ΝΟΕΜΒΡΙΟΣ ΚΣΤ΄!!
ΝΙΚΩΝ ΟΣΙΟΣ ΜΕΤΑΝΟΕΙΤΕ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου Νίκωνος. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Ὕψωσαν
τὸ σῶμά σου, πόνοι καὶ πόνων οἱ τρόποι, καὶ τῶν τρόπων ἔλλαμψις, ἡ τῷ θείῳ Πνεύματι
ἀπαστράπτουσα, ὑπὲρ νοῦν ἅπαντα, τῇ ἰσχύϊ ηὔγασε· θαυμαστῶς ἐμεγαλύνθη γάρ, ἡ θήκη
νάματα, βλύζουσα πιστοῖς, ξένον θέαμα! πῶς τάφος οὐκ ἐπέδησεν, ἢ λίθος κατέσχε
τὴν δύναμιν, ἀλλ' ὡς καὶ πρὸ τέλους, μετάνοιαν ἐκραύγαζες ἡμῖν, ὡσαύτως νῦν
πρὸς ἐπίγνωσιν, ἕλκεις μετὰ θάνατον.
Δεῦτε
προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ
παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν·
Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς
καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σορόν, καὶ
τὴν εἰκόνα σεβόμεθα, μύρον ἀναβλύζουσαν.
Πλοῦτον ἀναφαίρετον, ἔχει σε πόλις Λακώνων, μάκαρ ἀξιάγαστε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν· ᾗ καὶ νῦν βράβευσον, τὴν εἰρήνην Νίκων, καὶ τροπαίων αὐτὴν ἔμπλησον, ἐχθρῶν τὴν ἔπαρσιν, καὶ παρεμβολὰς κάμψας βέλεσι, σῶν πρεσβειῶν Πατὴρ ἡμῶν, καὶ τῆς συμπαθοῦς μεταδόσεως, πλῆσον τὰς καρδίας, ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα Πάτερ, χαίρων ἐξέφυγες, τότε προετίμησας τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπίπονον, καὶ λίαν τραχεῖαν· ὅθεν φροντιστήριον ψυχῶν κατέλαβες, θεῖον ἐνδυσάμενος σχῆμα, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.
Ἵνα, θησαυρὸν ἐν οὐρανῷ, στέφανον ἀμάραντον δόξης, τρυφήν τε ἄληκτον, εὕρῃς ἐγκατέλιπες πατρίδα γένος στοργήν, γεννητόρων μακάριε, καὶ δόξαν καὶ πᾶσαν, ἄλλην ἡδυπάθειαν, ἄρας ἐπ’ ὤμων σου, Πάτερ, τὸν Σταυρὸν τοῦ Σωτῆρος, καὶ σαρκὸς τὰ πάθη νεκρώσας, ἄγγελος καθάπερ ἐβίωσας.
Ὥσπερ, φαεινότατος ἀστήρ, ἐξ ἑώας Πάτερ ἐκλάμψας, πρὸς δύσιν ἔσπευσας, πάντας πρὸς μετάνοιαν, ποδηγετῶν τοὺς λαούς, τῷ φωτὶ τοῦ κηρύγματος, καὶ πόλει Λακώνων, χαίρων τῷ Σωτῆρί Σου ναὸν ἀνήγειρας· ἔνθα, καὶ τὸν βίον τελέσας, πρὸς τὰς αἰωνίους σκηνώσεις, Νίκων θεοφόρε μεταβέβηκας.
Δόξα. Ἦχος πλ. δ΄.
Ὡς θεόσδοτον τάλαντον, τὴν ἐν ἀσκήσει μετάνοιαν, Πάτερ θεοφόρε Νίκων κτησάμενος, ταύτην καλῶς ἐπαυξῆσαι ἐσπούδασας· ὅθεν, καὶ αὐξήσας αὐτὴν πολυτελῶς, ἐπώνυμον φερωνύμως ἔσχες, ὃ λέγεται. Καὶ παρὰ Κυρίου ἀκούεις, ὡς ἡ ἐπαγγελία· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου Σου.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 κ 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος β΄.
Ἀρνησάμενος κόσμον, καὶ τοῦ κόσμου Ὅσιε, καὶ τὸν Σταυρὸν τοῦ Σωτῆρος, ἐπ’ ὤμων ἀράμενος, ἠκολούθησας Αὐτῷ, τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης, ἀκλινὴς ὁδοιπόρος γενόμενος. Καὶ νῦν, ζωῆς αἰωνίου τετυχηκώς, τῷ ζωοδότῃ Χριστῷ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου, Νίκων Πατὴρ ἡμῶν.
Ὥσπερ τὸ πάλαι, τοῖς λαοῖς τὴν ὁδὸν τῆς μετανοίας, ἔργοις τε καὶ λόγοις ὑπεδείκνυς, Νίκων Πατὴρ ἡμῶν, οὕτω καὶ νῦν, τοῖς ὑμνηταῖς σου νοερῶς ἐφιστάμενος, λύτρωσαι πάντας ἡμᾶς ἐκ τῶν παγίδων τοῦ βροτοκτόνου, διὰ μετανοίας, πρὸς ζωὴν τὴν αἰώνιον χειραγωγῶν, ταῖς εὐχαῖς σου πρὸς Κύριον.
Ξένην ζωήν, καὶ ξένον τρόπον ἐπιτηδεύσας, πλοῦτον καὶ δόξαν καὶ φίλτρον γονέων κατέλιπες, καὶ τῷ Χριστῷ ἠκολούθησας, πόλεις καὶ τόπους συνεχῶς διαμείβων, μακάριε, οὐκ ἔχομεν ὧδε, βοῶν μετὰ τοῦ Παύλου, μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
Δόξα. Ἦχος πλ. α΄.
Τῇ νῦν πανηγύρει συνδράμωμεν οἱ πιστοί. Προτίθεται γὰρ ἡμῖν πνευματικὴ τράπεζα, καὶ κρατὴρ μυστικός, ἐξ ἡδέων ἐδεσμάτων, καὶ εὐφροσύνης πλήρης, ἡ μνήμη τοῦ θεοφόρου Πατρός. Οὗτος γάρ, ὁ καρτερόφρων, οὐδὲν προτιμήσας τῆς τοῦ Κυρίου ἀγάπης, τὰ πάντα κατέλιπε. Καὶ τοῦ Προδρόμου μιμητὴς γενόμενος, πρὸς μετάνοιαν τοὺς πάντας παρακαλῶν, ἐκραύγαζεν· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ Βασιλεία τῶν Οὐρανῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρων, τὸ τοῦ Κυρίου χρηστόν, ζυγὸν ἐπ’ ὤμων ἀναθέμενος Ὅσιε, πατρίδα πλοῦτον καὶ δόξαν, καὶ γεννητόρων στοργήν, καὶ σαὐτὸν ἠρνήσω παμμακάριστε. Διὸ κατηξίωσαι, κατοικεῖν εὐφραινόμενος, τὴν πρωτοτόκων, Ἐκκλησίαν θεώμενος, τοῦ Δεσπότου σου, καλλονὴν τὴν ἀνέκφραστον. Μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην ἀοίδιμε, Νίκων Ὁσίων τὸ κλέος, ταῖς σαῖς πρεσβείαις ῥυόμενος, ἡμᾶς πάσης νόσου, καὶ κινδύνων καὶ παντοίων, δεινῶν καὶ θλίψεων.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ζῆλον, τὸν τοῦ Προδρόμου τῇ σῇ, ψυχῇ προθύμως ἐσχηκὼς Νίκων Ὅσιε, ἐβόας μετανοεῖτε, καρποφοροῦντες πιστοί, ἔργα μετανοίας ὄντα ἄξια, κηρύττων προέτρεπες, τοὺς λαοὺς εἰς ὑπόμνησιν, τῶν ἐπταισμένων, καὶ πρὸς βίου διόρθωσιν, ἐφ’ οἷς ἥμαρτον, ἱλεοῦντες τὸν Κύριον. Τοῦτον καὶ νῦν δεόμεθα, δυσώπει πρεσβείαις σου, ὁδοὺς ἡμᾶς ὑποδεῖξαι, τῆς μετανοίας ἐν πίστει τε, καὶ πόθῳ τελοῦσι, σοῦ τὴν θείαν καὶ φωσφόρον, Πάτερ πανήγυριν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δεῦτε, Λακεδαιμόνων πληθύς, οἱ ἐν ταῖς πόλεσι καὶ κώμαις ἀθροίσθητε, συστῆσαι λαμπροφοροῦντες, ἐν τῷ πανσέπτῳ ναῷ, Νίκωνος τοῦ θείου καὶ παμμάκαρος, πανήγυριν μέλποντες, πρὸς αὐτὸν χαριστήρια· χαίροις ὁ μέγας ἀντιλήπτωρ καὶ πρόμαχος, τῶν τιμώντων σου, τὴν σεβάσμιον κοίμησιν. Νίκων ἀειμακάριστε, τὴν πόλιν σου φύλαττε, ἣν ἐκ πασῶν ᾑρετήσω, ἐν ᾗ καὶ πόνων κατάπαυσιν, τῶν σῶν ἔθου Πάτερ, μεταβὰς πρὸς Ὃν ἐπόθεις, Χριστὸν ἀοίδιμε.
Δόξα. Ἦχος πλ. δ΄.
Χαῖρε καὶ εὐφραίνου, πόλις ἡ Λακεδαίμων, τοιοῦτον πολιοῦχον ἐκ Θεοῦ κληρωσαμένη, τὸν τῆς νίκης φερώνυμον, Νίκωνα τὸν ἐν θαύμασι μέγιστον, τῶν δαιμόνων ἐλαύνοντα φάλαγγας, καὶ νόσων παντοίων ἐξαιρούμενον. Αὐτὸν καὶ ἡμεῖς μεσίτην προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τὸν Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασῴζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως, Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ ἐξέλαμψας, ἐκ τῆς ἑώας, καὶ τὸν κόσμον ηὔγασας, ταῖς φαειναῖς σου διδαχαῖς, Νίκων Ὁσίων ἀγλάϊσμα, τῆς μετανοίας δᾳδοῦχε φαεινότατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸ σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, ἁγνὴ Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας, καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Νίκων Πατέρων τὸ κλέος, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι’ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, τὸν πλοῦτον κατέλιπες, καὶ τὴν δόξαν θεόληπτε, τὴν τῶν τεκόντων σχέσιν, καὶ ξένος γενόμενος, τῶν ἐν κόσμῳ πάντων, ἀγάπῃ τῇ κρείττονι, τόπους διαμείβων, καὶ Προδρόμου τὸν ζῆλον, μιμούμενος Ὅσιε, ἀνεβόας μετάνοια, τοῖς λαοῖς ὡς ἂν ἔχοιεν, ἑτοίμως ὑπαντῆσαι Χριστῷ, τῷ Σωτῆρι δόξαν τὴν οὐράνιον, τοῖς πιστῶς μεταγνοῦσι πλουσίως παρέχοντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀρνησάμενος κόσμον, καὶ τοῦ κόσμου Ὅσιε, καὶ τὸν Σταυρὸν τοῦ Σωτῆρος, ἐπ’ ὤμων ἀράμενος, ἠκολούθησας Αὐτῷ, τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης, ἀκλινὴς ὁδοιπόρος γενόμενος. Καὶ νῦν, ζωῆς αἰωνίου τετυχηκώς, τῷ ζωοδότῃ Χριστῷ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν μνήμην σου, Νίκων Πατὴρ ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α'. Ἦχος πλ. δ' Ἁρματηλάτην Φαραὼ ἐβύθισε
Τῇ τρισηλίῳ λαμπηδόνι πάνσοφε, καταλαμπόμενος, τὰ τῆς ψυχῆς νέφη, τῆς ἐμῆς διάλυσον, τὸν νοῦν μου φωταγώγησον, καὶ τὰ χείλη πρὸς ὕμνον, τῶν σῶν ἀγώνων διάνοιξον, Νίκων θεοφόρε πρεσβείαις σου.
Τῆς οὐρανίου πατριὰς τῷ ἔρωτι, κατασχεθεὶς τὴν ψυχήν, καὶ τὰ ἐκεῖ κάλλη, καὶ τὴν διαμένουσαν, ἐπιποθήσας εὔκλειαν, ἐπιγείου πατρίδος, καὶ γεννητόρων ἐμάκρυνας, Νίκων σεαυτὸν παναοίδιμε.
Τόπον ἐκ τόπου διαμείβων πέφευγας, τὰ παρατρέχοντα, τὴν κοσμικὴν σχέσιν, ταῖς ἀποχωρήσεσι, σαφῶς ἀποκρουόμενος, καὶ μηδὲν τῶν προσύλων, τὸ εὐγενὲς ἐνυβρίσαι σου, μάκαρ τῆς ψυχῆς ἀνασχόμενος.
Θεοτοκίον
Δεδοξασμένα
περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα,
ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν
προστασίαν ἡμῶν.
ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος
Τῶν δακρύων τοῖς ῥείθροις τὴν τῶν παθῶν ἔσβεσας, φλόγα καὶ πηγὰς διδαγμάτων, Νίκων ἀνέβλυσας, σκεῦος γενόμενον, χωρητικὸν χαρισμάτων, τοῦ Ἁγίου Πνεύματος, θεομακάριστε.
Ἐξ Ἑῴας εἰς Δύσιν, διαδραμὼν ἅπαντας, τῷ τῆς μετανοίας κηρύγματι κατεπύρσευσας· ὅθεν κατάλληλον, τῇ πράξει εὗρες τὴν κλῆσιν, μετανοίας Ὅσιε, δειχθεὶς φερώνυμος.
Τοῦ Προδρόμου τὸν ζῆλον, ἐν τῇ ψυχῇ θέμενος, Πάτερ τὴν δευτέραν ἐν κόσμῳ, Χριστοῦ ἐμφάνειαν προανεκήρυττες, καὶ μετανοίας ἀξίους, ἐκ καρδίας ἔλεγες, καρπούς ποιήσατε.
Θεοτοκίον
Χαῖρε μόνη τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον· χαῖρε τὴν ζωὴν τοῖς ἀνθρώποις ἡ προξενήσασα· χαῖρε κατάσκιον, καὶ ἀλατόμητον Ὄρος· τῶν πιστῶν τὸ στήριγμα, χαῖρε πανάμωμε.
Κάθισμα. Ἦχος α' Τὸν τάφον σου Σωτήρ.
Τὸν ζῆλον τὸν σεπτόν, Βαπτιστοῦ ἐμιμήσω, καὶ κόσμῳ τὴν φρικτήν, καὶ δευτέραν τοῦ Κτίστου, ἐμφάνειαν ἐκήρυττες, καὶ τοῖς πᾶσιν ἐκραύγαζες· Νῦν ποιήσατε, καρποὺς ἀξίους Κυρίῳ, μετανοίας τε, ἀπὸ καρδίας τελείας, Πατὴρ ἡμῶν Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείαις πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.
ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Ἀληθῶς ἐφιέμενος, γνώσεως μακάριε, πρᾶξιν τέθεικας, θεωρίας σου ἐπίβασιν, τοὺς Ἑλλήνων λήρους παρωσάμενος.
Τῆς καρδίας τὰ ὄμματα, πράξεσιν ἐνθέοις προκαθηράμενος, προεμήνυες τὰ μέλλοντα, ὀπτικὴν διάνοιαν προσκτησάμενος.
Τῆς ἁγνείας τῷ ἔρωτι, τὴν ψυχὴν τρωθεὶς θερμῶς ἠκολούθησας, τῷ Χριστῷ καὶ εἰσελήλυθας, εἰς νυμφῶνα δόξης παμμακάριστε.
Θεοτοκίον
Ἱλασμὸν
ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ
Θεὸς πρεσβείαις τῆς Τεκούσης σε.
ᾨδὴ ε'. Ὀρθρίζοντες βοῶμέν σοι
Ἡ πόλις Λακεδαίμων ἐκτήσατο, σὲ προστάτην καὶ μεσίτην Ὅσιε, πρὸς τὸν Θεὸν ἀκαταίσχυντον.
Πληγέντα τὸν εἰς σὲ παροινήσαντα, θεηλάτως, ταῖς εὐχαῖς ἀνέῤῥωσας, καὶ σὲ τιμᾶν παρεσκεύασας.
Ναὸν πανευκλεῆ ἀνεστήλωσας, τῷ Σωτῆρι, ναὸς ζῶν καὶ ἔμψυχος, προχρηματίσας θεσπέσιε.
Θεοτοκίον
Ζωὴν
ἡμῖν ἐβλάστησας ἄχραντε, Θεοτόκε, τὸν Κτίστην καὶ Κύριον, ζωοποιοῦντα τὰ σύμπαντα.
ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ
Ἐδόξασέ σε Θεός, ὁ δοξασθείς σου τοῖς μέλεσιν, ἐν τέρασι θαυμαστοῖς· διὸ καὶ τῷ κίονι, ὅπως χρηματίσῃ σοι, ἐν τῷ θείῳ οἴκῳ, τὸ ἐλλεῖπον ἀνεπλήρωσας.
Ὡς ἄλλον σε Μωϋσῆν, ἡ Λακεδαίμων ἐγνώρισε, τὴν Αἴγυπτον τῶν παθῶν, πιέζοντα μάστιξιν, ἐνθέοις διδάγμασι, τοῖς τῆς μετανοίας, καὶ κακίας ἐξαιρούμενον.
Ὡς πρώην οὕτω καὶ νῦν, βοᾷ σοι Νίκων μακάριε, ἡ Λακεδαίμων ἡ σή, λύτρωσαί με δέομαι, πάσης παραβάσεως, μετανοίας Πάτερ, τὰς ὁδοὺς ὑποδεικνύων μοι.
Θεοτοκίον
Ῥυσθείημεν
τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε,
τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Κοντάκιον. Ἦχος πλ. β'. Τὴν ὑπὲρ ἡμῶν πληρώσας
Τὴν Ἀγγελικὴν μιμούμενος πολιτείαν, κόσμου τὰ τερπνὰ ὡς σκύβαλα ἐλογίσω, μετανοίας τὴν τρίβον δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ τοῦτό σε γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν μνήμην σου· ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων πηγή.
Ὁ Οἶκος.
Τῷ Θεῷ ἀνατεθεὶς Πάτερ ἐκ βρέφους, τὴν τοῦ βίου ἐκφυγὼν ματαίαν δόξαν, πᾶσαν ἐκ νεότητος ἀρετὴν διηρίθμησας, ἐξασκήσας λαμπρότατα. Σταυρὸν δὲ ἐν τοῖς ὤμοις λαβὼν τὸν τοῦ Κυρίου, ταῖς τούτου Νίκων τρίβοις ὥδευσας τρανῶς. μιμούμενος πᾶσαν τοῦ Βαπτιστοῦ Ἰωάννου τὴν παῤῥησίαν τε καὶ τὸν ζῆλον τῆς μετανοίας κῆρυξ ἐδείχθης, κραυγάζων ἐν ταῖς πόλεσι· Μετανοεῖτε, ἤγγικεν ἡ Χριστοῦ ἀτελεύτητος Βασιλεία ἡ οὐράνιος, τοῖς ἐν πίστει εἰλικρινεῖ δεχομένοις, νῦν αὐτὴν καθαρῷ λογισμῷ· διὰ τοῦτο καὶ τὴν σορὸν τῶν λειψάνων τῶν σῶν, προσκυνοῦμεν εὐσεβῶς· ὑπάρχει γὰρ ἀληθῶς, ἰαμάτων πηγή.
Συναξάριον.
Τῇ ΚΣΤ´ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν τετρακτύϊ σὺ ἐποχούμενος, ἀνέδραμες εἰς ὕψος, Ἠλίας ὥς περ ἄλλος, μελῳδῶν τῷ Σωτῆρί σου· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ζηλωτὴς ὥς περ ἄλλος, τοῖς ποθοῦσί σε Πάτερ τὸ ῥάκος ἔλιπες, ἐν ᾧ σου τὸ σαρκίον, ἐκτρύχων καὶ πιέζων, τὴν ψυχὴν διανέπαυες· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.
Τῶν Ἀγγέλων τὸν βίον, ἐπὶ γῆς βιωτεύσας Νίκων μακάριε, σὺν τούτοις συνευφραίνῃ, ὁρῶν τοῦ σοῦ Δεσπότου, καλλονὴν τὴν ἀνέκφραστον· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Σοφίας ἔμπλησον πάντας, καὶ δυνάμεως θείας ἡ ἐνυπόστατος, Σοφία τοῦ Ὑψίστου, διὰ τῆς Θεοτόκου, τοὺς ἐν πίστει σοι ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον
Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Νοῦς ἐξειπεῖν οὐ δύναται, τὸ φρικτὸν τῆς λοχείας σου, πῶς καὶ παρθενεύεις, μετὰ τόκον ἄχραντε, ὡς μόνος ἐπίσταται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ἱλεουμένη, μὴ ἐλλίπῃς Παρθένε, σωθῆναι τοὺς ἐν πίστει, τῷ Υἱῷ σου βοῶντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.
Ἀμέσως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ μεταβὰς μακάριε, Νίκων πρὸς ἀΰλους διαμονάς, σωθῆναι θεοφόρε, δυσώπει τοὺς ἐν πίστει, ἐν τῷ ναῷ σου προσεδρεύοντας.
Ἀγάλλῃ σὺν Ἀγγέλοις ἐν οὐρανῷ, τῷ τῶν ὅλων Θεῷ παριστάμενος, καὶ ἐπὶ γῆς, βρύει σου ἡ θήκη τὰς δωρεάς, ἐν ᾗ σεπτῶς κατάκειται, σῶμά σου τὸ ἅγιον καὶ σεπτόν, τοῖς πόθῳ προσιοῦσι, καὶ φόβῳ ἁπτομένοις, Νίκων παμμάκαρ τῶν λειψάνων σου.
Δεχόμενος τῶν δούλων σου τὰς φωνάς, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου, ῥῦσαι δεινῶν, νόσων καὶ παντοίας ἐπιβουλῆς, ἰθύνων πρὸς μετάνοιαν, ὧνπερ ἐξημάρτομεν εἰς Θεόν, ταῖς σαῖς πρὸς τὸν Δεσπότην, πρεσβείαις εὐπροσδέκτοις, Νίκων Ὁσίων ἐγκαλλώπισμα.
Θεοτοκίον
Ἐν σοὶ τῆς παρθενίας τὸ καθαρόν, ἐτηρήθη Μαρία πανύμνητε· σὺ γὰρ Θεόν, μόνη συλλαβοῦσα ἄνευ σπορᾶς, σεσαρκωμένον τέτοκας, μείνασα Παρθένος παναληθής· διό σε Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν καὶ δοξάζομεν.
Ἐξαποστειλάριον. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ θήκη ἔνθα σου κεῖται, τὸ εὐκλεέστατον σῶμα, χάριτας βλύζει τοῖς πᾶσι, τῶν ἰαμάτων δαψιλῶς, τοῖς προσιοῦσιν ἐν πίστει, Νίκων ἀεὶ θεοφόρε
Τῶν ἀσκητῶν τὸ κλέος, τῆς μετανοίας τὸν λύχνον, τὴν τῶν θαυμάτων πλημμύραν, δαιμόνων τὸν ἐλατῆρα, Λακεδαιμόνων τὰ πλήθη, πόθῳ σε Νίκων τιμῶμεν.
Θεοτοκίον. Ὅμοιον.
Αἱ
τῶν Ἀγγέλων πᾶσαι, καὶ Ἀρχαγγέλων χορεῖαι, ἀνευφημοῦσί σε Κόρη, Μήτηρ Θεοῦ τοῦ
ὑψίστου, καὶ τῶν βροτῶν ἅπαν γένος, δοξολογοῦμέν σε πόθῳ.
Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
ἐφετῶν ἀπολαύων ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει
ἐκτελούντων, μνήμην τὴν σήν, θεοφόρε Πατὴρ ἡμῶν, καὶ τῷ ναῷ σου τῷ θείῳ
πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε.
Σὺ
τοῦ Προδρόμου τὸν ζῆλον ἐκμιμησάμενος, Μετανοεῖτε πάσιν, ἀνεβόας παμμάκαρ, ἐξ
ὅλης τῆς καρδίας· ἡ γὰρ Χριστοῦ, Βασιλεία ἐφέστηκεν· ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ
ἡμῶν, τῶν ἐν πίστει δοξαζόντων σε.
Ἐκ τῆς Ἑῴας εἰς Δύσιν, Πάτερ διέδραμες, καὶ μετανοίας πάντας, κατεπύρσευσας λόγοις, ὡς ἄλλον Μωϋσῆν δέ, πόλις ἡ σή, Λακεδαίμων ἐγνώρισε, τὴν γὰρ παθῶν ἀποτέμνεις Αἴγυπτον νῦν, μετανοίας τοῖς διδάγμασιν.
Ἡ
Λακεδαίμων σε πόλις φρουρὸν πλουτήσασα, καὶ πολιοῦχον θεῖον, εὐχαρίστως
προσάγει, φωνάς σοι θεοφόρε Νίκων ἀεί, ἀπὸ πάσης αἱρέσεως, κακοβουλίας τε
πάντων τῶν δυσσεβῶν, ῥυομένη ταῖς πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. β'
Σήμερον, τὰ πλήθη τῶν πιστῶν συνελθόντα, τὴν μνήμην τιμήσωμεν Νίκωνος τοῦ θεοφόρου Πατρός. Οὗτος γάρ, ἐμφρόνως τῶν ὀχληρῶν ἀπαναστὰς τοῦ βίου, καὶ ἐγκρατείᾳ τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, εὐχαῖς καὶ ἀγρυπνίαις ἀπενέκρωσεν· ὅθεν καὶ χαρισμάτων οὐρανίων, πλήρης γενόμενος, ἀπελαύνει πᾶσαν νόσον ἐξ ἀνθρώπων, καὶ πρεσβεύει Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Ἐκκλησίας ἡ καλλονή, χαίροις Λακωνίας ἑωσφόρος ὁ φαεινός, χαίροις ὁ τῆς Σπάρτης, λαμπτὴρ καὶ πολιοῦχος, Πελοποννήσου κλέος, Νίκων μακάριε.
ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν Ἀγγέλων μιμητὴς ἐν τῷ βίῳ, καὶ Ἀποστόλων δεδεγμένος τὴν χάριν, τοὺς προσιόντας πάντοτε τῇ σκέπῃ σου, πάσης περιστάσεως, καὶ ἀνάγκης καὶ βλάβης, καὶ παντοίων θλίψεων, ἀσινεῖς διατήρει, καὶ εἰρηναίαν δώρησαι ζωήν, Νίκων τρισμάκαρ, ἡμῖν ταῖς πρεσβείαις σου.
Δόξα.
Τῆς μετανοίας διαπρύσιος κῆρυξ, οἷα θεράπων γεγονὼς τοῦ Κυρίου, μετανοεῖτε πᾶσιν ἀνεκραύγαζες· ὅθεν ἡμᾶς ἴθυνον, πρὸς ὁδὸν μετανοίας, βίου ἐπανόρθωσιν, καὶ πταισμάτων τὴν λύσιν, καὶ θεραπείαν νόσων καὶ παθῶν, Νίκων θεόφρον, ἡμῖν ἐξαιτούμενος.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νίκην δίδου ἡμῖν ἀεί, Νίκων. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ναμάτων ὢν ἔμπλεως μυστικῶν, πηγὴν συμπαθείας, καὶ χρηστότητος θεϊκῆς, Νίκων θεοφόρε ἡμῖν βλῦσον, τῇ σῇ θερμῇ ἱκεσίᾳ πρὸς Κύριον.
Ἰάσεις παρέχων παντοδαπάς, ἰάτρευσον Πάτερ, τῶν σωμάτων καὶ τῶν ψυχῶν, ἡμῶν τὰς ὀδύνας καὶ τὰ πάθη, τῇ δεδομένῃ σοι ἄνωθεν χάριτι.
Κινδύνων ἐξαίρων τοὺς εὐσεβεῖς, ὡς πάλαι ὡράθης, Νίκων Πάτερ θαυματουργέ, οὕτω καὶ νῦν ῥύου πάσης βλάβης, ἡμᾶς τοὺς πόθῳ τελοῦντας τὴν μνήμην σου.
Θεοτοκίον.
Ἡ μόνη τεκοῦσα δίχα φθορᾶς, Χριστὸν τὸν Σωτῆρα, ἀνακτώμενον τὸν Ἀδάμ, κεχαριτωμένη Θεοτόκε, φθοροποιῶν με παθῶν ἐλευθέρωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ποικίλων θεραπευτὴς ἄριστος, Νίκων θεοφόρε ἐδείχθης, σθένει τοῦ Πνεύματος· ὅθεν θεράπευσον, τὴν ἀνιάτως νοσοῦσαν, ψυχοφθόροις πάθεσι, ψυχήν μου δέομαι.
Δεδεγμένος τὴν χάριν παρὰ Θεοῦ Ὅσιε, Λακεδαιμονίων προστάτης, ὤφθης θερμότατος, καὶ ἀρωγὸς εὐμενής· ὅθεν ἐκ πάσης ἀνάγκης, τούτους διαφύλαττε, τῇ ἀντιλήψει σου.
Ἰατρεύων ταχέως ὡς συμπαθὴς Ὅσιε, χρίσει τοῦ ἐκβλύζοντος μύρου, ἐκ τῶν λειψάνων σου, πάντας τοὺς πάσχοντας, τῆς τῶν παθῶν δυσωδίας, καὶ παντὸς νοσήματος, ἡμᾶς ἀπάλλαξον.
Θεοτοκίον.
Διανοίᾳ τελείᾳ εἰλικρινῶς ἄχραντε, ἐν ἀμέμπτῳ βίῳ λατρεύειν, καὶ καθαρότητι, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ἀξίωσόν με Παρθένε, καὶ ἰσχὺν παράσχου μοι, κατὰ τοῦ χείρονος.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως Πάτερ Νίκων, τοὺς ἐν πίστει εἰλικρινεῖ σοι προστρέχοντας, καὶ τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ φύλαξ καὶ ὑπέρμαχος, καὶ σκέπη στεῤῥά, χθονὸς τῆς Σπαρτιάτιδος, ἐδείχθης Νίκων Ὅσιε· διὰ τοῦτο πιστῶς ἐκβοῶμέν σοι· ἀπὸ πάσης ὀργῆς καὶ φθορᾶς, ἡμᾶς ἀνωτέρους Πάτερ φύλαττε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁραθεὶς ὑπὲρ ἔννοιαν, πάλαι τὴν μορφήν σου Πάτερ ἐτύπωσας· νῦν δὲ τύπους ἐξαφάνισον, τῶν ἁμαρτιῶν ἐκ τῆς καρδίας μου.
Ὑπὸ σοῦ παιδευόμενοι, οἱ ἀτάκτως ζῶντες ὤφθησαν σώφρονες· καὶ ἡμᾶς Πάτερ συνέτισον, πάσῃ σωφροσύνῃ πολιτεύεσθαι.
Ἡ πρεσβεία σου γένοιτο, Σπαρτιάταις Νίκων σκέπη σωτήριος, πειρασμῶν τούτους ἐξαίρουσα, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.
Θεοτοκίον.
Μαριὰμ Μητροπάρθενε, ἡ τὸν Θεὸν Λόγον σαρκὶ κυήσασα, ἀλογίας παθῶν ῥῦσαί με, καὶ τοῦ σαρκικοῦ ἁγνὴ φρονήματος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασιν παθῶν, καὶ πταισμάτων ἀπολύτρωσιν, εὐπραγίαν καὶ εἰρήνην σταθεράν, ἡμῖν δίδου Πάτερ Νίκων ταῖς πρεσβείαις σου.
Νόσων χαλεπῶν, ὡς πολλοὺς Πάτερ ἀπήλλαξας, οὕτω πάσης δυσπραγίας καὶ ὀργῆς, καὶ ἀνάγκης ἀσινεῖς ἡμᾶς διάσωζε.
Ἄκλυστος λιμήν, τῶν Λακώνων πέλων Ὅσιε, τρικυμίας δυσμενῶν ἐπιφορῶν, Πάτερ Νίκων καθ’ ἡμῶν ἀεὶ ἀπότρεπε.
Θεοτοκίον.
Ἔργοις σκοτεινοῖς, δουλωθεὶς νοΐ ἀγνώμονι, Σοὶ προσφεύγω καὶ βοῶ ἀπὸ ψυχῆς· τῆς δουλείας με ἁγνὴ ῥῦσαι τοῦ χείρονος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάματα, ἡ ἁγία σορός σου, τοῖς προστρέχουσιν ἀνέβλυζε Πάτερ, νῦν δὲ ἡμῖν, ἡ πρεσβεία σου βλύζει, τῆς θεϊκῆς εὐσπλαγχνίας τὸ πέλαγος, Ὅσιε Νίκων θαυμαστέ, καὶ εὐφραίνει Λακώνων πληρώματα.
Νοσοῦντά με, ἀσθενείᾳ βαρείᾳ, καὶ τηκόμενον δεινῇ ἀθυμίᾳ, ἐξέγειρόν με ἐκ κλίνης ὀδύνης, τῇ συμπαθεῖ ἐπισκέψει σου Ὅσιε, καὶ τῶν λυπούντων με δεινῶν, τὴν ὁμίχλην διάλυσον δέομαι.
Ἰσχύϊ, τῆς προστασίας σου Πάτερ, καταφεύγουσα ἡ Σπάρτη βοᾷ σοι· σύ μου θερμός, ἀντιλήπτωρ καὶ ῥύστης, καὶ διὰ σοῦ πάσης θλίψεως ῥύομαι, καὶ τῷ ἁγίῳ σου ναῷ, ἁγιάζομαι Νίκων ἐν χάριτι.
Θεοτοκίον.
Κυήσασα, ὑπὲρ ἔννοιαν Κόρη, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, πρὸς τὸ εὖ εἶναι ἡμᾶς ἀνυψοῦντα, τοὺς εἰς φθορὰν δολερῶς ὀλισθήσαντας, ἐπὶ τὴν ἄφθαρτον ζωήν, ῥύθμισόν με καὶ σῶσόν με ἄχραντε.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως Πάτερ Νίκων, τοὺς ἐν πίστει εἰλικρινεῖ σοι προστρέχοντας, καὶ τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς μετανοίας ἐδείχθης διδάσκαλος, καὶ ἀρετῶν φυτοκόμος πανάριστος· διὸ ἡμᾶς Πάτερ ἀπάλλαξον, τῶν εἰδεχθῶν τῆς κακίας προλήψεων, διδοὺς ἡμῖν τὸν ἔνθεον.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σκεῦος καθαρώτατον, τῆς θεϊκῆς ἐπιπνοίας, Νίκων παμμακάριστε, μετανοίας ὄργανον θεοκίνητον, ἀρετῶν ἔνσπειρον, ἐν ἡμῖν τὸν σπόρον, καὶ παθῶν τὰς ῥίζας ἔκτιλον, ἐκ τῶν ψυχῶν ἡμῶν, ὡς ἂν πολιτείας σεμνότητα, καὶ βίου καθαρότητα, τῇ σῇ ἀρωγῇ γεωργήσωμεν, ἐκ πάσης ἀνάγκης, καὶ πόνων καὶ πικρᾶς ἐπιβουλῆς, ἡμᾶς λυτρούμενος Ὅσιε, τοὺς σὲ μακαρίζοντας.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ἐῤῥύσω τὸ πάλαι δαιμονῶντας θεόφρον χρίσει τοῦ μύρου σου, οὕτω καὶ νῦν παντοίας, δαιμόνων ἐπηρείας, ἀνωτέρους διάσωζε, τοὺς σὲ τιμῶντας θερμῶς, Νίκων θαυματοφόρε.
Νεκρωθέντας τῇ πλάνῃ ζωηφόρῳ σου λόγῳ πλείστους ἐξήγειρας, πρὸς γνῶσιν μετανοίας, νῦν δὲ ἡμᾶς ἐξ ὕπνου, ἀμελείας ἐξέγειρον, πρὸς ἐπιδόσεις καλάς, πρὸς μετανοίας τρίβον.
Γηθομένη ἡ Σπάρτη τῷ ἁγίῳ ναῷ σου προστρέχει πάντοτε, τῆς σῆς ἐπικουρίας, τὸν πλοῦτον καὶ τὴν χάριν, καρπουμένη βοῶσά σοι· σκέπε με Νίκων ἀεί, ἐκ πάσης δυσπραγίας.
Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων σωματώσασα Κόρη τὸν ὑπερούσιον, παθῶν σωματικῶν με, ἐκκάθαρον τοῦ ῥύπου, καὶ τὸν νοῦν μου συνέτισον, ποιεῖν καὶ πράττειν ἀεί, τὸ θέλημα τὸ θεῖον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, Νίκων Ὅσιε καὶ λύσιν πάσης λύπης, τοῖς τῷ σῷ τεμένει, ἀεὶ προσερχομένοις.
Ἄνωθεν Πάτερ, ἐν πατρικῇ χειρὶ δίδου, τῆς εὐνοίας σου τὰς δόσεις τὰς ἁγίας, ἡμῖν τοῖς σοῖς τέκνοις, τοῖς σὲ θερμῶς ποθοῦσι.
Σοροῦ σου Πάτερ, εἰ καὶ στερούμεθα ἤδη, τὸν πανάγιον ἐσχήκαμεν ναόν σου, ἐν ᾧ εἰσιόντες, χαρᾷ χαίρομεν θείᾳ.
Θεοτοκίον.
Ἰσχὺν παράσχου, τῇ ἀσθενούσῃ ψυχῇ μου, τοῦ πατεῖν ἀεὶ ἰσχὺν τὴν τοῦ Βελίαρ, ἵνα Σὲ δοξάζω, ὑπερδεδοξασμένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστων δωρημάτων, τῆς σῆς προστασίας, ἡ Λακεδαίμων τρυφῶσα γεραίρει σε, ὡς πολιοῦχον καὶ ἔφορον Πάτερ μέγιστον.
Ὁ Σπάρτης ἀντιλήπτωρ, Νίκων θεοφόρε, σκέπε ἡμᾶς καὶ περίεπε πάντοτε, ὡς ἐκλεκτήν σου μερίδα, ὡς κλῆρον ἅγιον.
Ὑψόθεν κλῖνον Πάτερ, συμπαθῶς τὸ οὖς σου, καὶ τῆς φωνῆς τῶν σῶν τέκνων ἐπάκουσον, καὶ πατρικῶς ἡμῖν δίδου ἀεὶ τὰ πρόσφορα.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετοῦς προσπαθείας ὡς εὔσπλαγχνος, καὶ τὴν καρδίαν τρῶσον τῷ θείῳ ἔρωτι.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀποστόλων ὁ μιμητής, σάλπιγξ μετανοίας, ἡ θεόφθογγος καὶ λαμπρά· χαίροις ἐναρέτου, ζωῆς ὁ ὑποφήτης, ὦ Νίκων θεοφόρε, ἀξιοθαύμαστε.
Ζῆλον τοῦ Προδρόμου ἀναλαβών, μετάνοιαν πᾶσιν, ἀνεκήρυττες τοῖς λαοῖς· ὅθεν καταλλήλως, τοῖς ἔργοις ὠνομάσθης, μετανοεῖτε Νίκων, θεοειδέστατε.
Λάμψας ἐξ ἑώας ὥσπερ ἀστήρ, τῷ φωτὶ Κυρίου, καθοδήγησας θαυμαστῶς, λαοὺς πλείστους Πάτερ, νυκτὶ τῷ τῆς ἀπάτης, δεινῶς κεκρατημένους, φθόνῳ τοῦ ὄφεως.
Χαίροις Ἐκκλησίας ἡ καλλονή· χαίροις Λακωνίας, ἑωσφόρος ὁ φαεινός· χαίροις ὁ τῆς Σπάρτης, λαμπτὴρ καὶ πολιοῦχος, Πελοποννήσου κλέος, Νίκων μακάριε.
Νόσων καὶ κινδύνων τὰς προσβολάς, πονηρῶν πνευμάτων, μανιώδεις ἐπιβουλάς, φθόνου καὶ κακίας, παντοίας ἐπηρείας, δίωκε Πάτερ Νίκων, ἐξ ἡμῶν πάντοτε.
Νίκην ἡμῖν δίδου κατὰ παθῶν, εἰρήνην ἐν βίῳ, καὶ ὁμόνοιαν ἀληθῆ, καὶ πταισμάτων λύσιν, καὶ μετανοίας θερμήν, ὡς ἂν Κυρίῳ Νίκων, πιστῶς δουλεύσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, Νίκων ἀξιάγαστε Πάτερ, τῷ σῷ ἁγίῳ ναῷ, χάριτος ἀξίωσον, τῆς σῆς δεχόμεθα, καὶ παθῶν ἀποκάθαρον, τῶν τῆς ἁμαρτίας, ἴασιν καὶ λύτρωσιν, ἡμῖν δωρούμενος, πάσης, δυσχερείας καὶ λύπης, καὶ ἀσθενημάτων παντοίων, ἵνα σὲ γεραίρομεν θεόληπτε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου