Πέμπτη 5 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 27. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΙΑΚΩΒΟΣ ΠΕΡΣΗΣ ΑΚΟΛΟΥΘΙΑ






ΝΟΕΜΒΡΙΟΥ ΚΖ΄!!

ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ὑπὸ π. Γ. Ῥήγα.)

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια, δευτεροῦντες τὸ πρῶτον. Ἦχος Α΄. Τῶν Οὐρανίων Ταγμάτων.

Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, τὴν τῶν προσκαίρων δόξαν, εἰς οὐδὲν ἐλογίσω, διόπερ καὶ τὸ φρόνημα τῶν Περσῶν, καταπτύσας Ἰάκωβε, τὰς πολυτρόπους κολάσεις τῶν διωκτῶν, καρτερῶς φέρεις πανόλβιε.

 

Ἐν οὐρανίαις παστάσι χορεύων ἔνδοξε, καὶ ἐντρυφῶν τῇ δόξῃ, τῷ τῶν ὅλων Δεσπότου, Ἰάκωβε τρισμάκαρ δυσώπει Αὐτόν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ἵνα τρυφῆς αἰωνίου καὶ τῆς χαρᾶς, σὺν Ἀγγέλοις ἀπολαύσωμεν.

 

Τῇ παμφαεῖ πανηγύρει τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.

 

Δόξα. Ἦχος πλ. Β΄

Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἰάκωβε βοᾷ σοι· θεράπον Χριστοῦ καὶ προστάτα θερμότατε, μὴ ἐλλείπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Σοῦ Ἁγίου, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.

Κάλλει τῶν ἀγαθῶν, σαφῶς τῶν ἀκηράτων, ἐνατενίζων μάκαρ, διέπλευσας ἀβρόχως, βασάνων τὸ κλυδώνιον.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…

Ὤφθης θεοπρεπῶς, γεώργιον Ὑψίστου, τεμνόμενον τρισμάκαρ, δρεπάνῃ μαρτυρίου, Ἰάκωβε καλλίνικε.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ…

Δόξαν καταλιπών, ἐπίγειον θεόφρον, ζωῆς ὑπερκοσμίου, κεκλήρωσαι τὸ κλέος, Ἀγγέλων συνομόσκηνε.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα ἀγαθή, τὰς ἁγίας Σου χεῖρας, πρὸς τὸν Υἱόν Σου ἆρον, τὸν φιλόψυχον Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὁ Μάρτυς Ἰάκωβος ὁ τῆς Περσίδος βλαστός, τὸν δόλιον δράκοντα τοῖς τῶν αἱμάτων κρουνοῖς, ἀθλήσας ἀπέπνιξε, πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Μετὰ τὸν Προοιμιακόν, καὶ τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ Προσόμοια τοῦ Ἁγίου, δευτεροῦντες αὐτά. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε

Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος.

Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι.

Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.

Δόξα. Ἦχος β΄.

Καρτερῶν ἐν ἀθλήσει, Μάρτυς Ἰάκωβε, τὸ σῶμά σου παρέδωκας διὰ Χριστὸν τὸν Θεόν, καὶ μελιζόμενος χεῖρας καὶ μηρούς, καὶ βραχίονας καὶ κνήμας καὶ τοὺς δακτύλους, καὶ τελευταῖον τὴν κάραν σου, ἀνίπτασαι ἐν οὐρανοῖς, συμβασιλεύειν τῷ βασιλεῖ τοῦ παντός. Διὸ ἀθλούντων κράτιστε, μὴ διαλίπῃς ἱκετεύων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης βλάβης τοῦ ἀλλοτρίου.

 

Καὶ νῦν. Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

Ὁ θεαυγὴς τοῦ Κυρίου Μάρτυς, περπυσευμένος τῷ φωτὶ τῆς Τριάδος, περιφανῶς διελήλυθε τὸ σκότος τῶν κολάσεων, καὶ φωτοειδὴς γενόμενος, φέγγους ἀνεσπέρου ἠξιώθη, καὶ ἐν Ἐκκλησίᾳ πρωτοτόκων εὐφραίνεται, καὶ Ἀγγέλων χοροῖς συναγάλλεται, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Δεῦτε φιλομάρτυρες πάντες, τὸν Ἀθλοφόρον Κυρίου ὕμνοις τιμήσωμεν, τῇ γὰρ ἐλπίδι τῶν ἀγαθῶν νευρούμενος, τὴν τῶν μελῶν ἐκκοπὴν ὑπήνεγκε καρτερώτατα, καὶ ἐκδυθεὶς σῶμα τὸ φθαρτόν, στολὴν ἀθανασίας, ὡς Μάρτυς νικηφόρος ἐνεδύσατο, καὶ νῦν τῷ θρόνῳ τοῦ Παντάνακτος, ως ἀριστεὺς παριστάμενος, πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Νεώσας τὴν ψυχὴν ἀρότρῳ πίστεως, τὸν ἄσταχυν τῆς ἀθλήσεως τὸν ἑκατοστεύοντα, ἐν πνεύματι Θεοῦ ἐξήνθησας, καὶ τῆς τρυφῆς τῆς μακαρίας κατηξιώθης, χοροῖς τῶν Ἀθλοφόρων συναριθμηθείς. Μεθ’ ὧν τοῖς τελοῦσίν σου, τὴν πανέορτον μνήμην αἴτησαι ἱλασμὸν καὶ ἔλεος, ἡμῖν παρασχεθῆναι.

 

 

Δόξα. Ἦχος πλ. Β΄.

Ἐξέλαμψε σήμερον ἡ σεβάσμιος μνήμη τοῦ Ἀθλοφόρου, τοὺς πιστοὺς συγκαλοῦσα πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα τῶν φιλεόρτων τὰ συστήματα. Οὗτος γὰρ ὁ γενναῖος διέπλευσεν ἀβρόχως, τὸ σφοδρὸν καὶ πικρὸν τῶν βασάνων κλυδώνιον, καὶ τῇ κυβερνήσει τοῦ σωτηρίου ἐλπίδος, πρὸς τοὺς ἄνω λιμένας προσωρμίσθη, πάσης θυμηδίας πληρούμενος. Πρὸς αὐτὸν οὖν βοήσωμεν· πολύαθλε Ἰάκωβε, μὴ διαλίπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, σωθῆναι τοὺς ἐκ πόθου, σοῦ τὴν σεπτὴν ἑορτὴν ἐκτελοῦντας ᾄσμασι.

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Σοῦ Ἁγίου, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τὴν οὐράνιον, βασιλείαν Ἰάκωβε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ τὴν σεπτὴν ἑορτήν σου, ἐπιτελούντων ἐν ᾄσμασι, τυχεῖν σωτηρίας, καὶ πταισμάτων λυτρωθῆναι, καὶ περιστάσεων.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…

Χαίροις, ὁ θεαυγὴς Ἀθλητής, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, ὁ ῥοαῖς αἱμάτων καλλυνόμενος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στύλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, ξίφει τῆς καρτερίας σου, ὁ κτεῖνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ…

Χαίρων, ταῖς τῆς συζύγου ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, τῷ θείῳ πυρὶ τὴν πλάνην, πυρσολατρῶν δυσσεβῶν, κατασβέσας μάκαρ ἀξιάγαστε, ὑφ’ ὧν ἐκτεμνόμενος, σοῦ τὰ μέλη Ἰάκωβε, καθάπερ κλῆμα, τῆς ἀμπέλου ἀνέμελπες, ὕμνον πρόσφορον, ἐν ἑκάστῳ πρὸς Κύριον, ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων στεφάνων, ἐπιτυχόντα πανόλβιε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

 

Δόξα. Ἦχος πλ. Α΄.

Ἐθαυμαστώθης Ἰάκωβε, ἐν ταῖς βασάνοις πάσαις μακροθυμήσας· τῶν γὰρ δακτύλων καὶ τῶν χειρῶν, καὶ βραχιόνων ἐκκοπέντων σου, ὁμοίως καὶ ποδῶν καὶ κνημίδων σου, μέχρι μηρῶν ἐκαρτέρησας, λοιπὸν εὐχομένου σου, καὶ τὴν σεπτήν σου κάραν ἀπέτεμον. Μάρτυς πολύαθλε, ὑπὲρ ἡμῶν μὴ παύσῃ Χριστοῦ δεόμενος ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὁ Μάρτυς Ἰάκωβος ὁ τῆς Περσίδος βλαστός, τὸν δόλιον δράκοντα τοῖς τῶν αἱμάτων κρουνοῖς, ἀθλήσας ἀπέπνιξε, πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείῳ Πνεύματι, πεφωτισμένος, θράσος τύραννον, ἐν παῤῥησίᾳ, μεγαλοφρόνως Ἰάκωβε ᾔσχυνας, καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, ὅθεν Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα, τὸ αὐτό. Και νῦν. Θεοτοκίον.

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

 

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν τῶν μελῶν ἀποκοπὴν καρτερήσας, τῇ θείᾳ χάριτι ῥωννύμενος μάκαρ, μαρτυρικῶς ἠγώνισαι Ἰάκωβε, στέφος ἀνεπλέξω δε, ἀφθαρσίας θεόφρον, θρόνῳ παριστάμενος τῆς Ἁγίας Τριάδος, ἥν ἐκδυσώπει ῥύσασθαι κακῶν, τροπαιοφόρε, τοὺς πίστει ὑμνοῦντάς σε.

Δόξα. Και νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν λαμπρὸν ἀριστέα καὶ Ἀθλητήν, καὶ φαιδρὸν τροπαιοῦχον πάντες πιστοί, Ἰάκωβον ᾄσμασι, κατὰ χρέος ὑμνήσωμεν, τοῦ γὰρ Χριστοῦ τῷ ζήλῳ ἐνθέως πυρούμενος, τὴν ὁμίχλην τῆς πλάνης ἀθλήσει ἐσκέδασεν, ὅθεν ὥσπερ κλῆμα, ἐκτεμνόμενος πίστει, τῆς δόξης ἐπέτυχε τῆς ἀφθάρτου τῇ χάριτι. Πρὸς αὐτὸν οὖν βοήσωμεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Και νῦν. Θεοτοκίον.

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων Σου, Σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων ἀεί με ἐξαίρουσα, ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός Σου.

 

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ…

Εὐαγγέλιον Μαρτυρικόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἰάκωβε βοᾷ σοι· θεράπον Χριστοῦ καὶ προστάτα θερμότατε, μὴ ἐλλείπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.

 

 

 

Οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ τοῦ Ἁγίου εἰς η΄. Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Τὸν Πέρσην Ἰάκωβον ἐν ᾄσμασι Μάρτυρα μέλπω. Θεοφάνους.

ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοί

Τῷ τοῦ Χριστοῦ, βήματι νῦν παριστάμενος, στεφανηφόρος ἔνδοξε, Μάρτυς Ἰάκωβε, φωτοφόρον μοι αἴγλην, καὶ χάριν οὐρανόθεν, δίδου πρεσβείαις σου.

ρθρος ἡμῖν, ἔλαμψας ὥσπερ πολύφωτος, Ἀνατολῆς ὁρμώμενος, καὶ κατελάμπρυνας, τὴν Χριστοῦ Ἐκκλησίαν, λαμπρότητι τῶν ἄθλων, μάκαρ Ἰάκωβε.

Νεανικήν, ἔνστασιν ἐπιδειξάμενος, ὡς νικητὴς ἠξίωσαι, τῆς ἀναῤῥήσεως, καὶ τελείων ἐπάθλων, καὶ δόξης αἰωνίου, Μάρτυς Ἰάκωβε.

Θεοτοκίον

Προφητικαί, σάλπιγγες σὲ προηγόρευσαν, τὸ ἐπὶ σοὶ Μυστήριον, μυσταγωγούμεναι, Θεοτόκε Παρθένε, καὶ πόῤῥωθεν ὁρῶσαι, τὰ σὰ θαυμάσια.

ᾨδὴ γ', τοῦ Μάρτυρος. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε

γένου ἐκλεκτὴ Χριστοῦ ὡς ἄμπελος, δρεπάνῃ βασάνων καθαιρουμένη, καὶ πολὺν τὸν καρπὸν φέρουσα, τοῖς ληνοῖς τοῦ Σωτῆρος προσαγόμενον.

εόντων τὸ φθαρτὸν καὶ εὐδιάλυτον, παρεῖδες ἐμφρόνως στεφανηφόρε, ὡς ἀγχίνους δὲ προέκρινας, τῶν ἀεὶ προσμενόντων τὸ ἀσάλευτον.

Στεφάνους σοι λαμπροὺς κατατεμνόμενον, τὸ σῶμα ὠμότητι τῶν τυράννων, προεξένησεν Ἰάκωβε, καὶ τρυφῆς Παραδείσου τὴν ἀπόλαυσιν.

Θεοτοκίον

λέηται σαφῶς διὰ τοῦ τόκου σου, τοῦ θείου Παρθένε ἡ ἀνθρωπότης, ἑνωθεῖσα καθ' ὑπόστασιν, τῷ Δεσπότῃ τῶν ὅλων Θεονύμφευτε

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον

Ἐκ Περσίδος ἀστέρα νεοφανῆ, ὁ Χριστὸς ἀνατείλας τοῖς ἐπὶ γῆς, τὸν θεῖον Ἰάκωβον, καὶ ἀοίδιμον Μάρτυρα, δι' αὐτοῦ τὸν ζόφον, τῆς πλάνης ἀπήλασε, καὶ τοῖς πιστοῖς τὴν χάριν, τοῦ Πνεύματος ἔλαμψεν· ὅθεν οἱ τὴν μνήμην, τὴν αὐτοῦ ἐκτελοῦντες, πιστῶς ἑορτάσωμεν, καὶ βοήσωμεν λέγοντες· Ἀθλοφόρε πολύαθλε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατεῤῥύπωσα, καὶ οὐκ ἔχω τί πρᾶξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τὸ Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.

 

ᾨδὴ δ', τοῦ Μάρτυρος. Εἰσακήκοα Κύριε

Νενευρωμένος ἔνδοξε, τῇ ἐκ Θεοῦ δοθείσῃ πανοπλίᾳ, πυρσολατρῶν πᾶσαν, πλάνην κατέφλεξας.

λασμὸν ἡμῖν αἴτησαι, τοῖς τὴν σεπτήν σου μνήμην ἐκτελοῦσι, παῤῥησίαν ἔχων, Μάρτυς Ἰάκωβε.

ποῤῥέοντος αἵματος, οἱ ὀχετοὶ τῶν σῶν μελῶν τρισμάκαρ, τὴν τῆς πλάνης φλόγα, πᾶσαν κατέσβεσαν.

Θεοτοκίον

Κυβέρνησόν μου πάναγνε, τοὺς λογισμοὺς πρὸς εὔδιον λιμένα, τῆς σῆς ἀπαθείας, καὶ καθαρότητος.

ᾨδὴ ε', τοῦ Μάρτυρος. Ὁ τοῦ φωτὸς χορηγός

σπερ τις γῆ ἀγαθή, καὶ καρποφόρος ἀληθῶς γέγονας, τῷ τῶν πικρῶν, βασάνων ἀρότρῳ, τεμνόμενος σοφέ, πολύχουν τῷ Κτίστῃ, προσφέρων γεώργιον.

Βέλη πανάριστε, πεπυρωμένα τοῦ ἐχθροῦ ἔσβεσας, λύθρῳ τῶν σῶν κοπέντων τρισμάκαρ, σώματος μελῶν· ἐλπίδι γὰρ ὤφθης, καὶ πίστει φραττόμενος.

λοκαρπούμενος, ὡς ἱερεῖον τῷ Χριστῷ πάνσοφε, τῶν σῶν μελῶν, δεινῶς κοπτομένων, κατάλληλον ᾠδήν, καὶ πρόσφορον ὕμνον, ἑκάστῳ προσέφερες.

Νέμοις καθάρσιον, τῶν τῆς ψυχῆς μου μολυσμῶν ἔνδοξε, Μάρτυς Χριστοῦ, τὰς σὰς ἀλγηδόνας, ἀντίλυτρον διδούς, καὶ τοὺς τῶν αἱμάτων, κρουνούς σου πανεύφημε.

Θεοτοκίον

παληθεύουσαν, τῷ σεβασμίῳ καὶ φρικτῷ τόκῳ σου, καὶ τὴν φωνήν, καρδίᾳ καὶ γλώσσῃ, προσάπτοντες τρανῶς, σὲ νῦν Θεοτόκον ἁγνὴν ὀνομάζομεν.

 

ᾨδὴ ς', τοῦ Μάρτυρος. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος

Νουθεσίαν ἐμφρόνως δεξάμενος, τῶν οἰκειοτάτων σου χαίρων ἐχώρησας, πρὸς τοὺς ἀγῶνας ἔνδοξε, καὶ στεφάνους τῆς νίκης ἀπείληφας.

λλοτρίῳ καθάπερ ἐν σώματι, πάσχων ἐκαρτέρησας, Μάρτυς Ἰάκωβε, καὶ μεληδὸν κοπτόμενος, τῷ Δεσπότῃ τὸν ὕμνον ἀνέπεμπες.

Σωτηρίου προδήλως ἱμάτιον, καὶ τῆς εὐφροσύνης, χιτῶνα δι' αἵματος, τοῦ σοῦ βαφέντα πάνσοφε, νικηφόρος ὡς Μάρτυς ἐνδέδυσαι.

Μαρτυρίου τὸν δίαυλον ἤνυσας· ὅθεν ἱερόνικον, στέφανον εἴληφας, καὶ νῦν Μαρτύρων τάγμασι, συγχορεύεις Ἰάκωβε ἔνδοξε.

Θεοτοκίον.

πειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις, Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τὰ σύμβολα.

Ὁ Εἱρμός

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

 

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν

Πεισθεὶς τῇ καλῇ, συζύγῳ καρτερόψυχε, καὶ τὸ φοβερόν, κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φόβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα τεμνόμενος.

 

Συναξάριον.

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰακώβου τοῦ Πέρσου.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ', τοῦ Μάρτυρος. Εἰκόνος χρυσῆς

Στεῤῥότητι νοῦ, καρτερίᾳ τε ψυχῆς κατατεμνόμενος, Μάρτυς τὸ σῶμα ἀπερίτρεπτος, καὶ ἀῤῥαγὴς διετέλεσας, πίστει στηριζόμενος θείᾳ, καὶ κραυγάζων Ἰάκωβε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

θύνας τοὺς σοὺς λογισμοὺς πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ ταῖς βασάνοις καταντλούμενος, οὐ κατεκλύσθης, ἀλλ' ἔφερες, ῥᾷον τὰς πληγὰς τῶν ἀνόμων, καὶ τεμνόμενος ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν μακαριώτατε, νενικηκότι τὴν ἀτίθασον, τοῦ πονηροῦ ἀγριότητα, καὶ τὴν τοῦ τυράννου μανίαν, καὶ προθύμως κραυγάζοντι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

δύτου φωτός, καὶ λαμπάδος θεϊκῆς καὶ ἀπαυγάσματος, ὤφθης λυχνία χρυσαυγίζουσα, καὶ κόσμον ὅλον αὐγάζουσα, αἴγλῃ τῆς σεπτῆς παρθενίας, καὶ τοὺς ψάλλοντας σῴζουσα· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

 

ᾨδὴ η', τοῦ Μάρτυρος. Τὸν ἐν καμίνῳ τοῦ πυρός

ώμῃ Θεοῦ κραταιωθείς, πονηρῶν τὰς συστροφὰς καὶ παρατάξεις, διεσκέδασας μάκαρ, καὶ κατὰ κράτος ἑλών, τῆς νίκης τὸν στέφανον εἴληφας, κραυγάζων· Εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὰς ἀφαιρέσεις τῶν μελῶν, ὡς προσθήκας ἀγαθῶν Μάρτυς ἑώρας, οὐ τοὺς νῦν βλέπων πόνους, ἀλλὰ τὸ μέλλον σκοπῶν, Μαρτύρων ὡραῖον στεφάνωμα, παρὰ τοῦ δικαίου Κριτοῦ ηὐτρεπισμένον.

πομονὴν ὑπερφυῆ, κεκτημένος ἀσφαλὴς καθάπερ πύργος, διετέλεσας μάκαρ, τῶν δυσμενῶν τὰς ὁρμάς, ἀτρόμως καὶ βέλη δεχόμενος, κράζων· Εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ώμῃ πολλῇ σοι προσβαλών, ὁ ἀρχέκακος ἐχθρὸς καὶ ψυχοφθόρος, καὶ τυράννους ἐγείρας, καταβαλεῖν τῆς ψυχῆς, τὸν τόνον οὐκ ἴσχυσεν ἔνδοξε· τὴν γὰρ παντευχίαν, Χριστοῦ περιεβάλου.

Θεοτοκίον

θανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ', τοῦ Μάρτυρος. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

Μετὰ Μαρτύρων ὡς Μάρτυς, συγχορεύων τρισμάκαρ, καὶ θρόνῳ παριστάμενος Χριστοῦ, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, καὶ τὴν σὴν φωτοφόρον τιμῶντας εὐφροσύνως ἑορτήν, χαλεπῶν ἐκ κινδύνων, ταῖς σαῖς πρεσβείαις λύτρωσαι.

νθα Μαρτύρων οἱ δῆμοι, ἔνθα πάντων τῶν Ἁγίων, ἁγίως ἀναπαύεται πληθύς, ἔνθα Δικαίων τὰ πνεύματα, ἔνθα ἡ Ἐκκλησία, τῶν πρωτοτόκων νῦν ἐν οὐρανοῖς, κατεσκήνωσας ὄντως, ὡς Μάρτυς ὦ Ἰάκωβε.

Λαμπαδηφόρος παρέστης τῷ Σωτῆρι τῶν ὅλων· δι' ὅν σου τῶν τοῦ σώματος μελῶν, τὴν ἐκκοπὴν ἐκαρτέρησας, καὶ πυρὸς καὶ μαστίγων, τῆς πείρας κατεφρόνησας στεῤῥῶς· διὸ πίστει σε πάντες, καὶ πόθῳ μακαρίζομεν.

Πεποικιλμένην πορφύραν, δι' αἱμάτων βαφεῖσαν, τῶν σῶν νῦν περικείμενος Χριστῷ, συμβασιλεύεις Ἰάκωβε· διὰ γὰρ παθημάτων, τῆς ἀπαθείας εὗρες τὴν πηγήν, ἧς τρυφᾶν αἰωνίως, παμμάκαρ κατηξίωσαι.

Θεοτοκίον

ς τὸν Θεὸν συλλαβοῦσαν, καὶ Θεοῦ γενομένην, Μητέρα κατ' ἀλήθειαν Ἁγνή, σὲ Θεοτόκον δοξάζομεν, τῶν πραγμάτων τῇ φύσει, τὴν κλῆσιν προσαρμόζοντες τρανῶς, καὶ προσφόρως τὴν θείαν, φωνὴν προσκομίζοντες.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε

Περσῶν τὴν πλάνην ἔφλεξας, τῷ ζήλῳ πυρπολούμενος, Χριστοῦ Ἰάκωβε Μάρτυς· ὡς κλῆμα τῆς ἀμπέλου δέ, τὸ σῶμά σου τεμνόμενος, τυράννου γνώμῃ πάνσοφε, ἀνέμελπες κατάλληλον, ᾠδὴν καὶ πρόσφορον ὕμνον, τῇ ἀπροσίτῳ Τριάδι.

Θεοτοκίον

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου τριάδος, δοχεῖον ὄντως ἐγένου· ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

 

 

 

 

Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι

Σωτηρίου ἱμάτιον ἐνεδύσω πανεύφημε, τοῦ γηΐνου σώματος ἐκδυόμενος, καὶ πεπλησμένος συνέσεως, ἀλλόκοτον φρόνημα, καὶ ἀσύνετον βουλήν, ἀνομούντων ἐξέκλινας ἀνδρικώτατα, καὶ ἐπέτυχες νίκης τῶν βραβείων, ὡς πολύαθλος ὁπλίτης, παρὰ τοῦ πάντων δεσπόζοντος. (Δίς).

 

Ἱερεῖον ὡς ἄμωμον, προσφορά τε ὁλόκληρος, τῷ δι’ εὐσπλαγχνίαν Μάρτυς πτωχεύσαντι, καὶ ὥσπερ θῦμα εὐπρόσδεκτον, προσήχθης Ἰάκωβε, τῷ Κυρίῳ ἀμοιβάς, τῶν σῶν πόνων ληψόμενος, Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 

Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, τὴν γῆ πᾶσαν κατήρδευσας, ἐναποξηράνας ὄμβρους Ἰάκωβε, πυρσολατρῶν πλάνης, ὅθεν νῦν, λαμπρῶς κατεσκήνωσας, πρὸς τὸ ὕδωρ τῆς ζωῆς, θυμηδίας πληρούμενος ἀξιάγαστε, ὑπὲρ πάντων πρεσβεύων τῶν ἐν πίστει, τὴν σεπτήν σου καὶ φωσφόρον, ἐπιτελούντων πανήγυριν.

                        

                         Δόξα. Ἦχος πλ. Δ΄.

Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν, Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος, δίκην ἀστέρος τοῦ τοῖς Μάγοις φανέντος, καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος. Οὗτος γὰρ ὁ γεννάδας, ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε, καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι, τοὺς τυράννους ἐξενεύρου, τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν· Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον. Ὅθεν προβλέπων τὴν μέλλουσαν ζωήν, διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου, πρὸς ἐκείνην ἔσπευσε περᾶσαι· εἰς ἣν καὶ αὐλιζόμενος, αἰτεῖται ἡμῖν, παρὰ τοῦ στεφοδότου Θεοῦ, ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ᾄσμασιν ἐνθέοις, τὸν καλλίνικον Ἀθλητήν, τὸν ἐκ τῆς Περσίδος, λαμπρῶς ἐπιφανέντα, Ἰάκωβον τὸν θεῖον καὶ ἀξιάγαστον.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου