Πέμπτη 5 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ ΚΕ΄. ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΙΚΑΤΕΡΙΝΑ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ ΚΕ!!
ΑΙΚΑΤΕΡΙΝΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν· τῆς Ἑορτῆς ἕν. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν ἐν τῷ Ναῷ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο.

Καὶ τῆς Ἁγίας, γ΄. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις εὐφημιῶν στέμμασιν, στεφανώσωμεν Αἰκατερίναν, τὴν βδελυξαμένην τὰ γήϊνα, καὶ ἀσπασαμένην τὰ ἄφθαρτα, τὴν ὑπὲρ Χριστοῦ ἀναιρεθεῖσαν, τὴν νύμφη τοῦ Βασιλέως καὶ Θεοῦ ἡμῶν, τὴν πάσῃ, τῇ οἰκουμένῃ διαλάμπουσαν, περιστερὰν τὴν ἁγίαν, ἣν περ εἰς παστάδα οὐράνιον, προσεδείξατο ὁ Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις εὐφημιῶν ἄνθεσιν, ἀναδήσωμεν Αἰκατερίναν, τὴν τοὺς δυσσεβεῖς ἐξελέγξασαν, καὶ τὴν πλάνην πᾶσαν πατήσασαν, καὶ εἰς οὐρανίους νῦν θαλάμους, ἀξίως περισκιρτῶσαν καὶ χορεύουσαν, Τριάδα θεολογοῦσαν τὴν πανταίτιον, σὺν τοῖς Ἁγίοις Ἀγγέλοις, ἧς ταῖς πρεσβείαις, τοῖς τιμῶσιν αὐτὴν σεπτῶς, παράσχου ἡμῖν ὁ Θεός, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ποίοις, ὑμνωδιῶν κάλλεσιν, ἐπαινέσωμεν Αἰκατερίναν, τὴν πάνσοφον βασιλίδα καὶ Παρθενομάρτυρα, τὴν τῆς δυσσεβείας καταλύτην, τὴν πάντας, τοὺς φιλοσόφους καταπλήξασαν, καὶ θράσος τοῦ Μαξιμίνου καταῤῥάξασαν, καὶ τὸν Χριστὸν ἐν σταδίῳ, μέσον ἀνομούντων κηρύξασαν εὐθαρσῶς, Θεὸν προαιώνιον, καὶ ἄνθρωπον ἀναμάρτητον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'
Ὁ Δαυῒδ προανεφώνει Σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί Σε πανύμνητε· Τὴν γάρ πρὸ τόκου Παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών Σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν Σοι· Ὑπερ ἡμῶν δυσώπησον, τὸν Υἱόν Σου καὶ Θεόν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ.
Πύλαι τοῦ Ἱεροῦ, εἰσδέξασθε Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.

Στίχ.: Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Παρθένοι τὴν ἁγνήν, προπέμψατε Παρθένον, φαιδρῶς λαμπαδουχοῦσαι, εἰς Ἅγια Ἁγίων, ὡς Νύμφην τοῦ Παντάνακτος.

Στίχ.: Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Ἄρτον ἡ λογική, παστὰς Θεοῦ τοῦ Λόγου, χειρὶ θείου Ἀγγέλου, δέχεται κατοικοῦσα, Ἁγίων εἰς τὰ Ἅγια.

Δόξα. Καὶ νῦν . Ὅμοιον
Φῶς Σε τὸ τριλαμπές, ἀνάψαν Θεοτόκε, ἐν τῷ Ναῷ τῆς δόξης, οὐράνιον τροφήν Σοι, ἐκπέμπει μεγαλύνον Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ'.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Καὶ Ἀπόλυσις.










ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, Στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'. Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.

Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.

Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.

Καὶ τῆς Ἁγίας Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων
Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείῳ ναῷ σου, κατέχουσα προφρόνως· διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε.

Αἰκατερίνης τὴν μνήμην νῦν ἑορτάσωμεν· αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργῳ, καθεῖλε στεῤῥῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν· Ἀλλὰ δεήσεσι ταύτης ῥῦσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων.

Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή· ἐν τῷ Σινᾷ γὰρ ὄρει, ἐν ᾧ εἶδε τὴν βάτον, Μωσῆς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκῆνός σου, νῦν μεταθείς σε φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ.




Δόξα... Τῆς Ἁγίας Ἦχος β'
Χαρμονικῶς τῇ πανηγύρει, τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης, συνδράμωμεν ὦ φιλομάρτυρες, καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι καταστέψωμεν· Χαίροις βοῶντες αὐτῇ, ἡ τῶν φληνάφων Ῥητόρων, τὴν θρασυστομίαν ἐλέγξασα, ὡς ἀπαιδευσίας ἀνάπλεων, καὶ τούτους πρὸς πίστιν θείαν χειραγωγήσασα· Χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα, δι' ἀγάπην τοῦ Ποιητοῦ σου, καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος· Χαίροις ἡ ταῖς ἄνω μοναῖς, ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα, καὶ δόξης αἰωνίου κατατρυφήσασα, ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου, τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.

Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι· Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ, Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 &6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.


















Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὰ λαμπρὰ καὶ θεῖά σου ἄθλα, πᾶσαν γλῶσσαν πρὸς αἴνεσιν ἤγειρεν, Ἀγγέλων καὶ ἀνθρώπων, οἱ γὰρ Ἄγγελοι ὁρῶντες ἐν οὐρανῷ, τὸν Νυμφίον σου Χριστόν, τὴν καθαρωτάτην σου ψυχήν, ταῖς χορείαις αὐτῶν κατατάττοντα, ἐδόξαζον χαίροντες, οἱ δὲ ἄνθρωποι βλέποντες τὸ πολύαθλον καὶ καρτερικόν σου σῶμα, κοινὸν ἰατρεῖον ἔχοντες, κοινὴν χορείαν συστησάμενοι, ἀγάλλονται καὶ πανηγυρίζουσιν, εὐφημοῦντές σε, ὡς τὴν πλάνην πᾶσαν τοῦ ἐχθροῦ ἐκνικήσασαν, καὶ πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ Νυμφίῳ Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτους πρὸς θεογνωσίαν ἀφείλκυσας, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο, σὺν Βασιλίσσῃ τῇ σοφῇ· Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Πνευματικὴν χορείαν κροτήσωμεν, τὰ πλήθη τῶν ὀρθοδόξων, ἐπὶ τῇ μνήμῃ τῆς πανσόφου Αἰκατερίνης, αὕτη γὰρ τὴν ἀσθενῆ τοῦ θήλεως φύσιν, εἰς ἀῤῥενωπὴν μεταβαλοῦσα, ὡς ἄλλη Ἰουδὴθ ἠνδρίσατο, διὸ καὶ ἐν σταδίῳ πάσχουσα ἔλεγεν ὁμοῦ σὺν τῇ Σεβαστῇ: Σὲ Νυμφίε ποθῶμεν καὶ διὰ σὲ τὰς σάρκας τοῖς ἀνόμοις παρέχομεν, καὶ ἠξιώθησαν ἀκοῦσαι τῆς μακαρίας φωνῆς· εἰσέλθετε εἰς νυμφῶνα Θεοῦ, καὶ θεάσασθαι τὴν δόξαν τοῦ Θεοῦ, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμεναι.

Ἦχος δ΄.
Σήμερον ὁ Νυμφίος σου Χριστός, οὐρανῶν τὰς πύλας ἀνοίξας, εἰς παστάδα ἀκήρατον δέχεται ὑμᾶς, Αἰκατερίνα καὶ Σεβαστή, καὶ Βασιλείς μετόχους δείκνυσιν, ὡς συγκοινωνοὺς τῶν παθημάτων Αὐτοῦ, ὦ νῦν παριστάμεναι, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἐν πίστει καὶ πόθῳ τιμώντων τὴν ἱερὰν ὑμῶν ἄθλησιν.

Ὁ αὐτός.
Τῇ ἐλπίδι τῶν αἰωνίων ἀγαθῶν, νευρουμένῃ Αἰκατερίνα παμμακάριστε, τῇ πίστει καὶ ἀγάπῃ περιφραχθεῖσα, καὶ τῇ δυνάμει τοῦ Σταυροῦ ῥωννυμένη ἀήττητε, εἰδώλων τὴν πλάνην ἐμείωσας καὶ βασιλίσσῃ Σεβαστῇ πρόξενος τῶν οὐρανίων θαλάμων ἐγένου, μεθ’ ἧς τῷ Χριστῷ παριστάμεναι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον ἡμέρα ὑπέρλαμπρος καὶ ἑορτὴ πανευφρόσυνος, ἀνέτειλε τοῖς πέρασιν, ἡ πάνσεπτος πανήγυρις, τῆς Ἀθληφόρου καὶ πανσόφου Αἰκατερίνης, λαμπρύνουσα τὰς καρδίας τῶν πιστῶν, καὶ τοῖς θαύμασιν ὡς ἄνθεσιν αὐτοὺς εὐωδιάζουσαν. Δεῦτε οὖν ἅπαντες οἱ πιστοί, τὰς χεῖρας κροτήσωμεν, καὶ τοῖς ἄνθεσιν τῶν ἐγκωμίων ταύτην καταστέψωμεν λέγοντες: Χαῖρε ἡ νύμφη τοῦ Χριστοῦ· χαῖρε ἡ τὰ ἀπύλωτα στόματα τῶν ῥητόρων ὡς ἀφώνους ἰχθῦς ἀποδείξασα, καὶ τὴν ἄνοιαν τῶν εἰδώλων, τοῦ ἀσεβοῦς Μαξιμίνου ἐλέγξασα· χαῖρε καλλιπάρθενε καὶ πάνσοφε Αἰκατερίνα, ἡ κηρύξασα Χριστὸν τὸν Θεόν, ἐν μέσῳ τῶν ἀπίστων, τὸν παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Ἦχος πλ. α'. Λέοντος Μαΐστορος
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Τῆς ἑορτῆς. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον, ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον, πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε, Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι, πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε· ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωρούμενoς τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Καὶ τῆς Ἁγίας, ὅμοια. Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, τῶν Ἀθλητῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, τὸ ὅπλον τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ἡ πολλαῖς βασάνοις ἐξωνήσασα, Θεοῦ τὴν οὐράνιον, Βασιλείαν πανεύφημε, ἐν ᾗ χορεύεις μετὰ τῶν συμμαρτύρων σου, καὶ λαμπομένη ταῖς ἐκεῖθεν ἐλάμψεσι, μέμνησω τῶν τιμώντων σου, τὴν ἔνδοξον ἄθλησιν, καὶ τῶν λειψάνων τὴν θήκην, Αἰκατερίνα πανένδοξε, ἐξ ἧς ἀναβλύζει, τοῖς αἰτοῦσιν εὐλογίαν καὶ μέγα ἔλεος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαῖρε, Αἰκατερίνα σοφή, τῶν Ἀθλοφόρων σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ἡ καθαιρέτης ἐχθροῦ, σπαραγμῶν μεγίστων ἐκαρτέρησας, λαμπτήρ, τὴν ὑφήλιον διαυγάζων τοῖς πέρασι, στύλος ὁ μέγας διεμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, λόγχη τῆς καρτερίας σου, ἡ κτείνασα δράκοντα, καὶ ἀριστεύσασα πάντων, ὡς στρατηγὸς γενναιότατος, Χριστὸν ἐκδυσώπει, τοῖς ὑμνοῦσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, Αἰκατερίνα σεμνή, ἡ ἐξ Αἰγύπτου ὁρμωμένη πανεύφημε, ἀκτῖνες καὶ δαδουχίαι, ταῖς τῶν θαυμάτων βολαῖς, ἀπαστράπτεις πᾶσαν τὴν ὑφήλιον. Θεός σε ἐδόξασε, ἐν τῇ γῇ παμμακάριστε, καὶ νῦν χορεύεις, γηθομένη μεθέξεσι, καὶ λαμπομένη, θεϊκαῖς ταῖς λαμπρότησι, μέμνησο οὖν πρὸς Κύριον, δεόμεθα πάνσοφε, τῶν ἐκτελούντων τὴν μνήμην περιχαρῶς καὶ ὑμνούντων σε, τυχεῖν σαῖς πρεσβείας σωτηρίαν καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ τοῦ Νυμφίου σου ἔρωτι τετρωμένη, Αἰκατερίνα σεμνή, Παρθενομάρτυς καὶ πάνσοφε, πᾶσαν κοσμικὴν ἡδυπάθειαν, προθύμως κατέλιπες, καὶ τὸ σημεῖον τοῦ Σταυροῦ, σφραγισαμένη ἑαυτήν, τὴν πλάνην τῶν εἰδώλων, πανσόφως διήλεγξας, καὶ ῥητόρων ἔπαυσας, τὰς ληρώδεις ἐνστάσεις, τοῦ Χριστοῦ τὸ ὄνομα λαμπρῶς πᾶσι κηρύξασα. Διὸ καὶ στέφος οὐράνιον ἀναδησαμένη τὴν κεφαλήν, σὺν Ἀγγέλοις χορεύεις ὡς ἁγνὴ περιστερά, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν ... Ἦχος πλ. β'. Σεργίου Ἁγιοπολίτου
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν Θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνoῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



 Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ'.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Καὶ Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας. Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Μολοῦσα εὐθαρσῶς, πρὸς ἀγῶνας τρισμάκαρ, ἀνδρείως τὸν Χριστόν, ὡμολόγησας Μάρτυς, καὶ τύραννον ἤλεγξας, δυσσεβῆ καὶ παράφρονα, καὶ κατῄσχυνας, ῥητορευόντων τὰ στίφη, καὶ ἀνέδραμες, εἰς οὐρανίους σκηνώσεις· διὸ σε δοξάζομεν.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς, ὅμοιον
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν· ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας· Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας. Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Ἡ παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τῇ δυνάμει τοῦ Χριστοῦ, ἐπιῤῥωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στεῤῥῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μετ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμά μου.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς, ὅμοιον
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ Ἀειπάρθενε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῆς Ἁγίας. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς.
Ἀλεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τῇ μνήμῃ σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ· καὶ μέγα βρενθυομένη σοι ἐκβοᾷ· Ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νῦν τῷ Κτίστῃ σου, χαῖρε Μάρτυς πανθαύμαστε.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς, ὅμοιον
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ· ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.




Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον, Ἦχος δ': Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...
Ὁ Ν' Ψαλμὸς
Δόξα... Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν ... Ταῖς τῆς Θεοτόκου...
Εἶτα τὸ Ἰδιόμελον Ἦχος β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.

Εἶτα, οἱ Κανόνες· ὁ α΄ τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας β΄.
Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' ᾠδής. Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου. Ποίημα τοῦ κυρίου Γεωργίου
ᾨδὴ α' Ἦχος δ'. Ὁ Εἱρμός
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.
πέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.
Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο, τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.
πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.






Ὁ α’ Κανὼν τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος β΄. Τῷ τὴν ἄβατον.
Τῷ Νυμφίῳ σου, παρισταμένη πάνσεμνε, Λόγῳ τῷ ἀνατείλαντι, ἐκ προανάρχου Πατρός, πρὸ αἰώνων ὡς Αὐτοῦ, θείῳ ἀπαυγάσματι, λόγον μοι αἴτησαι, τὴν ἀξιέπαινον, ὑμνῆσαι μαρτυρίαν σου.
Ἡ σοφία σε, Θεοῦ ἡ ἐνυπόστατος, Λόγος ὁ συναΐδιος, Πατρὶ καὶ Πνεύματι, οἷα σκεῦος ἐκλογῆς, πλῆρες θείας χάριτος καὶ καθαρότητος, εὑρὼν ἐνέπνευσε, σοφίαν τὴν οὐράνιον.
Πλούτῳ ῥέοντι, καρδίαν μὴ συνδήσασα, ταύτην τῷ Παντοκράτορι, Θεῷ συνέδησας, καὶ τῷ πόθῳ τῷ αὐτοῦ, Μάρτυς τετρωμένη ἦλθες αὐτόκλητος, ἐπὶ τὸ στάδιον, Θεὸν ἕνα κηρύττουσα.
Θεοτοκίον.
Ἁγιάσματος, εὑρών Σε καθαρώτατον, τόπον ὁ ὑπεράγιος, ἐν Σοὶ ἐσκήνωσε, παναμώμητε σεμνή, καὶ τῶν ἡδυπνόων μύρων αἰσθόμεναι, κόραι νεάνιδες, αὐτῷ κατηκολούθησαν.

Ὁ β΄ Κανὼν τῆς Ἁγ. Αἰκατερίνης, οὗ ἡ Ἀκροστιχίς: Αἰκατερῖναν τὴν παναοίδιμον ᾄσμασι μέλπω. Θεοφάνους.
ᾨδὴ α' Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδούς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.
Ἰθυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερῖνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.
Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾄσμα τῷ Θεῷ ἀναμέλπουσα.
Ἀγαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.
Θεοτοκίον
Τὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.
Καταβασία:
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.



ᾨδὴ γ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.
Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.
Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.
ξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.
Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.

Ὁ α’ τῆς Ἁγίας. Ἐν πέτρᾳ με τῆς πίστεως.
Νεᾶνις σοφωτάτη καὶ λαμπροτάτη, ὡραία καὶ τὴν ὄψιν καὶ τὴν καρδίαν, εἰς μέσον παραστᾶσα γενναιοφρόνως, τοῦ βασιλεύοντος, τοῦτον διήλεγχεν, ἀνοήτοις δαίμοσι θυσιάζοντα.
Ἐξέστη τῇ σοφίᾳ καὶ τῇ συνέσει, καὶ ὅλος ἀπεπάγη μέσον τοῦ δήμου, ὁ ἄναξ μὴ ἰσχύων ἀποκριθῆναι, πρὸς τὴν θεόσοφον, σὲ καὶ θεόληπτον, Μάρτυς ἀξιάγαστε καὶ πανεύφημε.
Ὑπάρχουσα σοφίας τῆς θείας πλήρης, καὶ πᾶσαν ἐκμαθοῦσα τὴν ἔξω γνῶσιν, ὑπέφαινες τῷ λόγῳ τῆς ἀληθείας, ἐκμυκτηρίζουσα, Μάρτυς πανένδοξε, τὴν εἰδώλων θέωσιν, τὴν ψευδώνυμον.
Θεοτοκίον.
Φωτί με σωτηρίας περιβαλοῦσα, ἐξάγαγε τοῦ σκότους τῆς ἀπωλείας, πανύμνητε Παρθένε Θεοκυῆτορ, ἡ τὸν φιλάνθρωπον, Χριστὸν κυήσασα, ὅπως προσλαβόμενος μεγαλύνω Σε.

Ὁ β΄ τῆς Ἁγίας. Ὁ στερεώσας καταρχάς
Ἐθελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς τὸ πάθος, τὸ ἑκούσιον Χριστὸν μιμουμένη, καὶ νικήσασα λαμπρῶς, τὸν σκότους κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερῖνα θεόληπτε.
Ῥωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους, ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα, θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυνομένη πανεύφημε.
Ἰσοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ὁ ψιθυρίσας, ὑπο Κόρης ἁπαλῆς νῦν πατεῖται· τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα ᾔσχυνεν, Αἰκατερῖνα Μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.
Θεοτοκίον
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, θεογεννῆτορ πανάμωμε.
Καταβασία:
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος
Τῶν ἀποῤῥήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόῤῥητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Κάθισμα της Ἁγίας Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Τὴν σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς Ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας· ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε. Δεῦρο λέγων ἀνάβηθι· οἱ θησαυροὶ γὰρ σε μένουσι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Ἡ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μετ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.







ᾨδὴ δ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.
ρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.
δωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.
Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νoμικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.

Ὁ α’ τῆς Ἁγίας. Ἐλήλυθας ἐκ Παρθένου.
Ἠθροίζετο, ἀπὸ πάσης γῆς στῖφος τὸ ἔγκριτον, τῶν ῥητόρων πάνσοφε, τοῦ βασιλέως προστάγμασι, ὅπως ἀντιστήσωνται, τοῖς τῆς σοφίας σου, ῥήμασι σεπτοῖς παναοίδιμε.
Μεμύησαι, δι’ Ἀγγέλου Ἁγίου πανεύφημε, τοῦ ἰσχὺν ἐνθέντος σοι, ὡς ἡττηθέντες οἱ Ῥήτορες, διὰ σοῦ πιστεύσουσιν, εἰς τὸν Δεσπότην Σου, δόξαν Ἀθλητῶν ἀμπεχόμενοι.
Οὐκ ἴσχυσεν, ἀντειπεῖν τῇ σοφίᾳ καὶ χάριτι, τῶν λόγων σου πάνσεμνε, ἡ εὐγλωττία τῆς ἔξωθεν, γνώσεως ψευδήμονος· διὸ ὡς ὕφασμα, Μάρτυς τοῦ ἀράχνου ἠφάνισται.
Θεοτοκίον.
Ἁγίασον, τὴν ψυχήν μου Παρθένε θεόνυμφε, καὶ τὸν νοῦν μου φώτισον, τοῦ ἀπροσκόπτως πορεύεσθαι, πρὸς τὸ θεῖον θέλημα, τοῦ ἐκ νηδύος Σου, ἄνευ σπορᾶς ἀνατείλαντος.

Ὁ β΄ τῆς Ἁγίας. Σύ μου ἰσχύς, Κύριε
Ἀθλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα.
Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωράθης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα· διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ἡ εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐνδόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν ᾗ μεγαλοφώνως, τῷ Δεσπότῃ βοῶμεν, τῇ δυνάμει σου δόξα φιλανθρωπε.
Θεοτοκίον
Νῦν τὴν ἰσχύν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας, καταφαίδρυνον μόνη Πανύμνητε.
Καταβασία:
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

 ᾨδὴ ε'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.
γίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.
Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητός μοι ὀφθήσεται.
τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.
Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.

Ὁ α’ τῆς Ἁγίας. Τῆς νυκτὸς διελθούσης.
Ἰταμῶς ὁ δικάζων, ἐν θυμῷ τε τὴν ψῆφον, κατὰ τῶν Ῥητόρων ἐξήνεγκεν, ὡς σαφῶς ἡττηθέντας, ἐν πυρὶ κελεύσας τούτους τὴν τελείωσιν δέξασθαι.
Κατησπάζοντο Μάρτυς, σοῦ τοὺς θείους πόδας, τοῦ Χριστοῦ τῇ πίστει οἱ Ῥήτορες, προσελθόντες, καὶ αὐτῶν τὰς ψυχὰς Κυρίῳ, μέσον τοῦ πυρὸς παρεδέδοσαν.
Ἀξιόθεον τέλος, εὕραντο οἱ γενναῖοι, καὶ διὰ τοῦ πυρὸς βαπτισθέντες, τὴν ἀνάγκην ποιοῦντες, ὥσπερ φιλοτιμίαν, τοὺς στεφάνους δόξης ἐδέξαντο.
Θεοτοκίον.
Τῶν ἀΰλων αἱ Τάξεις, Σὲ δοξολογοῦσιν, ἄχραντε Παρθένε θεόνυμφε, διὰ Σοῦ γὰρ προῆλθε, βροτοῖς σωτηρία, λύσιν τῶν πταισμάτων πηγάζουσα.

Ὁ β΄ τῆς Ἁγίας. Ἴνα τὶ με ἀπώσω
Πόθῳ πυρπολουμένη, Μάρτυς παναοίδιμε τῷ τοῦ Δεσπότου σου, καὶ ζητοῦσα τούτου, τὸ ἀμήχανον κάλλος θεάσασθαι, αὐθαιρέτῳ γνώμῃ, τοῖς αἰκισμοῖς σαυτὴν παρέσχες, παρθενίας ἐκλάμπουσα χάρισιν.     
Ἄθλοις ἱερωτάτοις, Κόρη καλλιπάρθενε καταλαμπρύνασα, σεαυτὴν προφρόνως, ἀνελήλυθας πρὸς τὴν οὐράνιον, τοῦ Χριστοῦ παστάδα, καὶ νῦν φαιδρῶς τῷ σῷ Νυμφίῳ, γηθομένη συνήφθης πανόλβιε.
Νεᾶνις φαιδροτάτη, ὤφθης ἀγαπήσασα μόνον ἐράσμιον, καὶ ὀπίσω τούτου, συντονώτατον δρόμον διήνυσας, εἰς ὀσμὴν τοῦ μύρου, σοῦ νοητῶς τοῦ κενωθέντος, ἐκβοῶσα δραμοῦμαι Νυμφίε μου.
Θεοτοκίον
Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς αὐτεξουσίαις, γνωριζόμενον Κόρη Θεόνυμφε.
Καταβασία:
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

ᾨδὴ ς'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Tὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.
Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.
ς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀποῤῥήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.
Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προῤῥηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.


Ὁ α’ τῆς Ἁγίας. Ἄβυσσος ἁμαρτημάτων.
Ἔφανας ἐκ τῆς Παρθένου, ὡς ἥλιος ἐν τῷ κόσμῳ, τῆς ἐπιγνώσεως τῆς σῆς, πληρώσας τὰ σύμπαντα, ὡς Θεοῦ Θεὸς Λόγος.
Ῥήμασιν ἀπεπειρᾶτο, ἀπάτης καὶ κολακείαις, ὁ δυσσεβέστατος βασιλεύς, συλῆσαι πανεύφημε, τὸν θησαυρὸν τῆς ψυχῆς σου τὴν πίστιν.
Ἀνθίστασο ἀνδρειοφρόνως, ταῖς τοῦ κρατοῦντος θωπείαις, μὴ προσκαμπτομένη ἀπειλαῖς, Μάρτυς ἀήττητε, ἀλλ’ ὅπλῳ τοῦ Σταυροῦ ἐνδυναμουμένη.
 Θεοτοκίον.
Νέμοις μοι ἁμαρτημάτων, τὴν λύσιν Θεοκυήτωρ, καὶ τὴν τῶν παθῶν ἀπαλλαγήν, ἄχραντε Δέσποινα, πρεσβείαις Σου Σῷ ἀχρείῳ οἰκέτῃ.

Τῆς Ἁγίας. Ἄβυσσος ἁμαρτιῶν
Ὅλην σε περικαλῆ, παρθενίας ἀπαστράπτουσαν αἴγλῃ, μαρτυρικοῖς τε Κόρη, φοινιχθεῖσαν ἐν αἵμασι, καθορῶν ὁ ἀγαθός, Λόγος καὶ ἄχραντος, ἐν θαλάμοις, ἐπουρανίοις κατεσκήνωσεν.
Ἰσχύσας διὰ Σταυροῦ, τῶν Τυράννων καταλῦσαι τὸ κράτος, καὶ κοσμικῆς σοφίας, διελέγξαι τὸ μάταιον, θεοπνεύστου διδαχῆς, βρύουσα δόγματα, μεγαλόφρον Αἰκατερῖνα πανοίδιμε.
Δόλῳ πρώην τὸν Ἀδάμ, Παραδείσου τῆς τρυφῆς ἐκβαλόντα, τῶν αἰκισμῶν τοὺς πόνους, καρτερῶς ὑπομείνασα, καταβέβηκας εἰς γῆν, Μάρτυς πανένδοξε, καὶ στεφάνοις, τῆς Βασιλείας ἐστεφάνωσαι.
Θεοτοκίον
Ἵλεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μῆτερ ἀπέργασαι· σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.
Καταβασία:
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Κοντάκιον τῆς Ἁγίας. Ἦχος β' Τὰ ἄνω ζητῶν
Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Ὁ Οἶκος
Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.
Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.
Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·
ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!
Αὗτη ἦν ἐκ πόλεως Ἀλεξανδρείας, θυγάτηρ Βασιλίσκου τινός, τοὔνομα Κώνστου, πάνυ οὖσα ὡραία, καὶ τῷ κάλλει ἀμίμητος, ὑπερμεγέθης τῇ ἡλικίᾳ, καὶ τῷ σώματι ἀστεία, ἐτῶν ὀκτωκαίδεκα. Αὕτη πᾶσαν παιδείαν ἑλληνικὴν καὶ ῥωμαϊκήν, ἄκρως ἐγγυμνασθεῖσα, Ὁμήρου τε καὶ Βιργιλίου τοῦ Ῥωμαίων μεγίστου ποιητοῦ, Ἀσκληπιοῦ τε καὶ Ἱπποκράτους καὶ Γαληνοῦ τῶν ἰατρῶν, Ἀριστοτέλους τε καὶ Πλάτωνος, Φιλιστίωνός τε καὶ Εὐσεβίου τῶν Φιλοσόφων, Ἰαννῆ καὶ Ἰαμβρῆ τῶν μεγάλων μάγων, Διονυσίου καὶ Συβίλλης, καὶ ὅση ῥητορικὴ ἐφευρέθη τῷ κόσμῳ, οὐ μὴν δέ, ἀλλὰ καὶ πᾶσαν λέξιν γλωσσῶν, εμαθηκυῖα, εἰς ἔκπληξιν ἔφερεν, οὐ μόνον τοὺς ὁρῶντας αὐτήν, ἀλλά γε καὶ τοὺς ἀκούοντας περὶ τῆς φήμης καὶ σοφίας καὶ παιδείας αὐτῆς. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν, ὑπὸ τοῦ βασιλέως Μαξεντίου, πολλῶν βασάνων πεῖραν λαβοῦσα, τὴν κεφαλὴν ἀποτέμνεται, καὶ τὸν τοῦ μαρτυρίου στέφανον δέχεται, παρὰ τοῦ Ἀθλοθέτου Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.
Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,
εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.
Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,
ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.
Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος
πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.

Τῇ αὐτῇ ἡμέρᾳ,  Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Εἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,
καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Οὗτος, ὑπῆρχεν ἐπὶ Δεκίου καὶ Οὐαλλεριανοῦ τῶν βασιλέων, ἐκ γῆς Ἀνατολῶν, κατειλεγμένος τῇ στρατιᾷ τῶν Μαρτησίων, Γορδιανοῦ τινός, τὸ γένος Σκύθου, τυγχάνων υἱός. Ἀριστεύσας δέποτε κατὰ τῶν βαρβάρων, προοφθέντος αὐτῷ Ἀγγέλου, καὶ θάρσος ἐμβάλοντος, τὴν τοῦ Στρατηλάτου παρὰ τοῦ βασιλέως τάξιν λαμβάνει. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν, παραστὰς Δεκίῳ, μαχαίραις τὸ σῶμα κατατέμνεται, καὶ ἐπὶ τέσσαρσι πάλοις δεθείς, καὶ ὑποκάτωθεν ἁπτομένου πυρός, τοῖς ὀχετοῖς τῶν αἱμάτων σβεννυμένου αἰκίζεται. Καὶ κατὰ κεφαλῆς κρεμᾶται, λίθου βαρέος ἐξαρτηθέντος αὐτοῦ τοῦ τραχήλου. Καὶ μετὰ τοῦτο φραγγελοῦται τετραφραγγέλῳ χαλκῷ, καὶ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας ἀχθείς, τὴν κεφαλὴν ἀποτέμνεται. Ἦν δὲ ὁ Μάρτυς, ὅτε τοὺς ἀγῶνας ὑπέστη, ἐτῶν εἰκοσιπέντε, εὐμεγέθης τὸ σῶμα, τὴν ὄψιν εὐπρεπής, τὴν κόμην ξανθός, συνεπιπρέποντος αὐτῷ τῇ ὄψει, τοῦ κατὰ τὰς παρειὰς ἐρυθήματος.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ Ἡσυχαστοῦ.
Ἡσύχως βίου το πέλαγος ἀνύσας,
πρὸς ἡσύχιον Πέτρε λιμένα φθάνεις.
Οὗτος, ἐν τῷ Πόντῳ γεννηθεὶς παρ’ εὐσεβῶν γονέων, ἑπταετίαν πληρώσας σὺν αὐτοῖς, τὸ λοιπὸν τῆς ζωῆς αὐτοῦ ἐν φιλοσοφίᾳ κατεδαπάνησεν. Ἐν Γαλατίᾳ μὲν γὰρ πρῶτον ἤσκησεν, εἳθ’ οὕτως ἱστορίας ἕνεκα, τὴν Παλαιστίνην κατέλαβεν, ἐκεῖθέν τε πανταχοῦ προσευχόμενος, κατήχθη εἰς Ἀντιόχειαν. Καὶ κελλίῳ τινὶ καθείρξας προσεῖρχεν ἑαυτῷ, τῷ Θεῷ ἀεὶ διαλεγόμενος, μηδὲν ἄλλο ἐσθίων, πλὴν ἄρτου σταθμοῦ τινος ὀλίγου δι’ ἡμερῶν δύω, καὶ ὀλιγοστοῦ ὕδατος. Οὗτος κατὰ δαιμόνων ἔλαβεν ἐξουσίαν, καὶ γάρ τινα, τοὔνομα Δανιήλ, τοῦ δαίμονος ἐλευθερώσας, τοῦτόν τε κατηχήσας, ὁμόζηλον, καὶ συνασκητὴν πεποίηκε. Καὶ ὀφθαλμοὺς πεπηρωμένους ὑγείωσε, καὶ νοσήματα διάφορα ἐθεράπευσε, καὶ πολλὰ τὰ τούτου κατορθώματα, τὰ μὲν ὡς γραφέντα, τὰ δὲ καὶ ἐξ ἀκοῆς ᾀδόμενα. Οὗτος μέγας καὶ ὑψηλὸς γενόμενος ἐν τῇ Ἀντιοχέων πόλει, καὶ τῇ ταύτης περιχώρῳ, καὶ ἐννενήκοντα ἐννέα χρόνους διαρκέσας ἐν τῶ θνητῷ σαρκίῳ τούτῳ, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.
Τέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,
μεθ' ὧν καὶ ἄλλους ἄνδρας ἑπτάκις δέκα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Τῆς ἑορτῆς. Ὁ Εἱρμός
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
δοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ εὐφρόσυνον, καταφαιδρῦνoν ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.
Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.
τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.
ποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὁ α’ τῆς Ἁγίας. Εἰκόνος χρυσῆς.
Αἰκίαις δειναῖς, παρεδίδοτε λοιπὸν Μάρτυς θεόφρων, τὸ σὸν σαρκίον μαστιζόμενον, καὶ ὠμωτάτως ξεόμενον, σὺ δὲ τὴν ᾠδὴν τῷ Κυρίῳ ὑπομένουσα ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεᾶνις σεμνή, ἁπαλὴ καὶ τρυφερὰ πᾶσαν κατέπτυσε, τοῦ τυραννοῦντος τὴν πανώλεθρον, καὶ ἀθεώτατον ἔνστασιν, καὶ τὴν τῶν Ῥητόρων σοφίαν, μωρίαν δείξασα ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀχθεῖσα φρουρᾷ, κατεκλείσθης ὡς φρουρὸς τοῦ θείου νόμου, Αἰκατερίνα καλλιπάρθενε, ἔνθα σπουδῇ παρεγένετο, ἅμα τῷ κλεινῷ Πορφυρίῳ, ἡ Βασιλὶς προσπεσοῦσά σοι, καὶ τὴν σφραγίδα παρὰ σοῦ προσδεξαμένη Χριστοῦ.
Θεοτοκίον.
Σοφίαν Θεοῦ, καὶ ἰσχὺν σωματικῶς ἁγνὴ κυήσασα, Χριστὸν τὸν Λόγον τὸν ἐνούσιον, καὶ ἐνυπόστατον ἄχραντε, τοῦτον ἐκδυσώπει σοφίαν, καὶ ἰσχύν μοι δωρήσασθαι, κατὰ ποικίλων μηχανῶν τοῦ ἀρχεκάκου ἐχθροῦ.

Ὁ β΄ της Ἁγίας. Θεοῦ συγκατάβασιν
Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνεκται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἁγίων ὁ Ἅγιος, ἐν σοὶ ἁγίως κατασκηνώσας ἁγνή, Θεοτόκε Παρθένε, σεσαρκωμένος ἐκ σοῦ γεγέννηται, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Καταβασία:
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.














ᾨδὴ η'. Τῆς ἑορτῆς. Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον. Ὁ Εἱρμός
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
χραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Boῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμoί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
φησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
κέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ· Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, ὁ Ἱερεὺς ἔφη αὐτῇ.
Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Yποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ α’ τῆς Ἁγίας. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Μόνον ποθοῦσα τὸν Χριστόν, τὴν Βασίλισσαν αὐτῷ δῶρον προσφέρεις, Μάρτυς Αἰκατερίνα, καὶ πλῆθος Στρατιωτῶν, γενναίως ἀθλησάντων ἔνδοξε, σὺν τῷ Πορφυρίῳ ὑπὲρ τῆς εὐσεβείας.
Ἀποκοπεῖσα τοὺς μαστούς, καὶ τὴν κάραν εὐκλεῶς ἀποτμηθεῖσα, τῆς ἐν γῇ Βασιλείας, ἡ Βασιλὶς τὰς μονάς, σοφῶς οὐρανῶν ἀντηλλάξατο, περὶ τὸν τῶν ὅλων ἑστῶτα Βασιλέα.
Σὲ τὴν ἁγνὴν περιστεράν, μεθοδείαις ὁ δεινὸς παντοίαις ὄφις, καὶ σπουδῇ συλλαβέσθαι, ἐμηχανᾶτο πολλῇ, ἀλλ’ ὤφθη γελοῖον παιζόμενον, σὺ δὲ πρὸς τὰ ἄνω μετέβης κατοικίας.
Ἱερωτάτη χελιδών, καὶ φιλόστοργος τρυγὼν καὶ Μάρτυς θεία, καὶ παρθένος καὶ νύμφη, τοῦ Βασιλέως Χριστοῦ, φανεῖσα αὐτῷ συναγάλλεσαι, περὶ τὸν νυμφῶνα αὐτοῦ χοροβατοῦσα.
Θεοτοκίον.
Μόνη Θεὸν κυοφορεῖς, τὸν συνέχοντα δρακὶ πᾶσαν τὴν κτίσιν, ὢ φρικτοῦ μυστηρίου, ὢ εὐσπλαγχνίας Θεοῦ, πῶς βρέφος ὁρᾶται ὁ ἄσαρκος, σώζων τῶν ἰδίων χειρῶν αὐτοῦ τὸ ἔργον.

Ὁ β΄ τῆς Ἁγίας. Ἑπταπλασίως κάμινον
Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στεῤῥῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μετὰ μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπιλάθῃ.
Σεσοφισμένοις ῥήμασιν, ἐπειρᾶτο ὁ τύραννος, πιθανολογίαις, ὁ δεινὸς χρησάμενος, ἐκλύειν τὴν ἔνστασιν, τὴν σὴν ἐλπίσας, ἔνδοξε· ἀλλὰ νυμφευθῆναι, τῷ Χριστῷ βουλομένη, ἐβόας· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱερωτέρα πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.
Καταβασία:
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.











ᾨδὴ θ'. Τῆς ἑορτῆς. Ἧς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
Μεγαλυνάριον
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμός
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
ς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
περίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν σοι προεκελάδει Δαυΐδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνομεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ὁ α’ τῆς Ἁγίας. Ἀνάρχου Γεννήτορος.
Ἐφρούρει σε Ἄγγελος, Κυρίου παντοκράτορος, ἐν τροχῷ προσδεθεῖσαν Μάρτυς πανεύφημε, ᾧ περιεπάρησαν ἧλοι, λίαν ὀξεῖς, Θεὸν ἀνυμνοῦσα, τὸν μόνον δυνάμενον, ἐκ πικροῦ θανάτου ῥύεσθαι.
Λαὸς ὁ θεώμενος, τὸ θαῦμα ἐμεγάλυνε, τὸν Θεὸν ἀνελόντος στροφῆς ὁρμήματι, ρὑδην τοῦ τροχοῦ πολὺ πλῆθος, μιᾷ φωνῇ, μέγας ἐκβοῶντες· Θεὸς ὁ τῆς Μάρτυρος, ἀληθὴς καὶ παντοδύναμος.
Ὡς ἔχουσα ἔνδοξε, γνησίαν τὴν οἰκείωσιν, πρὸς Χριστὸν τὸν Δεσπότην τοῦ κόσμου σύμπαντος, καὶ τὴν παῤῥησίαν μεγάλην, αὐτὸν ἡμῖν, πάντοτε δυσώπει, γενέσθαι εὐΐλατον, τοῖς πιστῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Θεὸς σεσωμάτωται, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου· ὅθεν πᾶσα ὑμνεῖ Σε γενεὰ Δέσποινα, Νόων τε τὰ πλήθη δοξάζει, ὡς διὰ Σοῦ, σαφῶς κατιδόντα, τὸν πάντων δεσπόζοντα, μορφωθέντα τὸ ἀνθρώπινον.

Ὁ β΄ τῆς Ἁγίας. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός
Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον.
Ἐδέχθη σου θεόφρον ἡ προσευχή· τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων· διὸ σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν.
Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε.
Παστάδων οὐρανίων ἔνδον τανῦν, σὺν παρθένων χορείᾳ χορεύουσα, μαρτυρικαῖς, περιλαμπομένη μαρμαρυγαῖς, Αἰκατερῖνα πάνσοφε, λῦσον τῶν πταισμάτων μου τὰς σειράς, προθύμως δυσωποῦσα, τὸν πάντων Εὐεργέτην, δι' ὃν τὸ αἵμά σου ἐξέχεας.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Καταβασία:
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Παρθενομάρτυς ἔνδοξε, τοῦ Χριστοῦ θεία νύμφη, Αἰκατερίνα πάνσοφε, ἀγλαόμορφε κόρη, ἀνευφημοῦμέν σε πίστει, καὶ τὴν θείαν σου μνήμην, τελοῦμεν σὺ γὰρ ἔσβεσας, πλάνην πᾶσαν εἰδώλων, ῥητορικῆς καθελοῦσα πᾶσαν ἐρεσχελίαν, ὑπὲρ ἡμῶν οὖν πρέσβευε, καὶ εἰρήνης τοῦ κόσμου.
Ἕτερον. Ἐν πνεύματι τῷ Ἱερῷ
Ἐνεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.
Τῆς ἑορτῆς, ὅμοιον
Τοῦ Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.

Εἰς τοὺς Αἴνους. Ἦχος δ' Ἔδωκας σημείωσιν.
Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.

Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.

Κόσμον κατεφρόνησας, Αἰκατερίνα ἀοίδιμε, καὶ Χριστῷ ἠκολούθησας, ἐπ’ ὤμων βαστάσασα, τὸν Σταυρὸν τρισμάκαρ, ᾧ τὴν τοῦ βελίαρ κάραν συνέτριψες στεῤῥῶς, διὸ  συμφώνως πάντες κραυγάζομεν· πρεσβευτὰ ἐτοιμώτατε, ἱλασμὸν ἡμῖν δώρησαι, τοῖς τιμῶσι τὴν μνήμην σου.


Δόξα. Ἦχος β΄.
Σήμερον τῷ Χριστῷ προσηνέχθη, τὸ πνεῦμα τῆς ἐνδόξου Ἀθληφόρου καὶ Παρθενομάρτυρος Αἰκατερίνης, ὡς νύμφη καθαρωτάτη τῷ ἀθανάτῳ Νυμφίῳ, καὶ εἰς φωτεινοὺς εἰσοκίζεται θαλάμους, καὶ τὸ ἐστεμμένον ἀθλητικὸν σῶμά της, κατάστικτον ταῖς μόλοψιν, αἱμοσταγὲς καὶ τετραυματισμένον, οὔτε τῇ γῇ, οὐδὲ εἰς χεῖρας ἀνθρώπων παραδίδοται, ἀλλὰ φωτεινῶν καὶ ἀΰλων Ἀγγέλων, οἵτινες λαβόντες αὐτό, εἰς τὸ θεοδόξαστον ὄρος Σινᾶ μετεκόμισαν, πρὸς προστασίαν τῶν πιστῶν καὶ ἴασιν καὶ σωτηρίαν, τῶν προστρεχόντων τῇ σορῷ τῶν λειψάνων αὐτῆς.

Καὶ νῦν ... Ἦχος β'. Λέοντος Μαΐστορος
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν.

Μεγαλυνάριον.
Ἔχει τὸ σὸν πνεῦμα ὁ οὐρανός, γῆδε σοῦ τὸ σῶμα, ἐν Μονῇ τοῦ ὄρους Σινᾶ, αἷμα μαρτυρίου, ἡ Ἀλεξάνδρου πόλις, σοφὴ Αἰκατερίνα, ὑπὲρ ἡμῶν πρέσβευε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου