον
δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν
ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι
πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ
γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα
δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός
μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι,
καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ
σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ
Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ
πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς
θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας
δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα,
καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία.
Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα
ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν
αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ
πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην
καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ
πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς
λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν
καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον
ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν
λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν
τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ
δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν
ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς.
Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία
γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἡμέρα
σήμερον χαρμονικὴ καὶ ἑόρτιος, ἡμέρα εὐφροσύνης καὶ ἀγαλλιάσεως ἐπεδήμησεν·
αὕτη ἐστὶ τοῦ Ἱεράρχου Κερκύρας Ἀρσενίου τὸ μνημόσυνον. Δεῦτε οὖν οἱ τῶν
ἐκείνου λόγων ἐρασταί, καὶ του βίου ζηλωταί, πρὸς αὐτὸν ἐκβοήσωμεν· Χαῖρε,
κρατὴρ διδασκαλίας μυστικῆς, ὃν ἡ τοῦ Θεοῦ Σοφία κεκέρακε· χαῖρε, βακτηρία
γήρως, ὀρφανίας ἐπίκουρε· χαῖρε, παρήγορε ξένων, καὶ ἀδικουμένων ὑπέρμαχε·
χαῖρε, τῆς ἀποστολικῆς πολιτείας ἀκραιφνέστατον ἐκτύπωμα, Πέτρου καὶ Παύλου
ὑπηρέτα γνησιώτατε· οἷς καὶ συνευφραινόμενος ἐν τῇ χώρᾳ τῶν ζώντων, μὴ διαλίπῃς
δυσωπῶν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Ἡ
θήκη τῶν λειψάνων σου παμμάκαρ φανεροῖ, ἂς ἐν ἱδρῶτι καὶ ἀγρυπνίᾳ λανθάνων
ἐτέλεις ἀρετάς. Ἀλλ’ ὦ ξένου τοῦ τεραστίου, τὰ λογικὰ τοῦ ἀψύχου ἐκπλήττονται
θαύματα· και πανηγυρίζοντες, τὸν θαυμαστὸν Θεὸν μεγαλύνουσι, τὸν ἀναδείξαντα
καὶ ἐν πέτρα τῆς σοροῦ, μέγιστον θαυματουργόν, τὸν θεῖον Ἀρσένιον.
Ἦχος
γ΄.
Ὀρθοδοξίας
τὰ δόγματα σαφῶς Πάτερ ἐτράνωσας, Τριάδα σέβειν ἐδίδαξας ἀδιαίρετον, μονάδα δὲ
ἀσύγχυτον τὴν θείαν φύσιν καὶ ἄναρχον αἰωνίαν, ἀΐδιον, ἑνουμένην Θεότητι,
διῃρημένην ταῖς ὑποστάσεσιν. Ἀλλὰ ταύτῃ παριστάμενος παμμάκαρ Ἀρσένιε, πρέσβευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ΄.
ᾈσματικῶς
κροτήσωμεν σήμερον ἀδελφοί, τοῦ Ἱεράρχου Κυρίου τελοῦντας τὰ μνημόσυνα μετ’
ἐγκωμίαν· καὶ τῷ Θεῷ εὐχαριστηρίους μελῳδίας προσάξωμεν, ὡς ἐμεγαλύνθη τὰ ἔργα
Σου Κύριε ᾄδοντες· φοβερὸν γὰρ ἡμῖν προασπιστήν, καὶ σοφὸν ἐπιστημονάρχην, τὸν
θεῖον ἀνέδειξας Ἀρσένιον. Οὗτος γάρ, ἑκοντὶ ἀναχωνεύσας, ἑαυτὸν τῷ τοῦ θείου
Πνεύματος πυρί, καθαρτικὸν δοχεῖον τῆς θείας γέγονε χάριτος, καὶ ἀκενώτους
παρέχει ἡμῖν τὰς δωρεάς· διὸ καὶ ἡμεῖς ἐπαξίως κροτήσωμεν τῷ Κυρίῳ αἶνον
ἐπινίκιον, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος
πλ. α΄.
Δεῦτε
φιλεόρτων τὸ σύστημα, τὸν ἀληθῶς Ἱεράρχην ὑμνήσωμεν Ἀρσένιον. Κατὰ τὸν θεῖον
γὰρ λόγον τοῦ Θεοῦ, τὸ ἐμπιστευθὲν αὐτῷ τάλαντον καλῶς εἰργάσατο· ὅθεν μετὰ
πότμον, καὶ ζῶν θαυμάτων αὐτουργὸς πεφανέρωται, δαίμονας φυγαδεύων, καὶ παντοίας
νόσους ἰώμενος, ἡμῶν προασπιζόμενος κραταιῶς, καὶ τοὺς καθ’ ἡμῶν ἐχθραίνοντας
κατὰ κράτος τροπούμενος. Ἀλλ’ ὦ ποιμὴν Κυρίου, μὴ διαλίπῃς δυσωπῶν τὸν
εὐσυμπάθητον Θεόν, ἐκ δεξιῶν παραστῆσαι ἡμᾶς, τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως.
Ἦχος
πλ. β΄.
Τὸν
μέγαν ἐν Ἱεράρχαις, τὴν στάθμην τῶν Ναζωραίων, τὸν πρόμαχον τῆς Κερκύρας, λαοὶ
εὐσεβοφρόνως ὑμνήσωμεν, Ἀρσένιον τὸν πανένδοξον. Ὡς γὰρ ἀστεράρχης ἥλιος
φωτοβολῶν ἀκάματα, καὶ τὸ ἀντίθετον ἐκδιώκων, ταῖς χάρι λαμπρύνει τοὺς
εὐφημοῦντας αὐτόν. Μεγίστην γὰρ κέκτηται περὶ Θεὸν παῤῥησίαν, καὶ πρεσβεύων οὐκ
ἐκλείπει τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὸ
ἐμπιστευθέν σοι τάλαντον, παρὰ Χριστοῦ καλῶς ἐργασάμενος Ὅσιε Πάτερ, ἀνεδείχθης
καὶ μετὰ θάνατον δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀῤῥωστημάτων· στύλος
καὶ ἑδραίωμα, καὶ ὄρος ἅγιον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· διό σε ἱκετεύομεν,
Ἀρσένιε θαυματουργέ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς
τὸν Στίχον. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε,
ἡ χριστώνυμος πληθύς, τὸν Ἀρχιεράρχην Κυρίου ἀνευφημήσωμεν, τούτου τὴν
πανέορτον μνήμην γεραίροντες· τῆς Κερκύρας γὰρ γέγονε, σεπτὸς ποιμενάρχης,
θεῖόν τε προπύργιον καὶ περιτείχισμα· ἅμα, ὀρφανῶν τε καὶ ξένων, καὶ τῶν
θλιβομένων ἐδείχθη, μέγα σωτηρίας καταφύγιον.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὥσπερ
τις ἀένναος πηγή, βρύει σου θαυμάτων ἡ θήκη, πληθὺν ἑκάστοτε, ἔνδοξε Ἀρσένιε
τοῖς προσιοῦσι πιστῶς· ὅθεν πάντες προστρέχοντες, βοῶμεν ἐν φόβῳ· δώρησαι τὴν
ἴασιν τοῖς εὐφημοῦσί σε, λύων, περιστάσεις παντοίας, καὶ τὰς μεθοδείας τοῦ
πλάνου, θείαις σου πρεσβείαις πρὸς τὸν Κύριον.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Ποίμνην,
ἥνπερ ἴθυνας καλῶς, ὡς μετὰ πότμον φυλάττειν μὴ διαλίπῃς ἀεί, ἔνδοξε Ἀρσένιε
ἀπὸ παντοίων κακῶν· τὴν ψυχήν σου γάρ τέθεικας, ἀντίλυτρον ταύτην, οἷα
συμπαθέστατος καὶ τοῦ Χριστοῦ μιμητής· ᾯ νῦν παρεστὼς παῤῥησίᾳ, πρέσβευε
σωθῆναι τοὺς πίστει, σοῦ ἐπιτελοῦντας τὸ μνημόσυνον.
Δόξα.
Ἦχος α’.
Τὰ
παλαιὰ σιγησάτωσαν οἱ Φαίακες· ἰδοὺ γὰρ ἀειθαλὴς Παράδεισος, ἐν μέσῳ αὐτῶν πεφανέρωται·
ὡραῖοι δὲ καὶ οἱ τούτου καρποί, καὶ εὐωδίαν θυμηδίας εἰσφέρουσι τοῖς πόῤῥῳ καὶ
τοῖς ἐγγύς. Ἀλλ’ ὦ οἰκῆτορ θεοφυτεύτου Παραδείσου Ἀρσένιε, ἐπακολουθεῖν σοι ἐν
αὐτῷ τὸ σὸν δυσώπησον ποίμνιον, παῤῥησίαν ὡς ἔχων πρὸς Θεόν, καὶ πρέσβευε
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις·
Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ
τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ
τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις
φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὸν
προστάτην Κερκύρας τὸν ἀπροσμάχητον, τὸν διώκτην πνευμάτων καὶ ἀσθενούντων
ἰατρόν· τῆς μετανοίας ὁδηγὸν τὸν ἀσφαλέστατον· τὸν ῥυόμενον ἡμᾶς ἀπὸ παντοίων
πειρασμῶν. Ἀρσένιε σὲ τιμῶμεν, περιπτυσσόμενοι πόθῳ, τὰ λείψανά σου τὰ
θαυματόβρυτα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Χριστῷ
ἀνατεθείς, ἀπὸ βρέφους θεόφρων, ἐμάκρυνας σαυτόν, κοσμικῆς προσπαθείας, καὶ
μόνῳ τῷ καλοῦντί σε, καθαρῶς συγγενόμενος, οἶκος γέγονας, τῆς παναγίας Τριάδος·
ἣν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς πόθῳ τιμῶντάς σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Φωνῇ
τοῦ Γαβριήλ, ἐν γαστρὶ συλλαβοῦσα, τὸν Λόγον τοῦ Θεοῦ, ὑπὲρ λόγον Παρθένε,
ἀφράστως τοῦτον ἔτεκες, σαρκοφόρον γενόμενον· Ὃν ἱκέτευε, ὡς Ποιητὴν καὶ Υἱόν
Σου, ἀλογίας με, τῆς τῶν παθῶν λυτρωθῆναι, πιστῶς ἀνυμνοῦντά Σε.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Κερκύρας
ὁ ποιμήν, καὶ φαιδρὸς ἑωσφόρος, ὁ στύλος ὁ στεῤῥός, τῆς Χριστοῦ Ἐκκλησίας, πηγὴ
ἡ θαυματόβρυτος, ἀσθενούντων ἐπίσκεψις, ἡ παράκλησις, τῶν θλιβομένων ἁπάντων,
θείοις ᾄσμασι, καὶ ἐγκωμίοις τιμάσθω, ὁ μέγας Ἀρσένιος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Μητέρα
Σε Θεοῦ, καὶ Παρθένον ἁγίαν, εἰδότες ἀληθῶς, οἱ πιστοὶ Θεοτόκε, δοξάζοντες
ὑμνοῦμέν Σου, τὴν λοχείαν τὴν ἄφραστον· Σὺ γὰρ γέγονας, ἁμαρτωλῶν μεσιτεία, καὶ
ἀντίληψις, καὶ κοσμικὴ σωτηρία, Θεόνυμφε Δέσποινα.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Προσβολὰς
τῶν δαιμόνων μὴ πτοηθείς, ἐν ἀκμῇ τῶν ἀγώνων ἀλλ’ ὡς ἱστόν, ἀράχνης διαλέλυκας,
τὰς παγίδας καὶ ἔνεδρα, καὶ τὰς μηχανουργίας τῆς ἐκείνων σκαιότητος, τὴν εὐνὴν
Ἀνδρονίκου προφθάσας διέσωσας, καὶ ἐν τῇ Τετρανήσῳ, τὸν λαόν σου οἰκτείρων, ζῶν
ὕδωρ ἀνέβλυσας, καὶ διψῶντα ἐκόρεσας, θεοφόρε Ἀρσένιε· πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ὁ
Σωτὴρ καὶ Δεσπότης τῶν γηγενῶν, ἐκ γαστρός Σου ἀσπόρως σωματωθείς, λιμένα Σε
εὔδιον, τοῖς ἐν ζάλῃ ἀνέδειξε· διὰ τοῦτο πάντες πρὸς Σὲ καταφεύγομεν, οἱ ἐν
τρικυμίαις παθῶν χειμαζόμενοι· καὶ ταῖς του δολίου ῥιπιζόμενοι αὔραις,
αἰτούμενοι πάναγνε, μετασχεῖν ἀναψύξεως, καὶ εἰρήνην βοῶντές Σοι· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ὀρθοδόξως Μητέρα Αὐτοῦ Σὲ
δοξάζουσι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον, κατὰ Ἰωάννην: Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε
τρισμάκαρ ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ
μαθητής, ὁ τιθεὶς τὴν ψυχὴ ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν πανένδοξε Ἱεράρχα
Ἀρσένιε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἀρσένιε, σὺ προστάτης εἶ Κερκύρας. Ποίημα Μητροπολίτου
Κερκύρας Γεωργίου Αττικοῦ.
ᾨδὴ
α’. Ἦχος δ’. Τῷ ὁδηγήσαντι πάλαι.
Ἀπὸ
καρδίας σοι κράζω, καὶ ἐκ ψυχῆς δέομαι, σοῦ ἐπουράνιε Θεέ, γνώσεων μόνε Κύριε·
τῆς διανοίας φώτισον ὄμματα, καὶ ὑμνῳδίας καθαρᾶς τρίβον μοι γνώρισον.
Ῥαθυμοτόκους
φροντίδας, καταλιπὼν σήμερον, τῶν Κερκυραίων ὁ λαός, δεῦτε σπουδαίως δράμωμεν·
καὶ τὴν σορὸν κυκλώσωμεν, ἅπαντες τοῦ Ἀρσενίου, ὃς ἡμᾶς θλίψεων ῥύεται.
Στεφανηφόρος
χορεύεις, περὶ Θεὸν Ὅσιε· καὶ τὰς τῶν πόνων ἀμοιβάς, ἀντιλαμβάνεις κάλλιστα,
καὶ τῶν δακρύων δράγματα χρύσεα ἀντιθερίζεις, ὡς σπορεὺς ἐπιπονώτατος.
Θεοτοκίον.
Ἐπινοιῶν
δολοπλόκων, τοῦ πονηροῦ ῥύου με πανυπεράγαθε ἁγνή, καὶ Σῷ Υἱῷ οἰκείωσον, δι’
ἐναρέτων πράξεων· τήρει δὲ ἱερωσύνης μοι, στολὴν ἀεὶ ἀμόλυντον.
Ὁ β’ Κανών. Ποίημα Ἰωάννου, ἱερέως, τοῦ Θεοφυλάκτου.
ᾨδὴ
α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ταῖς
ἀγλαΐαις τοῦ Ἁγίου Πνεύματος καταλαμπόμενος, καὶ Θεῷ τῶν ὅλων, παρεστὼς
Ἀρσένιε, τὸν ἱλασμὸν δοθῆναί μοι, τῶν πταισμάτων δυσώπει· ὅπως ἀξίως ὑμνήσω
σου, μνήμην τὴν φαιδρὰν παμμακάριστε.
Ὁλολαμπῆ
σε ὡς ἀστέρα ἔχουσα ἡ Κερκυραίων λαμπρῶς, νῦν πανηγυρίζει, ἐτησίως ἄγουσα, τὴν
μνήμην σου Ἀρσένιε, ὡς σεπτοῦ πολιούχου· καὶ ὡς ποιμένος ἰθύναντος, ταύτην καὶ
ποιμάναντος ἄριστα.
Νέμεις
ὡς λύχνος φαεινὸς Ἀρσένιε τὰς τῶν ἀκτίνων βολάς, καὶ τὴν οἰκουμένην,
καταυγάζεις ἅπασαν, ταῖς τῶν θαυμάτων λάμψεσι· καὶ πρὸς δόξαν ἐγείρεις, τοῦ σὲ
δοξάσαντος ἅπαντα, τὰ τῶν φιλεόρτων συστήματα.
Θεοτοκίον.
Ἄνθρακα
θεῖον ὡς λαβὶς κατέχουσα τὸν νοητὸν πρὸς Ναόν, φέρουσα ἀπέρχῃ, ὅνπερ
λαμπρυνθήσεται, ὁ Συμεὼν δεξάμενος ἐν χερσὶ καὶ τοῦ πάθους, προεκφωνήσει τὰ
σύμβολα, πάναγνε Παρθένε σαφέστατα.
ᾨδὴ
γ’. Ὁ στερεῶν βροντήν.
Νέος
ἡμῖν Μωσῆς σὺ ἀνεφάνης, εἰς ἀρετῶν ἀκρώρειαν ἀναδραμὼν καὶ ὑπεισελθών, θεωρίας
θείας γνόφον· ὡς πλάκας δὲ κατήγαγες, λαῷ σῷ διδάγματα.
Ἰσοκλεὴς
τῷ Ἰωσὴφ ἐγένου, φυγὼν αἰγυπτιάζοντι, κακίαν πᾶσαν καὶ γυμνωθείς, ῥυπαρῶν
σαρκὸς χιτώνων· οὐ γὰρ ἠνέσχου φθείρεσθαι, τὸν Ναὸν τὸν πανάγιον.
Θεοτοκίον.
Ἐν
ὑψηλῇ τῇ γνώμῃ καὶ τῇ γλώττῃ, τὸ Σὸν ἐτράνου ὄνομα, ὁ Ἱεράρχης καὶ τὴν ὀφρύν,
τῶν βλασφήμων εἰς γῆν ἔσπα, Θεοκυῆτορ πάναγνε, ἀνθρώπων ἡ βοήθεια.
Ἕτερος.
Ὁ στερέωσας κατ’ ἀρχάς.
Ῥάδαμνος
ἔφυς εὐκλεής, γονέων εὐσεβεστάτων· ὧν θανόντων μετανάστης ἐγένου, εἰς Βυζάντιον
κᾀκεῖ, τὸ τῆς ψυχῆς ἰδόντες σου, κάλλος σε τῆς Κερκύρας, προεβιβάσαντο
πρόεδρον.
Σοῦ
δὲ ψυχῆς τὸ εὐγενές, θαυμάσας καὶ τῆς Κερκύρας, χαρᾶς πλείστης ὁ λαὸς
ἐπληροῦτο· καὶ τὴν δόξαν τῷ Θεῷ μεγαλοφώνως ἔπεμπον, τῷ σὲ προστάτην τούτων,
Ἀρσένιε ἀναδείξαντι.
Ἐν
τῷ πανσέπτῳ δὲ τὰ νῦν, συναθροισθείς σου τεμένει, καὶ τῶν θείων σου λειψάνων
τὴν θήκην, ἀσπαζόμενος βοᾷ λιταῖς πρὸς τὸν Κύριον· πάσης ἡμᾶς ἀνάγκης, καὶ
περιστάσεως λύτρωσαι.
Θεοτοκίον.
Νεφέλη
κούφη ἀψευδῶς, Παρθενομῆτορ ἐφάνης, καὶ λαβὶς ἀνθρακοφόρος κρατοῦσα, ὥσπερ
βρέφος τὸν Χριστόν, Ὃν Συμεὼν δεξάμενος, ἐν ταῖς ἀγκάλαις χαίρων, ἐβόα· Νῦν
ἀπολύεις με.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν
σοφίαν τοῦ Πνεύματος μυηθείς, ἐξελέξω δογμάτων τὸ εὐσεβές, πᾶσαν ἀπωσάμενος τῶν
ματαίων τὴν συγχύσιν· τὴν τῆς Ὀρθοδοξίας διδάσκειν ἀκρίβειαν, τὰς αἱρέσεις
διώκων δυνάμει τῶν λόγων σου· ὅθεν ὁ Δεπσπότης, οὐρανῶν Βασιλείας, τὰ γέρα
παρέχει σοι, δεῦρο δοῦλέ μου λέγων σοι, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου,
πρεσβεύων ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶς τελούντων τὴν κοίμησιν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Σοῦ
τὸ ὄνομα καὶ μόνον, εὐσεβῶς προσκαλούμενον, δαίμονας μαστίζει, ζάλης
ἐκλυτροῦται τοὺς πλέοντας, τοὺς ἐν ὁδοῖς πλανωμένους αἰχμαλώτους τε, ἐπανάγει,
καὶ συμφορὰς ἀποκρούεται.
Ὑπερέβης
τὰς αἰσθήσεις, ἐν ᾧ ἔζης μακάριε, ἔξω κόσμου μένωμ, κᾂν ὁ κόσμοε εἶχέ σε
σώματι· ἀλλὰ θαννὼν παρεγένου πρὸς Ὃν ἔσπευδες, ὑπερούσιον, καὶ Ποιητὴν
προαιώνιον.
Θεοτοκίον.
Πλουτισθεῖσα
τῶν ἀνθρώπων, ἡ πτωχεία Θεότητι, διὰ Σοῦ Παρθένε, πᾶσαν ἀποδύεται νέκρωσιν· καὶ
δερματίνους χιτῶνας ἀποτίθεται, καὶ ἐνδύεται, τοῦ σωτηρίου ἱμάτιον.
Εἰσακήκοα
Κύριε.
Μοναστῶν
ἀκριβέστατος, ὅρος καὶ κανὼν ἐδεόχθης Ἀρσένιε, ἀρεταῖς ἐμπρέπων Ὅσιε, καὶ ταῖς
θεωρίαις καὶ ταῖς πράξεσι.
Ἤρθης
ὕψος πρὸς μέγιστον, τῆς ἱερωσύνης καὶ ποιμὴν ἄριστος, Κερκυραίων προκεχείρισαι,
ἐμβιβάζων τούτους πρὸς Παράδεισον.
Λύχνος
οἷα προβέβλησαι, ἐπὶ τὴν λυχνίαν καὶ κατελάμπρυνας, σοῦ τοῖς λόγοις καὶ τοῖς
θαύμασιν, οἰκουμένης μάκαρ τὰ πληρώματα.
Θεοτοκίον.
Δυναμοῦσά
με φάνηθι, ἐν τῇ τοῦ θανάτου ὥρᾳ Θεόνυμφε, παροδεῦσαι τοὺς ἀλάστορας, τοὺς ἐν
τῷ ἀέρι ἐπιπλήσσοντας.
ᾨδὴ
ε’. Ἀνάτειλόν μοι Κύριε.
Ῥυφθῶμεν
φρένας ἅπαντες, τὰς χεῖρας ἐφαγνίσωμεν, τὰ αἰσθητήρια καθάρωμεν, καὶ ἐποφθῶμεν
ὡς ἀρέσκει, τῷ θείῳ θεράποντι· ἡμῶν πολιούχῳ δὲ Ἀρσενίῳ τῷ σοφῷ.
Ὀρθρίζων
ὁ θεσπέσιος, ποιμὴν πάλαι ἱκέτευε, τὸν εὐδιάλλακτον Θεόν, ὑπὲρ λαοῦ
κεκαμωμένου· καὶ θανὼν δὲ μάλιστα, ἐξαιτεῖται ἄνεσιν τῷ ποιμνίον ἑαυτοῦ.
Θεοτοκίον.
Στύλος
πυρὸς πανάμωμε, λυχνία Σὺ ἑπτάφωτος, κλίμαξ γέφυρα καὶ τράπεζα, πόκος δρόσος
καὶ βάτος· τὰ γὰρ πρὶν αἰνίγματα, καὶ οἱ τύποι ἔλαβον διὰ Σοῦ τὸ ἀληθές.
Ἵνα
τί με ἀπώσω.
Προσβολὰς
τῶν δαιμόνω, σὺ οὐκ ἐπτοήθης· ἀλλ’ ἀτρέπτως ἔμεινας, καὶ ἐστηριγμένος, ἐπὶ
πέτραν τῆς πίστεως Ὅσιε· καὶ τὰς ἑλεπόλεις, τούτων ἱστὸν οἷας ἀράχνης,
διαλέλυκας μάκαρ Ἀρσένιε.
Ἡττηθεὶς
ἀπεκρούσθη, ἐν ἀκμῇ τῶν σῶν πόνων ὁ πολυμήχανος· τόλμη προσελθὼν ἀλλ’ ἠλέγχθη ὁ
δείλαιος· τὸ τοῦ λόγου μάτην, λύκος χανὼν καὶ κατεβλήθη, τοῖς ὡραίοις ποσί σου
Ἀρσένιε.
Προσευχῇ
σου προφθάσας, τὴν εὐνὴν Ἀνδρονίκου σὺ ἠλευθέρωσας δυστοκούσαν μάκαρ· καὶ ζῶν
ὕδωρ ἀνέβλυσας Ὅσιε, ἐν τῇ Τετρανήσῳ· ὅπερ τὴν σὴν ἐπωνυμίαν, μέχρι δεῦρο
φυλάττει Ἀρσένιε.
Θεοτοκίον.
Τρέμω
ἔφη ὁ πρέσβυς, τὸν προσβλέψει πάλαι τὴν γῆν σαλεύοντα· ὃν ἐκόμισας μοι, καὶ
κατέχων Παρθένε ῥωννύομαι· ἀποβάντων δέ μοι, χρησμῶν τῶν θείων τοῖς ἐν ᾍδη,
Εὐαγγέλια φέρων κατέρχομαι.
ᾨδὴ
στ’. Ζάλη με λογισμῶν.
Τίς
οὗτος ὁ ἑστὼς ἡμῶν ἐν μέσῳ, ἀοράτοις στάσεσι καὶ πᾶσι, τὴν εὐλογίαν διανέμων,
καὶ χάριν δαψιλῆ, Ἀρσένιος ὁ μέγας· δεῦτε τούτῳ προσπέσωμεν.
ᾌσατε
τῷ Θεῷ, ᾄσατε τέκνα, καὶ εὐχὰς ἀπόδοτε μετὰ ζεούσης καρδίας, ὅπως ἵλεως γένηται
ὑμῖν· εἰς τοῦτο γὰρ πρεσβεύω, κᾀγὼ Πατὴρ ὡς φιλόστοργος.
Τάλανες
ἐκ τῶν ἔργων ἡμεῖς Πάτερ, καταδίκης ἄξιοι, ἀλλὰ σὲ μόνον πλουτοῦμεν, ἀμετάθετον
πρέσβυν πρὸς Θεόν· μὴ οὖν ἐλλίπῃς ἕλκων ἡμῖν, τὸ ἔλεος ἄνωθεν.
Θεοτοκίον.
Ἥλιον
τέτοκας δικαιοσύνης, καὶ τὸ σκότος ἔλυσας τῆς παραβάσεως Κόρη· διὸ λάμψον
κᾀμοί, τὴν φεραυγῆ ἀκτῖνα τῆς μετανοίας· Σὸς γὰρ ἐγὼ δοῦλος ἄχραντε.
Ἱλάσθητί
μοι Σωτήρ.
Ἡ
Κερκυραίων λαμπρά, Μητρόπολις ἀγλαΐζεται, πλουτοῦσά σε θησαυρόν, τεράτων
ἀένναον· καὶ χαίρουσα γάννυται, σοῦ τῇ πανηγύρει, παμμακάριστε Ἀρσένιε.
Ὁ
τῶν Ἀγγέλων χορός, Ἱεραρχῶν τε ὁ σύλλογος, σοὶ ὑπαντῶντες λαμπρῶς, καὶ πνεῦμα
δεχόμενοι, τὸν σὸν ὦ Ἀρσένιε· χαίροις ἐκβοῶσι, τῆς Κερκύρας ὁ ὑπέρμαχος.
Γυνὴ
προσῆλθε ποτέ, δαιμονιώδης αἰτοῦσά σου, ὕδωρ ἀτάκτῳ φωνῇ· καὶ τούτου μεθέξασα,
ἐκ χειρὸς ἁγίας σου, παραχρῆμα Πάτερ, ἠξιώθης τῆς ἰάσεως.
Θεοτοκίον.
Νααὸς
ἐδείχθης Θεοῦ, τοῦ ἀχώρητου πανάμωμε, ὃν ἐν χερσὶ τῷ Ναῷ, κρατοῦσα προσήγαγες·
καὶ τοῦτον δεξάμενος, Συμεὼν ἐβόα· νῦν ἀπόλυσον τὸν δοῦλόν Σου.
Κοντάκιον.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὁ
Κερκύρας πρόμαζος, τὰ ἐπὶ γῆς καταλείψας, στεφηφόρος ἄνεισι, πρὸς τὴν οὐράνιον
δόξαν· Ἄγγελοι, μετ’ εὐφροσύνης προσυπαντῶσιν· ἄνθρωποι, λαμπαδηφόροι
δοξολογοῦσιν· ἐκβοῶντες· χαίροις Πάτερ,
Κερκύρας κλέος, ὁμοῦ καὶ καύχημα.
Ὁ
Οἶκος.
Ἡ
ψυχή μου παμβέβηλος πέφυκε, καὶ μεστὴ ῥυπαρᾶς πάσης πράξεως· ὅθεν ἀπορῶν δειλιῶ
τε καὶ δέδοικα τῇ ᾠδῇ ἐγχειρῆσαι τὸ σύνολον· τίς γάρ εἰμι ἐγὼ ὁ σκώληξ καὶ
ἄμουσος; ἢ πῶς τολμήσω παντελῶς σοῦ τῶν ὕμνων καθάψασθαι; ἀλλὰ ταῖς σαῖς
εὐπροσδέκτοις θαῤῥήσας δεήσεσιν, Ἱεράρχα Ἀρσένια, μετὰ πόθου κραυγάζω καὶ
πίστεως· χαίροις Πάτερ, Κερκύρας κλέος,
ὁμοῦ καὶ καύχημα.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου
Ἀρσενίου, ἀρχιεπισκόπου Κερκύρας.
Κοσμήσας,
Ἀρσένιος, ἡμῖν τὸν θρόνον,
νῦν πρὸς τὸν
αἰθέριον ἀπέβη πόλον.
Ἐννέα καὶ
δεκάτῃ, κῦρ Ἀρσένιος, Νόες ἦραν.
Οὗτος,
ἐν τοῖς χρόνοις ἦν Βασιλείου τοῦ εὐσεβοῦς βασιλέως, τοῦ ἐκ Μακεδονίας,
γεννηθεὶς ἐκ γονέων εὐσεβῶν καὶ θεοφιλῶν· τοῦ μὲν πατρὸς αὐτοῦ ἐκ τῆς Ἁγίας
Πόλεως Ἱερουσαλὴμ ὁρμωμένου, τῆς δὲ μητρὸς ἐκ Βηθανίας· οἵτινες, νομίμως
συναφθέντες, ἐν ἀπαιδίᾳ τὸν βίον διήνυον· πάσῃ δὲ ἀρετῇ καὶ ἀγαθοεργίᾳ τὸν Θεὸν
θεραπεύοντες, καρπὸν ηὔχοντο δοθῆναι αὐτοῖς. Καὶ δὴ τῆς εὐχῆς αὐτῶν ἐπακούσας ὁ
Θεός, ἄξιον ὄντως τῆς αἰτήσεως τὸν καρπὸν αὐτοῖς ἐδωρήσατο. Τὸν καλὸν οὖν
τοῦτον Ἀρσένιον, ἐν Βηθανίᾳ γεννήσαντες, τῷ Θεῷ ἐκ σπαργάνων ἔγνωσαν ἀναθεῖναι.
Ὅθεν καὶ τριετῆ γενόμενον, αἴρουσι μεθ’ ἑαυτῶν· καὶ πρὸς ἓν τῶν ἐκεῖσε
Μοναστηρίων γενόμενοι τῷ Θεῷ, καὶ τῷ τῆς Μονῆς προεστῶτι ἀνέθεντο, εἰς
δωδεκαετίαν αὐτῷ τὰ τῆς μοναδιλῆς πολιτείας ταμιευσάμενοι. Καὶ αὐτοὶ μὲν τὸ
μοναδικὸν ἀμφιεσάμενοι σχῆμα, καὶ κατὰ Θεὸν ἐκεῖσε πολιτευσάμενοι τὸν βίον
ἀπέλιπον. Ὁ δέ γε τίμιος παῖς Ἀρσένιος, γράμμασι παιδευόμενος, καὶ καλῶς
ἀνατρεφόμενος πάσῃ προέκοπτεν ἐναρέτῳ πολιτείᾳ.
Τὸν
δωδέκατον δὲ πεφθακὼς χρόνον, καὶ αὐτὸς ἤδη τὸν μονότροπον ὑπέδυ βίον. Ἀλλὰ
πλείονος ἐφιέμενος τῆς ἐκ τῶν μαθημάτων παιδεύσεως, τὴν Σελευκείαν κατέλαβεν·
ἔνθα τὸ τῆς ἱερωσύνης ἀξίωμα ἐδέξατο, βιασαμένου αὐτὸν τοῦ ἐκεῖσε ἀρχιερέως,
διὰ τὴν ἀρετὴν τὴν αὐτῷ ἐπιλάμπουσαν. Θελήσαντος δὲ αὐτοῦ τὴν Ἱερουσαλὴμ αὖθις
θεάσασθαι, πλοίῳ ἐντυγχάνει πειρατικῷ, καὶ χερσὶν Ἀγαρηνῶν περιπεσών, χάριτι
Θεοῦ λυτροῦται τῆς αἰχμαλωσίας, λόγοις προσηνέσι τε καὶ εὐσεβέσι τοὺς ἀθέους
ἐκμειλιξάμενος. Ἀπολυθεὶς δέ, καὶ τοὺς Ἁγίους καταλαὼν καὶ προσκυνήσας Τόπους,
καὶ τὸν πόθον ἀφοσιωσάμενος, τὴν Κωνσταντινούπολιν καταλαμβάνει, καὶ παρὰ τοῦ
ὁσιωτάτου Τρύφωνος δεξιοῦται. Ἐκείνου δὲ πρὸς τὸν Πατριαρχικὸν ἀναβάντος
θρόνον, τῶν Ἐκκλησίων οὗτος τὴν φροντίδα πιστεύεται· καὶ μετὰ μικρὸν Τρύφωνος
τὸν βίον ἀπολιπόντος, Θεοφύλακτος ἐπὶ τὸν θρόνον ἀνάγεται. Ὃς δὴ τὸν μακάριον
εὑρὼν Ἀρσένιον ἀρετῆς ὕψει μαρτυρούμενον, ψήφῳ Θεοῦ κινηθεὶ τῆς μεγάλης
Κερκυραίων Ἐκκλησίας Ἀρχιερέα χειροτονεῖ, καὶ τὸν τοῦ φωτὸς ἄξιον ἐπὶ τὴν
λυχνίαν τίθησιν.
Ἐντεῦθεν
Ἀρσένιος ἐπὶ τὸν θρόνον ἀναβάς, τὰ τοῦ βήματος, πρῶτον κατακοσμεῖ, καὶ τὴν
χειροτονίαν καθαρὰν καὶ ἀνεπίληπτον ἐπισπεύδει ποιεῖσθαι· εἶτα καὶ τὰ κοινὰ
πατρικῶς προμηθούμενος, ὀρφανῶν γίνεται Πατήρ, χηρῶν ὑπερασπιστής, ἀδικουμένων
προστάτης, πεινόντων τροφεύς, πενήτων χορηγός, καταπονουμένων βοηθός,
λυπουμένων παράκλησις, ἀσθενούντων ἰατρός, καὶ ἁπλῶς τοῖς πᾶσι γέγονε τὰ πάντα
κατὰ τὸν θεῖον Ἀπόστολον· διὸ καὶ ὁ Θεὸς αὐτὸν χάρισι θαυμάτων αὐτὸν
ἀντημείψατο. Σκυθῶν γάρ ποτε τῇ πέρᾳ καταδραμόντων γῇ, καὶ πρὸς τὴν νῆσον
διαπερασάντων, ὁ μακάριος μηδὲν μελλήσας, πρὸς αὐτοὺς παραγίνεται, τὴν ἐκείνων
ὁρμὴν εἰρηνικῶς παρεμποδίσαι πραγματευόμενος. Ἀλλ’ οἱ Σκῦθαι, λῃστρικῶς τοῦτον
κρατήσαντες, διὰ μονοξύλων τῇ θαλάσσῃ ἐπέβησαν. Ὅπερ γνόντες οἱ Κερκυραῖοι, καὶ
αὐτοὶ διαπλευσάμενοι, κατὰ πρόσωπον αὐτοῖς συνήντησα· και ταῖς τοῦ ποιμένος
εὐχαῖς θαῤῥήσαντες, θαρσαλέως κατ’ αὐτῶν ὥρμησαν, καὶ σὺν Θεῷ τούτους
τροπωσάμενοι, οὓς μὲν μαχαίρας ἔργον ἀπέδειξαν, οὓς δὲ τῇ θαλάσσῃ ἐβύθισαν,
τοὺς δὲ λοιποὺς καταδιώξαντες ἐν τῇ λεγομένῃ Τετρανήσῳ πάντας ἀπώλεσαν· ἔνθα δὴ
καὶ διὰ προσευχῆς ὁ Ἅγιος ὕδωρ ἐξαγαγὼν ἐκ πέτρας, ὅπερ καὶ νῦν ἐστὶ βρύζον,
τὸν ἑαυτοῦ διψῶντα λαὸν ἐκόρεσε. Λαμπρῶς οὖν πρὸς τὸν ἰδίον ἐπιστρέψας θρόνον,
πολλῶν καὶ ἑτέρων θαυμάτων αὐτουργὸς ἐγένετο. Αὐχμὸν γὰρ ἰσχυρότατον, τοὺς κατὰ
πᾶσαν νῆσον καρποὺς κατ’ ὀλίγον διαφθείροντα, δι’ ἐντεύξεως ἔλυσε, καὶ ὑετὸν
εὐχῇ κατήγαγε. Παιδίσκην δέ τινος τῶν κατὰ τὴν νῆσον περιφανῶν, ὑπὸ δαίμονος
δεινῶς ὀχλουμένην, εὐχῇ μόνῃ καὶ ἀπὸ νάματος τοῦ συνήθους ῥαντισμῷ τοῦ δαίμονος
ἠλευθέρωσεν. Ἑτέρα δὲ γυναικί, Ἀνδρονίκου τινὸς κληρικοῦ δυστοκούσῃ, καὶ πρὸς
τὸ θανεῖν ἤδη προσεγγιζούσῃ, δι’ εὐχῆς τὸ ζῆν ἐχαρίσατο, καὶ τὸ βρέφος
ἀποτεκεῖν ἐποίησε. Καὶ ὀργὴν κατὰ τῶν λογάδων Κερκύρας, παρὰ τοῦ βασιλέως
Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, υἱοῦ Λέοντος τοῦ Σοφωτάτου κηρυχθεῖσαν,
πάντας κελεύουσαν ἀχθῆναι εἰς τὴν Κωνσταντινούπολιν, αὐτὸν ἐντέχνως ταύτην
διέλυσεν· ὁ γὰρ τὴν ἀρχὴν Κερκύρας παρὰ βασιλέως δεξάμενος, φιλοχρήματος ὤν,
κατ’ αὐτῶν ἀδίκως ἐψεύσατο. Ὁ δέ γε θεῖος Πατήρ, ὑπὲρ αὐτῶν τὴν ἑαυτοῦ ψυχὴν
θέμενος, καὶ γήρως καὶ θαλάσσης καὶ χειμῶνος ἐπιλαθόμενος, πρὸς τὸν βασιλέα
παρεγένετο· καὶ τὸν ἐκείνου καταπραΰνας θυμόν, συμπαθείας γραμμάτιον ἐδέξατο.
Κᾀκεῖθεν φιλοφρόνως ἐξελθών, πρὸς τὴν ἰδίαν ποίμνην ἐρχόμενος, καὶ κατὰ τὴν
Σκύρον νῆσον φθάσας, νόσῳ περιπτίπτει· πλησίον δὲ Κορίνθου γενόμενος, τῷ Θεῷ
τὴν μακαρίαν ψυχὴν παρέθετο. Ἐντίμως οὖν ἐκεῖσε παρά τε τῶν ἰδίων καὶ τῶν
συνελθόντων κηδεύεται· ὕστερον δὲ οἱ τῆς πόλεως Κερκύρας παραγενόμενοι, μετὰ
τοῦ ἱεροῦ λειψάνου πρὸς τὴν ἰδίαν ἐπανιέναι πόλιν ἐφώρμουν· ἔνθα δὴ καί τι
θαύματος ἄξιον συνέβη γενέσθαι, τοῦ Θεοῦ τὸν οἰκεῖον δοξάζοντος θεράποντα. Τὴν
ἀρετὴν γὰρ τοῦ ἀνδρὸς οἱ τῆς ἐπαρχίας ἐκείνης ἀκούοντες, καὶ τοῦτον διὰ
θαύματος ἔχοντες, ἐτόλμησαν, ἁγιασμοῦ χάριν, τῆς ἱερᾶς αὐτοῦ γενειάδος λάθρα
μέρος λαβεῖν· ὃ καὶ ποιήσαντες ἐγνώσθησαν. Ὅμως τὸ τίμιον αὐτοῦ σῶμα
ἀνακομισθέν, εὑρέθη πάλιν σῶον τῇ τοῦ Θεοῦ χάριτι, τὴν γενειάδα ἔχον ὁλόκληρον·
ὃ καὶ κατετέθη εὐλαβῶς ἐν τῇ Κερκυραίων Μητροπόλει, θαύματα καὶ ἰάσεις βρύον
ἑκάστοτε εἰς αἶνον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ· καὶ τοῦ
Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Θανοῦσα θείων
ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Γῆν μακάρων λάχον
ἐννεακαιδεκάτῃ Μακάριοι.
Τούτων, ὁ μὲν Αἰγύπτιος
γέγονε τῆς ἐρήμου θρέμμα καὶ γέννημα. Καὶ ἐξ ἁπαλῶν ὀνύχων τὴν ἀρετὴν μετελθών,
καὶ ταύτην ἀγαπήσας, καὶ περιλαβών, θεῖον τοῦ Πνεύματος καταγώγιον ἐγένετο.
Τοσαύτην γὰρ καρτερίαν ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσιν ἐκτήσατο, ὡς κατὰ πνευμάτων
ἀκαθάρτων λαβεῖν ἐξουσίαν. Ἐπήνθει δὲ αὐτῷ καὶ τὸ διακρίσεως χάρισμα, καὶ τὰ
μέλλοντα προὔλεγε, καὶ θαυμάτων ἄλλων αὐτουργὸς γέγονε. Τούτων οὖν ἕνεκεν,
πολλῇ παρακλήσει τοῦ τότε ἀρχιερέως, τὴν ἱερωσύνην καταδέχεται, μὴ ἀνασχομένου
τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι. Οὗ γενομένου, εἰς σκληροτέραν ἀγωγὴν
ἑαυτὸν ὁ Μακάριος δέδωκε. Σύριγγα, γὰρ ποιήσας ὑπόγειον, ἀπὸ τῆς κέλλης αὐτοῦ
ὡς ἥμισυ σταδίου διηκούσαν, καὶ σπήλαιον αὐτοχείρως πρὸς τὸ ἄκρον ὀρύξας,
εἴποτε πλείονες αὐτῷ παρενέβαλλον, καὶ διηνώχλουν, λάθρα τὴν σύριγγα ὑπερχόμενος,
τῷ σπηλαίῳ προσέβαλλε, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Περὶ δὲ βρώσεως καὶ πόσεως,
περιττόν ἐστι γράφειν καὶ λέγειν, τοῦ σώματος αὐτοῦ καὶ τῆς θέας τὴν ἄκραν
ἐγκράτειαν μαρτυρούντων.
Οὗτος, ἐπεὶ αἱρετικὸς εἰς
ὁμιλίαν αὐτῷ προσῆλθεν, ἀρχικὸν δαίμονα ἔχων, καὶ λέγων, μὴ εἶναι ἀνάστασιν
νεκρῶν, νεκρὸν ἀνέστησεν, ἵνα πείσῃ αὐτόν. Ἔλεγε δὲ ὁ Ἅγιος, ὅτι τάγματα
δαιμόνων εἰσὶ δύω· τὸ μέν, πολεμοῦν τοῖς ἀνθρώποις εἰς πάθη ἀλλόκοτα· τὸ δέ,
ἀρχικὸν καλούμενον, καὶ πλάνην ἐμποιοῦν τοῖς ἀνθρώποις· τοὺς δὲ τοιούτους
δαίμονας ἀφορίζει ὁ σατανᾶς τοῖς γόησι καὶ τοῖς αἱρεσιάρχαις.
Οὗτος ὁ Ἅγιος, νοσφιζομένῳ
τῷ ἰδίῳ μαθητῇ τὰ τῶν πενήτων, καὶ μὴ διορθουμένῳ, ὀργὴν Κυρίου προεῖπεν, ὃ καὶ
γέγονεν, ἐλεφαντιάσαντι. Καὶ τὸν ἐπηρείᾳ δαίμονος καθ’ ἑκάστην ἐσθίοντα τρεῖς
μοδίους ἄρτων, καὶ κυλικίσιον οἴνου πίνοντα, τρεῖς λίτρας ἄρτου ἐσθίειν
ἀποκατέστησε. Καὶ τὸν διάβολον ἑώρακε, καὶ τὰς αὐτοῦ μηχανὰς ἐν ληκυθίοις
ἐπιφερόμενον. Καὶ τὸν ἀπατώμενον ὑπ’ αὐτοῦ μοναχόν, Θεόπεμπτον καλούμενον,
διωρθώσατο. Καὶ παρὰ κρανίου ἐν τῇ ἐρήμῳ κειμένου, ἱερέως τῶν εἰδώλων
γεγονότος, τοῦτο ἀκήκοε. Ταῖς προσευχαῖς αὐτοῦ μικρὸν τοὺς ἐν τῇ κολάσει αὐτῆς
ἀνίεσθαι τῆς βασάνου, ὅταν τύχῃ ταύτας, ποιεῖσθαι ὑπὸ αὐτῶν. Προεῖπε δὲ καὶ τὴν
ἐρήμωσιν τῆς Σκήτεως. Καὶ ἕτερον νεκρὸν ἀνέστησεν, ὡς ἂν εἴπῃ ποῦ τὴν
παρακαταθήκην τῶν ταύτην ζητούντων ἐνέκρυψε, καὶ πάλιν προσέταξε κοιμηθῆναι.
Τοιούτοις οὖν θεαρέστοις ἔργοις κοσμούμενος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.
Ὁ δὲ Ἄγιος Μακάριος ὀ
Ἀλεξανδρεύς, πρεσβύτερος ἐχρημάτισε τῶν λεγομένων Κελλίων, ἡσυχίαν ἄκραν καὶ καρτερίαν
ἐνδειξάμενος, καὶ ἔργα καὶ σημεῖα πεποιηκώς. Τούτου τὰς ἀρετὰς ὑπεραγασθεὶς ὁ
Μέγας Ἀντώνιος, ἔφη· Ἰδοὺ ἐπανεπαύσατο τὸ Πνεύμα τὸ Ἅγιον ἐπὶ σοί, καὶ ἔσῃ
τοῦ λοιποῦ τῶν ἐμῶν ἀρετῶν κληρονόμος. Οὗτος ὀ Μακάριος, εἴποτε ἤκουσέ τινα
πεποιηκότα ἔργον ἀσκήσεως, αὐτὸν παραζηλώσας, ἐν τῷ ἔργῳ ἐπλήρου, ὅθεν ἀκούσας,
ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον ἔκρινεν, ἐπὶ
ἔτη ἑπτά, πᾶν τὸ διὰ πυρὸς γινόμενον μὴ φαγεῖν, πλὴν λαχάνων ὠμῶν, καὶ ὀσπρίων
βρεκτῶν. Ἔτι δὲ καὶ τοῦ ὕπνου περιγενέσθαι ἠγωνίσατο, καὶ οὐκ εἰσῆλθεν ὑπὸ
στέγην, ἐν ὅλοις εἴκοσι νυχθημέροις, τῷ καύματι τῆς ἡμέρας φλεγόμενος, καὶ τῇ
τῆς νυκτὸς ψυχρότητι πηγνύμενος. Ὀχληθεὶς δὲ ὑπὸ δαίμονος τῆς πορνείας, ἀπελθὼν
ἐν τῇ πανερήμῳ, κατέμεινε μῆνας ἕξ· ἔνθα οἱ κώνωπες μέγιστοι ὄντες, ὡς σφῆκες,
αὐτὸν σφοδρῶς κατετίτρωσκον, ὡς καὶ σπονδύλους καθ’ ὅλου τοῦ σώματος
ἐξενεγκεῖν. Μετὰ γοῦν τοὺς ἓξ μῆνας, εἰς τὸ κελλίον αὐτοῦ ὑποστρέψας, ἀπὸ μόνης
τῆς φωνῆς ἐγνωρίζετο, διὰ τὸ ἠλλοιῶσθαι τὸ σῶμα αὐτοῦ, καὶ ἐλεφαντιῶσι
παρεικάζεσθαι.
Τούτου ποτε φρέαρ
διορύσσοντος, ἀσπὶς εὑρεθεῖσα, ἤψατο τῆς χειρὸς αὐτοῦ, ἀναιρετικὸν δέ ἐστι
τοῦτο τὸ θηρίον. Ὁ δέ, ταῖς χερσὶν ἀμφοτέραις δραξάμενος τῶν χελύων αὐτῆς,
διέσχισεν εἰπών· Μὴ ἀποστείλαντός σε τοῦ Θεοῦ, πῶς ἐτόλμησας ἄψασθαί μου;
Εἰσῆλθε ποτὲ ἐν τῷ Μοναστηρίῳ τῶν Ταβεννησιωτῶν, θέλων μαθεῖν ἑκάστου τὴν αὐτῶν
ἐργασίαν. Καὶ ὡς ἐπέστη ἡ Τεσσαρακοστή, οἶδε διαφόρους ἐν αὐτοῖς πολιτείας. Ὁ
μὲν γὰρ ἤσθιεν ἐν ἑκάστῃ ἑσπέρᾳ, ὁ δὲ διὰ δύω, ἄλλος διὰ τριῶν, ἕτερος διὰ
πέντε, ἄλλοι διὰ πάσης νυκτὸς ἑστῶτες, τῇ ἠμέρᾳ εἰς τὸ ἔργον ἐκάθηντο. Ὁ δὲ
Μακάριος, βρέξας ἑαυτῷ θαλλοὺς ἐκ φοινίκων, ἔστη ἐν μιᾷ γωνίᾳ, μέχρις αἱ
τεσσαράκοντα ἡμέραι ἐπληρώθησαν, καὶ τὸ Πάσχα ἔφθασεν, ἐν αἷς οὐκ ἄρτου
μετελάμβανεν, οὐχ ὕδατος, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐ
τροφῆς ἑτέρας ἐγεύσατο, ἐκτὸς κράμβης ὠμῆς, καὶ ταύτης κατὰ μόνην Κυριακήν.
Τούτου ποτε καθεζομένου ἐν
τῇ αὐλῇ, καὶ τὰ πρὸς ὠφέλειαν ὁμιλοῦντος, ὕαινα συμπαραλαβοῦσα τὸν ἑαυτῆς
σκύμνον ὄντα τυφλόν, ἔῤῥιψεν εἰσελθοῦσα εἰς τοὺς πόδας αὐτοῦ. Ὁ δέ, ἐπὶ τοὺς ὀφθαλμοὺς
αὐτοὺς πτύσας, ἐποίησεν αὐτὸ ἀναβλέψαι. Ἡ δέ, λαβοῦσα τὸ ἑαυτῆς γέννημα,
ἐξῆλθε. Καὶ τὴν ἕωθεν σπεύσασα, κώδιον μέγα προβάτου ἤνεγκε τῷ Μακαρίῳ. Ὁ δὲ
ἔφη πρὸς αὐτήν· Τὰ ἐξ ἀδικίας ἐγὼ οὐ δέχομαι. Ἠ δὲ ὕαινα, κλίνασα τὴν
κεφαλήν, ἐξῆλθε τῆς αὐλῆς, Εἶδε καὶ οὗτος τὸν διάβολον, τὰ εἶδη τῆς ἀπάτης
ἐπιφερόμενον, διά τινος ἐσθήματος τρωγλωτοῦ καὶ κολοκυνθίων αἰνιττόμενον ταῦτα.
Ἦν δὲ ὁ Ἅγιος τὴν ἡλικίαν
ἔχων ὑποκόλοβον, σπανός, ἐπὶ τοῦ χείλους μόνον ἔχων τρίχας, καὶ εἰς τὸ ἄκρον
τοῦ πώγωνος. Τῇ ὑπερβολῇ γὰρ τῶν ἀσκητικῶν πόνων οὐδὲ τρίχες αὐτῷ ἐξεφύησαν.
Ὅθεν οὕτως ἀσκήσας, καὶ ἐν βαθεῖ γήρᾳ καταντήσας, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τῶν νεαρῶν
Αὐταδέλφων Ὁσίων, τῶν διὰ τῆς εὐχῆς ἁγιασθέντων.
Δι᾿ εὐχῆς
ἤρθη εἰς εὔκλειαν μαρτύρων,
ἡ δυὰς νεαρῶν
αὐταδέλφων ξένων.
Οἱ
ὅσιοι τοῦ Χριστοῦ, νεαροὶ αὐτάδελφοι, ὧν Κύριος μόνον οἷδε τὰ ὀνόματα, ἐξ
εὐγενοῦς οἰκογενείας ἕλκοντες τὴν καταγωγὴν ἐγκατέλιπον τὴν τύρβην τοῦ κόσμου
καὶ τὰς ἐν αὐτῷ προσκαίρους ἀπολαύσεις, ποθήσαντες ἀνῦσαι βίον ἀσκητικὸν ἐν τῇ
ἐρήμῳ. Παριδόντες οὖν τὸ νεαρὸν τῆς ἡλικίας προσῆλθον τῷ Μεγάλῳ Μακαρίῳ καὶ
ἀπῄτησαν σὺν αὐτῷ μεῖναι καὶ ἀσκήσασθαι. Οὗτος ἰδὼν τὴν τρυφηλὴν αὐτῶν ὄψιν καὶ
γιγνώσκων καλῶς τὸ τραχὺ τῆς ἐρήμου οὐκ ἤθελεν αὐτοὺς δέξασθαι. Καμφθεὶς ὅμως
πρὸ τῆς ἐπιμονῆς αὐτῶν ὑπέδειξεν αὐτοῖς τόπον ἀσκήσεως καὶ ἐφοδιάσας αὐτοὺς διὰ
πελέκεως πρὸς λατόμησιν πέτρας καὶ πῆξιν καλύβης καὶ νουθετήσας αὐτοὺς
καταλλήλως πρὸς οἰκοδομὴν πνευματικὴν καὶ ἐξοικονόμησιν τοῦ ἐπιουσίου ἄρτου
ἀφῆκεν αὐτοὺς ἠσύχως ἀσκῆσαι. Μετὰ παρέλευσιν τριῶν ἐνιαυτῶν ἀπεφάσισεν ὁ θεῖος
οὖτος πατὴρ ἐπισκέψασθαι αὐτούς, ἵνα θεωρήσῃ τὴν πνευματικὴν αὐτῶν πρόοδον,
θαυμάζων ὅτι τὸ ἐν τῷ μεταξὺ διαῤῬεῦσαν διάστημα ἀφανῶς οὗτοι ἐβίων. Μετ᾿
ἐκπλήξεως δὲ διεπίστωσε τὸ μέτρον τῆς αὐτῶν ἀρετῆς πολιτευομένων ἐν ἄκρᾳ σιωπῇ
καὶ ἀδιαλείπτῳ εὐχῇ. Ἠξιώθη μάλιστα, παραχωρήσει θείᾳ, ἰδεῖν τὴν κατ᾿ αὐτῶν
ἕφοδον τῶν ὡς μυϊῶν δαιμόνων ἐν ὥρᾳ προσευχῆς καὶ τὴν περιχαράκωσιν τῶν ὁσίων
αὐταδέλφων ὑπὸ ἀγγέλου τοῦ Θεοῦ. Ἔτι δὲ πλέον τὴν ἐν εἴδῃ πυρίνου σχοινίου
ἄνοδον τῆς προσευχῆς αὐτῶν πρὸς τὸν οὐράνιον θρόνον. Νεαροὶ ἔτι ὄντες οἱ θεῖοι
οὗτοι αὐτάδελφοι ὅσιοι, ὀλίγον μετὰ τὴν ἀναχώρησιν τοῦ ὁσίου Μακαρίου ἐκ τῆς
καλύβης αὐτῶν ἀπῆλθον πρὸς Ὃν ἠγάπησαν Κύριον, ἵνα εὐφραίνωνται καὶ
πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρκου
Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας τῶν Ἀνατολικῶν Γραικῶν μονομάχου καὶ
ὑπερμάχου καὶ φύλακος.
Κρατεῖ
μὲν Ἄτλας μυθικῶς ὤμοις πόλον,
Κρατεῖ
δ’ ἀληθῶς Μάρκος ὀρθοδοξίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Μάρτυρος Εὐφρασίας.
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Αὕτη ἦν ἐκ πόλεως
Νικομηδείας, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, γένους ἐπισήμου, τρόπου σώφρονος καὶ
χρηστοῦ. Μὴ πεισθεῖσα δὲ θυσίαν τοῖς δαίμοσι προσενεγκεῖν, τύπτεται σφοδρῶς.
Καὶ ἐπιμένουσα τῷ ἐνστάσει, πρὸς ὕβριν ἀνδρὶ βαρβάρῳ ἐκδίδοται, ὑφ’ οὗ τὴν
κεφαλὴν ἀπετμήθη ἀπατηθέντος παρ’ αὐτῆς, ὅτι εἰ ταύτης ἀπόσχοιτο, παρασχεῖν
αὐτῷ φαρμάκων, ᾧ χρησάμενος, ταῖς ἐπιφοραῖς τῶν ξιφῶν, καὶ ταῖς διακοντίσεσι
τῶν πολεμίων, ἄτρωτος ἔσται. Καὶ πεῖραν λαβεῖν ἔλεγε, τὸν ἑαυτῆς αὐχένα
προτείνασα. Ὁ δὲ ἀληθεύειν ταύτην οἰηθείς, ἐνεγκὼν κραταιότερον, τὴν αὐτῆς
ἀπέτεμε κεφαλήν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου
τοῦ Γαλλησιώτου καὶ ὁμολογητοῦ, ὅστις ἐχρημάτισεν ἐν ἔτει 1250
Κτείνει
Δαβὶδ μὲν ἀλλόφυλον σφενδόνη,
Κτείνει
δὲ Μελέτιος Αὐσόνων πλάνην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ
Χρυσοστομάτου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Ἁγίου Ἰωάννου Χρυσοστόμου Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μακαρίου, ἐπισκόπου Ἱερισσοῦ.
Ἱερισσὸς γάνυται σῇ ποιμανσίᾳ,
Μακάριε, ἀγλαῶν ποιμένων γέρας.
Οὗτος, ἤκμασε κατὰ τοὺς
χρόνους τοῦ Μεγάλου Κωνσταντίνου καὶ τοῦ Θεοδοσίου. Ἐκοιμήθη ἐν ὁσιότητι ἐπὶ
τῆς βασιλείας τοῦ Ἀρκαδίου. Ἐχρημάτισε, κατὰ πᾶσαν πιθανότητα ὁ πρῶτος,
ἐπίσκοπος Ἱερισσοῦ τῆς Χαλκιδικῆς καὶ θεωρεῖται ὁ κτήτωρ τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγ.
Στεφάνου τῆς Ἱερᾶς Μονῆς Κωνσταμονίτου τοῦ Ἁγίου Ὄρους.
Κατὰ τὰ πρῶτα ἔτη τῆς
ἐπισκοπικῆς αὐτοῦ διακονίας συνηντήθη μετὰ τοῦ Μεγάλου Κωνσταντίνου,
ἐπιζητοῦντος ἐκείνου κρῖσαι τὴν Νέαν Ῥώμην παρὰ τὸν Ἀκάνθιον ἰσθμόν, τὸν
πλησίον τῆς Ἱερισσοῦ καὶ τοῦ Ἁγιωνύμου Ὄρους κείμενον. Οὗτος διὰ τῆς σοφίας τῶν
αὐτοῦ λόγων κατέπιθε τὸν θεόστεπτον ἄνακτα ἀπομακρυνθῆναι τῶν αὐτοῦ σχεδίων καὶ
διασῶσαι τὸ φιλήσυχον τῆς περιοχῆς καὶ δὴ τὸν μοναχοτρόφον Ἄθωνα.
Ἐπὶ Ἰουλιανοῦ τοῦ
Παραβάτου, ὁ Μακάριος κατεδιώχθη καὶ ἠναγκάσθη ἐλθεῖν εἰς Ἄθωνα, ἔνθα ἐνεδόμησε
τὸν ὑπ’ ἐκείνου ἐρημωθέντα ναὸν τοῦ Πρωτομάρτυρος Στεφάνου, τῆς Ἱερᾶς τοῦ
Κωνσταμονίτου Μονῆς. Ἐν αὐτῇ καλῶς ἀγωνισάμενος ὁ ἀοίδιμος ἐκοιμήθη ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μακαρίου τοῦ Καλογερᾶ.
Ζωῆς μετέσχες
φερωνύμου σοι Πάτερ,
ἐν εὐσεβείᾳ
ἐκτελέσας τὸν βίον.
Οὗτος,
ἐγεννήθη φθίνοντος τοῦ 17ου αἰῶνος, περὶ τὸ 1668 ἔτος, ἐν τῇ νήσῳ
Πάτμῳ. Πορισάμενος δὲ τὰς πρώτας ἀρχὰς τῆς ἐγκυκλίου γνώσεως ἐν τῇ οἰκείᾳ
πατρίδι καὶ ἐπιποθῶν σφόδρα πολλῷ πλείονος παιδείας γενέσθαι κάτοχος, ἦλθεν ἐν
Κωνσταντινουπόλει, ἔνθα ἐσπούδασε θεολογίαν καὶ φιλοσοφίαν. Ἔμπλεως οὖν
τυγχάνων δαψιλοῦς παιδείας καὶ γνώσεως, μᾶλλον δὲ πίστεως καὶ εὐαγγελικῆς
σοφίας, ἐχειροτονήθη Διάκονος. Ἐν ἔτει 1713ῳ ἐπανελθὼν εἰς Πάτμον συνηρίθμησεν
ἑαυτὸν τῇ Ἀδελφότητι τῆς αὐτόθι τοῦ Εὐαγγελιστοῦ Ἰωάννου Μονῆς. Ἵδρυσε δὲ
ἐνταῦθα, παρὰ τὸ ἱερὸν Σπήλαιον τῆς Ἀποκαλύψεως, τὴν Πατμιάδα Σχολήν, ἐν ᾗ καὶ
τὸν Δίκαιον πρέποντα ὕπνον κεκοίμηται, τὴν 17ην Ἰανουαρίου τοῦ 1737
ἔτους, πλεῖστα συγγράμματα συντεταχὼς καὶ τῇ Ἐκκλησίᾳ καταλελοιπώς.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἐπαναφορᾶς
τοῦ Σταυροῦ τοῦ μαρτυρίου τοῦ Ἀποστόλου Ἀνδρέου ἐν Πάτραις, ἐν ἔτει 1980 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου
τοῦ Νηστευτοῦ, τῆς Μονῆς τοῦ Ἁγίου Ἀντωνίου τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου
τοῦ διακόνου, τῆς Μονῆς τοῦ Ἁγίου Θεοδόσιου τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου
Νόβγκοροντ, τοῦ διὰ Χριστοῦ σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου
τοῦ Ῥωμαίου, Νόβγκοροντ Ῥωσσίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Στυλίτου τοῦ Γεωργιανοῦ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικοδήμου τοῦ Μπέλγκοροντ
Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ
ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὀ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς
πύλας τῆς Καθολικῆς Ἐκκλησίας, καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Πῶς
οὐκ ἂν ἦρε Βασίλειε τὰς πύλας,
Μέγας
ναός σοι τῷ νῷ τῷ ἐμψύχῳ;
Οὐάλεντος (364-378) τὰ
σκῆπτρα τῆς τῶν Ῥωμαίων βασιλείας κρατοῦντος, ἀρχιερεῖς τινες τὰ τοῦ Ἀρείου
βλάσφημα ῥήματα πρεσβεύοντες μετὰ καὶ ἱερέων κακογνώμονων, ἐκ Νικαίας τῆς
Κωνσταντίνου καταλαμβάνουσι καὶ πρὸς τὸν βασιλέαν γενόμενοι τὴν κυριείαν τοῦ ἐν
τῇ Νικαίᾳ μεγίστου μητροπολιτικοῦ ναοῦ αἰτοῦνται. Ὁ δὲ Οὐάλης τὴν αὐτὴν δεινὴν
κακοδοξίαν πάσχων, ἐκέλευσε δοθῆναι τὸν ναὸν αὐτοῖς, στρατιώτας πέμψας ἅμα μετ’
αὐτῶν τοῦ ἐκδιώξαι τὸν εὐσεβῆ καὶ ὀρθῶς δοξάζοντα καὶ θεραπεύοντα Θεὸν ἐκεῖσε
ἀρχιερέα. Τοῦτο οὖν μαθόντες οἱ τῶν Ὀρθοδόξων ἐν Νικαίᾳ ἀντεχόμενοι παραδόσεων,
εὐθὺς τὸν τῆς Καισαρείας πρόεδρον, τὸν Μέγαν δηλονότι Βασίλειον εἰς ἀντίληψιν
ἐπικαλοῦνται, ἐκδυσωποῦντες αὐτὸν ἵνα τῷ βασιλεῖ μεσιτεύσῃ, τῆς τοιαύτης
ἀποφάσεως αὐτὸν ἀποτρέψῃ, καὶ ὑπὲρ αὐτῶν ἱκετεύσῃ.
Βασίλειος δὲ εἰς τὴν τῶν
πόλεων βασιλίδα ἀπελθών, καὶ στὰς κατενώπιον τοῦ βασιλέως, παῤῥησίᾳ ἔφη αὐτῷ: «Ὁ προφήτης Δαυΐδ, λέγει· Τιμὴ βασιλέως
κρίσιν ἀγαπᾷ, ὁ δὲ σοφὸς Σολομών· Κρίσις βασιλέως, δικαιοσύνη. Ὅθεν ἵνα τί, ὦ
βασιλεῦ, ἄνευ κρίσεως δικαίας, τοῖς μὲν Ὀρθοδόξοις τὴν εἴσοδον ἐν τῷ πατρώῳ ναῷ
κωλύεις, τοῖς δὲ κακοδόξοις ἀρειανοῖς εἰς λατρείαν αὐτὸν παραδιδώς;»
Ὑπολαβὼν δὲ καὶ λοξῷ πρὸς αὐτὸν τῷ ὄμματι ἀπιδὼν ἀπεκρίθη ὁ βασιλεύς: «Καὶ πάλιν ὁρῶ σε, ὡς οὐκ εἰκός, εἰς ὕβρεις
τραπέντα, ὦ Βασίλειε, ἀλλὰ τὰ νῦν οὐκ ὀρθῶς ἐλέγχεις με». Καὶ ὁ Ἅγιος: «Ὑπὲρ τῆς ἀληθείας προθύμως ἀποθανεῖν
βούλομαι». Ἔφη οὖν αὐτῷ ὁ βασιλεύς: «Οὐκοῦν,
ὅθεν ἐλήλυθας ἀνέστρεφε καὶ μόνος ὡς ἐπίστασαι κρπινε, πλὴν οὐ πρὸς τὸ τοῦ λαοῦ
σου συμφέρον». Ἀντέλεξε δὲ αὐτῷ Βασίλειος πραείᾳ τῇ φωνῇ: «Δός μοι, ὦ βασιλεῦ, τὴν ἐξουσίαν ταύτην καὶ
εἰ γνωσθείη σοι, ὅτι καταβράβευσά τινα, μαχαίρας ἔργον με ποίησον».
Χρόνος οὐ μεταξὺ πολὺς μετὰ
ταῦτα, καὶ εἰς Νίκαιαν ὁ Μέγας Βασίλειος ἔρχεται. Συναθροίσας οὖν τούς τε τῆς
εὐσεβείας λατρευτάς, καὶ τοὺς τὴν δυσσέβειαν νοσοῦντας, πρὸς ἅπαν τὸ πλῆθος τὸν
όγον ἀνενεγκὼν εἶπε: «Ἰδοὺ ἐκ Βασιλεούσης
πάρειμι καὶ ἔχω ὑμῖν τι εἰπεῖν· δεῦτε καὶ κατασφραγίσαντες τὰς τοῦ ναοῦ θύρας,
τοῦ Κυρίου δεηθῶμεν, ὅπως αὐτὸς ἡμῖν τὸ ζητούμενον φανερώσῃ. Προσεύξασθε, ὅθεν,
ὑμεῖς οἱ τὰ τοῦ Ἀρείου φρονοῦντες πρῶτον καὶ ἐὰν θεόθεν αἱ θύραι ἀνοιχθήσωνται,
λάβετε αὐτόν. Ἐὰν δὲ μή, καὶ ἡμεῖς αὐτοὶ προσευξώμεθα, καὶ εἰ μὲν ταῖς
ἡμετέραις ἐπικαμπτόμενος δεήσεσιν ὁ Κύριος τὰς τοῦ ναοῦ πύλας διανοίξῃ, ἡμῖν
ἔσται ἡ τοῦ ναοῦ εἰς τοὺς αἰῶνας κυριότης, εἰ δὲ πάλιν οὐδὲν ἐπισυμβῇ, ὑμεῖς
ἔσεσθε οἱ τοῦ ναοῦ κύριοι».
Ἤρεσαν οἱ λόγοι οὗτοι
ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἀπελθόντες καθὰ συνεφώνησαν κατησφαλίσαντο τὴν
ἐκκλησίαν. Ἐπὶ τρισὶν οὖν ἡμέραις εὐχαὶ ἀνεπέμποντο ὑπὸ τῶν ἀρειανοφρόνων
πυκναί, ἀλλ’ οὐκ εἰσήκουσεν αὐτοὺς ὁ ὑπ’ αὐτῶν ὑβριζόμενος Χριστός.
Βασίλειος δὲ τότε ἡγούμενος
τοῦ τῶν Ὀρθοδόξων δήμου, ἐν τῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Διομήδους ἱερῷ τεμένει
μεταβάς, ἀγχοῦ που του μητροπολιτικοῦ ναοῦ κειμένῳ, καὶ δέησιν μετὰ παντὸς τοῦ
λαοῦ ὁλονύκτιον ποιήσας, περὶ ὄρθρον αὐγάζοντα ἀπῆλθε μετὰ φώτων καὶ ὕμνων καὶ
θυμιαμάτων, τῶν αἱρετικῶν συνακολουθούντων, ἄχρι τῶν κεκλεισμένων τοῦ ναοῦ
θυρῶν. Ὡς δὲ τὰς χεῖρας διεπέτασεν καὶ τὸ χριστοφόρον σημεῖον ταῖς τοῦ ναοῦ
θύραις τριττῶς διεπέτασεν καὶ τὸ χριστοφόρον σημεῖον ταῖς τοῦ ναοῦ θύραις
τριττῶς διεχάραξεν, καὶ ἔκραξεν λεοντιαίᾳ τῇ φωνῇ: «Εὐλογητὸς ὁ Θεὸς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων», τότε
-ὢ τοῦ θαύματος!- οἱ μοχλοὶ παραχρῆμα ἐθραύσθησαν, τὰ σήμαντρα κατέπεσον καὶ
αὐτομάτως αἱ πύλαι ἠνεώχθησαν. Ἅπαντες δὲ χαρᾶς ἀνεκλαλήτου πλησθέντες,
ἐνηγκαλισάμενοι καὶ καταφιλήσαντες ἀλλήλους, παραυτίκα ἀκωλύτως εἰσελθόντες ἐν
τῷ ναῷ τὴν Θείαν Λειτουργίαν ὑπερβαλλόντως ἐπεπληγμένοι ἐπετέλεσαν μετὰ πάσης
εὐλαβείας καὶ σεμνότητος, ᾄδοντες καὶ ψάλλοντες, τῷ ἐν Ἁγίοις θαυμαστῷ Κυρίῳ
καὶ Θεῷ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρα, Μνήμην τῆς
ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, Πατριάρχου
Κωνσταντινουπόλεως, μετατεθέντος καὶ κατατεθέντος εὐλαβῶς ἐν τῷ ναῷ τῶν Ἁγίων
Ἀποστόλων τῆς Βασιλευούσης.
Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,
Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
Ἡ
ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ἁγίου Γρηγορίου, τελευτήσαντος καὶ ταφέντος ἐν τῇ
πατρίδι αὐτοῦ Ναζιανζῷ, ἐγένετο ἐπὶ αὐτοκράτορος Κωνσταντινουπόλεως
Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τὸ ἔτος 912 μ.Χ., τὸ δὲ ἅγιον λείψανον
μετεκομίσθη εἰς τὴν Βασιλεύουσαν, καὶ κατετέθη ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Ἡ
τιμία κάρα τοῦ Ἱεράρχου εὑρίσκεται ὡς πολύτιμος ὄλβος εἰς τὴν Μονὴν τοῦ
Βατοπεδίου τοῦ Ἁγίου Ὄρους, μέρος δὲ τῶν λειψάνων ἐν τῇ Νέᾳ Καρβάλῃ Καβάλας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Τῇ εἰκόνι τῇ χρυσῇ
Σύννουν
φρόνημα δεικνύς, καὶ ἀκατάπληκτον ἦθος Ἠλίας ἄλλος, καθαρῶς ἔλεγες, τῶν
βασιλέων κατεναντίον· οὐκ ἠσχύνου δὲ καὶ γάρ, ἀληθείας τοὺς λαμπροὺς ἄνθρακας
ἐψωμίσθης, καὶ ἐπευλόγεις Θεὸν τὸν τῶν Πατέρων ἡμῶν.
Ἔθετό
σε Χριστός, τῇ Ἐκκλησίᾳ ὡς λύχνον, καὶ ὡς ἀστέρα ἔπηξε μέγιστον· ὅθεν ἑσπέρα
φωταγωγεῖται, ἐξαιρέτως δὲ ἡ σὴ νῆσος αὕτη ἡ μικρά, καὶ καυχομένη ψάλλει·
εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἰσχυράν
Σε βοηθόν, καὶ ἀκαθαίρετον τεῖχος, καὶ πύργον ἔχων ἐν περιστάσεσι, Θεογεννῆτορ
καὶ τὴν ὁμίχλην, ποίμνης ταύτης τὴν πολλήν, Σοῖς προσάγω οἰκτιρμοῖς, βοῶν μετὰ
δακρύων· ῥύου ἡμᾶς πειρασμῶν ταῖς Ἀρσενίου εὐχαῖς.
Οἱ
ἐκ τῆς Ἰουδαίας.
Ὡς
προστάτην Κερκύρας καὶ διώκτην πνευμάτων ἀνευφημοῦμέν σε, Ἀρσένιε τρισμάκαρ,
βοῶντες τῷ Σωτῆρι, εὐχαρίστως καὶ ψάλλοντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Πολιοῦχον
παμμάκαρ καὶ ὑπέρμαχον θεῖον καὶ μέγαν οἴακα, ἰθύναντα πρὸς τρίβους, ἡμᾶς τῆς
σωτηρίας, ζῶντα σὲ ἐπλουτίσαμεν· διὸ καὶ δυσωπεῖν, ὑπὲρ ἡμῶν μὴ παύσῃ.
Μυστιπόλος
ὡς θεῖος καλυπτόμενος ἔνδον τοῦ θείου γνόφου σοφέ, πυρὶ τῷ ὑπερτάτῳ, Τριάδος
τῆς Ἁγίας, καὶ λαμπρῶς φωτιζόμενος· ὁ τῶν Πατέρων βοᾷς, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἀληθῆ
Θεοτόκον Σὲ κηρύττομεν πάντες Θεογεννήτρια, οἱ πόθῳ προσιόντες, πρὸς τὴν
ἀντίληψίν Σου, καὶ βοῶντές Σοι πάναγνε· μὴ διαλίπῃς ἀεί, ἡμᾶς διαφυλάττειν.
ᾨδὴ
η’. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Κρότος
ᾧδε ποδῶν πολὺς ἤκουσται, νοσοῦσι καὶ σκιά, τοῦ Ἱεράρχου καὶ πατρός, ἐπεφάνη
κακουχούμενος· ὑγείας δὲ ἄφνω ὡς μετέχοντες ἔκραζον· δόξα σοι τῷ
θαυματουργοῦντι Ἀρσένιε τρισμάκαρ.
Εὗρεν
ἄλλην ὡς κιβωτόν, λάρνακα θεόπνευστε τὴν σήν, τῶν Κερκυραίων ὁ λαός· καὶ ὡς
ἄρτος Ἀγγέλων πάλαι βροχή, τῶν θαυμάτων ὑετίζουσα, τούτοις ἑκάστοτε· καὶ
χαριτοδότης ἐν σοὶ Χριστὸς ὑμνεῖται.
Ῥόδον
ὥσπερ θυμοτερπές, ἄμπελον κυπρίζουσαν τὴν γῆν, διειδεστάτην εὐθαλὲς δένδρον,
ὄντως νομίζομέν σου τὴν πάνσοφον βίβλον, εὐωδίας ἀῤῥήτου πληρούμενοι, καὶ
τρυγῶντες γλεῦκος τῶν θείων διδαγμάτων.
Θεοτοκίον.
Λάμπει
τῷ Σῷ Υἱῷ, σύμπασα φύσις ἡ λογική, ἐπουρανίων στρατιῶν, ἐνύλων καὶ ἐπιγείων,
ἀπείρανδρε Μήτηρ· τὸν γὰρ Κτίστην τὰ κτίσματα τρέμουσι, Σὲ δ’ ὡς βασιλίδα
γεραίρουσι ἀξίως.
Ἑπταπλασίως
κάμινον.
Κόσμῳ
σε συμπαθέστατον, ἀσθενούντων ἀκέστορα, Πάτερ καὶ πεινώντων τροφοδότην ἔνθεον,
χηρῶν ἀντιλήπτορα, καὶ ὀρφανῶν ἀνέδειξε, μέγαν προμηθέα, ὁ Χριστὸς ᾧ βοῶμεν· οἱ
παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὅτε
ὡς θῆρες ἄγριοι, καὶ ὡς λύκοι ἁρπάκτορες, οἱ σκυθογενεῖς κατὰ τῆς ποίμνης
ὥρμησαν, τῆς σῆς ὦ Ἀρσένιε, σοῦ ταῖς εὐχαῖς θαῤῥήσαντες, οἱ Κερκύρας παῖδες
ἐτροπώσαντο τούτους, ἐν γῇ τε καὶ θαλάσσῃ, μελῳδοῦντες τῷ Κτίστῃ· λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Οὓς
καὶ διψῶντας ὤκτειρας, καὶ ζῶν ὕδωρ ἀνέβλυσας, ἐν τῇ Τετρανήσῳ, ὡς Μωσῆς τὸ
πρότερον, Ἀρσένιε μέγιστε, τῇ πρὸς Θεὸν ἐντεύξει σου· οὗ καὶ κορεσθέντες
ἐμελώδουν συμφώνως· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐκ
ἀποστὰς τῆς φύσεως, τοῦ Πατρὸς ὁ ὑπέρθεος, Λόγος καὶ σοφία ἐξ ἁγνῶν αἱμάτων
Σου, Παρθένε σεσάρκωται, τηρήσας Σε ἀλώβητον· ὡς καὶ πρὸ τοῦ τόκου, ὀρθὰ διὸ
φρονοῦντες, οἱ πάντες Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Σὲ ἀνυμνολογοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Θεὸς Κύριος καὶ ἐπέφανεν.
Ὑψώσωμεν
δεῦτε τὴν φωνήν, χεῖρας κροτήσωμεν, χοροὺς στησώμεθα νῦν· καὶ ἀλαλάξωμεν μέλος
ἐπινίκιον Θεῷ, τῷ στεφανώσαντα στέφει τῆς εὐπρεπείας αὐτοῦ, τὸν θαυματουργὸν
σοφὸν Ἀρσένιον, Ἀποστόλων τὸν ὁμότροπον καὶ κλέος ἡμῶν.
Ῥεόντων
μὲν τὸ ἄστατον κατιδών, κατανοήσας τε τὸ τῆς σαρκὸς εὐτελές, μόνον ἠγάπησας
κάλλος τὸ ἀμήχανον Θεοῦ, καὶ πρὸς αὐτὸν τὰς αἰσθήσεις ὅλας ἀνέτεινας· οὐκοῦν
τὴν ἔφεσιν ἀνέπαυσα,ς ἐκ προσκαίρων μεταβὰς πρὸς τὰ αἰώνια.
Ἀρκεῖ
σοι ἡ χάρις Θεοῦ ὡς καὶ Παύλῳ ποτέ, ἐν ἀσθενείᾳ καὶ γάρ σοι τετελείωται,
δύναμις θαυμάτων δαψιλής· ἀλλὰ τὴν ποίμνην σου ταύτην διαφυλάττοις ἀεί, ἐξ
ἐπηρείας πολεμίων τε, καὶ κακώσεων δεινῶν συμπαθέστατε.
Θεοτοκίον.
Σωτήριος
θύρα Σὺ Παρθένε πιστῶν, Παράδεισός τε τρυφῆς, νεφέλη τόμος καινός, ἄσπιλε
Δέσποινα· ὅθεν ἐξαιτοῦμαί σε κᾀμοί, τῆς μετανοίας πύλας ἀναπέτασον, καὶ ξύλου
ζωῆς τρυφᾷν εὐδόκησον· σκέπε βίβλῳ σωζομένων με κατάγραφε.
Ἐξέστη
ἐπὶ τούτῳ.
Μετέστης
ἐκ θανάτου πρὸς τὴν ζωήν, οἷα φθάσας σοφὲ τὸ ἀκρότατον, τῶν ὀρεκτῶν, ἔνθα αἱ
χορεῖαι τῶν Προφητῶν, Πατριαρχῶν ὁ σύλλογος· ὅπου συναυλία Ἱεραρχῶν, Ὁσίων καὶ
Δικαίων, καὶ πάντων τῶν Ἁγίων· ὧν ἐμιμήσω τὸ πολίτευμα.
Ὡς
πάλαι τῶν ὀστέων τοῦ Ἰωσήφ, οἱ υἱοὶ Ἰσραὴλ ἐποιήσαντο, συγκομιδήν· οὕτως οἱ
Κερκύρας παῖδες τὰ νῦν, τοῦ σοῦ λειψάνου πάνσοφε, χαίροντες ἐτέλεσαν τοῦ
σεπτοῦ· καὶ γὰρ στερεῖσθαι τούτου, σοῦ καὶ καταπολαύειν, τοὺς Κορινθίους οὐκ
ἠνέσχοντο.
Δεξάμενος
Ἀρσένιε τὸ παρόν, τῆς βεβήλου ψυχῆς μου ἐφύμνιον, ἀντιβολῶ· λῦσίν μοι παράσχου
ἁμαρτιῶν, πρεσβείαις εὐπροσδέκτοις σου· καὶ τὴν πόλιν ταύτην καὶ τὸν λαόν,
παντὸς κινδύνου ῥῦσαι, καὶ βλάβης ἐναντίων· σὲ γὰρ πλουτοῦμεν ἀντιλήπτορα.
Θεοτοκίον.
Ὦ
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, τὴν ἡμῶν δεχομένη παράκλησιν, ὡς ἀγαθή, λύσιν
ἡμῖν πᾶσιν ἁμαρτιῶν, πρεσβείαις Σου κατάπεμψον, μητρικαῖς χρωμένη πρὸς τὸν
Υἱόν· καὶ πάντας ἐκ κινδύνων, καὶ πάσης βλάβης ῥῦσαι, σὺν Ἀρσενίῳ ἱκετεύουσα.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Κερκύρας
πόλις σήμερον, λαμπρυνομένη σκίρτησον, τὴν ἑορτὴν Ἀρσενίου, τοῦ σοῦ προέδρου
τελοῦσα· καὶ τοῦτον μεγαλύνοσα, ὡς πολιοῦχον αἴτησαι, ἀλώβητον ἀπὸ πάντων, τῶν
δυσχερῶν σε φυλάττειν.
Θεοτοκίον.
Παρθένε
παναμώμητε, τῇ ὥρᾳ τοῦ θανάτου μου, προφθάσασά με λύτρωσαι, τῶν πονηρῶν
τελωνίων· καὶ τὴν ψυχήν μου φύλαξον, ὁδεῦσαι δυναμοῦσά με, καὶ εἰς προσκύνησον
φθάσαι, τοῦ φοβεροῦ θείου θρόνου.
Αἶνοι.
Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἡ
Βηθανία Λαζάρου πατρίς σε ἤνθησεν, Ἀρσένιε θεόφρον, ὥσπερ ῥόδον εὐῶδες, ὀδμαῖς
σου ταῖς ἐνθέοις κόσμου παντός, τὰς αἰσθήσεις εὐφραίνοντα, καὶ τῶν δογμάτων
ὀρθότητι εὐσεβῶς, διϊθύνοντα τὸ ποίμνιον. (δίς)
Τῶν
Κερκυραίων ὁ δῆμος σὲ κατεπλούτησε, ποιμένα καὶ προστάτην, καὶ πιστὸν
ποδηγέτην· διὸ πρὸς βασιλίδα Πόλιν σοφέ, σὲ μεσίτην προὐβάλετο, ὀργὴν πραΰνας
τοῦ ἄνακτος κατ’ αὐτῶν, ἣν ἀδίκως ἀπεφήνατο.
Ἐν
τῷ σεπτῷ δὲ ναῷ σου συναθροιζόμενοι, πρὸς τὸν Θεόν σε πρέσβυν, προβαλλόμεθα
πάντες, ἐντεύξεσί θείαις ὅπως καὶ νῦν,
λυτρωθῶμεν Ἀρσένιε, πειρατηρίων παντοίων καὶ τοῦ πυρός, τῆς μελλούσης
κατακρίσεως.
Δόξα.
Ἦχος β΄.
Ἡ
Κερκύρα σήμερον λαμπρῶς πανηγυρίζει, ἐκτελοῦσα τὴν πανίερόν σου μνήμην, Ἱεράρχα
Ἀρσένιε· ἣν μετὰ καὶ τοῦ τρισμάκαρος, καὶ τερατουργοῦ Σπυρίδωνος, περιέποντες
διαφυλάττετε ἄτρωτον, ταῖς ὑμῶν εὐπροσδέκτοις ἱκεσίαις πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος
Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Βηθανίας γόνε κλεινέ·
χαίροις θλιβομένων παρακλῆτορ καὶ ἰατρέ· χαίροις Κερκυραίων, ὁ πρόεδρος καὶ φύλαξ,
Ἀρσένιε τρισμάκαρ, Ἀρχιερέων κανών.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου