Κυριακή 8 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 19. ΟΣΙΟΣ ΜΑΚΑΡΙΟΣ ΑΙΓΥΠΤΙΟΣ & ΟΣΙΟΣ ΜΑΚΑΡΙΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄.
ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΕΝ ΑΙΓΥΠΤῼ
ΚΑΙ ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΕΝ ΑΛΕΞΑΝΔΡΕΙᾼ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀντωνίου μοναχοῦ Νεοσκητιώτου, Χριστοφόρου μοναχοῦ Προδρομίτου)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες ὕμνοις τιμήσωμεν, τοὺς δύο Μακαρίους, τοὺς τιμήσαντας σφόδρα, τὸν Κύριον τῆς δόξης παντοδαπῶν, ἀρετῶν ἐπιδείξεσι, καὶ γὰρ ἰσάγγελον βίον ἐπὶ τῆς γῆς, καὶ οὐράνιον διήνυσαν.

Φαεινοτάτους φωστῆρας Αἴγυπτος ἔγνωκε, τῶν ἀρετῶν τῇ αἴγλῃ, καταυγάζοντας ταύτην, ὑμᾶς τοὺς Μακαρίους τῶν ἀσκητῶν, ἱερὸν ἐγκαλλώπισμα, καὶ ἀρχηγοὺς μονοτρόπων τῶν ἐν αὐτῇ, καὶ ἀλείπτας πρὸς τὴν ἄσκησιν.

Ἀναγωγῇ ἀνηνέχθητε πρὸς τὰ κρείττονα, Θεοῦ τῶν μυστηρίων, ὦ δυὰς Μακαρίων, Πατέρες θεοφόροι· ὅθεν ὑμᾶς, μακαρίζοντες λέγομεν· ὑμεῖς ἐστε φῶς τοῦ κόσμου καθὼς φησίν, ὁ Χριστὸς τοῖς Μαθηταῖς Αὐτοῦ.

Τοὺς ἀκηράτους καὶ θείους καρποὺς τοῦ Πνεύματος, ἐπὶ τῆς γῆς Πατέρες, ὡς θεόφυτα ξύλα, βλαστήσαντες ἀξίως ἐν οὐρανοῖς, τῆς τρυφῆς ἀπολαύετε, τοῦ γνωστικοῦ καὶ ἀφθάρτου ξύλου σεπτοί, θείας γνώσεως πληρούμενοι.

Δόξα. Ἦχος α΄.
Τὰ τῆς Αἰγύπτου περιφανῆ βλαστήματα, καὶ τῆς οἰκουμένης ἁπάσης, τοὺς θερμοὺς ἀντιλήπτορας, τοὺς δύο ἐν μακαρίοις Μακαρίους, ἐν ὑμνωδίαις πιστοὶ εὐφημήσωμεν· οὗτοι γὰρ οἱ καρτερόψυχοι, τὰς φάλαγγας τῶν δαιμόνων τροπωσάμενοι ἐν γῇ, ἐν οὐρανοῖς ἐπαξίως αὐλίζονται· καὶ ἀμέσως τῇ Ἁγίᾳ Τριάδι παριστάμενοι, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πάντες τὴν τῶν σεπτῶν, νῦν Μακαρίων μνήμην, τελέσωμεν ὑμνοῦντες, Χριστὸν τὸν στεφοδότην, τὸν τούτους καταστέψαντα.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῇ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ἐν ὕψει ἀρετῶν, λάμψαντες ὡς φωστῆρες, Μακάριοι Πατέρες, ἠξιώθητε δόξης, Θεῷ νῦν παριστάμενοι.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ἡ αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Ὄντως ὡς ἀστραπή, ὁ βίος ὑμῶν πάντας, καλύψασα φωτίζει, καὶ μιμητὰς δεικνύει· διὸ ὑμᾶς γεραίρομεν.

Δόξα. Τριαδικόν.
Τριάδος τῆς σεπτῆς, δυάδα Μακαρίων, ψυχῇ νῷ καὶ καρδίᾳ, ᾀσματικοῖς ἐν ὕμνοις, ἐνθέως μακαρίσωμεν.

Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε ἁγνή, μετὰ τῶν Μακαρίων, δυσώπει τὸν Υἱόν Σου, ὑπὲρ τῶν Σὲ τιμώντων, καὶ τῶν μακαριζόντων Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Αἰγύπτου νοουμένης τοῦ κόσμου ἐξήλθετε, καὶ τὴν Ἐρυθρὰν διαβάντες, τῶν παθῶν ἐκληρώσασθε, τὴν γῆν τῆς ἀπαθείας ἀληθῶς, καὶ πόλιν νῦν οἰκεῖτε ἐν χαρᾷ, τῆς Σιὼν τῆς οὐρανίου καὶ ποθητῆς, φερώνυμοι Μακάριοι· δόξα τῷ δοξάσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.





ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Μακάριοι Ὅσιοι Χριστοῦ, ἀσκητῶν γυμνάσιον, ἐν τῇ ἐρήμῳ φεισάμενοι, παθῶν τὴν κάμινον, ῥοαῖς τῶν δακρύων, τέλεον ἐσβέσατε, καὶ κλῖμαξ ἀρετῶν ἀνεδείχθητε, ἐκ τῆς γῆς ἀνάγοντες, μονοτρόπων τὰ συστήματα, μακαρίων εἰς σκηνὰς Μακάριοι.

Μακάριοι Ὅσιοι Χριστοῦ, τὰ μέλη νεκρώσαντες, τὰ ἐπὶ γῆς χάριν ἔσχετε, νεκροὺς ἐκ μνήματος, ἀνιστᾶν ἐν λόγῳ, γοήτων τὰ φάσματα, ἀσπίδος ἀκυροῦν τε τὰ δήγματα, σκύμνου ὑαίνης τε, ὀμματοῦν τύφλωσιν πτύσματος, μηχανάς τε, φωράσθαι τοῦ δαίμονος.

Μακάριοι Ὅσιοι Χριστοῦ, ἴχνεσιν ἑπόμενοι, σεπτὰ δοχεῖα τῆς χάριτος, σκεύη δογμάτων τε, καὶ φρικτῶν θαυμάτων, αὐτουργοὶ γεγόνατε, καὶ δόξης οὐρανοῦ ἠξιώθητε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Οἱ οὐράνιοι ἄνθρωποι, καὶ ἐπίγειοι ἄγγελοι, δυὰς ἡ ὁμώνυμος καὶ ὁμότροπος, οἱ τὴν σπουδὴν ἐργασάμενοι, τῇ κλήσει κατάλληλον, φερωνύμως ἐν Χριστῷ, οἱ τῷ ὄντι Μακάριοι εὐφημήσθωσαν, ὡς συνόντες Ἀγγέλων ταῖς χορείαις, καὶ φωτὸς νῦν ἐντρυφῶντες, τοῦ τρισηλίου τρανώτερον.

Ἡδυπάθειαν ἅπασαν, ἀπηρνήσασθε Ὅσιοι, σῶμα τὸ δυσήνιον δι’ ἀσκήσεως, ὑποπιάζοντες ἄριστα, τρυφὴν λογιζόμενοι, ἐγκρατείας τὸ πικρόν, τῆς ἐνδείας τὴν στένωσιν, περιούσιον, πλατυσμὸν εὐεξίας ὡς μητέρα, τὴν ἐν πνεύματι πτωχείαν, καὶ νοὸς τὴν μετριότητα.

Τῇ πτωχείᾳ τοῦ πνεύματος, βασιλείαν εἰλήφατε, πενθοῦντες δὲ Ὅσιοι, παρεκλήθητε, πραεῖς δὲ πάμπαν γενόμενοι, τὴν γῆν ἐκληρώσασθε, ἐν δὲ δίχψει καὶ λιμῷ, τοῦ δικαίου γενόμενοι, ἐχορτάσθητε· καθαρθέντες δ’ ἐνταῦθα τὴν καρδίαν, τὸν Θεὸν νῦν καθορᾶτε, διηνεκῶς εὐφραινόμενοι.







Δόξα. Ἦχος πλ. δ΄.
Πατέρων δυὰς ὁμώνυμε, καὶ τοῖς ἀσκητικοῖς ἐφάμιλλε, Μακάριοι ὄντως ὑμεῖς φερωνύμως ἐδείχθητε, ὅτι ἐν τῷ νόμῳ Κυρίῳ πρακτικῶς μελετήσαντες, εἰς τὸ ὕψος τῆς θείας θεωρίας, δι’ ἀρετῆς καὶ τελειότητος ἀνηνέχθητε· ὁ μὲν γὰρ ἐξ Αἰγύπτου ὑπάρχων, καὶ ἐν ἐρήμοις ἀγωνισάμενος, τὴν τῆς ἀπαθείας ἀκρώρειαν, ἀσκητικῶς κατέλαβες, καὶ ποδηγέτης τῶν Μοναζόντων, δι’ ἔργων καὶ τῶν θαυμασίων σου λόγων γεγένησαι· ὁ δὲ ἐκ τῆς τῶν Ἀλεξανδρέων πόλεως, δι’ ἀσκητικῶν πόνων σεαυτὸν ἐγγυμνασάμενος, τῶν τοῦ θείου Ἀντωνίου ἀρετῶν κληρονόμος ἀπεφάνθης, καὶ ἀλείπτης πρὸς ἀρετήν, καὶ ὑπόδειγμα τοῖς πᾶσι γέγονας. Διὸ Πατέρες πανσεβάσμιοι, μὴ διαλείποιτε πρεσβεύειν Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν θαυμαζόντων τὰ ἔνθεα ὑμῶν κατορθώματα, καὶ τελούντων ἐκ πόθου τὴν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄.
Τῷ ἀνεσπέρῳ φωτί, καταλαμφθέντες Μακάριοι, σαρκὸς μὲν αἵματος, ἐμφρόνως κατεφρονήσατε· τῷ πυρὶ δὲ τῷ θείῳ, ἀναφλεχθέντες τὴν καρδίαν, προθύμως ἀπεδύσασθε πρὸς τὰ σκάμματα τῆς ἀσκήσεως, ἐν σαρκὶ πρὸς τὰ πνεύματα συμπλακέντες τῆς πονηρίας· ὅθεν καὶ τὰς τούτων ὀλέσαντες φάλαγγας, τῇ συμμαχίᾳ τοῦ Πνεύματος, οὐρανίων ἐπάθλων ἐτύχετε, τῆς ἀϊδίου μακαριότητος συγκληρονόμοι γεγονότες· ἧς καὶ ἡμᾶς μετασχεῖν, ἐκτενῶς πρεσβεύσατε, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τὸν ἀγγελικὸν βίον ἐν γῇ ἐπιδειξάμενοι, τρισόλβιοι Μακάριοι, ἡλίου δίκην ἐλάμψατε ἐν τοῖς πέρασι· καὶ νῦν ὑψωθέντες γηΐνης προσπαθείας, ἀνεπτερώθητε τῷ θείῳ ἔρωτι· καὶ πνευματικῶς ἀγῶσιν ἑαυτοὺς ἐκδόντες, ὡς μύρα τοὺς ἱδρώτας τῆς ὑμῶν ἀσκήσεως, Χριστῷ προσηνέγκατε. Αὐτὸς δὲ προσηκάμενος τοὺς πόνους ὑμῶν, θαυμαστοὺς ἐν παντὶ κόσμῳ ἀνέδειξε, καὶ ἐν οὐρανίοις σκηναῖς τὰ πνεύματα ὑμῶν, μετ’ Ἀγγέλων κατεσκήνωσεν, ἵνα σὺν αὐτοῖς εὐφραινόμενοι, πρεσβεύσατε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Τὴν μακαρίαν τῶν Μακαρίων δυάδα, καὶ τοὺς ὑπέρλαμπρους τῆς Αἰγύπτου φωστῆρας, λαμπρῶς σήμερον ἀνευφημήσωμεν· οὗτοι γὰρ τὰς ἐντολὰς τῷ φόβῳ τῶν ἀπειλῶν, ὡς δοῦλοι ἐτήρησαν· τῷ πόθῳ δὲ τῶν ἐπαγγελιῶν, ὡς μισθωτοὶ τὰς ἀρετὰς κατώρθωσαν· τῇ δὲ πρὸς Θεὸν ἀγάπῃ πυρποληθέντες, ὡς υἰοὶ κατὰ χάριν, τῷ Θεῷ εὐηρέστησαν. Καὶ νῦν ἐν οὐρανοῖς, κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ γενόμενοι, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Τὸν τῆς ἀσκήσεως δρόμον τετελεκότες, καὶ τὴν πίστιν τετηρηκότες, τὸν τῆς δικαιοσύνης στέφανον, ἐκομίσασθε Μακάριοι, τὴν μετὰ Ἀγγέλων ἐν οὐρανοῖς, κληρουχίαν ἀπολαυόντες· καὶ νῦν παρεστῶτες τῷ θρόνῳ, τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν τὴν ἱερὰν ὑμῶν μνήμην ἐπιτελούντων, μὴ διαλίπητε μνημονεύοντες, καὶ σωτηρίαν ἐξαιτούμενοι, παρὰ τῆς ζωαρχικῆς Τριάδος, δυὰς παμμακάριστε.







Ὁ αὐτός.
Τῆς ὑλικῆς ὑπεραρθέντες δυάδος, ὦ δυὰς Μακαρίων, ἔτι ἐν σώματι ὄντες, Σιὼν ὄρει προσεληλύθατε, τὸν γνόφον τῆς σαρκός, ἐν λόγῳ διασχόντες τῇ θεωρίᾳ, κακεῖ ἀνακεκαλυμμένῳ ψυχῆς προσώπῳ, τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτοῦ εἰκόνα ἐν δόξῃ μετεμορφώθητε· ἐντεῦθεν τῶν ἐν ἐρήμῳ, πρὸς οὐρανὸν ἀπὸ γῆς καθοδηγούμενοι, στῦλοι φωτοειδεῖς, καὶ νεφέλαι σκιάζουσα ἀνεδείχθητε· τῇ γὰρ βακτηρίᾳ τοῦ Σταυροῦ, τὴν τῶν παθῶν διαῤῥήξαντες θάλασσαν, καὶ Ἀμαλὴκ τὸν νοητόν, ἐν ἑαυτοῖς τροπωσάμενοι, τὴν εἰς οὐρανοὺς ἄνοδον ἐστείλασθε· ἔνθα νῦν καταπαύσαντες, μυριάσιν Ἀγγέλοις συμπανηγυρίζετε, περὶ τὸν θρόνον τοῦ παντάνακτος Χριστοῦ· Αὐτὸν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. β΄.
Τοὺς θαυμαστοὺς ἡμῶν ἀγῶνας, καὶ τὰ κατὰ τῶν δαιμόνων τρόπαια, τίς ἀξίως διηγήσεται; Πατέρες φερώνυμοι Μακάριοι· ὑμεῖς γὰρ ἀληθῶς τὴν φύσιν ἐνικήσατε, ἐν ἐρημίαις καὶ ὄρεσιν ἐνδιαιτώμενοι, καὶ ἐν ἀσκήσει καὶ ἀσιτείᾳ, καὶ παννύχοις στάσεσι, δεήσεσί τε καὶ κακώσεσι, τὸν Θεὸν θεραπεύσαντες· τῇ ἀεννάῳ δὲ εὐχῇ προσκολλώμενοι, ἐνδιαίτημα ἐπάξιον, τῆς ὑπερουσίου Τριάδος γεγόνατε· ἣν καὶ ἡμῖν ἐκμιλήσατε, ὅπως ταῖς ἡμῶν εὐπροσδέκτοις εὐχαῖς, σώσῃ τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Σῶν Ὁσίων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
















Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῶν Μακαρίων δυάς, ὅλῃ ψυχῇ καὶ διανοίᾳ Μακάριοι, καὶ ὅλῳ σθένει καρδίας, τὰς τοῦ Χριστοῦ ἐντολάς, ἀκριβῶς τηρῆσαι ἐσπουδάσατε· πηγαὶ αἱ πηγάζουσαι, ποταμοὶ οἱ ἐκχέοντες, τὰ θεία ῥεῖθρα, διδαχῶν δαψιλέστατα, καὶ ἀρδεύοντες, αὐχμηρίαν ψυχόλεθρον· λύχνοι οἱ φαεινότατοι, φωστῆρες αὐγάζοντες, Ἀνατολήν τε καὶ Δύσιν, ταῖς τῶν θαυμάτων λαμπρότησι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῇ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις, τῶν Μακαρίων δυάς, τῶν μοναζόντων τὰ σεπτὰ ἀκροθίνια, ἡ στάθμη τῆς ἐγκρατείας, οἱ τῶν ψυχῶν ἰατροί, ταπεινοφροσύνης τὰ κειμήλια, εὐχῆς ἐργαστήρια, νοερὰς ἀεννάου τε, τῶν θλιβομένων, βοηθοὶ ἀκαταίσχυντοι, ἡ σωτήριος, τῶν πταιόντων παραίνεσιςε, ἥλιοι διακρίσεως, πηγαὶ κατανύξεως, διπλῆς ἀγάπης ταμεῖα, τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγυστα, Χριστὸν δυσωπεῖτε, παρασχεῖν ἡμῖν εἰρήνην, καὶ μέγα ἔλεος.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ἡ αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Χαίρετε ποταμοὶ νοητοί, πεπληρωμένοι τῶν ναμάτων τοῦ Πνεύματος, φωστῆρες τῆς οἰκουμένης, οἱ τῆς Αἰγύπτου βλαστοί, μοναζόντων στῦλοι ἀπερίτρεπτοι, σταγῶνες ὑψόθεν, ἐπὶ γῆς δρόσον στάζουσαι, Πατέρες θεῖοι, οἱ οὐράνιοι ἄνθρωποι, καὶ ἐπίγειοι, κατ’ ἀληθείαν Ἄγγελοι, ἦθος οἱ ὑπὲρ ἔννοιαν, καὶ σύνεσιν ἔχοντες, βίον καὶ λόγον καὶ χάριν ὑπερφυῆ πάντα καὶ τίμια, Θεὸν δυσωπεῖτε, ὑπὲρ πάντων τῶν τιμώντων ὑμᾶς Μακάριοι.

Δόξα. Ἦχος πλ. α΄.
Ὢ μακαρίας δυὰς καὶ συνώνυμε, ὦ ξυνωρὶς ὁσία καὶ ὁμότροπε, τῶν θείων Μακαρίων, τίς σε κατ’ ἀξίαν ἐπαινέσεται; ὑμεῖς γὰρ Πατέρες Ὅσιοι, τὸν ἐλαφρότατον ζυγὸν ἐπ’ ὤμων ἀράμενοι, καὶ ἀσκητικοῖς πόνοις, τὸ ὀπτικὸν τῆς ψυχῆς καθηράμενοι, τὸν νοητὸν γνόφον τῶν θείων θεωριῶν ὑπεισήλθετε, σαφῶς κατοπεύσαντες, ὅνπερ τρανῶς ἐποθήσατε· ὅθεν καὶ τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος πλήρης γενόμενοι, μοναστῶν ὁδηγοί, καὶ πρὸς ἀρετὴν ἀλεῖπται, καὶ θεράποντες ψυχῶν καὶ σωμάτων ἀνεδείχθητε· καὶ νῦν Πατέρες τρισόλβιοι, μὴ διαλίπητε πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν πανέορτον μνήμην ὑμῶν.



Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Αἰγύπτου νοουμένης τοῦ κόσμου ἐξήλθετε, καὶ τὴν Ἐρυθρὰν διαβάντες, τῶν παθῶν ἐκληρώσασθε, τὴν γῆν τῆς ἀπαθείας ἀληθῶς, καὶ πόλιν νῦν οἰκεῖτε ἐν χαρᾷ, τῆς Σιὼν τῆς οὐρανίου καὶ ποθητῆς, φερώνυμοι Μακάριοι· δόξα τῷ δοξάσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μακάριον ζωήν, ἐκτελέσαντες βίῳ, μακάρων τοῖς χοροῖς, ἐν τῇ γῇ τῶν πραέων, ἀξίως συναυλίζεσθε, θεοφόροι Μακάριοι· καὶ τὴν ἔρημον, οἰκήσαντες ὥσπερ πόλιν, ἀπειλήφατε, χάριν Θεοῦ τῶν θαυμάτων· διὸ νῦν πρεσβεύσατε.
Δόξα.
Ἀσκήσει τὴν ψυχήν, καθαρθέντες ἐνθέως, ἐφάνατε λαμπροί, ἀρετῶν ταῖς ἀκτίσι, πανόσιοι Μακάριοι, θείας δόξης συμμέτοχοι, τοὺς τιμῶντας νῦν, ὑμᾶς ἐν πίστει καὶ πόθῳ, ταῖς πρὸς Κύριον, ὑμῶν θερμαῖς ἱκεσίαις, ἀεὶ περισώζεσθε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐσκήνωσεν ἐν Σοί, τῆς Θεότητος ὅλον, τὸ πλήρωμα ἁγνή, ὑπὲρ νοῦν τε καὶ λόγον, καὶ πᾶσαν ἐθεούργησε, τὴν βροτῶν φύσιν Δέσποινα· οὐ δὲ γέγονας, ἀρχὴ τῆς χάριτος ταύτης, καὶ σωτήριος, χειραγωγὸς τῶν ἐν πίστει, καὶ πόθῳ ὑμνούντων Σε.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἱδρῶσιν Ὅσιοι, παθῶν τὴν κάμινον, ἐναπεσβέσατε· πυρὶ δ’ ἀσκήσεως, δοκιμασθέντες ὡς χρυσός, ἑπτάκις πεπυρωμένος, πρὸς τὴν ὑπερκόσμιον, εὐκοσμίαν μετήλθετε, συμπανηγυρίζοντες, Μακαρίων τοῖς πνεύμασιν, αἰτούμενοι πταισμάτων τὴν λύσιν, τοῖς ὑμᾶς πόθῳ εὐφημοῦσιν.
Δόξα.
Πόνοις ἀσκήσεως, σαρκὸς τὸ φρόνημα, κατεμαράντες, πάντα ἐσβέσατε, τὰ καθ’ ὑμῶν τοῦ πονηροῦ, βέλη πεπυρωμένα. Πνεῦμα δὲ πλουτίσαντες, τοῦ Χριστοῦ ὑμῖν ἐνοικον, χάριν ἐκομίσασθε, τὰ ἀκάθαρτα πνεύματα, ἐλαύνειν καὶ ἰᾶσθαι παντοίας, πάθη ψυχῶν τε καὶ σωμάτων.
Καὶ νῦν. Θεοτοκίον.
Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ Σοί, φρικτὸν ὄντως μυστήριον· τὸν γὰρ ἀπερίγραπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων Σου· Ὃν πάντοτε ἁγνὴ ἐκδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.









Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πυρὶ τῆς ἀσκήσεως τὸ τριμερὲς τῆς ψυχῆς, καὶ μέλη νεκρώσαντες τὰ ἐπὶ γῆς ἀληθῶς, ὁλόκληρα θύματα, ἤχθητε ἐν τῇ ἅνω, τοῦ Κυρίου τραπέζῃ, πνέοντες εὐωδίαν, τῶν ἐνθέων ἱδρώτων· ὀσμὴ γάρ ἐστε Χριστοῦ μακαριώτατοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκαίνισας ἄχραντε τῷ θείῳ Σου τοκετῷ, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη ὡς προεφήτευσας.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῇ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ἡ αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιοι Πατέρες, φερώνυμοι Μακάριοι, ὁ κόσμος κατὰ Παῦλον, οὐχ ὑμῶν ἐφάνη ἄξιος· ἐν ἐρημίαις γὰρ πλανώμενοι, καὶ ὄρεσι τρεφόμενοι, σπηλαίοις τε καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐνοικοῦντες, ὑπερκόσμιοι γεγόνατε, καὶ τοῦ οὐρανοῦ οἰκήτορες ἄξιοι· αἰτήσασθε οὖν εἰρήνην παρὰ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

















Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ὁσίων β΄.
Ὁ α΄ Κανὼν τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Τιμῶ δυάδα τῶν Μακαρίων πόθῳ. Ἀντώνιος.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τῆς μακαρίοτητος δυὰς ἡ ὄντως φερώνυμος, οἱ θεῖοι Μακάριοι, ἡμᾶς προτρέπονται, τὴν πανήγυριν, αὐτῶν ἐπιτελέσαι, δεῦτε οὖν τοῖς ᾄσμασι, τούτους τιμήσωμεν.
σχὺν ὀπλισάμενοι, τὴν τοῦ Σταυροῦ παμμακάριστοι, τὴν ὄντως ἀήττητον, ἐχθρὸν ἐκτείνατε, τὸν πολέμιον, καὶ στέφανον τῆς νίκης, νομίμως εἰλήφατε, ἀγωνισάμενοι.
Μακαρίων ἐν τάγμασι, καὶ Παραδείσου σκηνώμασι, νυνὶ αὐλιζόμενοι, ἐξευμενίσασθε, τὸν Μακάριον, Θεὸν μόνον δυνάστην, πταισμάτων συγχώρησιν, ἡμῖν δωρήσασθαι.
Θεοτοκίον.
ράθης πανάμωμε, ἐκ τῶν πραγμάτων πλουτήσασα, δόξαν τὴν ἀσύγκριτον, ὡς Θεοτόκος ἁγνή, Σὺ γὰρ ἔτεκες, Θεὸν τὸν πρὸ αἰώνων, ἐν χρόνῳ γενόμενον, δι’ ἀγαθότητα.

Ὁ β΄ Κανὼν οὗ ἡ ἀκροστιχὶς κατὰ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
πὸ χειλέων ῥυπαρῶν πανόσιοι, ὕμνον προσάδω ὑμῖν, ὁ ῥυπαρὸς ὅλος, ψυχῇ τε καὶ σώματι· ἀλλ’ εὐμενῶς προσδέξασθε, Χριστομίμητοι τοῦτον· καὶ καθαρθῆναί με πρέσβευε, δυὰς Μακαρίων πρὸς Κύριον.
Βίον Ἀγγέλως ἀληθῶς ἰσάγγελοι, διαβιοῦντες ἐν γῇ, δυὰς Μακαρίων, ἀσκητῶν τὸ καύχημα, ἀπάθειαν ἐκτήσασθε, καὶ πρὸς ἔνθεον ὕψος, τῶν ἀρετῶν ἀνεδράμετε, καὶ νῦν τοῖς Ἀγγέλοις ἡνώθητε.
Γέγονας τύπος καὶ κανὼν ἀσκήσεως, ὦ Μακαρίων δυάς, καὶ μοναχῶν πλῆθος, ἱερῶς ἐρύθμισας, πόῤῥω ἀποδιώκουσα, τὸ Αἰγύπτιον σκότος, ὡς γεγονότες ἀμφότεροι, λύχνοι παμφαεῖς διακρίσεως.
Θεοτοκίον.
Ὁ ὑπερούσιος Θεὸς πανάμωμε ἐκ Σοῦ σεσάρκωται, καὶ δι’ ἡμᾶς ὤφθη, καθ’ ἡμᾶς ὡς ἄνθρωπος, Ὃν ἐκτενῶς ἱκέτευε, ὅπως πάντας ἀνθρώπους, κατοικτειρήσῃ ὡς εὔσπλαγχνος, καὶ φρικτῆς λυτρώσῃ κολάσεως.









ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Δὺας τῶν Ὁσίων Μακαρίων, Αἰγύπτιος καὶ Ἀλεξανδρεύς, ὡς δύο λαμπροὶ λάμψαντες, φωστῆρες κατεφώτισαν, τὴν οἰκουμένην θαύμασιν· οὓς ἐν ᾠδαῖς μακαρίσωμεν.
πείξαντες λόγῳ τοῦ Κυρίου, τὸν κόσμον ἐλίπετε σοφοί, καὶ τὰ ἐν κόσμῳ ἅπαντα, καὶ ἔρημον οἰκήσαντες, μέχρι τέλους Μακάριοι, ἀμέμπτως ἐπολιτεύθητε.
γάπη καιόμενοι τοῦ πέλας, τοῖς πᾶσι τὰ πάντα συμπαθῶς, γεγόνασθε Μακάριοι, πάντα Χριστῷ ἰσχύοντες, ὑμᾶς τῷ ἐνισχύσαντι, κατὰ τῆς πλάνης τοῦ ὄφεως.
Θεοτοκίον.
Δεσπότην Ὃν ἔτεκες Παρθένε, δεσπόζοντα πάντων ὁρατῶν, καὶ ἀοράτων Δέσποινα, δυσώπει ἐκλυτρώασθαι, παθῶν τῆς δεσποτείας με, καὶ τῆς δουλείας πανάχραντε.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Δαυϊτικῶς τοὺς ὀφθαλμούς, εἰς τὰ οὐράνια ὄρη, τῆς ψυχῆς ὑμῶν Πατέρες ὑψοῦντες, ἐξαιτεῖσθε ἐκτενῶς, θεόθεν τὴν βοήθειαν· ἧς περ ἐπιτυχόντες, ἰσχὺν δαιμόνων ὠλέσατε.
πὶ τῶν θείων ἐντολῶν, τὴν ἀῤῥαγῆ Χριστοῦ πέτραν, ἐπεστήσατε ἑδραίως τοὺς πόδας, θεόφρον καὶ ὁδόν, τὴν κατὰ βίον ἅπασαν, ἀπτότως διελθόντες, ἐν οὐρανοῖς ἐσκηνώσατε.
Ζωὴν Μακάριοι σοφῶς, τὴν κατὰ κόσμον μισοῦντες, καὶ πτερούμενοι Χριστοῦ τῇ ἀγάπῃ, ἠρετίσασθε οἰκεῖν, ἐν ἐρημίᾳ Ὅσιοι, τὴν μακαρίαν ὄντως, ζωὴν ποθοῦντες καὶ ἄληκτον.
Θεοτοκίον.
Χαῖρε ἡ μόνη τὴν χαράν, ἀνερμηνεύτως τεκοῦσα· χαῖρε ἅρμα καὶ νεφέλη τοῦ Λόγου· χαῖρε θρόνε τοῦ Θεοῦ, Παρθένε ἀπειρόγαμε· χαῖρε Ὁσίων δόξα, καὶ μοναζόντων στερέωμα.














Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἐρήμου τὸ ἄγονον ταῖς ῥοαῖς, τῶν δακρύων ἀρδεύοντες ἐκτενῶς, τῶν πόνων τὰ δράγματα, εἰς ἑκατὸν ἐκαρπώσασθε, καὶ φωστῆρες ἐν κόσμῳ, ζωῆς λόγον ἔχοντες, φερωνύμως ὤφθητε, Μακάριοι Ὅσιοι· χάριν γὰρ λαβόντες, ἀμοιβὴν τῶν καμάτων, ἰᾶσθε νοήματα, καὶ διώκετε δαίμονας· ὅθεν πίστει δεόμεθα, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα.
Τὸν Σταυρὸν ἐπωμάδιον τοῦ Χριστοῦ, εἰληφότες ἠρνήσασθε ἑαυτούς, Αὐτῷ ἠκολουθήσατε, μέχρι τέλους Μακάριοι, καὶ τὴν ψυχὴν ὀπίσω, αὐτῷ ἐκολλήθητε· δι’ ὃν ὑμεῖς τῷ κόσμῳ, παντὶ ἐσταυρώθητε, καὶ ὑμῖν ὡσαύτως, ἐσταυρώθη ὁ κόσμος· ἐντεῦθεν τοῦ Πνεύματος, ἐνδιαίτημα ὤφθητε, μοναζόντων τε πρόκριτοι· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς μεγαλύνομεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε ὑπάρξασα, τοὺς τιμῶντάς σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον Τόκον Σου.



















ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
ποκλίνατες ματαίων τῇ ἀσκήσει πρσίεσθε, καὶ ψυχῆς τὸ ὄμα, ἄνω πρὸς τὰ ἄφθαρτα ἤρατε, ὡς ἀεὶ διαμένοντα Μακάριοι, ἀνακράζοντες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Τρίβον ὄντως θεοφόροι τὴν στενὴν καὶ ἐπίπονον, καὶ τὴν θλιμμένην, τὴν διὰ δακρύων ἀπάγουσαν, εἰς Βασιλείαν αἰώνιον Μακάριοι, ἠρετίσασθε· ἣν ἐπαξίως κεκλήρωσθε.
ραθεῖσα ἡ κακίστη τοῦ ἐχθροῦ καὶ ἀνίσχυρος, πανοπλία φρούδη, γέλως ἐξελέγθη καὶ ἄπρακτος, ταῖς πρὸς Θεὸν ὑμῶν εὐχαῖς καὶ δεήσεσι, καὶ κατήργηται, Σταυροῦ ἰσχύϊ Μακάριοι.
Θεοτοκίον.
Νέον βρέφος τὸν προόντα, πρὸ αἰώνων πανύμνητε, τέτοκας ἀφθόρως, καθ’ ἡμᾶς γενόμενον ἄνθρωπον, καὶ ἀναπλάσαντα φύσιν τὴν ἀνθρώπινον, καὶ τιμήσαντα, τῇ θεϊκῇ δόξῃ Δέσποινα.

Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
σύχῳ νῷ, Θεῷ Πατέρες ἑνούμενοι, τῷ ἀΰλως, ψυχαῖς ἐμβατεύοντι, ταῖς καθαραῖς καὶ τῶν ἀρετῶν, κατηγλαϊσμέναις, ταῖς λαμπηδόσι Μακάριοι, προέγνωτε τὰ πόῤῥω, καὶ ὁράσει τῇ θείᾳ, μηχανὰς ἀνιχνεύετε δαίμονος.
Θεὸς ὑμᾶς, δοξάσας θαύμασιν ἔδειξεν, ἐν Αἰγύπτῳ, καὶ σαφῶς ἐγνώρισε, ὡς θεοφόρους κόσμῳ παντί, καὶ ὡς διδασκάλους, τῶν ἀρετῶν καὶ ἐν θαύμασι, πολλοῖς κατακοσμήσας, τοῖς χοροῖς τῶν μακάρων κατέταξεν.
λὺν παθῶν, ἀποξηράναντες πρότερον, ἐν ασκήσει, θεῖοι κακουχούμενοι, καὶ ἀπαθείας τῷ ἁγνισμῷ, ὅλως ἁγνισθέντες, καὶ ἀρετῶν ταῖς ἐλλάμψεσι, τὸν νοῦν καταυγασθέντες, ἐσομένων τὴν γνῶσιν, θεοφόροι θεόθεν ἐδέξασθε.
Θεοτοκίον.
Ἄχραντε Σύ, τοῦ Βασιλέως παλάτιον, Βασιλείας, οὐρανῶν ἀξίωσον, τοὺς εὐσεβῶς καὶ ὡς ἀληθῶς, ἐπικαλουμένους, τὴν ἄμαχόν Σου βοήθειαν, βοήθησον Παρθένε, καὶ ῥῦσαι πάσης βλάβης, ὅπως Σὲ ἅπαντες μακαρίζωμεν.










ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μεγίστης ἐτύχετε, δόξης τε καὶ λαμπρότητος, διὰ ταπεινώσεως ἁγίας, καὶ δι’ ἀγάπης τῆς ἀκλινοῦς πρὸς Θεόν, καὶ στεῤῥᾶς ἀσκήσεως ὑμῶν, πᾶσι συναγάλλεσθε, τοῖς Ἀγγέλοις μακάριοι.
ῤῥήτοις ἐλλάμψεσιν, ἀεὶ καταυγαζόμενοι, νοὸς καὶ καρδίας τὰς κινήσεις, σοφοὶ ἐνθέως ἀποκαθαίροντες, σκεύη ἀπειργάσατε λαμπρά, τοῦ Ἁγίου Πνεύματος, σεαυτοὺς παμμακάριστοι.
Καυχώμενον ἄμετρα, ἐχθρὸν τὸν πολεμήχανον, τὴν γῆν καὶ τὴν θάλασσαν ἀλείφειν, ταπεινωθέντες κατηδαφίσατε, πᾶσαν τὴν ἀνίσχυρον αὐτοῦ, ἰσχὺν ὑποτάξαντες, τοὶς ποσὶν ὑμῶν Ὅσιοι.
Θεοτοκίον.
πασας ὑπέρκεισαι, Μητέρας παναμώμητε, τὰς πρὶν καὶ τὰς ὅσας ἑπομένας· Σὺ γὰρ Παρθένε Υἱὸν ἐκύησας· ὃς μετὰ λοχείαν τὴν φρικτήν, πάλιν Σὲ κατέλιπεν, ἀειπάρθενον ἄχραντον.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Κατορθώσαντες πάσας, τὰς ἀρετὰς ὥσπερ μίαν θεῖοι Μακάριοι, καὶ πρὸς θείαν ὄντως, καταπαύσεις ἀχθέντες ἀγάλλεσθε, καὶ συνδοξασθέντες, Χριστῷ ἐκδυσωπεῖτε, ὑπὲρ πάντων ἡμῶν παναοίδιμοι.
Λαμπροτάτους φωστῆρας, διδασκάλους ἀζύγων, καὶ πάντων πρέσβεις, ὑμᾶς θεοφόροι, ἡσυχία καὶ ἔρημος ἔδειξε· διὰ τοῦτο ὄντως, καθαρὰ ὤφθητε καθέδρα, τῆς Ἁγίας Τριάδος Μακάριοι.
Μακαρίας τῆς ἄνω, ζωῆς ἐρασταὶ γεγονότες Μακάριοι, ἐν ἄκρᾳ ἀσκήσει, καὶ ἡσυχίᾳ νοῦν ἐπτερώσατε· καὶ ἀλλοιωθέντες, Θεοῦ τῇ ξένῃ ἀλλοιώσει, τοῖς τιμῶσιν ὑμᾶς ταύτην δίδοτε.
 Θεοτοκίον.
Ῥητορεῦον οὐ σθένει, στόμα κατ’ ἀξίαν Σὲ μέλπειν πανύμνητε, ἀνωτέραν οὖσαν, Χερουβὶμ καὶ ἁπάσης τῆς κτίσεως· τοίνυν διὰ ταύτην, πρὸς τὸν Θεὸν τὴν παῤῥησίαν, ἡμῖν πᾶσιν Αὐτὸν ἐξευμένιζε.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
οαῖς δακρύων ἐπνίξατε, ἐχθρὸν φαραωνίτην Μακάριοι, διαβιβάσαντες, ὡς ἐκ θάλασσης συγχύσεως, τὴν τῆς ψυχῆς ὁλκάδα ἀκαταπόντιστον.
δοὺ ὡς φοίνικες ἤνθησαν, δυὰς τῶν Μακαρίων ὑψίκομοι, ὡς εἰς Παράδεισον, λειμῶνα τὸν τῆς ἀσκήσεως, ὀσμαῖς ταῖς τῶν ἀγώνων εὐωδιάζοντες.
ς δύο μέγιστοι λάμποντες, φωστῆρες οἰκουμένης τοῖς θαύμασι, θεῖοι Μακάριοι, Ἀλεξανδρεὺς καὶ Αἰγύπτιος, Ἀνατολὴν καὶ Δύσιν καταφωτίζουσιν.
Θεοτοκίον.
Ναὸν καὶ θρόνον Σε Δέσποινα, ἁγίασμα λαμπρόν τε καὶ ὄχημα, Θεοῦ γινώσκοντες, ἱκετικῶς Σου δεόμεθα, ὅπως κατοικτειρήσῃς ἐν ὥρᾳ κρίσεως.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Νόμους Χριστοῦ ἱεροῖς, ὑπείκοντες παμμακάριστοι, νόμος σεπτὸς καὶ κανών, καὶ θεῖον ὑπόδειγμα, ἀσκήσεως ὤφθητε, καὶ μονήρους βίου, θεία ὄντως ὑποτύπωσις.
Ξενώσαντες ἑαυτούς, τῶν ἐπὶ τῆς γῆς οὐρανόφρονες, καὶ τῶν ἐν βίῳ τερπνά, σοφῶς καταλείψαντες, Θεῷ ὠκειώθητε, Μακάριοι θεῖοι, διὰ βίου καθαρότητος.
Οἶκος τῷ πάντων Θεῷ, καὶ ἱερὸν ἐνδιαίτημα, κτισθέντες τῶν ἀρετῶν, τοῖς λίθοις Μακάριοι, ἱερουργοὶ ὤφθητε, θείων μυστηρίων, μοναστῶν τε προηγήτορες.
Θεοτοκίον.
Ἱερωτάτην σκηνήν, Θεοῦ τὴν ὄντως καὶ πάνσεπτον, ὑμνοῦμέν Σε εὐσεβῶς, Μαρία πανάχραντε, Θεὸν γὰρ ἐχώρησας, ἐν τῇ Σῇ νηδύϊ, τὸν ἀχώρητον καὶ ἄληπτον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ὡς ἀστέρας ἔθετο, ὑμᾶς Πατέρες φαεινούς, φωταγωγοῦντας τὰ πέρατα, πρακτικῷ λόγῳ, Μακάριοι Ὅσιοι.
Ὁ Οἶκος.
Τοὺς τοῦ Κυρίου ἐραστάς, τῶν μοναστῶν τὸ κλέος, θαυμάτων τοὺς ταμίας, τὴν ὁμότροπον δυάδα τῶν Μακαρίων ἀνευφημοῦντες μακαρίσωμεν· οὗτοι γὰρ τῷ φέγγει τῶν ἀσκητικῶν αὐτῶν ἀγώνων, ὡς φωστῆρες ἐξέλαμψαν μέγιστοι, τοὺς ἐν σκότει παθῶν ἁμαρτίας ὑπάρχοντας, ταῖς τῶν θαυμάτων ἀκτῖσι φωτίζοντες, καὶ τὴν ζοφώδη τῶν δαιμόνων πλάνην ἐκδιώκοντες, ποταμούς τε λογικῶν ναμάτων δαψιλῶς ἀναβλύζοντες, τὰς ψυχὰς καταρδεύουσι τῶν πιστῶς βοώντων αὐτοῖς· ὑμεῖς ἐστε ὁδηγοὶ φωταγωγοὶ τῆς σωτηρίας πρακτικῷ λόγῳ, Μακάριοι Ὅσιοι.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ· καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Τούτων, ὁ μὲν Αἰγύπτιος γέγονε τῆς ἐρήμου θρέμμα καὶ γέννημα. Καὶ ἐξ ἁπαλῶν ὀνύχων τὴν ἀρετὴν μετελθών, καὶ ταύτην ἀγαπήσας, καὶ περιλαβών, θεῖον τοῦ Πνεύματος καταγώγιον ἐγένετο. Τοσαύτην γὰρ καρτερίαν ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσιν ἐκτήσατο, ὡς κατὰ πνευμάτων ἀκαθάρτων λαβεῖν ἐξουσίαν. Ἐπήνθει δὲ αὐτῷ καὶ τὸ διακρίσεως χάρισμα, καὶ τὰ μέλλοντα προὔλεγε, καὶ θαυμάτων ἄλλων αὐτουργὸς γέγονε. Τούτων οὖν ἕνεκεν, πολλῇ παρακλήσει τοῦ τότε ἀρχιερέως, τὴν ἱερωσύνην καταδέχεται, μὴ ἀνασχομένου τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι. Οὗ γενομένου, εἰς σκληροτέραν ἀγωγὴν ἑαυτὸν ὁ Μακάριος δέδωκε. Σύριγγα, γὰρ ποιήσας ὑπόγειον, ἀπὸ τῆς κέλλης αὐτοῦ ὡς ἥμισυ σταδίου διηκούσαν, καὶ σπήλαιον αὐτοχείρως πρὸς τὸ ἄκρον ὀρύξας, εἴποτε πλείονες αὐτῷ παρενέβαλλον, καὶ διηνώχλουν, λάθρα τὴν σύριγγα ὑπερχόμενος, τῷ σπηλαίῳ προσέβαλλε, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Περὶ δὲ βρώσεως καὶ πόσεως, περιττόν ἐστι γράφειν καὶ λέγειν, τοῦ σώματος αὐτοῦ καὶ τῆς θέας τὴν ἄκραν ἐγκράτειαν μαρτυρούντων.
Οὗτος, ἐπεὶ αἱρετικὸς εἰς ὁμιλίαν αὐτῷ προσῆλθεν, ἀρχικὸν δαίμονα ἔχων, καὶ λέγων, μὴ εἶναι ἀνάστασιν νεκρῶν, νεκρὸν ἀνέστησεν, ἵνα πείσῃ αὐτόν. Ἔλεγε δὲ ὁ Ἅγιος, ὅτι τάγματα δαιμόνων εἰσὶ δύω· τὸ μέν, πολεμοῦν τοῖς ἀνθρώποις εἰς πάθη ἀλλόκοτα· τὸ δέ, ἀρχικὸν καλούμενον, καὶ πλάνην ἐμποιοῦν τοῖς ἀνθρώποις· τοὺς δὲ τοιούτους δαίμονας ἀφορίζει ὁ σατανᾶς τοῖς γόησι καὶ τοῖς αἱρεσιάρχαις.
Οὗτος ὁ Ἅγιος, νοσφιζομένῳ τῷ ἰδίῳ μαθητῇ τὰ τῶν πενήτων, καὶ μὴ διορθουμένῳ, ὀργὴν Κυρίου προεῖπεν, ὃ καὶ γέγονεν, ἐλεφαντιάσαντι. Καὶ τὸν ἐπηρείᾳ δαίμονος καθ’ ἑκάστην ἐσθίοντα τρεῖς μοδίους ἄρτων, καὶ κυλικίσιον οἴνου πίνοντα, τρεῖς λίτρας ἄρτου ἐσθίειν ἀποκατέστησε. Καὶ τὸν διάβολον ἑώρακε, καὶ τὰς αὐτοῦ μηχανὰς ἐν ληκυθίοις ἐπιφερόμενον. Καὶ τὸν ἀπατώμενον ὑπ’ αὐτοῦ μοναχόν, Θεόπεμπτον καλούμενον, διωρθώσατο. Καὶ παρὰ κρανίου ἐν τῇ ἐρήμῳ κειμένου, ἱερέως τῶν εἰδώλων γεγονότος, τοῦτο ἀκήκοε. Ταῖς προσευχαῖς αὐτοῦ μικρὸν τοὺς ἐν τῇ κολάσει αὐτῆς ἀνίεσθαι τῆς βασάνου, ὅταν τύχῃ ταύτας, ποιεῖσθαι ὑπὸ αὐτῶν. Προεῖπε δὲ καὶ τὴν ἐρήμωσιν τῆς Σκήτεως. Καὶ ἕτερον νεκρὸν ἀνέστησεν, ὡς ἂν εἴπῃ ποῦ τὴν παρακαταθήκην τῶν ταύτην ζητούντων ἐνέκρυψε, καὶ πάλιν προσέταξε κοιμηθῆναι. Τοιούτοις οὖν θεαρέστοις ἔργοις κοσμούμενος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.
Ὁ δὲ Ἄγιος Μακάριος ὀ Ἀλεξανδρεύς, πρεσβύτερος ἐχρημάτισε τῶν λεγομένων Κελλίων, ἡσυχίαν ἄκραν καὶ καρτερίαν ἐνδειξάμενος, καὶ ἔργα καὶ σημεῖα πεποιηκώς. Τούτου τὰς ἀρετὰς ὑπεραγασθεὶς ὁ Μέγας Ἀντώνιος, ἔφη· Ἰδοὺ ἐπανεπαύσατο τὸ Πνεύμα τὸ Ἅγιον ἐπὶ σοί, καὶ ἔσῃ τοῦ λοιποῦ τῶν ἐμῶν ἀρετῶν κληρονόμος. Οὗτος ὀ Μακάριος, εἴποτε ἤκουσέ τινα πεποιηκότα ἔργον ἀσκήσεως, αὐτὸν παραζηλώσας, ἐν τῷ ἔργῳ ἐπλήρου, ὅθεν ἀκούσας, ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον ἔκρινεν, ἐπὶ ἔτη ἑπτά, πᾶν τὸ διὰ πυρὸς γινόμενον μὴ φαγεῖν, πλὴν λαχάνων ὠμῶν, καὶ ὀσπρίων βρεκτῶν. Ἔτι δὲ καὶ τοῦ ὕπνου περιγενέσθαι ἠγωνίσατο, καὶ οὐκ εἰσῆλθεν ὑπὸ στέγην, ἐν ὅλοις εἴκοσι νυχθημέροις, τῷ καύματι τῆς ἡμέρας φλεγόμενος, καὶ τῇ τῆς νυκτὸς ψυχρότητι πηγνύμενος. Ὀχληθεὶς δὲ ὑπὸ δαίμονος τῆς πορνείας, ἀπελθὼν ἐν τῇ πανερήμῳ, κατέμεινε μῆνας ἕξ· ἔνθα οἱ κώνωπες μέγιστοι ὄντες, ὡς σφῆκες, αὐτὸν σφοδρῶς κατετίτρωσκον, ὡς καὶ σπονδύλους καθ’ ὅλου τοῦ σώματος ἐξενεγκεῖν. Μετὰ γοῦν τοὺς ἓξ μῆνας, εἰς τὸ κελλίον αὐτοῦ ὑποστρέψας, ἀπὸ μόνης τῆς φωνῆς ἐγνωρίζετο, διὰ τὸ ἠλλοιῶσθαι τὸ σῶμα αὐτοῦ, καὶ ἐλεφαντιῶσι παρεικάζεσθαι.
Τούτου ποτε φρέαρ διορύσσοντος, ἀσπὶς εὑρεθεῖσα, ἤψατο τῆς χειρὸς αὐτοῦ, ἀναιρετικὸν δέ ἐστι τοῦτο τὸ θηρίον. Ὁ δέ, ταῖς χερσὶν ἀμφοτέραις δραξάμενος τῶν χελύων αὐτῆς, διέσχισεν εἰπών· Μὴ ἀποστείλαντός σε τοῦ Θεοῦ, πῶς ἐτόλμησας ἄψασθαί μου; Εἰσῆλθε ποτὲ ἐν τῷ Μοναστηρίῳ τῶν Ταβεννησιωτῶν, θέλων μαθεῖν ἑκάστου τὴν αὐτῶν ἐργασίαν. Καὶ ὡς ἐπέστη ἡ Τεσσαρακοστή, οἶδε διαφόρους ἐν αὐτοῖς πολιτείας. Ὁ μὲν γὰρ ἤσθιεν ἐν ἑκάστῃ ἑσπέρᾳ, ὁ δὲ διὰ δύω, ἄλλος διὰ τριῶν, ἕτερος διὰ πέντε, ἄλλοι διὰ πάσης νυκτὸς ἑστῶτες, τῇ ἠμέρᾳ εἰς τὸ ἔργον ἐκάθηντο. Ὁ δὲ Μακάριος, βρέξας ἑαυτῷ θαλλοὺς ἐκ φοινίκων, ἔστη ἐν μιᾷ γωνίᾳ, μέχρις αἱ τεσσαράκοντα ἡμέραι ἐπληρώθησαν, καὶ τὸ Πάσχα ἔφθασεν, ἐν αἷς οὐκ ἄρτου μετελάμβανεν, οὐχ ὕδατος, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐ τροφῆς ἑτέρας ἐγεύσατο, ἐκτὸς κράμβης ὠμῆς, καὶ ταύτης κατὰ μόνην Κυριακήν.
Τούτου ποτε καθεζομένου ἐν τῇ αὐλῇ, καὶ τὰ πρὸς ὠφέλειαν ὁμιλοῦντος, ὕαινα συμπαραλαβοῦσα τὸν ἑαυτῆς σκύμνον ὄντα τυφλόν, ἔῤῥιψεν εἰσελθοῦσα εἰς τοὺς πόδας αὐτοῦ. Ὁ δέ, ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοὺς πτύσας, ἐποίησεν αὐτὸ ἀναβλέψαι. Ἡ δέ, λαβοῦσα τὸ ἑαυτῆς γέννημα, ἐξῆλθε. Καὶ τὴν ἕωθεν σπεύσασα, κώδιον μέγα προβάτου ἤνεγκε τῷ Μακαρίῳ. Ὁ δὲ ἔφη πρὸς αὐτήν· Τὰ ἐξ ἀδικίας ἐγὼ οὐ δέχομαι. Ἠ δὲ ὕαινα, κλίνασα τὴν κεφαλήν, ἐξῆλθε τῆς αὐλῆς, Εἶδε καὶ οὗτος τὸν διάβολον, τὰ εἶδη τῆς ἀπάτης ἐπιφερόμενον, διά τινος ἐσθήματος τρωγλωτοῦ καὶ κολοκυνθίων αἰνιττόμενον ταῦτα.
Ἦν δὲ ὁ Ἅγιος τὴν ἡλικίαν ἔχων ὑποκόλοβον, σπανός, ἐπὶ τοῦ χείλους μόνον ἔχων τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος. Τῇ ὑπερβολῇ γὰρ τῶν ἀσκητικῶν πόνων οὐδὲ τρίχες αὐτῷ ἐξεφύησαν. Ὅθεν οὕτως ἀσκήσας, καὶ ἐν βαθεῖ γήρᾳ καταντήσας, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐφρασίας.
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Αὕτη ἦν ἐκ πόλεως Νικομηδείας, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, γένους ἐπισήμου, τρόπου σώφρονος καὶ χρηστοῦ. Μὴ πεισθεῖσα δὲ θυσίαν τοῖς δαίμοσι προσενεγκεῖν, τύπτεται σφοδρῶς. Καὶ ἐπιμένουσα τῷ ἐνστάσει, πρὸς ὕβριν ἀνδρὶ βαρβάρῳ ἐκδίδοται, ὑφ’ οὗ τὴν κεφαλὴν ἀπετμήθη ἀπατηθέντος παρ’ αὐτῆς, ὅτι εἰ ταύτης ἀπόσχοιτο, παρασχεῖν αὐτῷ φαρμάκων, ᾧ χρησάμενος, ταῖς ἐπιφοραῖς τῶν ξιφῶν, καὶ ταῖς διακοντίσεσι τῶν πολεμίων, ἄτρωτος ἔσται. Καὶ πεῖραν λαβεῖν ἔλεγε, τὸν ἑαυτῆς αὐχένα προτείνασα. Ὁ δὲ ἀληθεύειν ταύτην οἰηθείς, ἐνεγκὼν κραταιότερον, τὴν αὐτῆς ἀπέτεμε κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὀ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας, καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Πῶς οὐκ ἂν ἦρε Βασίλειε τὰς πύλας,
Μέγας ναός σοι τῷ νῷ τῷ ἐμψύχῳ;

Τῇ αὐτῇ ἡμέρα, Μνήμην τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, Πατριάρχου Κωνσταντινουπόλεως, μετατεθέντος καὶ κατατεθέντος εὐλαβῶς ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων τῆς Βασιλευούσης.
Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,
καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους, Πάτερ.
Ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ἁγίου Γρηγορίου, τελευτήσαντος καὶ ταφέντος ἐν τῇ πατρίδι αὐτοῦ Ναζιανζῷ, ἐγένετο ἐπὶ αὐτοκράτορος Κωνσταντινουπόλεως Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τὸ ἔτος 912 μ.Χ., τὸ δὲ ἅγιον λείψανον μετεκομίσθη εἰς τὴν Βασιλεύουσαν, καὶ κατετέθη ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Ἡ τιμία κάρα τοῦ Ἱεράρχου εὑρίσκεται ὡς πολύτιμος ὄλβος εἰς τὴν Μονὴν τοῦ Βατοπεδίου τοῦ Ἁγίου Ὄρους, μέρος δὲ τῶν λειψάνων ἐν τῇ Νέᾳ Καρβάλῃ Καβάλας.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Γαλλησιώτου καὶ ὁμολογητοῦ, ὅστις ἐχρημάτισεν ἐν ἔτει ᾳσν΄ (1250)
Κτείνει Δαβὶδ μὲν ἀλλόφυλον σφενδόνη,
Κτείνει δὲ Μελέτιος Αὐσόνων πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας τῶν Ἀνατολικῶν Γραικῶν μονομάχου καὶ ὑπερμάχου καὶ φύλακος.
Κρατεῖ μὲν Ἄτλας μυθικῶς ὤμοις πόλον,
Κρατεῖ δ’ ἀληθῶς Μάρκος ὀρθοδοξίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἀρχιεπισκόπου Κερκύρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Χρυσοστομάτου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Ἁγίου Ἰωάννου Χρυσοστόμου Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τοῦ Καλογερᾶ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου Ἱερισσοῦ.
Ἱερισσὸς γάνυται σῇ ποιμανσίᾳ,
Μακάριε, ἀγλαῶν ποιμένων γέρας.
Οὗτος, ἤκμασε κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου καὶ τοῦ Θεοδοσίου. Ἐκοιμήθη ἐν ὁσιότητι ἐπὶ τῆς βασιλείας τοῦ Ἀρκαδίου. Ἐχρημάτισε, κατὰ πᾶσαν πιθανότητα ὁ πρῶτος, ἐπίσκοπος Ἱερισσοῦ τῆς Χαλκιδικῆς καὶ θεωρεῖται ὁ κτήτωρ τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγ. Στεφάνου τῆς Ἱερᾶς Μονῆς Κωνσταμονίτου τοῦ Ἁγίου Ὄρους.
Κατὰ τὰ πρῶτα ἔτη τῆς ἐπισκοπικῆς αὐτοῦ διακονίας συνηντήθη μετὰ τοῦ Μεγάλου Κωνσταντίνου, ἐπιζητοῦντος ἐκείνου κρῖσαι τὴν Νέαν Ῥώμην παρὰ τὸν Ἀκάνθιον ἰσθμόν, τὸν πλησίον τῆς Ἱερισσοῦ καὶ τοῦ Ἁγιωνύμου Ὄρους κείμενον. Οὗτος διὰ τῆς σοφίας τῶν αὐτοῦ λόγων κατέπιθε τὸν θεόστεπτον ἄνακτα ἀπομακρυνθῆναι τῶν αὐτοῦ σχεδίων καὶ διασῶσαι τὸ φιλήσυχον τῆς περιοχῆς καὶ δὴ τὸν μοναχοτρόφον Ἄθωνα.
Ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, ὁ Μακάριος κατεδιώχθη καὶ ἠναγκάσθη ἐλθεῖν εἰς Ἄθωνα, ἔνθα ἐνεδόμησε τὸν ὑπ’ ἐκείνου ἐρημωθέντα ναὸν τοῦ Πρωτομάρτυρος Στεφάνου, τῆς Ἱερᾶς τοῦ Κωνσταμονίτου Μονῆς. Ἐν αὐτῇ καλῶς ἀγωνισάμενος ὁ ἀοίδιμος ἐκοιμήθη ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Νηστευτοῦ, τῆς Μονῆς τοῦ Ἁγίου Ἀντωνίου τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ διακόνου, τῆς Μονῆς τοῦ Ἁγίου Θεοδόσιου τῶν Σπηλαίων τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Νόβγκοροντ, τοῦ διὰ Χριστοῦ σαλλοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ῥωμαίου, τοῦ ἐν Νόβγκοροντ τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἐπαναφορᾶς τοῦ Σταυροῦ τοῦ μαρτυρίου τοῦ Ἀποστόλου Ἀνδρέου ἐν Πάτραις, ἐν ἔτει 1980 μ. Χ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Προεστήσατο, Θεὸς ὑμᾶς Μακάριοι, ἐν τοῖς μονάζουσι, Πατέρας καὶ ἀρχηγούς, τὸν μὲν ἀκριβέστατον, τὸν δὲ μειλίχον, διευθύνοντας, πρὸς τὰς εὐθείας Ὅσιοι, καὶ σωτηριώδεις τρίβους.
λῳ πόθῳ, ἐπαυχένιον ἐφέρετε, ὦ παμμακάριστοι, τὸν τοῦ Κυρίου Σταυρόν, δι’ οὗ κατηργήσατε, πᾶσαν τὴν ἔπαρσιν, τοῦ ἀλάστορος ἁπάσας, ἀποδείξαντες, τὰς βουλὰς αὐτοῦ ἀπράκτους.
Θεραπεύοντες, τὰ πάθη καὶ νοσήματα, ἐν θείᾳ χάριτι, σωμάτων τε καὶ ψυχῶν, εὐσπλάγχνως Μακάριοι ἐπικαμπτόμενοι, οὐ παρίδετε, καὶ τῶν κτηνῶν τὰ τραύματα, συμπαθῶς αὐτὰ ἰᾶσθαι.
Θεοτοκίον.
Βασίλισσα, Παρθένε ἀπειρόγαμε, φρικτῶς κηύσασα, τὸν Βασιλέα Χριστόν, ποικίλοις μὲ πάθεσι, βασιλευόμενον, μεταποίησον, πρὸς Βασιλείας εἴσοδον, οὐρανίου ἀνατρέχειν.

Ἕτερος. Παῖδες Ἑβραίων.
Ποίαις ᾀσμάτων εὐφημίαις, μακαρίσωμεν νυνὶ τοὺς Μακαρίους, τοὺς προστάτας ἡμῶν, καὶ θείους εὐεργέτας, καὶ πρεσβευτὰς πρὸς Κύριον, εὐπροσδέκτους εἰς αἰῶνας.
ύσασθε παντας τοὺς τιμῶντας, τὴν σεπτὴν ὑμῶν Μακάριοι νῦν μνήμην, ἐξ ἐχθρῶν αἰσθητῶν, καὶ νοητῶν Πατέρες, καὶ ἐκ Θεοῦ αἰτήσασθε, τὴν εἰρήνην εἰς αἰῶνας.
Σῶμα νεκρώσαντες ἐν κόσμῳ, ἀπελάβετε ζωὴν τὴν μακαρίαν, φερωνύμως Χριστῷ, Μακάριοι συνόντες, καὶ σὺν Ἀγγέλοις ψάλλοντες, ἐν ὑψίστοις εἰς αἰῶνας.
Θεοτοκίον.
Τέτοκας Λόγον τὸν ἀχρόνως, τὸν  ἐκλάμψαντα γαστρὸς ἐκ τῆς πατρώας, τὴν βροτείαν μορφήν, ἀρεύστως προσλαβόντα, ἐκ Σοῦ Παρθένε ἄχραντε, τῶν πιστῶν ἡ σωτηρία.







ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
ρματι ὀχούμενοι καθάπερ, ὑμῶν ταῖς ἀγῶσι τέθριπποι Μακάριοι, νύσσαν ἐπεφθάσατε, πόλιν τὴν οὐράνιον, ἔνθα σαφῶς ἐκέκτησθε, θεῖον πολίτευμα, τὸν Κύριον ὑμνοῦντες ἀπαύστως, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.
Νεύσεσι Θεῷ ταῖς ἀνενδότοις, καὶ μόνῳ αὐτῷ μόνοι  ἑνούμενοι, θείων ἐπιλάμψεων, ἔσοπτρα γεγένεσθε, τῆς τριλαμποῦς Θεότητος καταυγαζόμενοι, τρανῶς τὰς διαθέσεις ὁρᾶτε, τῶν προσερχομένων, πανσόφως διορθοῦντες.
Τύπος καὶ κανὼν τῶν μοναζόντων, διαφερόντως ὄντως ὑμεῖς ἐδείχθητε, Ὅσιοι Μακάριοι, οἷά περ φερώνυμοι, τῆς μακαρίας λήξεως μακαριζόμενοι, θεοπρεπῶς θείας θεοφόροι, μακαριοτάτης ζωῆς ἐπιτυχοῦντες.
Θεοτοκίον.
Ὢ τῆς δωρεὰς ἧς ἠξιώθης, γενέσθαι Θεοῦ Μήτηρ πανάχραντε! ὄντως γὰρ γεγένηκας, ὑπὲρ νοῦν πανάμωμε, Θεὸν ἐνανθρωπήσαντα, ὑπὲρ νοῦν πανάμωμε, Θεὸν ἐνανθρωπήσαντα, Ὃν καθικέτευε, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων.

Ἕτερος. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Τῷ ἀστέκτῳ νῦν παρεστῶτες θρόνῳ, τῆς Τριάδος Μακάριοι Πατέρες, τῆς τριλαμποῦς πληρούμενοι λαμπρότητος, χαίροντες ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
περφώτου Τριάδος ταῖς ἀκτίσι, Μακαρίων δυὰς ἡ μακαρία, ἐλλαμπομένη σὺν Ἀγγέλων τάγμασι, θείως γηθομένη, μέλπει ἀσιγήτως αὐτὴν εἰς τοὺς αἰῶνας.
Φεγγοβόλαις αὐγαῖς φωτὸς ἀδύτου, τῆς τριφώτου καὶ τριφεγγοῦς οὐσίας, Πατέρες θεῖοι κατηγλαϊζόμενοι, ᾄδοντες ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς λαβίδι χερσὶν ἄνθρακα φέρεις, δρόσον θεῖον πηγάζοντα Παρθένε, τοῖς τῷ φλογμῷ πλάνης κινδυνεύουσι, φλέγοντα δὲ πάθη, τῶν ὑμνολογούντων αὐτὸ εἰς τοὺς αἰῶνας.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νῦν οὐκ ἐν σκηναῖς, οὐδὲ ἐν αἰνίγμασι, καταλαμπόμενοι, ἃ ὀφθαλμὸς βρότειος, οὐδὲ κατεῖδε καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ καρδία ᾔσθετο ἀνθρώπιυς πώποτε, θεωρεῖτε, ἀγαθὰ Μακάριοι· ὧν μεθέξαι ἡμᾶς δυσωπήσατε.
λεως ἡμῖν, Θεὸν ἀπειργάσασθε, ταῖς παρακλήσεσι, καὶ πρεσβείαις πάνσοφοι, ὑμῶν ἀπαύστοις Θεομακάριστοι, ἐφ’ οἷς καθ’ ὥραν πταίομεν καὶ ἁμαρτάνομεν, παραβλέψαι, ὡς πατὴρ φιλόστοργος, καὶ ζωὴν τὴν ἀγήρω δωρήσασθαι.
ντως ὀρεκτόν, ἁπάντων τὸ ἔσχατον, καταλαβόμενοι, καὶ συναυλιζόμενοι, ταῖς οὐρανίοις θείαις Δυνάμεσι, ἡμῶν μὴ ἐπιλάθησθε, τῶν τὴν πανίερον, ἐκτελούντων, μνήμην ὑμῶν Ἅγιοι, ἀλλὰ μέμνησθε πόθῳ Μακάριοι.
Θεοτοκίον.
Σὺν μακαριστοῖς, δυσὶ Μακαρίοις τε, Θεοχαρίτωτε, Παναγία Δέσποινα, ἀεὶ δυσώπει τὸν ἐλεήμονα, Υἱόν Σου Μητροπάρθενε τοὺς ἀνυμνοῦντάς Σε, ἐλεῆσαι, ἐν ἡμέρᾳ κρίσεως, καὶ τῆς θείας ζωῆς ἀξιώσασθαι.

Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
Χαῖρέ σοι  ἄδω ἐκ ψυχῆς, ὦ δυὰς τῶν Μακαρίων θεόληπτε, καὶ θεοτίμητε, ἡ τὴν Τριάδα τὴν ὁμοούσιον, ἔργοις ἐνθέοις ἱερῶς, βιοῦσα ἐδόξασας· καὶ νῦν ἀπείληφας, τὰ βραβεῖα τῶν σῶν πόνων ἐπάξια.
Ψάλλων ἐν Πνεύματι Δαβίδ· τῶν Ὁσίων ὁ θειότατος θάνατος, τίμιος ἔναντι, ἔφη Κυρίου· καὶ ὁ σοφώτατος φάσκει· Δικαίων αἱ ψυχαί, χειρὶ ἐνυπάρχουσα, Θεοῦ τοῦ σώζοντος, καὶ οὐ μὴ αὐτῶν καθάψεται βάσανος.
μακαρία μοι δυάς, φερωνύμως Μακαρίων θεόσοφοι, φωστῆρες πάμφωτοι, Τριάδος θείας θεῖοι θεράποντες, τῷ ἐγκωμίοις ἱεροῖς, ὑμᾶς εὐφημήσαντι, ἅμα καὶ μέλπουσιν, ὀφλημάτων ἐξαιτεῖτε τὴν ἄφεσιν.
Θεοτοκίον.
Ναὸς Σὺ γέγονας Θεοῦ, τὸν ἀχώρητον ἐν μήτρᾳ χωρήσασα, καὶ τὸν πρὶν ἄσαρκον, σεσαρκωμένον Λόγον γεννήσασα, ὃν ἐκδυσώπησον ἁγνή, πταισμάτων τὴν ἄφεσιν, πᾶσι δωρήσασθαι, τοῖς ἐν πίστει Σε ἀεὶ μεγαλύνουσιν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀγγελικὸν τὸν βίον, ποθοῦντες ἐν ἐρημίαις, ἀπεμακρύνθητε πάθη, καθυποτάξαντες σαρκός, ἰσάγγελοι γεγονότες, Μακάριοι νῦν τιμᾶσθαι.
Θεοτοκίον.
Τῇ κραταιᾷ Σου σκέπῃ, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς ἁγνὴ τοὺς Σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· Σὲ γὰρ κεκτήμεθα  μόνην, καταφυγὴν ἐν ἀνάγκαις.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Φωστῆρας δύο ἀνίσχεν ὑμᾶς ἡ Αἴγυπτος, ἰσοταχεῖς τὸν δρόμον, ἄμφω ἰσομεγέθεις, ἰσολαμπεῖς τῇ αἴγλῃ πάντα τῆς γῆς, φρυκτωροῦντας τὰ πέρατα, ἐν τῇ ἐμπράκτῳ τῶν λόγων λάμψει σοφοί, καὶ θαυμάτων ἐπιδείξεσιν.

Ἐν οὐρανοῖς κληρουχίαν σχόντες Μακάριοι, καὶ ταῖς χοροστασίαις, τῶν Ἁγίων Ἀγγέλων, συνόντες καὶ τρυφῶντες φωτὸς τριλαμποῦς, τῆς ἐφέσεως οὐ μὲν οὖν, ἔχεσθε μᾶλλον ἐν τῷ νοΐ, ἀναβάσεις ἐντιθέμενοι.

Τῶν ἀρετῶν τὴν τετράδα τῶν Μακαρίων δυάς, τέθριππον ἅρμα σχοῦσα, πρὸς ἄνω ἀνήχθης, Τριάδι παρεστῶσα τῇ ἐν μιᾷ, προσκυνουμένῃ Θεότητι, ἣν μὴ ἐλλίπῃς αἰτοῦσα δοῦναι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.

Ἐν οὐρανοῖς μὲν φωστῆρας ἔδειξε πάλαι Θεός, Ἥλιον καὶ Σελήνην, ἀμφοτέρους εἰς φαῦσιν, ἡμέρας καὶ νυκτός τε παντὶ καιρῷ· νῦν δὲ ἄλλους ἀνέδειξε, τοὺς δύο τε Μακαρίους ταῖς ἀρεταῖς, ἐν τῷ κόσμῳ ὑπερλάμποντας.

Δόξα. Ἦχος πλ. α΄.
Πανηγύρεως ἡμέρα, τῶν θεοφόρων Μακαρίων ἡμῖν ἐπέστη, δεῦτε συνευφρανθῶμεν ἐνθέως ἀδελφοί, καὶ πνευματικῶς μελῳδοῦντες, εὐφημήσωμεν αὐτοὺς λέγοντες· Χαίρετε Ὁσίων ἐγκαλλώπισμα, οἱ κατὰ Παῦλον σκύβαλα ἡγησάμενοι πάντα, καὶ τῷ Χριστῷ ὁλοψύχως ποθήσαντες· χαίρετε, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐγκρυπτόμενοι, καὶ μόνως μόνοι, τῷ Θεῷ ἀδιαλείπτως προσευχόμενοι· χαίρετε, οἱ τὰς ψυχὰς ἁγνισθέντες θεοπρεπῶς, καὶ πνευματικῆς χάριτος ἐμπλησθέντες, εἰς τὸ διδάσκειν τὰ δέοντα, καὶ ἐπιτελεῖν τεράστια· ἐπίγειοι ἄγγελοι, οὐράνιοι ἄνθρωποι, θερμοὶ προστάται πάντων καὶ κηδεμόνες· ὡς ἔχοντες παῤῥησίαν πρὸς Θεόν, αἰτήσασθε δωρηθῆναι ἡμῖν, τοῖς ἐκ πόθου τελοῦσι τὴν μνήμην ὑμῶν, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ζωῆς τῆς μακαρίας ἐν οὐρανοῖς, ὡς ἀξιωθέντες, δι’ ἀσκήσεως ἱερᾶς, τῷ Σωτῆρι πάντων, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ τῶν εὐφημούντων, ἡμᾶς Μακάριοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου