Πέμπτη 5 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 26. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΥ 26
ΓΕΩΡΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΕΝ ΧΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ Νικηφόρου τοῦ Χίου)


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἡ Χίος σε βλάστημα τερπνόν, Ἀθλητὰ ἐξήγαγε, Κυδωνιῶν δε ἡ πόλις σε, καλῶς ἐξέθρεψε, καὶ ὁ οὐρανός σε, μετὰ τέλος εἴληφε, Γεώργιε τρισμάκαρ ἀθλήσαντα, καὶ τὴν θανέννιμον, ἐκτμηθέντα ξίφει κάραν σου, ὡς ὡραῖον καρπὸν καὶ ἀκήρατον. (Δίς)

Γεώργιε Μάρτυς τοῦ Χριστοῦ, ἐν ᾠδαῖς τῶν ἄθλων σου, καὶ τῶν ἀγώνων γεραίρομεν, τὸ κλέος ἔνδοξε, οὕς ἀνδρειοφόνως, καὶ γενναίως ἤνεγκας, ὡς πρέσβυν πρὸς Θεὸν κεκτημένοι σε, ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. (Δίς)

Τοῦ ζῇν τὸ θανεῖν ὑπὲρ Χριστοῦ, νουνεχῶς προέκρινας, θεόφρον Μάρτυς Γεώργιε, δὶ ὅ γηθόμενος, πρὸς τοὺς ἐκζητοῦντας, συλλαβεῖν εἰς θάνατον, σαυτὸν ἐθελουσίως παρέδωκας, οἱ ὡς ἀρνίον σε, ὅλως ἄφωνον ἀπήγαγον, καὶ θανάτῳ βιαίῳ κατέκριναν.

Γεώργιε Μάρτυς του Χριστοῦ, τὴν ἐνεγκαμένην σε, Χίον εὐχαῖς σου περίσωζε, πάσης κακώσεως, καὶ ἥν τῶν αἱμάτων σου, ταῖς ῥοαῖς ἡγίασας, πόλιν ἀνεπηρέαστον φύλαττε, ἀνευφημοῦσάν σε, καὶ πιστῶν ἅπαν τὸ πλήρωμα, σαῖς πρεσβείαις συντήρει ἀπήμαντον.

Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἑτήσιον μνήμην σήμερον, τοῦ Νεομάρτυρος Γεωργίου, πνευματικοῖς ᾄσμασιν εὐφημήσωμεν πιστοί, γενναίως γὰρ ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας τοῦ μαρτυρίου δι’ αἵματος, Χριστῷ προσήχθης ὡς ἱερὸν ὁλοκάρπωμα, ᾧ καὶ νῦν ἐν δόξῃ μαρτυρικῇ παριστάμενος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Φαιδρύνεται λαμπρῶς, Χίος ἡ πατρίς σου καὶ κώμη ἡ τῶν Κυδωνίων, ἐπὶ τῇ σῇ μνήμῃ, Νεομάρτυς Γεώργιε, τῆς μὲν γὰρ πολίτης ἐγένου, τῆς δὲ πολιοῦχος ἤδη κατέστης καὶ φρουρός, ἀλλὰ καὶ πᾶσα ἡ τῶν πιστῶν Ἐκκλησία ἀγάλλεται, νέον σε πρέσβυν πρὸς Θεὸν κτησαμένη, ἥν ἐν εἰρήνῃ καὶ εὐσεβείᾶ ταῖς πρὸς αὐτὸν εὐπροσδέκτοις ἱκεσίαις σου διαφύλαττε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλοθέων ὁμήγυρις, δεῦτε γηθοσύνως συνδράμωμεν, δεῦτε καὶ κοσμήσομεν ἄσμασι τὴν Ἐκκλησίαν, ἐπὶ τῇ μνήμῃ Γεωργίου τοῦ νεοφανοῦς Ἀθλητοῦ σήμερον γὰρ οὐρανῶν ἀνοιγέντων, εἰσέρχεται ἐν δόξῃ, καὶ μετὰ παῤῥησίας τῷ ποθουμένῳ Χριστῶ παρίσταται. Καὶ ὁ ἐν γῇ νομίμως ἀθλήσας, καὶ στεῤῥῶς ἀγωνισάμενος, ἀκηράτῳ στέφει ἐν οὐρανῷ, παρὰ τοῦ Στεφοδότου καταστέφεται καὶ τῶν ἀγώνων αὐτοῦ, μετ’ εὐλαβείας βοήσωμεν· μὴ ἐπιλάθῃ Ἅγιε, τῶν πιστῶς ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν στίχον. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος!
Νέε Ἀθλητὰ Γεώργιε, σὺ ἀληθῶς εὐγενές, ἀνεδείχθης γεώργιον, τοῦ Ἁγίου Πνεύματος, τοῦς αὐτοῦ γὰρ ἀοίδιμε, ἔφυσας ὄντως, καρποὺς τοῖς ἄθλοις σου, καὶ καταρδεύσας ῥείθροις αἱμάτων σου, θείως διέθρεψας, καὶ ἀφθάρτοις ἔθηκας ἐν οὐρανῶ, θήκαις καὶ συνέκλεισας, δι’ ὅ ὑμνοῦμέν σε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ...
Γόνος τῆς Χίου καὶ βλάστημα, ὑπάρχων Μάρτυς Χριστοῦ, κατὰ σάρκα Γεώργιε, νῦν υἱὸς γεγένησαι, κατὰ χάριν ἀοίδιμε, τοῦ προανάρχου Πατρὸς καὶ σύγκληρος, τοῦ συνανάρχου Υἱοῦ ὡς μέτοχος, καὶ κοινωνὸς Αὐτοῦ, τῶν παθῶν καὶ σύμμορφος ὅνπερ ἡμῖν, σὺν Πατρὶ καὶ Πνεύματι, ἵλεων ἔργασαι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὀ Κύριος...
Χριστῷ συνῶν καὶ συζὼν ἀεί, καὶ σὺν Αὐτῷ ὑπὲρ νοῦν, ἐν μεθέξει θεούμενος καὶ συνδοξαζόμενος, τῶν τιμώντων σε μέμνησο, καὶ ἐκτελούντων πόθῳ τὴν μνήμην σου, καὶ εὐφημούντων, τοὺς θείους ἄθλους σου, καὶ προσκυνούντων σου, πίστει τὸ ἐκτύπωμα τὸ τῆς μορφῆς, καὶ τὰ θεία λείψανα Μάρτυς Γεώργιε.

Δόξα. Ἦχος γ΄.
Ἔδοξας ἐν ὀφθαλμοῖς ἀφρόνως τεθνᾶναι Γεώργιε, καὶ ἡ ἔξοδός σου ἐκ τῆς προσκαίρου ζωῆς, κάκωσις αὐτοῖς ἐλογίσθη, ἀλλὰ ζῇς ἐν Χριστῷ τὴν μακαρίαν καὶ εἰρηναίαν ζωήν, σὺν τοῖς Ἀγγέλοις καὶ τοῖς ἀπ’ αἰῶνος Ἁγίοις εὐφραινόμενος. Μέθ’ ὧν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὁ Μάρτυς Γεώργιος ξίφει τὴν κάραν τμηθείς, θεόθεν δεδόξασται, ἐν οὐρανῷ καὶ ἐν γῇ, τῆς τοῦ Χίου τὸ σέμνωμα, ἄνω γὰρ ἀφθαρσίας στέφει θείῳ ἐστέφθη, κάτω δὲ θείοις ὕμνοις, παρ’ ἀνθρώπων ὑμνεῖται αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν νέον ἀθλητήν, καὶ λαμπρὸν ἀριστέα, ὑμνήσωμεν πιστοί, ἐν ᾠδαῖς ἑτησίοις, Γεώργιον τὸν ἔνδοξον, τὸ τῆς Χίου καλλώπισμα, ὡς ἀθλήσαντα, καὶ τῶν δαιμόνων τὰ στίφη, ἐκνικήσαντα, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, καὶ ῥώμῃ καὶ χάριτι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐλαμπρύνθης ἄθλοις σου, καὶ ἡγιάσθη, τῇ ἐκχύσει Ἅγιε, αἱμάτων σου τῶν ἱερῶν, Κυδωνιέων ὁ σύλλογος, καὶ τὴν σὴν κόνιν, κατέχων δοξάζει σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπληγώθην πάθεσιν, ἰάτρευσόν με, ἐν κακοῖς ἀπόλλυμαι, σῶσόν με Δέσποινα Ἁγνή, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ Ἰατῆρα, τοῦ κόσμου Θεόνυμφε.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Λαμπρῶς τὸ πνεῦμά σου, Χριστὸς ἐδέξατο, Μάρτυς Γεώργιε, ὅνπερ τοῖς ἄθλοις σου, ἐδόξασας ἐπὶ τῆς γῆς, κηρύξας Θεὸν τῶν ὅλων, δυσσεβῶν ἐνώπιον, σαρκωθέντα βουλήματι, καὶ λαμπρῶς ἐδόξασεν, ἐν τοῖς θείοις σκηνώμασιν, ἐν δόξῃ ἀφράστῳ καὶ ἀλήκτῳ, συντάξας Μαρτύρων τῇ χορείᾳ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. α΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Δεῦτε φιλοθέων ὁμήγυρις, δεῦτε γηθοσύνως συνδράμωμεν, δεῦτε καὶ κοσμήσομεν ἄσμασι τὴν Ἐκκλησίαν, ἐπὶ τῇ μνήμῃ Γεωργίου τοῦ νεοφανοῦς Ἀθλητοῦ σήμερον γὰρ οὐρανῶν ἀνοιγέντων, εἰσέρχεται ἐν δόξῃ, καὶ μετὰ παῤῥησίας τῷ ποθουμένῳ Χριστῶ παρίσταται. Καὶ ὁ ἐν γῇ νομίμως ἀθλήσας, καὶ στεῤῥῶς ἀγωνισάμενος, ἀκηράτῳ στέφει ἐν οὐρανῷ, παρὰ τοῦ Στεφοδότου καταστέφεται καὶ τῶν ἀγώνων αὐτοῦ, μετ’ εὐλαβείας βοήσωμεν· μὴ ἐπιλάθῃ Ἅγιε, τῶν πιστῶς ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Ὁ Κανὼν τοῦ Ἁγίου.
Ωδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Φωτὶ παριστάμενος τῷ ἀνεσπέρῳ, τὸ σκότος ἀπέλασον, τὸ τῆς διανοίας μου, λαμπρότατε Ἀθλητά, τοῦ ἀνυμνῆσαι, ἐν ᾠδαῖς τὴν θείαν μνήμην σου.
Ἡ Χίος σε βλάστημα καὶ θεῖον ἄνθος, τερπνὸν καὶ πανεύοσμον, Ἀθλητὰ Γεώργιε, ἐξήνεγκεν εὐκλεῶς, ἀλλ’ ἐναθλήσας ἐκ τῆς γῆς, Χριστὸς ἐδρέψατο.
Ἐχθρὸς ὁ ἀρχέκακος ὑποσκελίσας, εἰς βόθρον κατέῤῥαξεν, ὄντα νηπιόφρονα, ἀλλ’ ἀνδρειωθεὶς ταῖς φρεσὶν εἰς ὕψος ᾔρθης, Ἀθλητὰ θείας ἀθλήσεως.
Θεοτοκίον.
Ἀκτῖσι Θεόνυμφε τῶν πρεσβειῶν Σου, ἀχλὺν διασκέδασον, τοῦ νοός μου Ἄχραντε, τοῦ ασμασιν ἱεροῖς, ἀνευφημεῖν διηνεκῶς, τὰ μεγαλεῖά σου.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τὴν τῶν ἠθῶν σου σεμνοπρέπειαν, λόγου τε καὶ ἔργου παντὸς Ἀθλητά, Κυδωνιέων ὁ λαός, εὐφημεῖ ὁ χριστώνυμος, καὶ ψυχῆς τὴν γενναιότητα ὑμνεῖ καὶ δοξάζει σε.
Νομίμως ἤθλησας Γεώργιε, καὶ στεφάνῳ δόξης ἐστέφθης λαμπρῶς, ἀκούσας γὰρ τὴν κατά σου, γενομένην μακάριε, προδοσίαν τὴν πρὸς θάνατον, οὐδόλως ἐμάκρυνας.
Ἐθελουσίως δὲ στεῤῥόψυχε, φέρων τοῖς ζητοῦσι παρέσχες σαυτόν, καὶ ἀπαχθεὶς τῷ δικαστῇ, θαρσαλαίως ἐκήρυξας, τὴν πίστιν τὴν ἔνθεον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον.
Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ἄνθρωπος ἐκ Σοῦ τῆς Ἁγνῆς ὁ Θεός, γέγονεν ὅν ὁ εὐκλεὴς Ἀθλοφόρος ἐδόξασε, καὶ Σὲ πᾶσιν ἀνεκήρυξε Μητέρα ἀπείρανδρον.



Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ εὔσημος μνήμη σου Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, Γεώργιε ἔνδοξε, εἰς εὐφημίαν τῶν σῶν, ἀγώνων συνήγαγεν, ἅπαν πιστῶν τὸ πλῆθος, οὕς φρουρῶν μὴ ἐλλείπης, ῥῦου παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, ταῖς σαῖς πρὸς τὸν Θεὸν ἱεραῖς παρακλήσεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχπροκατάλαβε πρν δουλωθναι μς, ἐχθρος βλασφημοσί σε καὶ ἀπειλοσιν μν, Χριστὲ ὁ Θες μν, ἄνελε τΣταυρσου, τος μς πολεμοντας, γντωσαν πς σχύει, ὀρθοδόξων πίστις, πρεσβείαις τς Θεοτόκου, μόνε φιλάνθρωπε.

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Ἀπτόητος παρέστης ἀνόμῳ δικαστῇ, και τὴν σὴν ἐκήρυξας εὐσέβειαν τρανῶς, καὶ μὴ θωπείαις, ὑπείξας ταῖς παρ’ ἐκείνου, εἰρκτῇ παμμάκαρ, ἐμβληθῆναι κατεκρίθης, ἐν ᾗ τὸν Θεὸν ἐμεγάλυνας.
Ἡμέραις ἐπὶ πλείσταις ἐμμένων τῇ εἰρκτῇ, τὸν Θεὸν ἐδόξαζες ἐξ ὅλης τῆς ψυχῆς, καὶ τῆς καρδίας τρισμάκαρ καὶ διανοίας, καὶ μετὰ πόθου ἀσιγήτως ἀνεβόας, δόξα τῇ δυνάμει Σου Κύριε.
Σατᾶν τοὺς ψυχοφθόρους θεόφρον λογισμούς, μακρὰν ἀπεσόβησεν ἡ θεία ἀπὸ σοῦ, εὐχαριστία Γεώργιε τῶν πανσέπτων, καὶ οὐρανίων μυστηρίων τοῦ Σωτῆρος, τούτων εὐλαβῶς μετασχόντων σου.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε Θεόνυμφε Ἁγνή, ὡς Θεογεννήτριαν καὶ τεῖχος τῶν πιστῶν, Σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνανέωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν τοῦ ᾈδάμ.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Ἰσχὺν ἐξ ὕψους κατελθεῖν πιστῶν ὁ λαός, ᾔτει καθ’ ἐκάστην εὐχαῖς καὶ δεήσεσι, τῇ σῇ καρδίᾳ παναοίδιμε, ἥν καὶ λαβὼν θεόθεν, ἐνήθλησας γενναίως.
Ἰσχύν σε Μάρτυς ἄνωθεν Χριστὸς ὁ Θεός, κραταιὰν ἀθλοῦντα ἀξίως ἐνέδυσεν, ὀ τῆς σαρκὸς εἰδὼς τὸ ἄτονον, ὅθεν ἐναθλήσας, ᾖρας τρόπαια νίκης.
Τὴν σὴν ἀνδρείαν ἔνδοξε Ἀγγέλων πληθύς, ἄνωθεν ὁρῶσα ἐτέρπετο ἅπασα, καὶ δῆμος κάτω ὁ χριστώνυμος, τῶν Κυδωνιέων ἐκρότει σοι τὰς χεῖρας.
Θεοτοκίον.
Σὲ μόνην καταφύγιον πλουτοῦμεν Ἀγνή, πάντες οἱ Θεὸν κακῶς παροργίσαντες, καὶ ἁμαρτίας βαρυνόμενοι, ὅπως ταῖς σαῖς πρεσβείαις Αὐτῷ ἱλεωθῶμεν.



ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Τῇ μαχαίρᾳ ἐν χαρᾷ, Ἀθλητὰ πνευματικῇ, τὴν τιμίαν κεφαλήν, καὶ αὐχένα τὸν σεπτόν, ὑπέκλινας, ἀποτμηθεὶς δὲ Χριστῷ προσήνεξαι.
Ὥσπερ ἄμωμος ἀμνός, ὥσπερ θῦμα λογικόν, ἱερεῖον ὡς τερπνόν, προσηνέχθης τῇ Χριστοῦ, Γεώργιε, ἐπουρανίῳ τραπέζῃ ἔνδοξε.
Ἀλγηδόνας τὰς φρικτάς, ὑπομείνας ἀνδρικῶς, τοῦ δημίου ἀπηνῶς, τέμνοντός σου Ἀθλητά, τὸν πάνσεπτον, αὐχένα θῦμα Θεῶ προσήνεξαι.
Θεοτοκίον.
Μετὰ τόκον Σε Ἁγνή, ὡς πρὸ τόκου Μαριάμ, τῇ δυνάμει τοῦ ἐκ Σοῦ, σαρκωθέντος Ἰησοῦ, Γεώργιος, ὁ Νεομάρτυς, τρανῶς ἐκήρυξεν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ὡς φίλον σε Χριστοῦ, καὶ Μάρτυρα δοξάζομεν, αἰτούμενοι θερμῶς, τὴν θείαν σου ἀντίληψιν, Ἀθλητὰ Γεώργιε, ἥν παράσχοις ἡμῖν τοῖς οἰκέταις σου, τοῖς καταφεύγουσι πρὸς σέ, ῥυόμενος δεινῶς τῶν συνεχόντων ἡμᾶς.
Ὁ Οἶκος.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τοῦ Νεομάρτυρος καὶ γενναιόφρονος Γεωργίου τοῦ Χιοπολίτου, καὶ τῷ νικοποιῷ Χριστῷ ὕμνον ἐπινίκιον ᾄσωμεν, τῷ ἐνισχύσαντι αὐτὸν ἀθλῆσαι, καὶ νικητὴν τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἀναδείξαντι, καὶ ὡς φίλον ἑαυτοῦ καὶ Μάρτυρα δοξάσαντι, καὶ τῇ αὐτοῦ μαρτυρικῆ μεσιτείᾳ ῥυομένῳ δεινῶν τῶν συνεχόντων ἡμᾶς.

Συναξάριον
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος ἐν Χίῳ, ἐν ἔτει 1807, ξίφει τελειοῦται.
Γεωργίῳ μαχαίρα πρόξενον τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.
Γεωργίου ἑκκαιεικάδι τάμεν αὐχένα χαλκός.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ Κιονίτου.
Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον.
 Οὗτος ἦν ἐπὶ Ἡρακλείου τοῦ βασιλέως, ἐξ Ἀδριανουπόλεως τῆς Παφλαγόνων χώρας, καὶ πρὸ τῶν ὠδίνων τῇ μητρί, διά τινων δεξιῶν συμβόλων, ὁποῖος ἀποβῆναι ἔμελλε, προγνωσθείς, καὶ μετὰ τὴν γέννησιν τοὺς τότε καὶ νῦν θεάματι καὶ ἀκοῇ καὶ καρτερίᾳ καταπλήξας. Καὶ γὰρ ἔδοξεν ἡ μήτηρ, τοῦτον ἐγκυμονοῦσα, ἀμνὸν ὡραῖον, ἐν τοῖς κέρασιν ἀνημμένας ἔχοντα λαμπάδας, ἀποφέρεσθαι· ὅπερ σύμβολον τῆς ἐσύστερον λαμπρότητος καὶ ἀρετῆς τοῦ ἀνδρός. Οὗτος οὖν διὰ παντοίας ἀσκήσεως ἠγωνίσατο καὶ θαύματα κατειργάσατο, καὶ τῇ καρτερίᾳ πάντας ὑπερέβαλεν. Ἐπὶ γὰρ κίονος αἴθριος ἔστη ἐπὶ χρόνοις τρισὶ καὶ πεντήκοντα. Ἐπεὶ δὲ καὶ τραύματι αὐτὸν ὁ πονηρός, κατὰ τὸν Ἰώβ, ἔτρωσεν, ἐν αὐτῷ τῷ κίονι ἐφ᾿ ἑνὸς κατακλιθεὶς πλευροῦ, διήρκεσεν ἔτη δεκατρία, μὴ μετακλιθεὶς πρὸς θάτερον μέρος, ἕως οὗ τὴν τιμίαν αὑτοῦ ψυχὴν παρέθετο τῷ Θεῷ. Ὁ δὲ πᾶς τῆς ζωῆς αὐτοῦ χρόνος γέγονεν ἔτη ἑκατόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε,
Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι.
Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.
 Οὗτος ἐκ τῆς τῶν Ἀρμενίων ὥρμητο χώρας, Μεγιστάνου τινὸς υἱὸς ὑπάρχων. Τῆς θείας οὖν φωνῆς ἀκούσας τῆς λεγούσης· Πᾶς ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, καὶ τὰ ἑξῆς· καταλιπὼν πάντα, παραγίνεται ἔν τινι μοναστηρίῳ, ἐν ᾧ πᾶσαν καὶ παντοίαν ἄσκησιν ἐπεδείξατο, καὶ πάντας τοὺς πρὸ αὐτοῦ τῇ ἄκρᾳ σκληραγωγίᾳ ὑπερέβη. Ἐπεὶ δὲ εἰς γνῶσιν ἦλθε τῷ ἑαυτοῦ πατρί, ἀνηρευνῶντο παρ᾿ αὐτοῦ τὰ τῶν μοναστῶν καταγώγια. Αὐτὸς δὲ ἐξελθὼν ἐκεῖθεν, περιήρχετο πᾶσαν Ἑῴαν, τό, Μετανοεῖτε, βοῶν. Ἐντεῦθεν καὶ τὴν ἐπίκλησιν ἔσχε τοῦ Μετανοεῖτε. Περιελθὼν δὲ καὶ τὴν τῶν Κρητῶν νῆσον, καὶ τὴν τοῦ Πέλοπος, καὶ πάσας πόλεις καὶ χώρας περινοστησάμενος, ὕστερον παρεγένετο ἐν πόλει Λακώνων. Ἐν ᾗ παντοῖα θαύματα ἐνδειξάμενος, ναὸν ἀνεστήλωσε Χριστῷ τῷ Σωτῆρι ἡμῶν. Ἐν ᾧ μονάσας μέχρι τέλους, ἀπῆλθε πρὸς ὃν ἐπόθει, τὸν στέφανον τῆς ἀσκήσεως εἰληφὼς παρ᾿ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στυλιανοῦ τοῦ Παφλαγόνος.
Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.
Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.
 Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Στυλιανός, ἐγεννήθη ἐν Παφλαγονίᾳ, ἠγιασμένος, ὡς ἄλλος Σαμουὴλ ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ ηὔξανε καὶ ἐκραταιοῦτο ἐν τῇ χάριτι τοῦ Χριστοῦ, κατοικητήριον γενόμενος τοῦ Ἁγίου Πνεύματος. Σάρκα φορῶν καὶ αὐτὸς ὁ μακάριος καὶ τὸν κόσμον οἰκῶν, οὔτε ὑπὸ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς εἱλκύσθη, οὔτε ὑπὸ τῆς ματαιότητος τοῦ κόσμου. Κατανοήσας τὸ φθαρτὸν τῆς σαρκὸς καὶ τοῦ κόσμου τὸ ἐφήμερον, δὲν ἠθέλησε να δουλεύσῃ αὐτοῖς ἵνα θερίσῃ φθορὰν καὶ ἀπώλειαν, ἀλλὰ συνετάχθη μετὰ τοῦ κρείττονος, ἤτοι τῆς ἀθανάτου ψυχῆς, καὶ ταύτης ἀπεφάσισε να ἐπιμεληθῇ ἐν τῷ βίῳ, ἵνα κληρονομήσῃ ζωὴν αἰώνιον. Ὅθεν εὐθὺς ἐξ ἀρχῆς ἐσκόρπισεν κατὰ τὸ γεγραμμένον, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἅπαντα τὸν πλοῦτον αὐτοῦ, ὂν ἐκληρονόμησε παρὰ τῶν γονέων, διεμοίρασεν εἰς τοὺς πτωχούς, θεωρῶν ἔγκλημα να πένονται μὲν ἄλλοι, αὐτὸς δὲ να πλουτῇ. Οὕτω δὲ ἐκ τῆς γῆς ἀνεβίβασε τοὺς θησαυροὺς αὐτοῦ εἰς τὸν οὐρανὸν πρὸς αἰωνίαν περιθαλψιν, Δεσποτικὸν ἐκπληρῶν πρόσταγμα ὅπερ λέγει: ··Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σής, οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσι οὐδὲ κλέπτουσι. Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν. Καὶ ὄντως, εὐθὺς ὡς διεμοίρασεν ὁ μακάριος τὸν πλοῦτον αὐτοῦ, καὶ μετεβίβασεν αὐτὸν διὰ τῆς μεθόδου ταύτης εἰς τὸν οὐρανόν, ἀπεσπάσθη τῶν γηΐνων καὶ πάντων τῶν ματαίων, καὶ ἐξ ὅλης καρδίας αὐτοῦ ἀφοσιώθη εἰς τὴν λατρείαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅθεν καὶ περιεβάλετο τὸ μοναχικὸν σχῆμα ἵνα εὐσχημόνως πάντοτε ὑπηρετῇ τῷ Κυρίῳ, οὐδὲν ἄλλον φροντίζων καὶ ζητῶν, ἤ, κατὰ τὴν ἀποστολικὴν παραγγελίαν, Τὶ εὐάρεστον τῷ Κυρίῳ, ἵνα ποιῇ αὐτὸ καὶ οὐδέποτε ἐξετάζων τὶ ἀρέσκει ἑαυτῷ. Διὰ τοῦτο καὶ ὑπέρτερος ἀνεδείχθη πάντων τῶν μοναχῶν, τοὺς πάντας ὑπερβὰς ἐν ταῖς δι΄ ἐπιμόνων ἀσκήσεων ἀρεταῖς, αἵτινές εἰσιν ὁ ἀληθὴς τοῦ ἀνθρώπου κόσμος ὁ ἑλκύων τὴν ἀγάπην τοῦ Θεοῦ. Προαγόμενος δὲ ἐπὶ μᾶλλον ἐν τῷ θείῳ ἔρωτι, ἤθελεν τρόπον τινά, ἀποφεύγων πᾶν πρόσκομμα, τῷ Θεῷ μόνῳ να συνομιλῇ. Ἀναχωρεῖ λοιπὸν πρὸς τὴν ἔρημον καὶ εἰσέρχεται εἰς σπήλαιόν τι, καὶ κατακλείεται ἐν αὐτῷ. Ἀλλ ὦ Πανάγαθε Κύριε, ὁποίας χάριτος ἐπιδαψιλεύεις εἰς τοὺς ἐξ ὅλης ψυχῆς ζητοῦντάς σε! Ἀφοσιώθη ἐν τῷ σπηλαίῳ ὁ Ἅγιος! Ἀπέσπασε τὴν διάνοιαν αὐτοῦ ἀπὸ παντὸς ματαίου λογισμοῦ, καὶ οὐδὲν ἄλλο ἐμελέτα ἢ τὴν Τρισυπόστατον Θεότητα, καὶ τὴν διὰ Χριστοῦ σωτηρίαν. Οὕτω δὲ ἠγάπησε τῷ Θεῷ, ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, κατὰ τὴν θείαν ἐντολήν. Ἀπέσπασε προσέτι καὶ τὴν καρδίαν αὐτοῦ ἀπὸ παντὸς σαρκικοῦ καὶ κοσμικοῦ, θεωρῶν τὸ ὑπέρκαλον κάλλος τῆς Τρισηλίου Θεότητος καὶ τοῦ παγκάλου Λόγου καὶ Σωτῆρος ἡμῶν ἐρωμένος. Οὕτω δὲ ἠγάπησεν τὸν Θεὸν ἐξ ὅλης καρδίας, συμφώνως πρὸς τὴν αὐτὴν ἐντολήν. Ἀλλὰ καὶ ἐξ ὅλης τῆς δυνάμεως ἠγάπησεν Αὐτόν, οὐδὲν ἄλλο πράττων ἢ τά του Θεοῦ ἔργα, τοὐτέστιν ἔργα εὐσεβείας καὶ ἀρετῆς. Οὕτω δὲ ἀπεξεδόθη τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐντελῶς ἀντηγαπήθη ὑπὸ τῆς Παναγίας Τριάδος, ἥτις καὶ μόνην ἐποιήσατο παρ΄ αὐτῷ. Ἐπειδὴ δὲ καὶ τὸν πλησίον ὁ Ἅγιος ἠγάπα, διὰ τοῦτο, ἵνα πολλοῖς ὠφέλιμος φανῇ, διετήρει ὁ Κύριος αὐτὸν ἐν τῇ ζωῇ τρέφων δι΄ Ἀγγέλου. Καθὼς δὲ ὁ Σωτὴρ ἡμῶν εἶπε: «οὐδεὶς ἀνάπτει λύχνον καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλὰ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ».
Ὡς λαμπὰς λοιπὸν καὶ ὁ μακάριος ἑτοιμασθεὶς τῷ Θεῷ ἔδει να διαχύσει τὸ ἱλαρὸν αὐτοῦ φῶς εἰς δόξαν Θεοῦ, ἵνα ἴδωσιν οἱ ἄνθρωποι πῶς ὁ Θεὸς δοξάζει τοὺς δοξάζοντας. Ὅθεν, ἡ φήμη τῆς ἁγιοσύνης τοῦ Ὁσίου Στυλιανοῦ διεδόθη πανταχοῦ, καὶ πάντες πάντοθεν συνέρρεον μετ΄εὐλαβείας πρὸς τὸν Ἅγιον, καὶ ἀπεκόμιζον ψυχικά τε καὶ σωματικὰ ἀγαθά, ἐπιστρέφοντες καὶ κρατυνόμενοι ἐν τῇ εὐσεβείᾳ καὶ ἀγάπῃ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καὶ πολλὰς ἰάσεις σωματικὰς λαμβάνοντες παθῶν ἀνιάτων. Οὕτω δὲ βιώσας ἐπὶ τῆς γῆς ὡς ἐπίγειος Ἄγγελος, ἐπιστάσης τῆς ὥρας, ἵνα τύχῃ τοῦ διακαῶς ποθουμένου ἵνα ἐκδημήσῃ τοῦ σώματος καὶ ἐνδημήσῃ Κυρίῳ, ἵνα ἀναλύσῃ, κατὰ Παῦλον, καὶ σὺν Χριστῷ ᾗ ἔλαβεν εἴδησιν ὅτι τὸ τέλος τοῦ βίου ἤγγικεν. Ὅθεν, δοξολογήσας ἀπῆλθεν πρὸς Κύριον, λάμψαντος τοῦ προσώπου αὐτοῦ ὡς Ἡλίου· πάραυτα δὲ χορὸς ἁγίων Ἀγγέλων παρέλαβε τὴν παναγίαν αὐτοῦ ψυχήν. Οὐδὲν μετὰ τὸν θάνατον δι΄ αὐτοῦ ἐπαύσατο παρέχων τάς ἰάσεις ἀφθόνως. Διότι, ὅταν θανατηφόρος ἐπήρχετο εἰς τὰ παιδία ἀσθένεια καὶ οἱ γονεῖς ἔμενον ἄτεκνοι, ὅσοι ἐν τῇ ἀσθενείᾳ τῷ τέκνων τῶν μετὰ πίστεως ἐπεκαλοῦντο τὸν Ἅγιον Στυλιανὸν καὶ μετ΄ εὐλαβείας ἐζωγράφιζον τὴν πανσέβαστον καὶ ἁγίαν αὐτοῦ εἰκόνα, καὶ τὴν ἴασιν τῶν τέκνων παρευθὺς ἐλάμβανον, καὶ ἄλλα ἐγένων ἐν χάριτι Θεοῦ διὰ μεσιτείας τοῦ Ἁγίου. Καὶ σήμερον τοῖς μετὰ πίστεως ἐπικαλουμένοις ὁμοίως βοηθεῖ. Τοιοῦτος ὁ Ἅγιος Στυλιανός, ὅστις ἔστω παράδειγμα μιμήσεως ἡμῖν, διότι καὶ αὐτὸς ἦν ἄνθρωπος καθὼς καὶ ἡμεῖς, ἀλλ΄ ἀποφασίσας ἔτυχε τῆς χάριτος τοῦ Θεοῦ, ἐτελειώθη ἐν Χριστῷ, καὶ ἐγένετο μακάριος. Ἵνα δὲ καὶ ἡμεῖς τῶν αὐτῶν τύχωμεν ἀγαθῶν, μιμηθῶμεν τὴν πίστιν καὶ τὴν ἀφοσίωσιν τοῦ Ἁγίου, ἐργασθῶμεν ἔργα εὐσεβείας καὶ σωφροσύνης, δικαιοσύνης τε καὶ ἐλεημοσύνης ἐν τῷ κύκλῳ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.
Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ.
Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.
 Οὗτος ἦν ἔν τινι τῆς Ἀσίας Μονῇ· καὶ νέαν ἔτι τὴν ἡλικίαν ἄγων, τὸν ἀσκητικὸν βίον μετήρχετο. Εἶχε δὲ ἐπιστατοῦντα αὐτῷ γέροντα ἀκόλαστον πάνυ καὶ ἠμελημένον. Καὶ τοιαῦτα δεινὰ παρ᾿ αὐτοῦ ὑπέμενεν, οἷα τοῖς πολλοῖς ἴσως καὶ ἄπιστα εἶναι δοκοῦσι. Ποτὲ μὲν γὰρ εἶχε τὸν ὀφθαλμὸν μεμελανωμένον, ποτὲ δὲ τὸν τράχηλον, ποτὲ δὲ τὴν κεφαλὴν πεπληγμένην. Ἐπεὶ δέ, διαβιώσας μετὰ τοῦ ἀνηλεοῦς ἐκείνου γέροντος χρόνους ἐννέα, ἐπορεύθη πρὸς Κύριον, καὶ ἐτάφη μετὰ τῶν Πατέρων ἐν τῷ κοιμητηρίῳ, ἀφίκετο ὁ τούτου ἐπιστάτης πρός τινα γέροντα μέγαν τῶν αὐτόθι, καὶ λέγει αὐτῷ· Ὁ ἀδελφὸς Ἀκάκιος ἐτελεύτησε. Τοῦ δὲ μὴ πεισθέντος, λέγει πρὸς αὐτὸν ἐκ δευτέρου· Ἔρχου καὶ ἴδε. Ἦλθον οὖν ἀμφότεροι εἰς τὸ κοιμητήριον, καὶ ὥσπερ ζῶντι ὁ τίμιος γέρων ἐφώνησε πρὸς τὸν τελευτήσαντα, καί φησιν· Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον ὑπακοὴν ἐπεδείκνυτο, καί φησι πρὸς τὸν μέγαν· Πῶς, Πάτερ ὅσιε, ἄνθρωπον ὑπακοῆς ἐργάτην ἀποθανεῖν δυνατόν; Τότε ὁ γέρων, ὁ πρὶν αὐτοῦ ἐπιστάτης, ἔμφοβος γενόμενος ἐπὶ τῷ θαύματι, ἐπὶ πρόσωπον σὺν δάκρυσιν ἔπεσε, καὶ πλησίον τοῦ μνήματος ἐκείνου κελλίον ποιήσας, ἐκεῖσε σωφρόνως τὸ λοιπὸν τοῦ βίου διήνυσε, λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι φόνον πεποίηκα.
Ὁ μὲν οὖν θεῖος Ἀκάκιος, ἐν τοιούτοις ἀγωνίσμασι τὴν μακαρίαν διανύσας ζωήν, οὕτω μακαρίως τοῦ βίου μεθίσταται. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, τῆς φυσικῆς ἀνώτερον διαλύσεως θείᾳ δυνάμει τηρούμενον, εἰς πολλὰς ἐτῶν περιόδους σῶον καὶ ὁλόκληρον ἐφυλάττετο. Καί ποτε τῶν τὴν Μονὴν ταύτην οἰκούντων Μοναχῶν, ἐξελθόντων εἰς τὸ ἀμήσασθαι, ἅτε τῆς ὥρας πρὸς τοῦτο καλούσης, καὶ δύο καταλειφθέντων ἐν τῇ Μονῇ, τοῦ μὲν ἀσθενοῦς, τοῦ δὲ πρὸς φυλακὴν τῆς Μονῆς, συνέβη ἀποθανεῖν τὸν ἀσθενῆ. Ὁ δὲ ἕτερος, μόνος ὤν, καὶ μὴ ἱκανῶν πρὸς τὴν τοῦ ἀδελφοῦ κηδείαν, τὸ τοῦ θαυμαστοῦ Ἀκακίου μνῆμα ἀνοίξας, ἔθηκε τὸν τελευτήσαντα ἀδελφὸν μετὰ τοῦ Ἁγίου. Καὶ τῇ ἐπαύριον παραγενόμενος, εὑρίσκει ὃν ἔθηκε μετὰ τοῦ Ἁγίου, ἔξω ἐῤῥιμμένον, εἶτα τίθησι πάλιν αὐτὸν ἐν τῷ μνήματι. Ὡς δὲ καὶ αὖθις τὸν αὐτὸν τρόπον εὗρεν αὐτὸν ἔξωθεν ἐῤῥιμμένον, ἐδικαιολογεῖτο μετὰ τοῦ Ἁγίου, λέγων πρὸς αὐτόν· Ἤκουσταί μοι, ἅγιε Ἀκάκιε, ὅτι σοί, ὡς οὐδενὶ ἑτέρῳ, ἡ ὑπακοὴ ἐσπουδάσθη, ἀλλὰ νῦν, ὡς ὁρᾶν ἔχω, ἀνήκοος ἐγένου καὶ ὑπερήφανος, ὡς καὶ τὸν ἀδελφὸν μὴ παραδέχεσθαι, ἀλλ᾿ ἀποῤῥίπτειν αὐτόν· ἢ τοίνυν ἔασον αὐτὸν κεῖσθαι μετὰ σοῦ, ἤ, ἐὰν ἔτι τοῦτο ποιήσῃς, οὐκ ἀνέξομαί σου, ἀλλ᾿ ἐκβαλῶ σε ἐκ τοῦ μνημείου. Θεὶς οὖν αὐτὸν πάλιν ἐν τῷ τάφῳ τοῦ Ἁγίου, ἀπῆλθε. Καὶ τῇ ἐπαύριον ἐλθών, τὸν μὲν παρ᾿ αὐτοῦ τεθέντα ἀδελφόν, εὗρε κείμενον ἐν τῷ τάφῳ, τὸν δὲ Ἅγιον οὐχ εὗρε. Καὶ νῦν ἐστιν ἰδεῖν τὸν τάφον κενόν, τὴν ἐπωνυμίαν σώζοντα τοῦ Ἁγίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ Ἀναχωρητοῦ.
Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,
Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.
 Οὗτος ὁ μακάριος Ἰάκωβος, καταλαβὼν τὸ ὄρος, τὸ ὂν ἀπὸ τριάκοντα σταδίων τοῦ ἄστεως (τῆς πόλεως Κύρου) ἐνεκαρτέρει, οὐκ ἄντρον ἔχων, οὐ σκηνήν, οὐ καλύβην, ὡς διὰ τῶν τοιούτων τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούσασθαι. Καὶ ταῦτα λέγω, οὐ παρ᾿ ἄλλου μαθών, ἀλλ᾿ αὐτόπτης γενόμενος· κοιλιακὸν γὰρ νόσημα ἐπελθὸν αὐτῷ ποτε, μόλις ἔπεισεν ἀφιέναι τοὺς προσιόντας οἴκαδε πάλιν νοστῆσαι· διδάσκων γὰρ ἦν αὐτοὺς τὸν περὶ εὐσεβείας λόγον. Ἀλλὰ καὶ ὑποχωρησάντων, ἕως ἑσπέρα κατέλαβεν, ἑαυτὸν ἐβασάνιζε, καίτοι τῆς φύσεως κατεπειγούσης. Οὗτος, ὡς ἔφημεν, τὸν οὐρανὸν ἔχων ὄροφον, πρὸς ἅπαντα καρτερῶν ἦν, ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι. Τὸ δὲ σῶμα σιδήροις κατησφαλίσατο ἔνδοθεν, φέρουσι περὶ τὸν τράχηλον δύο κύκλους, καὶ δύο σχήματα τοῦ γράμματος Χ ποιοῦσιν ἔμπροσθέν τε καὶ ὄπισθεν· εἰς δὲ τοὺς βραχίονας ἀνὰ ἕνα. Τροφὴ δὲ αὐτῷ πρὸς ἑσπέραν, φακὸς διάβροχος.
Ἐκ τούτων δὴ τῶν πόνων, τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα. Ὅτι παιδίον ἀπονεκρωθέν, τοῦ πατρὸς ἀποδυρομένου, καὶ λέγοντος πρὸς τὸν Ἅγιον, «Οἶδα, δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι, μόνον μὴ κατοκνήσῃς προσεύξασθαι», ἰδὼν ὁ Ἅγιος, καὶ τοῖς δάκρυσι τοῦ Πατρὸς ἐπικαμφθείς, τὸ γόνυ κλίνας καὶ τὸν Θεὸν ἐπικαλεσάμενος, τὸν παῖδα ἀνέστησε καὶ παρέδωκε τῷ πατρὶ αὐτοῦ ὑγιῆ. Πολλὰ μὲν οὖν τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος τὰ πολλὰ παραλείψαντες, ἑνὸς ἐπιμνησθῶμεν.
Οὗτος, πολλὰ πειρασθεὶς ὑπὸ τῶν δαιμόνων, εὐχῇ καὶ μόνῃ τούτους ἀπεκρούσατο. Ἀπεκόμιζε δέ τις τὸ ὕδωρ αὐτῷ μήκοθεν δὶς τῆς ἑβδομάδος· καὶ σχηματίσας ὁ διάβολος ἑαυτὸν εἰς τὸ τοῦ Ἁγίου ὁμοίωμα, ὑπήντα κατὰ τὸ μέσον τῆς ὁδοῦ τὸν διακονητήν, καὶ λαμβάνων τὸ ὕδωρ, ἀπέστελλεν αὐτὸν οἴκαδε. Τοῦτο ποιῶν, ἔσπευδεν ἐξ ἀνυδρίας ἀπάγξαι τὸν Ἅγιον. Ποτὲ δὲ καὶ παρὰ καιρὸν ἐλθὼν ὁ διακονητής, διέλαθε τὸν κακὸν συμμεριστήν· καὶ λέγει ὁ Γέρων, ἰδὼν τὸν τὸ ὕδωρ διακομιζόμενον ἄνθρωπον· Τί τοῦτο τέκνον; πολὺς καιρὸς διῆλθεν, ἐξ ὅτου ὕδωρ οὐ διεκόμισας, καὶ εἰς ἀγανάκτησιν οὐ μικρὰν ἤλθομεν ἐξ ἀνυδρίας. Ὁ δέ, Ἀείποτε Πάτερ, φησί, κατὰ τὴν ὡρισμένην ὥραν καὶ ἡμέραν ἀποκομίζω τὸ ὕδωρ, ἀλλὰ συναντῶν μοί ποτε μὲν εἰς τόν δε τὸν τόπον, ποτὲ δὲ εἰς τόν δε, οὐ συνεχώρεις μοι ἐλθεῖν ὧδε. Ὁ δὲ Ἅγιος πρὸς αὐτόν· Ἀπὸ τοῦ νῦν, κἂν μυριάκις με ἴδῃς συναντῶντά σοι, καὶ κωλύοντά σε, ἢ ἐπιτιμῶντά σοι, τέκνον, μή μοι δὸς τὸ σκεῦος, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον. Οὕτω καλῶς ἠγωνίσατο, καὶ μέγας θαυματουργὸς γενόμενος, ἀπῆλθε πρὸς Κύριον εὐφραινόμενος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σίλου, Ἐπισκόπου τῆς Περσίδος.
 Τῆς γῆς ἀποστὰς γηΐνων θ᾿ ὁμοῦ, Πάτερ,
Νῦν ἐγκατοικεῖς οὐρανῷ, μάκαρ Σίλε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πέτρου, ἐπισκόπου Ἱεροσολύμων

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Χαιρέμωνος

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ Πέρσου

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰννοκεντίου πρώτου Ἐπισκόπου Ἰρκούτας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ Πατρὸς Σοφιανοῦ, Ἐπισκόπου Δρυϊνουπόλεως, τοῦ σημειοφόρου.
ποίμανας, ἐδίδαξας καὶ ἤσκησας·
διὸ καὶ εἴληφας, Σοφιανέ, χάριν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Τὸν μαρτυρίου δρόμον διήνυσας, γενναίως Ἀθλοφόρε Γεώργιε, ἀποτμηθεὶς ἐν χαρᾷ, τὴν ἱερὰν κεφαλήν.
Πορφύραν ἐξ οἰκείων ἐνδέδυσαι αἱμάτων Νεομάρτυς Γεώργιε, μεθ’ ᾗς παρέστης λαμπρῶς, ἐν οὐρανῷ τῷ Χριστῷ.
Μαρτύρων ἡ χορεία ἐδέξατο, προσθήκην σε λαμπρὰν ἀξιάγαστε, μεθ’ ἧς Χριστῷ μελωδεῖς, εὐλογητὸς ὁ θεός.
Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν ἀκαταίσχυντε, τοὺς ὡς Θεοῦ Μητέρα τιμῶντάς σε, ἱκέτευε ῥυσθῆναι, ἀπὸ παντοίων δεινῶν.

ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Ἐχθρὸν τὸν ἀλάστορα, δυνάμει τοῦ Χριστοῦ, νικήσας Γεώργιε, καὶ τρόπαια λαμπρά, κατ’ αὐτοῦ ἐγείρας, ὡς λαμπρὸς ἀριστεύς, θεόθεν ἐκομίσω, διάδημα τοῦ κάλους.
Τῆς Χίου τὸν ὄρπηκα τὸ πλάτος οὐρανοῦ, καὶ γῆ τῶν πρᾳέων νῦν, ἐδέξατο λαμπρῶς, καὶ ἡ θεία δρόσος εὐθαλῆ συντηρεῖ, τὸν ἐν Ἀθλοφόροις Γεώργιον τὸν Νέον.
Τρυφῆς ὁ χειμάῤῥους σε, ὠς δένδρον οὐρανοῦ, παμμάκαρ Γεώργιε ποτίζει νοητῶς, καὶ οἱ ἐν τῷ κόσμῳ, τῶν χαρίτων τῶν σῶν, τῆς ὀσμῆς πληροῦνται τελοῦντες τὴν μνήμην.
Θεοτοκίον.
Τὸ μέγα μυστήριον τοῦ Τόκου Σου Ἁγνή, ὁ Χῖος Γεώργιος ἐκήρυξε τρανῶς, καὶ τῆς ἀληθείας, τῶν αἱμάτων αὐτοῦ, τῇ βαφῇ εὐθίκτως ὑπέγραψε τὸ κῦρος.




Ὠδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Κυδωνιέων ἡ πόλις, θεοστεφῆ ἀριστέα, ἰδοῦσα ὄμμασιν αὐτῆς, σὲ Γεώργιε μάκαρ, ἀγωνισάμενον στεῤῥῶς, καὶ νίκην ἀράμενον ἠγάσατο, καὶ τελεῖ ἐξ ἐκείνου τὴν σὴν μνήμην, ἐτησίως ἐν ᾠδαῖς.
Μετὰ τῶν ἄνω ταγμάτων, Μάρτυς Γεώργιε θεῖε, μετὰ Μαρτύρων ἱερῶν, Προφητῶν Ἀποστόλων, Ὁσίων καὶ Ἱεραρχῶν, Θεῷ παριστάμενος ἱκέτευε, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς τιμῶντάς σε πιστῶς.
Τῷ ἐν ᾠδαῖς ἐφυμνίοις, κατακοσμήσαντι πόθῳ, τὴν μνήμην σου τὴν ἱεράν, καὶ φαιδρὰν Ἀθλοφόρε, ὅλος χαρίης καὶ φαιδρὸς προστάτης παράσταθι Γεώργιε, ἐν καιρῷ τῆς ἐξόδου καὶ τῆς δίκης, τῆς ἐσχάτης καὶ φρικτῆς.
Θεοτοκίον.
Σὺν τῇ Ἀχράντῳ Παρθένῳ, τῇ φωτοφόρῳ νεφέλῃ, αἴγλῃ φωτὸς τοῦ νοητοῦ, τὰς ψυχὰς ἐλαμφθῆναι, τῶν ἀνυμνούντων σου πιστῶε, τοὺς ἄθλους καὶ χύσιν τῶν αἰμάτων σου, Ἀθλοφόρε Γεώργιε δυσώπει, τὸν τῶν ὅλων Ποιητήν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ Χίος ἡ φιλόχριστος, τὰ σπάργανα κατέχουσα, τὰ σὰ Γεώργιε χαίρει, καὶ ἐκτελεῖ σου τὴν μνήμην, τὰ δὲ σεπτά σου λείψανα, λαὸς ὀ χριστεπώνυμος, Κυδωνιῶν κραυγάζει σοι, σύ μου φρουρός τε καὶ φύλαξ, καὶ πρὸς Θεὸν πρέσβυς θεῖος.
Θεοτοκίον.
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθομολόγησαν, Θεὸν τὸν ὅλων Πάναγνε, μεθ’ ὧν καὶ ὀ ἡμέτερος Γεώργιος ὁ γενναῖος, ἐδ΄0οξασεν ἐναθλήσας.

Εἰς τοὺς αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Συνωνυμήσας τῷ πάλαι Μεγαλομάρτυρι, Γεώργιε τρισμάκαρ, Ἀθλητὰ γενναιόφρον, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, ἐκ ψυχῆς γενναιότητι, ἀποσκυπῶν τῶν βασάνων τὰς ἀμοιβάς, καὶ τὰ γέρα τῆς ἀθλήσεως. (Δίς).

Τῆς ἀρχιφώτου Τριάδος νῦν ἐλλαμπόμενος, ταῖς νοηταῖς ἀκτίσι, Νεομάρτυς Κυρίου, Γεώργιε δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων σου, τὴν ἀεισέβαστον μνήμην, καὶ ἐν ᾠδαῖς εὐφημούντων τοὺς ἀγῶνάς σου.

Τὸν τῆς ἀθλήσεως δρόμον, καλῶς διήνυσας, ἀποτμηθεὶς τὴν κάραν, Ἀθλοφόρε Κυρίου, λοιπὸν ἀπόκειταί σοι ἐν οὐρανῷ, ὁ ἀκήρατος στέφανος, ὅν σοι παρέξει Γεώργιε ὁ Χριστός, ἐν ἡμέρᾳ τῆς ἐτάσεως.


Δόξα. Ἦχος β΄.
Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, Γεώργιε Χιοπολίτα Γεώργιε, σὺν ταῖς τῶν Ἁγίων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται, λαμπρῶς δὲ καὶ τὰ πανίερά σου λείψανα, ἐν τῇ Κυδωνιῶν κώμῃ διατηρούμενα τιμᾶται, καὶ πανταχοῦ τὸ σεπτόν σου ὄνομα ὑμνεῖται, καὶ δοξάζεται Χριστός, ὁ δοξάζων τοὺς Αὐτὸν ἀντιδοξάζοντας.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ἔνδοξος ἐν Μάρτυσιν ὁ κλεινὸς Γεώργιος ὤφθη, τοῖς ἀρχαίοις, σὺ δ’ ἐν τοῖς νῦν, Γεώργιε νέε, ὁμώνυμε ἐκείνῳ, καὶ σύσκηνε δι’ ὅ σε τιμῶμεν ἅπαντες.
Τοὺς μετ’ εὐλαβείας τὰ ἱερά, λείψανά σου Μάρτυς, προσκυνοῦντας σαῖς πρὸς Θεόν, ἱεραῖς πρεσβείαις φρουρῶν μὴ διαλείπῃς, Νεομαρτύρων κλέος θεῖε Γεώργιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου