Πέμπτη 5 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 26. ΟΣΙΟΣ ΣΤΥΛΙΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΥ 26!!
ΣΤΥΛΙΑΝΟΥ ΟΣΙΟΥ ΠΑΦΛΑΓΟΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Κυρίλλου Λαυριώτου)


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;
Τί σε νῦν σοφὲ ὀνομάσωμεν, μοναστῶν ὑπογραμμόν, καὶ ἰαμάτων αὐτουργόν, ἐγκρατείας ταῖς πληγαῖς, πάθη μαστίξαντα ψυχῆς· πολίτην, τῶν Ἀγγέλων καὶ συνόμιλον, τῆς ἄνω μητροπόλεως οἰκήτορα· τῶν ἀρετῶν ἐνδιαίτημα, καὶ Πνεύματος καταγώγιον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε νῦν σοφὲ προσφθεγξώμεθα, τῆς ἐρήμου πολιστήν, καὶ ἡσυχίας ἐραστήν, τῶν παθῶν ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν· φωστῆρα, διακρίσεως ἀκοίμητον, θαυματουργὸν ἀληθέστατον· πάθη, ποικίλα ἰώμενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε νῦν καλέσωμεν Ἅγιε, ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ· ὀχετὸν τῶν τοῦ Θεοῦ, χορηγουμένων ἀγαθῶν· πλημμύραν, τῶν θαυμάτων ἀνεξάντλητον· ἰατῆρα, τῶν νηπίων ἑτοιμότατον, τῆς οἰκουμένης τὸ καύχημα, Στυλιανὲ τὸ ὑπέρλαμπρον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε ὀνομάσωμεν ἔνδοξε, γεωργὸν τῶν ἀνθρωπίνων, παμμακάριστε φυτῶν· αὐξητὴν τῶν παιδαρίων τὸν ταχύτατον σαφῶς· νομίμως, θεοσδότων ἐμπειρότατον· δογμάτων, θεοπνεύστων τὸν διδάσκαλον, καὶ παιδευτὴν ἰκανώτατον, Στυλιανὲ παμμακάριστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε νῦν καλέσω πανόσιε, τῶν θαυμάτων τῶν μεγίστων ἀνεξάντλητον πηγήν· ὁριστὴν τῆς εὐσεβείας καὶ διδάσκαλον ἐθνῶν· Ἠλίαν, τὸν Προφήτην ἄλλον δεύτερον, τοῦ κόσμου, τοῦ αὐχμῶντος ὕδωρ φέριστον· ἐν ὄρεσι διαιτώμενον, καὶ τοὺς ἐν κόσμῳ προφθάνοντα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Λύχνος, διακρίσεως γέγονας, καταυγάζων τὰς ψυχὰς τῶν προσιόντων σοι πιστῶς· καὶ τὴν τρίβον τῆς ζωῆς, ὑποδεικνὺς αὐτοῖςν σοφέ· διό σε, ἐν αἰνέσει μακαρίζομεν· τελοῦντες, τὴν ἁγίαν σου πανήγυριν, Στυλιανέ, Ὁσίων καύχημα, τῶν ἀσκητῶν ἐγκαλλώπισμα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοί, τὸν θαυματουργὸν ὑμνῳδίαις εὐφημήσωμεν, δι’ οὗ ἀπαλλαγὴν τῶν πόνων οἱ ἐν κινδύνοις ὑπάρχοντες εὑρίσκομεν. Δεῦτε λαοί, Στυλιανὸν τὸν ἔνδοξον ἀπαύστως τιμήσωμεν· χαίροις λέγοντες, ὁ ἐκ μήτρας ἁγιασθείς, καὶ τῶν σῶν γεννητόρων τὴν ἀτεκνίαν λύσας ὡς Σαμουὴλ καὶ Ἱερεμίας· χαίροις ὁ στεῤῥὸς τῆς ἀσκήσεως φερώνυμος στύλος· χαίροις τοῦ Παναγίου Πνεύματος καθαρὸν οἰκητήριον· χαίροις ὁ τῆς ἐρήμου οἰκιστής, καὶ ὑπὸ θείου Ἀγγέλου τρεφόμενος· χαίροις ὁ τῶν ἀνιάτων παθῶν ἰατὴρ ὀ ταχύτατος, καὶ τῶν πονηρῶν πνευμάτων διώκτης ἑτοιμότατος, τῶν δὲ νεογνῶν παίδων φύλαξ ὁ σωτήριος· τοὺς προσκυνοῦντας οὖν εἰκόνα σου τὴν ἁγίαν, καὶ σὲ ἑορτάζοντας πρόφθασον, καὶ κινδύνων ἐξάρπασον, πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης. Ὠς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως, Χριστὸς ἠ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.

Ὁ φωστὴρ ἀσκητῶν, Στυλιανὸς σήμερον, τῶν μοναστῶν ταῖς χορείαις πνευματικῶς συγκαλεῖται, ὁμοφώνως ἀναμέλψας σὺν Ἀγγέλοις Θεῷ ὑμνῳδίαν τὴν τρισάγιον· ὡς γὰρ Ἄγγελος σαρκοφόρος διαπρέψας, ἐν ἀσκήματι καὶ βίῳ Ἀγγελικῷ· τοὺς μὲν ἔχει πανηγυρίζοντας, ὡς αὐτῶν ὑποτύπωσις, τοὺς δὲ συνευφραινομένους ἐν τῇ μνήμῃ αὐτοῦ ὡς τούτων ὁμόσκηνος. Διὸ καὶ ἠμεῖς ἑορτάζοντες αὐτὸν ἑτησίως εὐφημήσωμεν, ὡς πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, θεραπεύεις τὴν τῶν παίδων πικρὰν ἀσθένειαν, καὶ διασώζεις ἅπαντας τοὺς προστρέχοντας ἐν τῷ σεπτῷ καὶ θείῳ ναῷ σου, καὶ τιμῶντας τὴν σεβάσμιον μνήμην σου, ἀπό πάσης ἀνάγκης πρεσβεύων πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Στυλιανὲ Ὅσιε, ἀσκήσεως τὴν μυστικὴν καὶ ἔμψυχον διατριβήν, ὡς ἐν ἀΰλοις ἀναπαυόμενος ἐτέλεσας· τοῖς ἐρημικωτέροις γὰρ συνάψας σεαυτὸν πνευματικῶς, τῶν ἰαμάτων τὰς ἐνεργείας πλουσίως ἀπέλαβες. Διὸ καὶ ἡμᾶς τοὺς σὲ δοξολογοῦντας πρόφθασον, ἐξελοῦ ἡμᾶς πάσης καταιγίδος τῶν παθῶν, καὶ Χριστῷ τῷ Θεῷ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Ἔλαμψαν τὰ καλά σου ἔργα ὡς ἥλιος ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπων Στυλιανέ, ἑτοίμως γὰρ ἠμᾶς προφθάνεις τοῖς θαύμασι, ῥυόμενος τῶν συνεχόντων κακῶν. Διὸ ἱκέτευε Ὅσιε Πάτερ ἐν τῇ μνήμῃ σου θεοφόρε, ὁ τῶν ηπίων φύλαξ σωτήριος, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε Εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Ἀπόστιχα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀπὸ μητρῴων σπαργάνων ἀφιερωθεὶς τῷ Θεῷ, ἀκτῖνας τῶν θαυμάτων ἀνεδέξω πλουσίως, ἐκ Πνεύματος Ἁγίου· ὅθεν πιστῶς, ἀνυμνοῦντες αἰτοῦμέν σε, καταπέμψαι ἀφθόνως Στυλιανέ, τὴν σὴν χάριν τὴν σωτήριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὰς οὐρανίους σκηνώσεις ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, τῷ θρόνῳ τοῦ Κυρίου, παριστάμενος ὅθεν Στυλιανέ, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν νοσημάτων τὴν λύσιν καὶ τῶν κακῶν, δωρηθῆναι καθικέτευε.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Θεοφεγγῆ σε φωστῆρα Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῆς ἀσθενείας καὶ θλίψεως, Στυλιανὲ τὴν σὴν μνήμην ὅθεν πιστῶς, ἑορτάζομεν τιμῶντές σε.

Δόξα, Ἦχος πλ. δ'.
Τὸ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, ὡς ἄγγελος ἐπὶ τῆς γῆς, ἐπολιτεύσω Ὅσιε. Βαβαὶ τῶν σῶν χαρίτων, ὧν θεόθεν ἠξιώθης! Οὐ μόνον γὰρ ἄρτον οὐράνιον ἔλαβες, ἀλλὰ καὶ θαυμάτων ποικίλων αὐτουργός, ἀνεδείχθης ἐν πνεύματι. Καὶ νῦν Στυλιανὲ μακάριε, τῷ Σωτῆρι πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοΰ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἠμῶν Στυλιανέ, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβῶν, θεραπεύει τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας μακάριε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε πόθῳ, Στυλιανὲ πατὴρ ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας, καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Στυλιανὲ θεοφόρε, ὑπὲρ ἡμῶν μὴ παύσῃ ἱκετεύων, τῶν εὐσεβῶς ἀνευφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ Ὁσίου ἔλαμψεν ἡ θεία μνήμη, συγκαλεῖ γὰρ ἅπαντας τοὺς προσιόντας εὐσεβῶς, Στυλιανὸς ὁ πατὴρ ἠμῶν, ποιμὴν ὁ μέγας, καὶ θαυματουργὸς ἱερός.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ θερμὴ ἀντίληψις, τῶν ἐν ἀνάγκαις, Σὺ ὑπάρχεις Δέσποινα, εὐλογημένη Μαριάμ· διὸ τοὺς δούλους σου φύλαττε, ἀπὸ παντοίων, κινδύνων καὶ θλίψεων.

Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ Ἅγιοι Σου Κύριε...
Εὐαγγέλιον, Ὁσιακόν· τοῦ Μεγάλου Ἀντωνίου.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...



Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὁ μόνος ἐν ἁγίοις ἀναπαυόμενος Θεός, τὴν ἠγιασμένην σου ψυχὴν καθαρὸν εὑρὼν καταγώγιον, ἐν αὐτῇ κατῴκησε, καὶ θείων χαρίτων αὐτὴν ἐνέπλησε. Δι’ ὧν φωταγωγεῖς τοὺς ὑμνοῦντάς σε, θαυματουργὲ Στυλιανὲ μακάριε.

Οἱ κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου β΄.
Ὁ α΄ κανὼν τοῦ Ἁγίου. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸ φέγγει τῆς χάριτος καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου πανηγυρίζοντας, φωταγώγησον, καὶ σκότους ἁμαρτίας, σῶσον ταῖς πρεσβείαις σου καὶ ἀπολύτρωσαι.
Ὁδὸν τὴν εἰσάγουσαν ἀνεπιστρόφως διώδευσας, πρὸς πόλιν οὐράνιον μακαριώτατε, τὸ γὰρ ἅγιον, ὡδήγησέ σε Πνεῦμα, ἐπαναπαυόμενον ἐν τῇ καρδίᾳ σου.
Ὑψοῦσαν ταπείνωσιν Στυλιανὲ Πάτερ ἔσχηκας, διό σου δεόμεθα οἴκτειρον Ἅγιε, τὴν ταπείνωσιν, ἡμῶν καὶ τὰς ὀδύνας, πάσας ἐπικούφισον τῶν καρδιῶν ἡμῶν.
Θεοτοκίον.
Πεσόντων ἀνάκλησις, καὶ ἱσταμένω βεβαίωσις, ὑπάρχεις Πανάμωμε· ὅθεν Σου δέομαι, συμπτωθέντα μου, τὸν νοῦν τῇ ἁμαρτίᾳ, ἀνόρθωσον Δέσποινα ὅπως δοξάζω Σε.

Ὁ β΄ κανὼν τοῦ Ἁγίου. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Πάθεσι νεκρωθέντα, ζώωσόν με Πάτερ ταῖς πρεσβείαις σου, τῇ ζωῇ νῦν τῶν ζώντων, παῤῥησίᾳ πολλῇ παριστάμενος.
Θερμῇ τοῦ Παρακλήτου, Πάτερ θαλπομένη ἡ καρδία σου, τὸν κρυμμὸν τῶν δαιμόνων, καὶ παθῶν Στυλιανὲ διέλυσεν.
Ἔρωτι Πάτερ θείῳ, ἔρωτα σαρκὸς ἀποκρουσάμενος, ἐφωτίσθης καὶ πᾶσαν, τὴν ἀχλὺν τῶν παθῶν ἐξηφάνισας.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι.











ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ῥεόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, Σταυρὸν μακαριώτατε, τὰ πάθη ἐκνικήσας σου, καὶ ἐν ἀβάτοις ὄρεσιν, ὑποχωρῶν διετέλεσας.
Ὁδόν σου τὴν λίαν ποθουμένην, Πατέρων ὑπέδειξας σοφέ, ἥν εὗρες χρόνοις πλείοσιν, ἐγκεκρυμμένην ὄρεσι, προφητικῷ χαρίσματι, λελαμπρυσμένος μακάριε.
Δονούμενοι πάθεσι ποικίλοις, ἐν πίστει προστρέχομεν τῆ σῇ, σκέπῃ μακαριώτατε, Στυλιανὲ πρεσβείαις σου πάντας ἡμᾶς ἐπίσκεψαι, ἐκδυσωπῶν τὸν Φιλάνθρωπον.
Θεοτοκίον.
Ῥάνισιν ἐλέους Παρθένε, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, ἁμαρτημάτων Πάναγνε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία τοῦ Πνεύματος.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Πόνοις σου τὴν ἄρουραν, τὴν τῆς ψυχῆς Πάτερ Ὅσιε, καλλιεργῶν στάχυν ἀπαθείας, καὶ θαυμάτων ἐξήνθησας.
Λύμης ἀπεκάθῃρας, τῆς διανοίας τὰ ὄμματα, τῆς τῶν παθῶν· ὅθεν ἐνοπτρίζῃ, καθαρῶς τὸν ἀόρατον.
Νέκρωσιν ἐνδέδυσο, ζωοποιὸν Χριστὸν Ὅσιε, ἰχνηλατῶν· ὅθεν ἀνιστᾶν σοι, καὶ νεκροὺς χάριν δίδωσιν.
Θεοτοκίον.
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις Σου Πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ Αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας σαὐτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα καὶ διώκειν τὰ πνεύματα, Στυλιανὲ μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῶ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.


ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ὄρη ὑψηλότατα καταλαβών, κορυφὰς δαιμόνων ὑψούμενος, ἐν ταπεινώσει, ἐταπείνωσας σοφέ, καὶ κατ’ αὐτὸν ἠρίστευσας, φύλαξ τῶν νηπίων σωτήριον.
Μάχαιραν ὡς δίστομον τὸν τοῦ Χριστοῦ, φόβον ὁπλισάμενος δράκοντα, τὸν ἀποστάτην, καταβάλλεις νοητῶς, καὶ αἰσθητῶς Στυλιανέ, φύλαξ τῶν παιδαρίων ταχύτατος.
Ὅλος θείῳ πνεύματι πυρακτωθείς, Πάτερ τὰ δεινὰ ἐκαρτερήσας, ἔτεσι πλείστοις, ταῖς ἐρήμοις προσχωρῶν, καὶ ἐκζητῶν τὸν Κύριον, χάριτί σε θείᾳ συνθάλποντα.
Θεοτοκίον.
Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέομαι, εὐλογημένη, ἵλεών μοι τὸν Κριτήν, τὸν Σὸν Υἱὸν ἀπέργασαι, ὅπως καταχρέως δοξάζω Σε.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Ἐπομβρίᾳ τῆς χάριτος, Πάτερ ποταμοὺς θαυμάτων ἀνέβλυσας, μολυσμὸν ἀποκαθαίροντας, τοὺς ἐν πίστει σοι προσπελάζοντας.
Ἀκηλίδωτον ἔσοπτρον, τὰς τοῦ Παρακλήτου αὐγὰς δεχόμενον, Στυλιανὲ ἐχρημάτισας, καὶ δοχεῖον θεῖον τοῦ Παντάνακτος.
Γηπονήσας τὴν ἄρουραν, σοῦ τῆς διανοίας πόνοις ἀσκήσεως, ἀρετῶν χάριν πολύφορον, καὶ θαυμάτων χάριν ἐγεώργησας.
Θεοτοκίον.
Ἡ τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνηρώτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε σῶζε τοὺς ὑμνοῦντάς σε.


















ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐβάδισας Ὅσιε, στενὴν καὶ τεθλιμμένην ὁδόν, θείαις ἀναβάσεσι καρδίας, καὶ θεωρίαις ἐμπλατυνόμενος, καὶ θέσει θεούμενος σαφῶς, πόλιν τὴν οὐράνιον, κατοικῶν Πάτερ Ὅσιε.
Τὸ ὄμμα καθάραντι, τῆς διανοίας Ὅσιε, χάρις σοι ἐδόθη προφητείας, ὡς ἐνεστῶτα λέγειν τὰ μέλλοντα, βλέπειν τε τὰ πόῤῥῳ ὡς ἐγγύς, ὦ Στυλιανὲ σοφέ, τῇ τοῦ Πνεύματος χάριτι.
Ὀδύνης με λύτρωσαι, ἁμαρτιῶν καὶ θλίψεων, παῦσον τῆς καρδίας μου τὸν πόνον, καὶ τῶν πταισμάτων τὴν λύσιν βράβευσον, τὸν ἀγαθοδότην καὶ Θεόν, ἔχων ὑπακούοντα, Στυλιανὲ μακάριε.
Θεοτοκίον.
Νοός μου θεράπευσον, τὰς ἐκτροπὰς Πανάχραντε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας σκότος ἀπέλασον, ὅπως ἐν αἰνέσει σε ὑμνῶ, τὴν Ἀειμακάριστον, Θεοτόκε πανύμνητε.

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν σοι.
Νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα, θεοφόρε νεκροὺς ἐξανέστησας, τῇ συνεργείᾳ τοῦ Πνεύματος.
Τὸν καύσωνα βαστάσας ἀοίδιμε, τῆς ἡμέρας χαρᾶς κατηξίωσαι, Στυλιανὲ τοῦ Κυρίου σου.
Ἀσκήσεως λειμὼν εὐωδέστατος, ἔφυς καὶ ῥόδον ὀδμαῖς θείας γνώσεως, εὐωδιάζων τὰ πέρατα.
Θεοτοκίον.
Οἱ μή Σε Θεοτόκον γινώσκοντες, Θεομῆτορ φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν ἐκ Σου Πάναγνε.


















ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Μαράνας πάθη τοῦ σώματος, ὡς δένδρον καθωράθης ὑψίκομον, καρποὺς τὰ θαύματα, καὶ τὰ σεπτὰ κατορθώματα, ἱερωτάτως Στυλιανὲ φέρων Ὅσιε.
Μυρίοις πόνοις ὡμιλίσας, τὸ σῶμα ἀσθενῶς διακείμενος, Στυλιανὲ σοφέ· ὅθεν ἐν πίστει κραυγάζω σοι, τὰς ἀλγηδόνας παῦσον ἡμῶν τῶν δούλων σου.
Θεοτοκίον.
Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένα ἐμβίβασον, τῆς σωτηρίας Κόρη θεοχαρίτωτε.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Τοῦ κήτους τοῦ νοητοῦ, πανωλεθρίαν διέφυγες, ἐγκρατείαν, προσευχήν, ἀγάπην ἀθόλωτον κραταιὰν ταπείνωσιν, καὶ στοργὴν βεβαίαν, πρὸς Χριστὸν Πάτερ κτησάμενος.
Θεός σου τὰς πρὸς Αὐτόν, κατεύθυνε διαβήματα, ὁ δυνατὸς δυνατόν, σαφῶς ἀπειργάσατο πατοῦντα ἐπ’ ὄφεων, καὶ σκορπίων κάρας, θεοφόρε παμμακάριστε.
Τῇ νεύσει τῇ πρὸς Θεόν, σοφὸς σαφῶς ἐχρημάτισας, τῇ πρὸς τὸ φῶς ὁλικῇ, στοργῇ φῶς γεγένησαι, Ἄγγελος ἐπίγειος, θεοφόρε Πάτερ, καὶ οὐράνιός τε ἄνθρωπος.
Θεοτοκίον.
Ὁ νώτοις χερουβικοῖς, ἀπεριγράπτως καθήμενος, περιγραπτὸς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε σαρκὶ οὐ θεότητι, καὶ ἐκ Σοῦ προῆλθε, διασώζων τὸ ἀνθρώπινον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῇ μνήμῃ σήμερον τῇ ἱερᾷ σου, συνελθόντες ἅπαντες ἐκδυσωποῦμεν οἱ πιστοί, Στυλιανὲ ὁσιώτατε, παρὰ Κυρίου εὐρεῖν ἡμᾶς ἔλεος.
Ὁ Οἶκος.
Ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, διεξῆλθεν ὁ φθόγγος τῶν τερπνῶν ἀρετῶν καὶ ἐνθέων ἀγώνων σου, Ὅσιε Πάτερ. Νέος γὰρ ὑπάρχων τῇ ἡλικίᾳ, ἐν ἐρήμοις συνδιαιτᾶσθαι ἐπόθησας,ὕμνους Χριστῷ, ψαλμῳδίας τε καὶ εὐχὰς ἀναπέμπων, ἀεὶ ἠμέραν τε καὶ νύκτα συναύξων ἔν τε πόνοις καὶ δάκρυσιν ἁγνῶς τὸν βίον ἐτέλεσας· ὅθεν καὶ ἰαμάτων γέγονας πηγή, καὶ τῶν παίδων φύλαξ ἀκοίμητος. Διὸ ἱκέτευε σοῦ δεόμεθα, παρὰ Κυρίου εὑρεῖν ἡμᾶς ἔλεος.





Συναξάριον.
Τῇ κστ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Στυλιανοῦ τοῦ Παφλαγόνος.
Ἀσκήσεως πέπτωκεν ὁ στεῤῥὸς στῦλος·
Στυλιανὸς γὰρ τὸν βίον καταστέφει.
Στυλιανὸς φαίδιμος εἰκάδι ἕκτῃ Θεω παρέστη.
Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Στυλιανός, ἐγεννήθη ἐν Παφλαγονίᾳ, ἠγιασμένος, ὡς ἄλλος Σαμουὴλ ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ ηὔξανε καὶ ἐκραταιοῦτο ἐν τῇ χάριτι τοῦ Χριστοῦ, κατοικητήριον γενόμενος τοῦ Ἁγίου Πνεύματος. Σάρκα φορῶν καὶ αὐτὸς ὁ μακάριος καὶ τὸν κόσμον οἰκῶν, οὔτε ὑπὸ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς εἱλκύσθη, οὔτε ὑπὸ τῆς ματαιότητος τοῦ κόσμου. Κατανοήσας τὸ φθαρτὸν τῆς σαρκὸς καὶ τοῦ κόσμου τὸ ἐφήμερον, δὲν ἠθέλησε να δουλεύσῃ αὐτοῖς ἵνα θερίσῃ φθορὰν καὶ ἀπώλειαν, ἀλλὰ συνετάχθη μετὰ τοῦ κρείττονος, ἤτοι τῆς ἀθανάτου ψυχῆς, καὶ ταύτης ἀπεφάσισε να ἐπιμεληθῇ ἐν τῷ βίῳ, ἵνα κληρονομήσῃ ζωὴν αἰώνιον. Ὅθεν εὐθὺς ἐξ ἀρχῆς ἐσκόρπισεν κατὰ τὸ γεγραμμένον, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἅπαντα τὸν πλοῦτον αὐτοῦ, ὂν ἐκληρονόμησε παρὰ τῶν γονέων, διεμοίρασεν εἰς τοὺς πτωχούς, θεωρῶν ἔγκλημα να πένονται μὲν ἄλλοι, αὐτὸς δὲ να πλουτῇ. Οὕτω δὲ ἐκ τῆς γῆς ἀνεβίβασε τοὺς θησαυροὺς αὐτοῦ εἰς τὸν οὐρανὸν πρὸς αἰωνίαν περιθαλψιν, Δεσποτικὸν ἐκπληρῶν πρόσταγμα ὅπερ λέγει: ··Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σής, οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσι οὐδὲ κλέπτουσι. Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν. Καὶ ὄντως, εὐθὺς ὡς διεμοίρασεν ὁ μακάριος τὸν πλοῦτον αὐτοῦ, καὶ μετεβίβασεν αὐτὸν διὰ τῆς μεθόδου ταύτης εἰς τὸν οὐρανόν, ἀπεσπάσθη τῶν γηΐνων καὶ πάντων τῶν ματαίων, καὶ ἐξ ὅλης καρδίας αὐτοῦ ἀφοσιώθη εἰς τὴν λατρείαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅθεν καὶ περιεβάλετο τὸ μοναχικὸν σχῆμα ἵνα εὐσχημόνως πάντοτε ὑπηρετῇ τῷ Κυρίῳ, οὐδὲν ἄλλον φροντίζων καὶ ζητῶν, ἤ, κατὰ τὴν ἀποστολικὴν παραγγελίαν, Τὶ εὐάρεστον τῷ Κυρίῳ, ἵνα ποιῇ αὐτὸ καὶ οὐδέποτε ἐξετάζων τὶ ἀρέσκει ἑαυτῷ. Διὰ τοῦτο καὶ ὑπέρτερος ἀνεδείχθη πάντων τῶν μοναχῶν, τοὺς πάντας ὑπερβὰς ἐν ταῖς δι΄ ἐπιμόνων ἀσκήσεων ἀρεταῖς, αἵτινές εἰσιν ὁ ἀληθὴς τοῦ ἀνθρώπου κόσμος ὁ ἑλκύων τὴν ἀγάπην τοῦ Θεοῦ. Προαγόμενος δὲ ἐπὶ μᾶλλον ἐν τῷ θείῳ ἔρωτι, ἤθελεν τρόπον τινά, ἀποφεύγων πᾶν πρόσκομμα, τῷ Θεῷ μόνῳ να συνομιλῇ. Ἀναχωρεῖ λοιπὸν πρὸς τὴν ἔρημον καὶ εἰσέρχεται εἰς σπήλαιόν τι, καὶ κατακλείεται ἐν αὐτῷ. Ἀλλ ὦ Πανάγαθε Κύριε, ὁποίας χάριτος ἐπιδαψιλεύεις εἰς τοὺς ἐξ ὅλης ψυχῆς ζητοῦντάς σε! Ἀφοσιώθη ἐν τῷ σπηλαίῳ ὁ Ἅγιος! Ἀπέσπασε τὴν διάνοιαν αὐτοῦ ἀπὸ παντὸς ματαίου λογισμοῦ, καὶ οὐδὲν ἄλλο ἐμελέτα ἢ τὴν Τρισυπόστατον Θεότητα, καὶ τὴν διὰ Χριστοῦ σωτηρίαν. Οὕτω δὲ ἠγάπησε τῷ Θεῷ, ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, κατὰ τὴν θείαν ἐντολήν. Ἀπέσπασε προσέτι καὶ τὴν καρδίαν αὐτοῦ ἀπὸ παντὸς σαρκικοῦ καὶ κοσμικοῦ, θεωρῶν τὸ ὑπέρκαλον κάλλος τῆς Τρισηλίου Θεότητος καὶ τοῦ παγκάλου Λόγου καὶ Σωτῆρος ἡμῶν ἐρωμένος. Οὕτω δὲ ἠγάπησεν τὸν Θεὸν ἐξ ὅλης καρδίας, συμφώνως πρὸς τὴν αὐτὴν ἐντολήν. Ἀλλὰ καὶ ἐξ ὅλης τῆς δυνάμεως ἠγάπησεν Αὐτόν, οὐδὲν ἄλλο πράττων ἢ τά του Θεοῦ ἔργα, τοὐτέστιν ἔργα εὐσεβείας καὶ ἀρετῆς. Οὕτω δὲ ἀπεξεδόθη τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐντελῶς ἀντηγαπήθη ὑπὸ τῆς Παναγίας Τριάδος, ἥτις καὶ μόνην ἐποιήσατο παρ΄ αὐτῷ. Ἐπειδὴ δὲ καὶ τὸν πλησίον ὁ Ἅγιος ἠγάπα, διὰ τοῦτο, ἵνα πολλοῖς ὠφέλιμος φανῇ, διετήρει ὁ Κύριος αὐτὸν ἐν τῇ ζωῇ τρέφων δι΄ Ἀγγέλου. Καθὼς δὲ ὁ Σωτὴρ ἡμῶν εἶπε: «οὐδεὶς ἀνάπτει λύχνον καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλὰ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ».
Ὡς λαμπὰς λοιπὸν καὶ ὁ μακάριος ἑτοιμασθεὶς τῷ Θεῷ ἔδει να διαχύσει τὸ ἱλαρὸν αὐτοῦ φῶς εἰς δόξαν Θεοῦ, ἵνα ἴδωσιν οἱ ἄνθρωποι πῶς ὁ Θεὸς δοξάζει τοὺς δοξάζοντας. Ὅθεν, ἡ φήμη τῆς ἁγιοσύνης τοῦ Ὁσίου Στυλιανοῦ διεδόθη πανταχοῦ, καὶ πάντες πάντοθεν συνέρρεον μετ΄εὐλαβείας πρὸς τὸν Ἅγιον, καὶ ἀπεκόμιζον ψυχικά τε καὶ σωματικὰ ἀγαθά, ἐπιστρέφοντες καὶ κρατυνόμενοι ἐν τῇ εὐσεβείᾳ καὶ ἀγάπῃ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καὶ πολλὰς ἰάσεις σωματικὰς λαμβάνοντες παθῶν ἀνιάτων. Οὕτω δὲ βιώσας ἐπὶ τῆς γῆς ὡς ἐπίγειος Ἄγγελος, ἐπιστάσης τῆς ὥρας, ἵνα τύχῃ τοῦ διακαῶς ποθουμένου ἵνα ἐκδημήσῃ τοῦ σώματος καὶ ἐνδημήσῃ Κυρίῳ, ἵνα ἀναλύσῃ, κατὰ Παῦλον, καὶ σὺν Χριστῷ ᾗ ἔλαβεν εἴδησιν ὅτι τὸ τέλος τοῦ βίου ἤγγικεν. Ὅθεν, δοξολογήσας ἀπῆλθεν πρὸς Κύριον, λάμψαντος τοῦ προσώπου αὐτοῦ ὡς Ἡλίου· πάραυτα δὲ χορὸς ἁγίων Ἀγγέλων παρέλαβε τὴν παναγίαν αὐτοῦ ψυχήν. Οὐδὲν μετὰ τὸν θάνατον δι΄ αὐτοῦ ἐπαύσατο παρέχων τάς ἰάσεις ἀφθόνως. Διότι, ὅταν θανατηφόρος ἐπήρχετο εἰς τὰ παιδία ἀσθένεια καὶ οἱ γονεῖς ἔμενον ἄτεκνοι, ὅσοι ἐν τῇ ἀσθενείᾳ τῷ τέκνων τῶν μετὰ πίστεως ἐπεκαλοῦντο τὸν Ἅγιον Στυλιανὸν καὶ μετ΄ εὐλαβείας ἐζωγράφιζον τὴν πανσέβαστον καὶ ἁγίαν αὐτοῦ εἰκόνα, καὶ τὴν ἴασιν τῶν τέκνων παρευθὺς ἐλάμβανον, καὶ ἄλλα ἐγένων ἐν χάριτι Θεοῦ διὰ μεσιτείας τοῦ Ἁγίου. Καὶ σήμερον τοῖς μετὰ πίστεως ἐπικαλουμένοις ὁμοίως βοηθεῖ. Τοιοῦτος ὁ Ἅγιος Στυλιανός, ὅστις ἔστω παράδειγμα μιμήσεως ἡμῖν, διότι καὶ αὐτὸς ἦν ἄνθρωπος καθὼς καὶ ἡμεῖς, ἀλλ΄ ἀποφασίσας ἔτυχε τῆς χάριτος τοῦ Θεοῦ, ἐτελειώθη ἐν Χριστῷ, καὶ ἐγένετο μακάριος. Ἵνα δὲ καὶ ἡμεῖς τῶν αὐτῶν τύχωμεν ἀγαθῶν, μιμηθῶμεν τὴν πίστιν καὶ τὴν ἀφοσίωσιν τοῦ Ἁγίου, ἐργασθῶμεν ἔργα εὐσεβείας καὶ σωφροσύνης, δικαιοσύνης τε καὶ ἐλεημοσύνης ἐν τῷ κύκλῳ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀλυπίου τοῦ Κιονίτου.
Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων,
Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει.
Οὗτος ἦν ἐπὶ Ἡρακλείου τοῦ βασιλέως, ἐξ Ἀδριανουπόλεως τῆς Παφλαγόνων χώρας, καὶ πρὸ τῶν ὠδίνων τῇ μητρί, διά τινων δεξιῶν συμβόλων, ὁποῖος ἀποβῆναι ἔμελλε, προγνωσθείς, καὶ μετὰ τὴν γέννησιν τοὺς τότε καὶ νῦν θεάματι καὶ ἀκοῇ καὶ καρτερίᾳ καταπλήξας. Καὶ γὰρ ἔδοξεν ἡ μήτηρ, τοῦτον ἐγκυμονοῦσα, ἀμνὸν ὡραῖον, ἐν τοῖς κέρασιν ἀνημμένας ἔχοντα λαμπάδας, ἀποφέρεσθαι· ὅπερ σύμβολον τῆς ἐσύστερον λαμπρότητος καὶ ἀρετῆς τοῦ ἀνδρός. Οὗτος οὖν διὰ παντοίας ἀσκήσεως ἠγωνίσατο καὶ θαύματα κατειργάσατο, καὶ τῇ καρτερίᾳ πάντας ὑπερέβαλεν. Ἐπὶ γὰρ κίονος αἴθριος ἔστη ἐπὶ χρόνοις τρισὶ καὶ πεντήκοντα. Ἐπεὶ δὲ καὶ τραύματι αὐτὸν ὁ πονηρός, κατὰ τὸν Ἰώβ, ἔτρωσεν, ἐν αὐτῷ τῷ κίονι ἐφ᾿ ἑνὸς κατακλιθεὶς πλευροῦ, διήρκεσεν ἔτη δεκατρία, μὴ μετακλιθεὶς πρὸς θάτερον μέρος, ἕως οὗ τὴν τιμίαν αὑτοῦ ψυχὴν παρέθετο τῷ Θεῷ. Ὁ δὲ πᾶς τῆς ζωῆς αὐτοῦ χρόνος γέγονεν ἔτη ἑκατόν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐκ Χίου καὶ ἐν Κυδωνιαίς ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.
Γεωργίῳ μαχαίρα πρόξενον τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.
Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ,
Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον.
Οὗτος ἦν ἔν τινι τῆς Ἀσίας Μονῇ· καὶ νέαν ἔτι τὴν ἡλικίαν ἄγων, τὸν ἀσκητικὸν βίον μετήρχετο. Εἶχε δὲ ἐπιστατοῦντα αὐτῷ γέροντα ἀκόλαστον πάνυ καὶ ἠμελημένον. Καὶ τοιαῦτα δεινὰ παρ᾿ αὐτοῦ ὑπέμενεν, οἷα τοῖς πολλοῖς ἴσως καὶ ἄπιστα εἶναι δοκοῦσι. Ποτὲ μὲν γὰρ εἶχε τὸν ὀφθαλμὸν μεμελανωμένον, ποτὲ δὲ τὸν τράχηλον, ποτὲ δὲ τὴν κεφαλὴν πεπληγμένην. Ἐπεὶ δέ, διαβιώσας μετὰ τοῦ ἀνηλεοῦς ἐκείνου γέροντος χρόνους ἐννέα, ἐπορεύθη πρὸς Κύριον, καὶ ἐτάφη μετὰ τῶν Πατέρων ἐν τῷ κοιμητηρίῳ, ἀφίκετο ὁ τούτου ἐπιστάτης πρός τινα γέροντα μέγαν τῶν αὐτόθι, καὶ λέγει αὐτῷ· Ὁ ἀδελφὸς Ἀκάκιος ἐτελεύτησε. Τοῦ δὲ μὴ πεισθέντος, λέγει πρὸς αὐτὸν ἐκ δευτέρου· Ἔρχου καὶ ἴδε. Ἦλθον οὖν ἀμφότεροι εἰς τὸ κοιμητήριον, καὶ ὥσπερ ζῶντι ὁ τίμιος γέρων ἐφώνησε πρὸς τὸν τελευτήσαντα, καί φησιν· Ἀδελφὲ Ἀκάκιε, ἀπέθανες; Ὁ δὲ εὐγνώμων ὑπήκοος, καὶ μετὰ θάνατον ὑπακοὴν ἐπεδείκνυτο, καί φησι πρὸς τὸν μέγαν· Πῶς, Πάτερ ὅσιε, ἄνθρωπον ὑπακοῆς ἐργάτην ἀποθανεῖν δυνατόν; Τότε ὁ γέρων, ὁ πρὶν αὐτοῦ ἐπιστάτης, ἔμφοβος γενόμενος ἐπὶ τῷ θαύματι, ἐπὶ πρόσωπον σὺν δάκρυσιν ἔπεσε, καὶ πλησίον τοῦ μνήματος ἐκείνου κελλίον ποιήσας, ἐκεῖσε σωφρόνως τὸ λοιπὸν τοῦ βίου διήνυσε, λέγων ἀεὶ τοῖς Πατράσιν, ὅτι φόνον πεποίηκα.
Ὁ μὲν οὖν θεῖος Ἀκάκιος, ἐν τοιούτοις ἀγωνίσμασι τὴν μακαρίαν διανύσας ζωήν, οὕτω μακαρίως τοῦ βίου μεθίσταται. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, τῆς φυσικῆς ἀνώτερον διαλύσεως θείᾳ δυνάμει τηρούμενον, εἰς πολλὰς ἐτῶν περιόδους σῶον καὶ ὁλόκληρον ἐφυλάττετο. Καί ποτε τῶν τὴν Μονὴν ταύτην οἰκούντων Μοναχῶν, ἐξελθόντων εἰς τὸ ἀμήσασθαι, ἅτε τῆς ὥρας πρὸς τοῦτο καλούσης, καὶ δύο καταλειφθέντων ἐν τῇ Μονῇ, τοῦ μὲν ἀσθενοῦς, τοῦ δὲ πρὸς φυλακὴν τῆς Μονῆς, συνέβη ἀποθανεῖν τὸν ἀσθενῆ. Ὁ δὲ ἕτερος, μόνος ὤν, καὶ μὴ ἱκανῶν πρὸς τὴν τοῦ ἀδελφοῦ κηδείαν, τὸ τοῦ θαυμαστοῦ Ἀκακίου μνῆμα ἀνοίξας, ἔθηκε τὸν τελευτήσαντα ἀδελφὸν μετὰ τοῦ Ἁγίου. Καὶ τῇ ἐπαύριον παραγενόμενος, εὑρίσκει ὃν ἔθηκε μετὰ τοῦ Ἁγίου, ἔξω ἐῤῥιμμένον, εἶτα τίθησι πάλιν αὐτὸν ἐν τῷ μνήματι. Ὡς δὲ καὶ αὖθις τὸν αὐτὸν τρόπον εὗρεν αὐτὸν ἔξωθεν ἐῤῥιμμένον, ἐδικαιολογεῖτο μετὰ τοῦ Ἁγίου, λέγων πρὸς αὐτόν· Ἤκουσταί μοι, ἅγιε Ἀκάκιε, ὅτι σοί, ὡς οὐδενὶ ἑτέρῳ, ἡ ὑπακοὴ ἐσπουδάσθη, ἀλλὰ νῦν, ὡς ὁρᾶν ἔχω, ἀνήκοος ἐγένου καὶ ὑπερήφανος, ὡς καὶ τὸν ἀδελφὸν μὴ παραδέχεσθαι, ἀλλ᾿ ἀποῤῥίπτειν αὐτόν· ἢ τοίνυν ἔασον αὐτὸν κεῖσθαι μετὰ σοῦ, ἤ, ἐὰν ἔτι τοῦτο ποιήσῃς, οὐκ ἀνέξομαί σου, ἀλλ᾿ ἐκβαλῶ σε ἐκ τοῦ μνημείου. Θεὶς οὖν αὐτὸν πάλιν ἐν τῷ τάφῳ τοῦ Ἁγίου, ἀπῆλθε. Καὶ τῇ ἐπαύριον ἐλθών, τὸν μὲν παρ᾿ αὐτοῦ τεθέντα ἀδελφόν, εὗρε κείμενον ἐν τῷ τάφῳ, τὸν δὲ Ἅγιον οὐχ εὗρε. Καὶ νῦν ἐστιν ἰδεῖν τὸν τάφον κενόν, τὴν ἐπωνυμίαν σώζοντα τοῦ Ἁγίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ Ἀναχωρητοῦ.
Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου,
Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα.
Οὗτος ὁ μακάριος Ἰάκωβος, καταλαβὼν τὸ ὄρος, τὸ ὂν ἀπὸ τριάκοντα σταδίων τοῦ ἄστεως (τῆς πόλεως Κύρου) ἐνεκαρτέρει, οὐκ ἄντρον ἔχων, οὐ σκηνήν, οὐ καλύβην, ὡς διὰ τῶν τοιούτων τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούσασθαι. Καὶ ταῦτα λέγω, οὐ παρ᾿ ἄλλου μαθών, ἀλλ᾿ αὐτόπτης γενόμενος· κοιλιακὸν γὰρ νόσημα ἐπελθὸν αὐτῷ ποτε, μόλις ἔπεισεν ἀφιέναι τοὺς προσιόντας οἴκαδε πάλιν νοστῆσαι· διδάσκων γὰρ ἦν αὐτοὺς τὸν περὶ εὐσεβείας λόγον. Ἀλλὰ καὶ ὑποχωρησάντων, ἕως ἑσπέρα κατέλαβεν, ἑαυτὸν ἐβασάνιζε, καίτοι τῆς φύσεως κατεπειγούσης. Οὗτος, ὡς ἔφημεν, τὸν οὐρανὸν ἔχων ὄροφον, πρὸς ἅπαντα καρτερῶν ἦν, ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι. Τὸ δὲ σῶμα σιδήροις κατησφαλίσατο ἔνδοθεν, φέρουσι περὶ τὸν τράχηλον δύο κύκλους, καὶ δύο σχήματα τοῦ γράμματος Χ ποιοῦσιν ἔμπροσθέν τε καὶ ὄπισθεν· εἰς δὲ τοὺς βραχίονας ἀνὰ ἕνα. Τροφὴ δὲ αὐτῷ πρὸς ἑσπέραν, φακὸς διάβροχος.
Ἐκ τούτων δὴ τῶν πόνων, τὰ τῆς θείας χάριτος ἐδρέψατο δῶρα. Ὅτι παιδίον ἀπονεκρωθέν, τοῦ πατρὸς ἀποδυρομένου, καὶ λέγοντος πρὸς τὸν Ἅγιον, «Οἶδα, δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι, μόνον μὴ κατοκνήσῃς προσεύξασθαι», ἰδὼν ὁ Ἅγιος, καὶ τοῖς δάκρυσι τοῦ Πατρὸς ἐπικαμφθείς, τὸ γόνυ κλίνας καὶ τὸν Θεὸν ἐπικαλεσάμενος, τὸν παῖδα ἀνέστησε καὶ παρέδωκε τῷ πατρὶ αὐτοῦ ὑγιῆ. Πολλὰ μὲν οὖν τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος τὰ πολλὰ παραλείψαντες, ἑνὸς ἐπιμνησθῶμεν.
Οὗτος, πολλὰ πειρασθεὶς ὑπὸ τῶν δαιμόνων, εὐχῇ καὶ μόνῃ τούτους ἀπεκρούσατο. Ἀπεκόμιζε δέ τις τὸ ὕδωρ αὐτῷ μήκοθεν δὶς τῆς ἑβδομάδος· καὶ σχηματίσας ὁ διάβολος ἑαυτὸν εἰς τὸ τοῦ Ἁγίου ὁμοίωμα, ὑπήντα κατὰ τὸ μέσον τῆς ὁδοῦ τὸν διακονητήν, καὶ λαμβάνων τὸ ὕδωρ, ἀπέστελλεν αὐτὸν οἴκαδε. Τοῦτο ποιῶν, ἔσπευδεν ἐξ ἀνυδρίας ἀπάγξαι τὸν Ἅγιον. Ποτὲ δὲ καὶ παρὰ καιρὸν ἐλθὼν ὁ διακονητής, διέλαθε τὸν κακὸν συμμεριστήν· καὶ λέγει ὁ Γέρων, ἰδὼν τὸν τὸ ὕδωρ διακομιζόμενον ἄνθρωπον· Τί τοῦτο τέκνον; πολὺς καιρὸς διῆλθεν, ἐξ ὅτου ὕδωρ οὐ διεκόμισας, καὶ εἰς ἀγανάκτησιν οὐ μικρὰν ἤλθομεν ἐξ ἀνυδρίας. Ὁ δέ, Ἀείποτε Πάτερ, φησί, κατὰ τὴν ὡρισμένην ὥραν καὶ ἡμέραν ἀποκομίζω τὸ ὕδωρ, ἀλλὰ συναντῶν μοί ποτε μὲν εἰς τόν δε τὸν τόπον, ποτὲ δὲ εἰς τόν δε, οὐ συνεχώρεις μοι ἐλθεῖν ὧδε. Ὁ δὲ Ἅγιος πρὸς αὐτόν· Ἀπὸ τοῦ νῦν, κἂν μυριάκις με ἴδῃς συναντῶντά σοι, καὶ κωλύοντά σε, ἢ ἐπιτιμῶντά σοι, τέκνον, μή μοι δὸς τὸ σκεῦος, ἕως εἰς τοῦτον ἀφίκῃ τὸν τόπον. Οὕτω καλῶς ἠγωνίσατο, καὶ μέγας θαυματουργὸς γενόμενος, ἀπῆλθε πρὸς Κύριον εὐφραινόμενος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε.
Οἷ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι·
Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων.
Οὗτος ἐκ τῆς τῶν Ἀρμενίων ὥρμητο χώρας, Μεγιστάνου τινὸς υἱὸς ὑπάρχων. Τῆς θείας οὖν φωνῆς ἀκούσας τῆς λεγούσης· Πᾶς ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, καὶ τὰ ἑξῆς· καταλιπὼν πάντα, παραγίνεται ἔν τινι μοναστηρίῳ, ἐν ᾧ πᾶσαν καὶ παντοίαν ἄσκησιν ἐπεδείξατο, καὶ πάντας τοὺς πρὸ αὐτοῦ τῇ ἄκρᾳ σκληραγωγίᾳ ὑπερέβη. Ἐπεὶ δὲ εἰς γνῶσιν ἦλθε τῷ ἑαυτοῦ πατρί, ἀνηρευνῶντο παρ᾿ αὐτοῦ τὰ τῶν μοναστῶν καταγώγια. Αὐτὸς δὲ ἐξελθὼν ἐκεῖθεν, περιήρχετο πᾶσαν Ἑῴαν, τό, Μετανοεῖτε, βοῶν. Ἐντεῦθεν καὶ τὴν ἐπίκλησιν ἔσχε τοῦ Μετανοεῖτε. Περιελθὼν δὲ καὶ τὴν τῶν Κρητῶν νῆσον, καὶ τὴν τοῦ Πέλοπος, καὶ πάσας πόλεις καὶ χώρας περινοστησάμενος, ὕστερον παρεγένετο ἐν πόλει Λακώνων. Ἐν ᾗ παντοῖα θαύματα ἐνδειξάμενος, ναὸν ἀνεστήλωσε Χριστῷ τῷ Σωτῆρι ἡμῶν. Ἐν ᾧ μονάσας μέχρι τέλους, ἀπῆλθε πρὸς ὃν ἐπόθει, τὸν στέφανον τῆς ἀσκήσεως εἰληφὼς παρ᾿ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σίλου, Ἐπισκόπου τῆς Περσίδος.
Τῆς γῆς ἀποστὰς γηΐνων θ᾿ ὁμοῦ, Πάτερ,
Νῦν ἐγκατοικεῖς οὐρανῷ, μάκαρ Σίλε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰννοκεντίου πρώτου Ἐπισκόπου Ἰρκούτας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
























ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Τὴν καρδίαν σου, τῆς Τριάδος οἰκητήριον ἀπεργασάμενος· ὅθεν ἡ θεια σορός, τῶν σεπτῶν λειψάνων σου μακαριώτατε, μύρα ἐκβλύζει ἀεὶ προχεόμενα, εἰς φωτισμὸν καὶ κάθαρσιν, τῶν πιστῶς σοι προσιόντων.
Ἡ ψυχή σου θείου Πνεύματος ἐλλαμπομένη ἀεί, ψυχῶν ἑώρα σαφῶς, τῶν προσερχομένων σοι θαυμασιώτατε, τὰ βουλεύματα, προφητικαῖς προγνώσεσιν, ἱερῶς θαυμαζομένη.
Νοσημάτων, χειμαζόντων με μακάριε ψυχῆς καὶ σώματος, ταῖς ἱκεσίαις σου νῦν, συντόμως ἀπάλλαξον καὶ μέλπειν ποίησον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἀναλλοίωτον, τεκοῦσα μόνη Κύριον Θεοχαρίτωτε, τῇ δεξιᾷ τῇ Αὐτοῦ, Ἁγνὴ ἀλλοιῶσαί μου τὸν νοῦν ἱκέτευε, πρὸς τὰ κρείττονα, δεινῶς περιτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.

Ἕτερος. Παῖδες Ἑβραίων.
Ὅλην τὴν τοῦ Πνεύματος τὴν αἴγλην, ὑποδέδεξαι νοΐ κεκαθαρμένῳ, καὶ φωστὴρ τῶν πιστῶς βοώντων χρηματίζεις· Εὐλογητὸς εἶ κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θείαις σχολάζων θεωρίαις, λαμπρυνόμενος ἀΰλοις θεαυγείαις, καὶ ἡμέρας υἱὸς καὶ φῶς τῶν ἐν τῷ σκότει, ὡς ἀληθῶς γεγένησαι, θεοφόρε εἰς αἰῶνας.
Λάμπων ἀκτῖσιν ἀπαθείας, ἀπημαύρωσας δαιμόνων ἐπηρείας, καὶ τῆς τούτων πολλῆς κακώσεως ἐῤῥύσω, ἀναβοῶντας Ὅσιε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἴδε ἥν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεὸν συνέλαβε καὶ τίκτει, ᾧ μελῳδοῦντες κράζομεν· ὁ Θεὸς εὐλογητὸς εἶ.













ᾨδὴ η΄. Παῖδας εὐαγείς.
Ἱστάμενος ἄνω πρὸς τὸ ὄρος, ὡς ἐπὶ λυχνίαν Πάτερ Ὅσιε, πάντων τὰ νοήματα, πίστει κατεφώτιζες, ὐποδεικνύων ἄριστα μακαριώτατε, τὴν τρίβον τῆς ζωῆς καὶ ἀνάγων, τούτους θείῳ λόγῳ, πρὸς ὕψος ἀπαθείας.
Νοΐ ἀπαθείᾳ καθαρθέντι, ὡμίλεις Κυρίῳ Παντοκράτορι, ὑφ’ οὗ τὰ ἀπόῤῤητα, Ὅσιε μυούμενος Στυλιανὲ προέλεγες εἰς σωτηρίαν ψυχῶν, ὡς μέγιστος, παμμάκαρ ὑποφήτης· ὅθεν σε συμφώνως, παμμάκαρ εὐφημοῦμεν.
Θεοτοκίον.
Ὡράθης Ἀγγέλων ὑπερτέρα, Θεὸν ἀποῤῥήτως σωματώσασα, τοῦτον οὖν ἱκέτευε, Δέσποινα πανάμωμε, τῶν σαρκικῶν ἀνώτερον παθῶν γενέσθαι με, νοὸς ἐν ὑψηλῇ ταπεινώσει, ἀνυμνολογοῦντα, τὴν σὴν μεγίστην χάριν.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Διηνεκέσι χρώμενος, προσευχαῖς καὶ δεήσεσι, λύμην ἐκ ψυχῆς τὴν τῶν παθῶν ἐξέωσας, καὶ τῆς διανοίας σου, τὸ ὀπτικὸν ἐκάθῃρας· ὅθεν προορᾶν προφητικῶς ἠξιώθης, τὰ μέλλοντα συμβαίνειν, Στυλιανὲ ἀναμέλπων· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀγγελικῶς ἐβίωσας, μετὰ σώματος Ὅσιε, καὶ τὰς ἐναντίας ἐτροπώσω φάλαγγας, ἐντεῦθεν εἰς ἄϋλον, μετ’ εὐφροσύνης Πάτερ ζωήν, ὅπου τῶν Ἀγγέλων κατεσκήνωσας τάξεις, μεθ’ ὧν νῦν ἀνακράζεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου καθάρισον, σοῦ ταῖς πρὸς τὸ θεῖον ἱεραῖς ἐντεύξεσι, καὶ τῆς συνεχούσης με αἰχμαλωσίας λύτρωσαι, Πάτερ θεοφόρε, Στυλιανὲ ἵνα ψάλλω· οἱ Παῖδες εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥήμασι σοῖς ἑπόμενοι, μακαρίζομεν Πάναγνε, Σὲ τὴν μακαρίαν τὴν σαρκὶ κυήσασαν, τὸν ὄντως μακάριον, τὸν φῶς οἰκοῦντα ἄδυτον, καὶ φωταγωγῶν καὶ φωτοδότης Δεσπότην, ὅν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν εἰς πάντας τοῦς αἰῶνας.











δὴ θ’. Εἱρμός. Ἅπας γηγενής.
Σοῦ τὸ ἱερόν, καὶ ἅγιον λείψανον ἐν τάφῳ κείμενον, θάπτει τὰ νοσήματα, καὶ φλέγει στῖφος δαιμόνων πάντοτε, Στυλιανὲ μακάριε τῇ θείᾳ χάριτι, , ἀναβλύζον πᾶσι τὰ ἰάματα, τοῖς πιστῶς σε ἀεὶ μακαρίζουσι.
Ὥσπερ οὐρανῶν τὰ ὄρη καὶ σπήλαια ᾤκησας Ὅσιε· ὅθεν εἰρήνευσαν ἄγριαι θῆρες καθυποτάξαντι, πάθη σαρκὸς δυσκάθεκτα μακαριώτατε, καὶ δικαίῳ, ἤδη χρηματίσαντι· διὰ τοῦτο πίστει σε γεραίρομεν.
Θεοτοκίον.
Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, μὴ καταλαβέτω μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψει με τῆς ἀπογνώσεως, ἀλλ’ αὐτή με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
Δέδεικται θαῦμα φοβερόν, κατ’ αὐτόν σου τὸν καιρὸν τῆς κοιμήσεως ὑπὲρ τὸν ἥλιον, σοῦ τοῦ προσώπου Πάτερ ἀστράψαντος, ἡνίκα παρῆσάν σοι χοροί, Ἀγγέλων τὸ πνεῦμά σου παραληψόμενοι, καὶ Θεῷ τῷ Ποιητῇ προσαγόμενοι.
Δίκαιος ἄμεμπτος παντός, ἀπεχόμενος κακοῦ Πάτερ γέγονας ὅσιος ἀκακος, Θεῷ λατρεύσας ἐν ὁσιότητι, ἐπανεπαύσατο διό, Τριὰς τῇ καρδίᾳ σου καὶ νῦν τρανώτερον, ἀπολαύεις τηλαυγῶς ἀξιάγαστε.
Θεοτοκίον.
Ὤριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῶ ξύλῳ τῆς γνώσεως, σὺ γὰρ Πανάμωμε, ζωῆς τὸ ξύλον Χριστὸν ἐβλάστησας, τὸν τὰς εἰσόδους τῆς ζωῆς, τοῖς πᾶσιν γνωρίσαντα σιό σε Πάναγνε, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Ἐκ μήτρας καθηγίασε, Θεός σε Πάτερ Ὅσιε, Ἱερεμίαν ὡς πάλαι, καὶ Σαμουὴλ Θεοφόρε, Προφήτην θεῖον δείξας σε Στυλιανὲ μακάριε, τῶν Ἀγγέλων ὁμόσκηνε, μεθ΄ ὧν μνημόνευε πάντων, τῶν σὲ σεπτῶς ἀνυμνούντων.
Θεοτοκίον.
Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι΄ ἡμᾶς πτωχεύσαντα, μέχρι Θεοῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον Θεοκυῆτορ Παρθένε.






Αἶνοι. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων.
Ἀνατεθεὶς τῷ Κυρίῳ, ὡς ὁ κλεινὸς Βαπτιστής, ἀπὸ παιδὸς θέοφρον, ὁλικῇ διανοίᾳ, ὁσίως καὶ ἀμέμπτως Στυλιανέ, τὸν σὸν βίον διήνυσας, καὶ ἀριστεύσας ἐν πόνοις ἀσκητικοῖς, σκεῦος ὤφθης θείου Πνεύματος.

Τὴν ἐν σπηλαίῳ ζωήν σου Χριστὸς ὁ Κύριος, Στυλιανὲ δοξάζων, δι' Ἀγγέλου ἁγίου, τροφήν σοι ἀποστέλλει ἐξ οὐρανοῦ, ὡς οἰκείῳ θεράποντι, καὶ ἐνεργείας θαυμάτων πάσῃ τῇ γῇ θαυμαστόν σε Πάτερ ἔδειξε.

Τῶν νεογνῶν καὶ νηπίων φύλαξ γενόμενος, ἐκ πάσης ἐπηρείας, καὶ δεινῆς καχεξίας, ἀλώβητα τὰ βρέφη καὶ ἀσινῆ, διαφύλαττε πάντοτε, καὶ εὐτεκνίαν παράσχου Στυλιανέ, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Ταῖς νοηταῖς λαμπηδόσι καταλαμπόμενος, Τριάδος τῆς Ἁγίας, παμμακάριστε Πάτερ, προΐστασο ἀπαύστως Στυλιανέ, τῶν φερόντων τὴν κλῆσίν σου, καὶ δίδου τούτοις πλουσίως ὡς συμπαθής, τάς ἐκφάνσεις τῆς σῆς χάριτος.

Δόξα. Ἦχος πλ. α’
Ὅσιε Πάτερ, τοῖς ἴχνεσι Χριστοῦ ἀκολουθήσας, κατ' ἀξίαν ζωὴν ἐπολιτεύσω, σαυτὸν ἀπαρνησάμενος· ἄγγελος γὰρ ὤφθης ἐν σαρκί, ἀγγελικοῖς τρόποις σεμνυνόμενος, καὶ θεοειδεῖ ἀσκήσει, βεβαιῶν τὴν χάριν. Ὅθεν στῦλος καὶ ἑδραίωμα, φερωνύμως ἐγένου τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Στυλιανὲ μακάριε, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ τε τῶν παίδων, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης, λοιμοῦ τε καθαιρέτης, Στυλιανὲ τρισμάκαρ, διὸ τιμῶμέν σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου