ΝΟΕΜΒΡΙΟΣ ΚΓ΄!!
ΔΙΟΝΥΣΙΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ
Χρυσάνθου Πρωτοσυγκέλλου & Ἡγουμένου καὶ Μανουὴλ Μεγάλου Ῥήτορος)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων.
Ἀπενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ Βασιλεῖ παρθένοι, ἐν
Ναῷ τοῦ Κυρίου, ὀπίσω σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων χορεύουσαι, καὶ
εἰς τὰ Ἅγια φέρουσαί σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.
Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ
Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ
μεθεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.
Ἐξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω ἔνδον, τὴν
οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν Ἄγγελοι,
συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον.
Καὶ
γ’ τοῦ Ἁγίου. Ὅμοια.
Δικαίων
μνήμην τιμᾶσθαι πέφυκε δίκαιον, τιμάσθω οὖν σὺν τούτοις ὡς τοιοῦτος τυγχάνων, ὁ
μέγας Ἱεράρχης καὶ μοναστῶν, τὸ σεπτὸν ἐγκαλλώπισμα, καὶ ἀρετῆς τῆς γνησίας τὸ
ἀκραιφνές, ἐκμαγεῖον Διονύσιος.
Δεῦτε
Φιλίππων τὰ πλήθη χορείαν στήσασθε, Ἱεραρχῶν τὸ κλέος, ἐτησίοις ὕμνοις, ἐν
φαιδρῶς ἀνευφημοῦντες καὶ γὰρ ἡμῖν, τὰς ἰάσεις παρέχεται, καὶ τῶν δεινῶν
ἐκλυτροῦται καὶ πειρασμῶν, ταῖς πρὸς Κύριον δεήσεσι.
Μονὴ
σεμνύνεται ὄντως Εἰκοσιφοίνισσα, ἐν ἑαυτῇ τηροῦσα, τὴν σορὸν τῶν λειψάνων, τοῦ
θείου Ἱεράρχου καὶ ἐξ αὐτῆς, τοῖς πιστοῖς διανέμουσα, παντοδαπὰς τὰς ἰάσεις καὶ
ψυχικῶν, μολυσμάτων θείαν κάθαρσιν.
Δόξα.
Ἦχος πλ. δ΄.
Τῆς
Τρισηλίου Θεότητος τῷ ἀπροσίτῳ φωτὶ τὸν νοῦν ἐλλαμπόμενος Πάτερ, τῶν Γραφῶν
εἰσέδυς τὸν γνόφον καὶ ὑπερφυῶς ἐμυήθης τὰ ἄῤῥητα· ὅθεν καὶ ἀπταίστως τὸν λόγον
τοῖς ἀληθείας ὀρθοτομῶν, τοῖς μὲν πιστοῖς ἐγένου τῶν ὀρθῶν δογμάτων εἰσηγητὴς
ἀκαταίσχυντος, τοῖς δ’ ἀπίστοις πέλεκυς ὀξύς, πρόῤῥιζον ἐκτέμνων πᾶσαν τῶν
σαπρῶν διδαγμάτων, ὀθνεῖαν ἀναβλάστησιν. Καὶ οὕτω τὴν πίστιν τηρήσας καὶ τὸν
δρόμον τελέσας, ὡς ἀριστεὺς γενναιότατος, ἔτυχες τοῦ τέλους, οὓ ἐπόθεις, καὶ τὰ
βραβεῖα ἀπείληφας, ἅ σοι κατ’ ἀξίαν τῶν πόνων ἐν οὐρανοῖς ἐναπέκειντο. Καὶ νῦν
παριστάμενος τῷ θρόνῳ τοῦ παντάνακτος Θεοῦ, ἐκτενῶς ἱκέτευε, ἵνα ῥυσθῶμεν
πάντων τῶν ἐπαπειλουμένων δεινῶν, καὶ τῆς μελλούσης ἀπαλλαγῶμεν κολάσεως, ταῖς
ἱεραῖς μεσιτείαις σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μετὰ
τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς
τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν
πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ
Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη,
Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ
τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ
γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου,
ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν
μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου
εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν
ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν
ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν,
πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται
αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην
τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ
ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις
γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς
εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ
ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν
ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ
λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ
χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ
εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ
πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,
δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων
σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ
ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με,
τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι
αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου
δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ
Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν
τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου
πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι
δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν
ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου
ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ
βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι
αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ
ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν
τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι
καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο,
καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια
Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ
σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων,
καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις
ἀντιτασσόμενος.
Λιτή.
Ἦχος α΄.
Κρειττόνων
Πάτερ καὶ θειοτέρων ἐκ βρέφους ἐφιέμενος, πατρίδα καὶ φύντας καταλιπών, ἐπὶ τὴν
Βασιλίδα τῶν πόλεων ἔδραμες, καὶ Μάρκῳ τῷ θειοτάτῳ Πατρί, συνόμιλος γενόμενος,
σοφίας ἱερᾶς ἀπεμάξω σωτήρια νάματα, οἷς αὐτὸς ποτισθείς, καὶ τοῖς ἄλλοις
ἐπιδαψιλεύων ὑετὸν θεογνωσίας οὐράνιον, πᾶσαν δὲ τὴν ἐν ἐκείνῳ ἀρετὴν εἰς ἑαυτὸν
μεθαρμοσάμενος καὶ καλλιεργήσας ἀρίστῃ φερεπονίᾳ, καρπὸν ἀπέδωκας πολλαπλάσιον,
πολλοὺς ἐκκαλέσας εἰς τὴν τῆς ἀρετῆς μίμησιν, οἷς καὶ συναγάλλῃ ἐν οὐρανοῖς,
ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Κύριον.
Ὁ
αὐτός.
Ἵνα
σοι Πάτερ, πολυανθὴς πλεχθείη ὁ στέφανος, καὶ λαμπρότερα ἀποδοθείη τὰ γέρα,
οὐδὲ μαρτυρικῶν παλαισμάτων ἐστέρησαι, ἀλλ’ ἐν σταδίῳ τὸν Χριστὸν ὁμολογήσας
καὶ μυρία ὑπενεγκὼν κολαστήρια, στίγμασιν ἀθλητικοῖς τὸ καρτερὸν σῶμα, τὸ
σαυτοῦ καθωραΐσας, καὶ πράγματι μὲν ὁμολογητὴς ἐχρημάτισας, τῇ δὲ διαθέσει
Μάρτυς ἀνωμολόγησαι. Εἰ γὰρ καὶ ἐκ μέσων τῶν σκαμμάτων, θείᾳ δυνάμει ἀνήρπασαι,
καὶ ζῶν διεσώθης, ἀλλ’ οὕτω τῆ Προνοίᾳ ἔδοξεν, ἵν’ ὡς ἐν χωνευτηρίῳ τοῖς
μαρτυρικοῖς ἄθλοις δοκιμασθείς, παράδειγμα γένοιτο τοῖς ἀδυνατωτέροις καὶ περὶ
τὴν πίστιν ὀκλάζουσιν, οὓς καὶ ἐνίσχυσας καὶ φέρειν, ἔπεισας τὰ δεινά, ἵν’
εὐσεβῶς βιώσαντες, τῆς οὐρανίου τύχοιεν μακαριότητος.
Ὁ
αὐτός.
Οὐ
δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη, οὐδ’ ἀρετὴ ἀγνοηθῆναι, ἡλίου
φαεινότερον διαλάμπουσα· ἐντεῦθεν καὶ σὺ Πάτερ, περιέκρυβες μὲν σεαυτὸν καὶ
λαθεῖν ἐπειρῶ καὶ τὴν φήμην ἀπεῖργες, ἀλλ’ οὐκ ἦν τῆς σῆς ἀρετῆς τὸ κρυβῆναι,
οὐδὲ τῶν φιλοκάλων τὸ ἀγνοῆσαι θησαυρὸν ἐγκρυπτόμενον, ἔδει μὲν οὖν τὸν λύχνον
τεθεῖναι ἐπὶ τῆς λυχνίας, ἵνα τοὺς δεομένους φωτὸς καταυγάζῃ. Ταύτης δὲ τῆς
χάριτος, ἡ Φιλίππου πόλις εὐμοιρήσασα, σὲ Ἱεράρχην ἐκληρώσατο καὶ ταῖς ἀπὸ σοῦ
λαμπηδόσι καταυγασθεῖσα, τὸ ἐπικείμενον ἀπεσείσατο σκότος, καθορῶσα τὸ τῆς
θεογνωσίας, φῶς ταῖς τῶν Ὀρθοδόξων ψυχαῖς ἐπιλάμπον, καὶ γέγονας φωστὴρ ἐν
καιροῖς ἀπαιτοῦσι τὴν ἔλλαμψιν.
Δόξα.
Ὁ αὐτός.
Εἶπε
ἀναφαίρετός ἐστιν ὁ τῆς ἀρετῆς πλοῦτος, καὶ ἐν σμικρῷ τυγχάνει ἀχώρητος, οὐ γὰρ
ἔχει φύσιν ἐναποκείμενος μένειν ἄγονος, ἀλλὰ θαμὰ καρποφορεῖ καὶ ὑπερεκχεῖται,
τοῖς χρόνοις συμπληθυνόμενος, καὶ φοιτᾷ ἑκατασταχοῦ ὑπερεξαίρων τὸν ἔχοντα·
ἐντεῦθεν Πάτερ, καὶ τῶν σῶν ἀρετῶν τὸν πολύγονον, οὐχ οἵα τε ἦν κατασχεῖν καὶ
κρατῆσαι μοῖρα χθονὸς Θρᾳκικῆς ἄσημος, ἀλλ’ ὑπερεκχυθὲν καὶ εἰς αὐτὰ εἰσήλασε
τὰ ἀνάκατορα καὶ ἐξεθάμβησε βασιλεῖς καὶ τεθηπέναι ηνάγκασεν, οἳ δεινὸν
ἡγησάμενοι, εἰ τοσοῦτος ἀρετῆς ὄλβος ὑπὸ τὸν μόδιον κρύπτοιτο, ἐπὶ τὴν σκοπιάν
σε ἀνήγαγον, τὸν Οἰκουμενικὸν Θρόνον διέπειν θεοφιλῶς σοι ἐμπιστευσάμενοι, καὶ
δεικνύναι πᾶσιν οἷον εἶναι δεῖ τὸν ψυχὰς ἀνθρώπων διοικεῖν ἀναδεξάμενον. Τότε
ἡγήσω ἀρετῆς ἠνεῷχθαί σοι στάδιον, καὶ γενναίως ἀποδυσάμενος, εἰς αὐτὸ ἀγῶνα
λαμπρὸν ἠγωνίσω καὶ πάντας ἀντικειμένους κατεπάλαισας, καὶ στεφανηφόρος
ἀναδειχθείς, ἐξῆλθες ἐναντίον πάντων, σὺν κρότοις εὐφημούμενος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην
ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ
κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ
Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ
προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ
Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ
τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ
αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἱεραρχούντων κανών, καὶ μοναζόντων τὸ λαμπρὸν ἐγκαλλώπισμα, καὶ γὰρ λαὸν σὺ
ποιμάνας, καὶ πρὸς νομὰς ἀγαθὰς ὁδηγήσας τοῦτον, ὑπεχώρησας, ἐχθρῶν τὴν
δυσμένειαν ἀπελέγξας σοφώτατα, ἐπ’ ὤμων δ’ ἄρας τὸν Σταυρὸν τοῦ Κυρίου σου,
ἠκολούθησας τοῖς αὐτοῦ θείοις ἴχνεσιν, ἀμεμπτον, ἀκηλίδωτον τηρήσας τὸ σκήνωμα,
ἐν ᾧ σαφῶς κατοικήσας πηγὴν θαυμάτων ἀνέδειξε Χριστός, Ὃν δυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὗρές
σου τὴν ψυχὴν ἀληθῶς, τὸ θεῖον Πνεῦμα ἱερὸν καταγώγιον, καὶ οὕτως ἐν σοὶ
σκηνῶσαν, λογίων θείων πηγήν, καὶ διδαγμάτων σὲ ἀναδείκνυσι, σοφοῖς σου ἐν
λόγοις, ψυχὰς ἀνθρώπων ποτίζοντα, καὶ ἀσεβείας πᾶσαν λύμην ἐκπλύνοντα, τῶν
εὐσεβῶν δὲ τὰς ἀρούρας ἀρδεύοντα· ὅθεν ἀποδεδώκασι καρπὸν πολλαπλάσιον, τὴν
ἑαυτῶν σωτηρίαν, καὶ τὴν τῶν ἄλλων ὠφέλειαν· μεθ’ ὧν συγχορεύεις, εὐφραινόμενος
ἀπαύστως, ἐν οὐρανίαις σκηναῖς.
Στ.: Στόμα δικαίου
μελετήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Πάτερ,
ἐν οὐρανοῖς ὁμιλῶν, χορῖς Ἀγγέλων ἱερὲ Διονύσι, ταῖς ἶσαις ἐνδιαυγάζει, παρὰ
Θεοῦ ἀστραπαῖς, ὡς τὴν τούτων ὄντως μιμησάμενος, ζωὴν τὴν οὐράνιον, ἐπὶ γῆς
τρισμακάριε· ὡς γὰρ ἄγγελος ἐπὶ γῆς πεπολίτευσαι, καὶ ἐν σώματι ἠγωνίσω ὡς
ἄσαρκος· ὅθεν καὶ κατηξίωσαι ὁρᾶν τὸ ἀθέατον, καὶ σὺν Ἀγγέλοις κραυγάζειν,
ὕμνον Θεῷ τὸν τρισάγιον· Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, σὺ τὸ λογικὸν ποίμνιον, ὀρθοδόξως ἐποίμανας, καὶ πρὸς νομὰς σωτηρίους, ταῖς
σοφαῖς διδασκαλίαις, ταῖς σαυτοῦ καθωδήγησας. Εἶτα, τὸν Σταυρὸν ἐπ’ ὤμων
ἀράμενος, ἐχώρησας κατὰ τοῦ ἀλάστορος, καὶ τὴν ἀσκητικὴν ὁδεύσας ὁδόν, ἀρετῇ
συνῆψας ἀρετήν, ἱεραρχίᾳ τὸν μοναδικὸν κοσμήσας βίον, ἱδρῶσι δ’ ἀσκητικοῖς
πάντα ἀποπλύνας ψυχῆς καὶ σώματος μολυσμόν, καὶ τὴν σάρκα νεκρώσας, ὡς ἄγγελος
ἐπολιτεύσω ἐπὶ τῆς γῆς, καὶ τὸν χοῦν τῷ χοΐ καταλιπών, πρὸς οὐρανὸν ἀπέπτης
τοῖς Ἀγγέλοις συνεσόμενος· οἷς καὶ συμπαριστάμενος, τῇ ἀπροσίτῳ Θεοτήτι,
πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ
πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ
χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν
ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ
Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι
προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες
συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν
οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ποιμὴν τοῦ Βυζαντίου ἀνεδείχθης θεόληπτε, καὶ ἐν ἐγκρατείᾳ ἁπάσῃ,
τὴν ζωήν σου διήνυσας, θεόφρον Διονύσιε σοφέ, ἐν Εἰκοσιφοινίσσης τῇ Μονῇ, διὰ τοῦτο τῶν λειψάνων σου τὴν σορόν, τιμῶμεν ἐκβοῶντές
σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ τῶν ἁγίων
τοῖς χοροῖς σὲ Πάτερ ἀριθμήσαντι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων
σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν
Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἀγάλλεται
φαιδρῶς, μοναστῶν ἡ χορεία, γεραίρουσα σεπτῶς, τοὺς ἀγῶνάς σου μάκαρ, οὓς ἔτλης
παναοίδιμε, λειτουργῶν τῷ Δεσπότῃ σου, σὺ κατήσχυνας, παρανομούντων τὰ πλήθη,
καὶ ἐξήλεγξας, τὴν κατὰ σοῦ λοιδορίαν, ὡς ὅλως ἀνύπαρκτον.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δικαίων
ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ
νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην
ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ
τὴν β, Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Κατησχύνιησαν
τρανῶς, τῶν ἀνομούντων ἡ πληθύς, καὶ ᾐδέσθησαν λαμπρῶς, τὸ περιὸν τῆς ἀρετῆς,
τῆς ἐνοικούσης σοι Πάτερ ἀνυποκρίτως. Οἶδε γὰρ ἐχθρός, ἀνδρὸς τιμᾶν ἀρετήν,
δείκνυσι δ’ αὐτό, τὸ ἐπὶ σοὶ γεγονός, καὶ γὰρ ἐχθροὶ πεσόντες προσεκύνησαν, καὶ
ἀληθῶς ὡμολόγησαν, ἡμαρτηκέναι, ἐφ’ οἷς κατεῖπον, καὶ συγγνώμην ᾐτήσαντο.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς,
δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς
θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης
δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε
καὶ ἀειπάρθενε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν
ἐχθρῶν τὰς παγίδας ἀποσεισάμενος, καὶ ἡσύχιον βίον Πάτερ ἑλόμενος, τρικυμίαν
χαλεπὰς κατεπράϋνας, καταπαλαίσας τῆς σαρκός, τὴν ἀκάθεκτον ὁρμήν, καὶ λόγῳ
καθυποτάξας· καὶ ὤφθης ἐν πᾶσι Πάτερ, κανὼν ἀκριβὴς καὶ ἀληθοῦς ἀρετῆς.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῆς
ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς
τοῦ νοός μου ἐκτροπὰς στῆσον πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχὰς προσφέρειν
καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων
ἄφεσιν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε
Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς
οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν
Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς
Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Διονύσιον, ὑμνῶ
πόθῳ. Χρύσανθος.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δεῦτε συμφώνως ἱερέων
τάγματα καὶ μοναζόντων πληθύς, Διονυσίου πάντες, ὕμνοις καταστέψωμεν, τὴν ὄντως
θεοκόσμητον, κορυφὴν ἀνυμνοῦντες, τὸν τοῦτον οὕτω δοξάσαντα, ὡς Αὐτοῦ θεράποντα
Κύριον.
Ἱεραρχῶν γὰρ ἀληθῶς σὺ
καύχημα καὶ ἱερέων χαρά, μοναζόντων δόξα, εὐσεβῶν ἑδραίωμα, ἐναπεδείχθης
ἔνδοξε, Διονύσιε μάκαρ, πιστὸς φανεὶς τῷ Δεσπότῃ σου, ὡς καλὸς ποιμὴν καὶ οὐκ
ἔμμισθος.
Ὁ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
καὶ Πνεύματος Ἁγίου ἔνδοξε, πόθος τὴν ψυχήν σου, καὶ καρδίαν ἔτρωσε· διὸ
ἀσμένως Ὅσιε, παριδὼν θρόνον Πάτερ, τῇ θεωρίᾳ παρέδωκας, ὅλον σεαυτὸν ὡς
ἰσάγγελος.
Θεοτοκίον.
Παρθενομῆτορ Μαριὰν
Θεόνυμφε, ἡ Ὁδηγήτρια, τῶν ἐπὶ Σοὶ πόθῳ, προστρεχόντων Δέσποινα, τοὺς τὴν
σεπτὴν Εἰκόνα Σου, εὐλαβῶς προσκυνοῦντας, ἀπερισπάστους ὁδήγησον, θεῖον εἰς
λιμένα τοὺς δούλους Σου.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν Ἱεράρχην
Διονύσιον, ᾄδω. Μανουήλ.
ᾨδὴ
α’. Ἦχος β΄. Δεῦτε λαοί.
Τῇ φωταυγεῖ τῆς Τρισηλίου
Θεότητος αἴγλῃ, νῦν παριστάμενος παμμάκαρ, χάριν μοι τὰς εὐχάς σου παράσχου,
ὅπως ἀνευφημήσω τὴν θείαν μνήμην σου.
Ὁ προειδὼς τὸ καθαρὸν τῆς
καρδίας σου, ἐκ βρέφους σε προσήκατο βλαστόν, ὡς ἔνθεον· διὸ καὶ χαριτώσας
αὐτόν, τῇ Ἐκκλησίᾳ πυρσὸν ἀνέδειξε.
Ναὸς σεπτὸς τῶν χαρισμάτων
τοῦ Πνεύματος, παμμάκαρ Διονύσιε, ἀρετῶν κάλλεσιν ἐχρημάτισας· ὄθεν Χριστοῦ τὴν
Ἐκκλησίαν καλῶς ἐποίμανας.
Θεοτοκίον.
Ἰδοὺ φωναῖ τῶν Προφητῶν
πέρας ἔλαβον, Σοῦ τετοκυῖας πάναγνε, Χριστὸν τὸν Κύριον· Ὃν σταθερὰν εἰρήνην
δοῦναι τῇ Ἐκκλησίᾳ, δυσώπει πάντοτε.
ᾨδὴ
γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νοσοῦντας Πάτερ δεινῶς
ἡμᾶς, καὶ πᾶσι τοῦ βίου τοῖς κινδύνοις χαλεπῶς κακουμένους, ἐλευθέρωσον θερμαῖς
πρεσβείαις σου ἀοίδιμε, ὅπως οἱ πάντες ἅμα, τὰ σὰ μεγαλεῖα κηρύττωμεν.
Ὑπὲρ ἡμῶν τῶν ταπεινῶν
παρακαλεῖν μὴ ἐλλίπῃς, Διονύσιε παμμάκαρ, ἀπαύστως λυτρωθῆναι τοῦ λοιμοῦ ὀργῆς
θυμοῦ καὶ μάστιγος, ὅπως σε κατὰ χρέος ὡς εὐεργέτην δοξάζομεν.
Σὺ ὡς θεράπων τοῦ Θεοῦ, καὶ
θεῖος ἱερομύστης, τῷ σῷ θρόνῳ διαπρέψας ὁσίως, ὑποδείγμασι σοφοῖς καὶ θείαις
εἰσηγήσεσιν, εἶθ’ ὡς Ἠλίας ἄλλος, ὁδοὺς ἐρήμους διώδευσας.
Θεοτοκίον.
Μαρία Μήτηρ τοῦ Θεοῦ, τῶν
σεβομένων ἐν πίστει, τῆς Μορφῆς τῆς σεπτῆς Σου τὸν τύπον, κηρυττόντων δ’ ἀληθῶς
ἀχειροποίητον αὐτήν, τοῖς χείλεσι δὸς χάριν, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν Σε.
Ἕτερος.
Στερέωσον.
Ἐπεύφρανας Θεόν, τῇ ἐναρέτῳ
σου καὶ θείᾳ πανένδοξε πολιτείᾳ· ὡς γὰρ ἄσαρκος ἐβίωσας, καὶ χοροῦ τῶν Ἀγγέλων
κατηξίωσαι.
Ῥοῇ τῇ τῶν δακρύων σου,
ἐλάμπρυνας νοός σου κινήσεις, καὶ νῷ τῷ πρώτῳ Διονύσιε, συνέδησας· ὅθεν νῦν
ἐντρυφᾷς, ταῖς θείαις λάμψεσιν.
Ἀνῆλθες πρὸς τὸ φέγγος τὸ
ἀκρότατον, τηρήσας λαμπάδα τῆς σῆς ἁγνείας σοφέ, ἄσβεστον ἐν χάριτι, καὶ τρανῶς
καθορᾷς, κάλλος τὸ ἄῤῥητον.
Θεοτοκίον.
Ῥευστὴν φύσιν ὁ Κτίστης
προσλαβόμενος, προῆλθε Παρθένε, ἐκ Σοῦ ἀφύρτως Θεὸς τέλειος καὶ ἄνθρωπος, καὶ
τὴν σύμπασαν κτίσιν γὰρ κατεφώτισε.
Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐκ
βρέφους μάκαρ τῷ Θεῷ ᾠκειώθης, καθάπερ πάλαι Σαμουὴλ ὁ Προφήτης, καὶ ὁ θαλλὸς
ἐμφυτευθεῖς ταῖς θείαις αὐλαῖς, ἀρετῶν ἐπηύξησαι, ταῖς ἀρδείαις θεόφρον. Καὶ
τελείαν ἔφθασας ἡλικίαν, ἐν ᾕπερ ἱεραρχίας φέγγει αὐγασθείς, τὴν Ἐκκλησίαν
Χριστοῦ κατεφώτισας.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ
βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον. Ἀπενεχθήσονται εἰπών, τῷ
Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν
ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη,
τῆς σωτηρίας ἡ πρόξενος.
ᾨδὴ
δ’. Σύ μου ἰσχύς.
Ἱερουργῶν, τῷ πάντων Κτίστῃ
οὐκ ἔλιπες, ὑπὲρ πάντων φέρων, τὴν ἀναίμακτον θυσίαν ἐν καθαρότητι ψυχῆς καὶ
καρδίας, ὡς ἄλλος ὄντως ἀπόστολος· ἀλλὰ καὶ νῦν, ὡς βλέπων καθαρῶς θείαν δόξαν,
τοὺς τιμῶντάς σε σῷζε πρεσβείαις σου.
Ὅλη ἡ γῆ, τῶν Φιλίππων
ἀγάλλεται, ὡς θεόθεν λαχοῦσα κειμήλιον καὶ θησαυρόν, θείων δωρεῶν, τὴν λάρνακα
Πάτερ, τῶν σῶν λειψάνων καὶ τέρπεται, ἐν ταύτῃ καὶ δοξάζει, τὸν Σωτῆρα βοῶσα·
τῷ ἐλέει Σου δόξα Φιλάνθρωπε.
Νῦν ἀληθῶς, τῶν ὀρθοδόξων
τὸ σύστημα, συναθροίζει, ἡ σορὸς ἡ πάντιμος, τῶν ἱερῶν σου παναληθῶς, ἐνθέων
λειψάνων, ἁγιασμὸν ἀναβλύζουσα, καὶ χάριν ἰαμάτων, δαψιλῶς καθ’ ἑκάστην,
Πατέρων Πάτερ Διονύσιε.
Θεοτοκίον.
Σύ μου ἁγνή, ὕμνησις, Σύ
μου καὶ καύχημα, Σὺ λιμήν μου, Σύ μου καὶ προπύργιον, Σύ μου ἐλπὶς καὶ
καταφυγή, Σὺ δὲ καὶ προστάτις ἐμοῦ καὶ πάντων τῶν εὐσεβῶν· διό Σου τὴν Εἰκόνα,
εὐλαβείᾳ καὶ πόθῳ, προσκυνῶ καὶ τιμῶ παμμακάριστε.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Χαρμοσύνως ὑμνήσωμεν, τὴν
τοῦ Πατρὸς ἡμῶν Διονυσίου οἱ πιστοί, πανέορτον μνήμην ᾄσμασιν.
Ἡ φαιδρά σου καὶ πάντιμος,
μνήμη πιστοὺς εὐφραίνουσα ἐπέστη, καὶ Θεοῦ πρὸς δόξαν, πάντας κεκίνηκε.
Νουνεχῶς πάντα σκύβαλα, τὰ
ἐπὶ γῆς ὡς ὁ Παῦλος ἡγήσω, καὶ Χριστὸν τὴν ὄντως, ζωὴν ἐκέρδησας.
Θεοτοκίον.
Δός μοι χεῖρα τῷ δούλῳ Σου,
καὶ συμφορᾶς ἀπάλλοξον καὶ λύπης, ὅπως ἀνυμνῶ Σε, Κόρη σωζόμενος.
ᾨδὴ
ε’. Ἵνα τί με ἀπώσω.
Ὑπερθαύμαστος ὄντως, ἡ τοῦ
Ἱεράρχου σοῦ Πάτερ ἔνδοξε, βιοτὴ ἐφάνη, πενιχρῷ καὶ ἀδήλῳ ἐν σχήματι, ἥνπερ
παραδόξως, πόθῳ τρωθεὶς τῷ τοῦ Δεσπότου, καρτερῶς καὶ γενναίως διήνυσας.
Μέγα καύχημα ὄντως, σὺ τῶν
Μακεδόνων καὶ φύλαξ ἀκοίμητος, πέφυκας φυλάττων τούτους, ἐκ παντοίων δεινῶν καὶ
θλίψεων, περισώζεις δ’ ὡσαύτως, ἐξ ἀκρίδων τε καὶ βρούχου, τὰς ἀμπέλους αὐτῶν
καὶ τὰ σπέρματα.
Νέμει ὄντως πλουσίως, χάριν
ἰαμάτων ἡ πάντιμος κάρα σου, σοφὲ Ἱεράρχα, τοῖς ἐν πίστει καὶ πόθῳ
προστρέχουσι, καὶ ἀσπαζομένοις, αὐτὴν σὲ δὲ ἐν ὕμνοις, ὡς ἀκέστορα θεῖον
γεραίρουσιν.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, ὁδήγησόν
με τὸν δοῦλόν Σου, εἰς ὁδὸν εὐθεῖαν, τῶν θείων θελημάτων, εὐθύνουσα πρὸς
δικαιοσύνην, τὰς ἐκτροπὰς τῶν λογισμῶν μου, καὶ παθῶν τὰς ἐφόδους ἐκκρούουσα.
Ἕτερος.
Ὁ τοῦ φωτὸς χορηγός.
Ἰλύος τῆς κοσμικῆς,
ἀπαναστήσας σου τὸν νοῦν ἔνδοξε, καὶ ἀρετῶν πόνοις ἐκαθάρας, συνῆψας τῷ Θεῷ· οὗ
νῦν κατοπτεύεις, τὸ κάλλος τὸ ἄῤῥητον.
Ὁ τῆς εἰρήνης δοτήρ, ἐν τῇ
ψυχῇ σου εἰσελθὼν ᾤκησε, καὶ τοῖς πιστοῖς, ἄκακον καὶ πρᾶον, δέδειχεν ἀληθῶς·
ὅθεν τῶν πραέων τὴν γῆν, κατεσκήνωσας.
Ναμάτων καὶ διδαχῶν, Μάρκου
τοῦ θείου μετασχών, γέγονας τῆς ἀρετῆς, φοιτητὴς ἐκείνου καὶ μιμητὴς λαμπρός·
ὅθεν καὶ τῆς δόξης τῆς ἴσης ἐπέτυχες.
Θεοτοκίον.
Ὑπὸ τὴν Σὴν κραταιάν,
Παρθένε σκέπην πεφευγώς, δέομαι Σῶν οἰκτιρμῶν, μή με καλυψάτω νέφος τῶν
πειρασμῶν· ἀλλὰ τούτων πάντων ῥυσθείην, Σῇ χάριτι.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ὡράϊσμα ἀληθῶς, σὲ ἔχει
Εἰκοσιφοίνισσα, οὐ μόνον γὰρ ἐν αὐτῇ, ὁσίως διήνυσας, τὸν βίον σου ἔνδοξε, ἀλλὰ
καὶ σεπτῷ σου λειψάνῳ, ταύτην ἐκόσμησας.
Παντοίων μάκαρ δεινῶν, ἡμᾶς
ἀεὶ ἐκλυτρούμενος, μὴ διαλίπῃς καὶ νῦν, ποιεῖν ἐκτενέστερον, Θεῷ τὰς ἐντεύξεις
σου, ὑπὲρ τῶν ἐκ πόθου, προσκυνούντων σου τὰ λείψανα.
Ὁ λυτρωτής μου Θεός, σὲ
Πάτερ ἐμοὶ δεδώρηται, ἐν νόσοις παντοδαπαῖς, ἰατρὸν πανάριστον, εὐχαρίστως
κράζει σοι, γῆ τῶν Μακεδόνων, καὶ θερμὸν ἀντιλήπτορα.
Θεοτοκίον.
Σωτῆρα καὶ λυτρωτήν, ἡμῖν
Παρθένε γεγέννηκας, λυτρούμενον τῶν δεινῶν τοὺς Σὲ μακαρίζοντας, νῦν δὲ
ἀχειρότευκτον, τῆς σεπτῆς Μορφῆς Σου, τὴν Εἰκόνα ἡμῖν ἔδειξας.
Ἕτερος.
Ἄβυσσος ἁμαρτημάτων.
Σήμερον ἐν τῷ τεμένει, ὅπερ
συνέστησας μάκαρ, εἰς δόξαν τῆς μόνης πανάγνου, συνῆλθον ὑμνοῦντές σου, οἱ
φοιτηταί, τὴν ὑπέρτιμον μνήμην.
Ἵλαθι ἡμῖν σοῖς δούλοις
παντάναξ μόνε οἰκτίρμον, ταῖς λιταῖς τοῦ Σοῦ Ἱεράρχου, τοῦ ἔργοις δοξάσαντος,
ἐπὶ τῆς γῆς ὄνομά σου τὸ θεῖον.
Ὄντως σου ἡ σεβασμία
ποίμνη, θεόφρον, κατέχει τὸ σεπτόν σου σκῆνον ὡς ὄλβον, καὶ γὰρ σκεῦος δέδειχας
τῶν ἀρετῶν, Διονύσιε θεῖον.
Θεοτοκίον.
Νόων Σε πανυπερτέραν ὡς
λόγου Θεοῦ, Μητέρα καθομολογοῦντες, Παρθένε δεόμεθα, οἴκτειρον καὶ συμφορᾶς
ἡμᾶς ῥύου παντοίας.
Κοντάκιον.
Ἦχος πλ. β΄. Τὰ ἄνω ζητῶν.
Καθάρας
τὸν νοῦν ἐκ κοσμικῆς συγχύσεως, πρὸς θείαν σοφὲ ἀγάπην ἀνεπτέρωσας, καὶ νοΐ
συνέδησας τῷ ἀκροτάτῳ. Οὗ ταῖς μεθέξεσι Διονύσιε, νῦν ἐλλαμπόμενος, μὴ παύσῃ
πρεσβεύων, ὑπὲρ πάντων ἡμῶν.
Ἕτερον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Βίον Πάτερ ἄϋλον, ἐξησκημένος, ἐν σαρκὶ ὡς ἄσαρκος, ἐπολιτεύσω ἐπὶ
γῆς· ὅθεν Ἀγγέλοις ὁμόσκηνος, ἐναπεδείχθης, σοφὲ Διονύσιε.
Ὁ
Οἶκος.
Οὐ
δύναταί τις Πάτερ, τοὺς ἀγῶνάς σου ἐξειπεῖν κατ’ ἀξίαν, οὐδὲ τὰ παλαίσματα
ἱκανῶς ἐξυμνῆσαι. Σὺ γάρ, ἀρχὴν βίου τὴν ἀρετὴν προσκτησάμενος, καὶ τὴν κατ’
αὐτὴν στενὴν ὁδεύσας ὁδόν, οὐδενὸς ἥττων ὅσοι τὸν ἀγῶνα τοῦτον τὸν καλὸν
ἠγωνίσαντο, πάσας δ’ ὑπερβὰς τὰς δυσχερείας καὶ τὰ ἐν μέσῳ ὑπερπηδήσας, ἐπὶ τὴν
κορυφὴν ἀνέδραμες, οὐδὲν ἕτερον, ἀλλ’ ἢ τὴν ἐν οὐρανῷ πολιτείαν διανοούμενος,
τὴν δὲ σάρκα πιέσας καὶ τῇ δεσποίνῃ καθυποτάξας ψυχῇ, καὶ ὅλος ἔνθους
γενόμενος, ἀπέπτης πρὸς οὐρανὸν καὶ πλατεῖαν εὗρες τῶν ἀγαθῶν τὴν κατάσχεσιν,
καὶ τοῖς Ἀγγέλοις συναγαλλόμενος, μέμνησο καὶ ἡμῶν, σοφὲ Διονύσιε.
Συναξάριον.
Τῇ
ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Διονυσίου, Πατριάρχου Κωνσταντινουπόλεως,
τοῦ ὕστερον ἐν τῇ Μονῇ τῆς Εἰκοσιφοινίσσης ἀσκήσαντος.
Διπλοῦν
ὁ Χριστός, σῇ κάρᾳ βάλλει στέφος,
διπλῇ
ἅτ’ ἀσκήσαντος ἐν κόσμῳ, Πάτερ
Ἀρχιερέων ἠδ’ Ὁσίων κλέος ὄντα σ’ ἀείδω.
Οὗτος, ἐγεννήθη εἰς τὴν περιφανῆ
Πελοπόννησον, κατὰ τὰς ἀρχὰς τοῦ ιε΄ αἰῶνος, ἀπὸ γονεῖς εὐσεβεῖς καὶ ἐναρέτους,
καὶ ἀφοῦ ἐδιδάχθη τὰ πρῶτα ἱερὰ γράμματα, μὴ δυνάμενος νὰ εὕρῃ περισσοτέραν
μάθησιν ἐν τῇ πατρίδι του, κατέφυγεν εἰς τὴν Κωνσταντινούπολιν, καὶ φθάσας ἐκεῖ
προσεκολλήθη εἰς τὸν ἱερώτατον καὶ ἐπὶ σοφίᾳ καὶ ἀρετῇ παντοίᾳ περίφημον
Μητροπολίτην Ἐφέσου κύριον Μᾶρκον τὸν Εὐγενικόν, ἀπὸ τὸν ὁποῖον καὶ ἐδιδάχθη
πᾶν εἶδος μαθήσεως καὶ ἀρετῆς. Ἐπειδὴ δὲ κατ’ ἐκείνους τοὺς χρόνους, κρίμασιν οἷς
οἶδεν ὁ Κύριος, συνέβη καὶ ἡ ἄλωσις τῆς Πόλεως, ἠχμαλωτίσθη καὶ ὁ Ἅγιος, καὶ
ἐδοκίμασεν ἀπείρους βασάνους, βιαζόμενος νὰ ἀρνηθῇ τὴν ἀμώμητον πίστιν, ἀλλ’
ὑπέμεινεν ὁ ἀοίδιμος μὲ μεγάλην γενναιότητα, ἕως οὗ χριστιανός τις θεοσεβὴς ἐξ
Ἀνδριανουπόλεως τὸν ἠλευθέρωσε διὰ μεσιτειῶν καὶ δωρεῶν. Ἔμεινε λοιπὸν πάλιν ἐν
Πόλει μετερχόμενος κατ’ ἰδίαν τὴν μοναχικὴν ζωήν, καὶ προαγόμενος κατά τε
ἀρετὴν καὶ σοφίαν. Ἀλλὰ καὶ μ’ ὅλον τὸ ὅτι ὑπέκρυπτεν ἑαυτόν, καὶ ἀπέφευγε τὰς
κοσμικὰς τύρβας, καὶ τὴν δόξαν τῶν ἀνθρώπων, ἡ ἀρετή του δὲν ἔμεινε μέχρι
τέλους κεκρυμμένη, ἀλλ’ ἐκροτεῖτο πανταχοῦ, καὶ ὑπὸ πάντων ἐτιμᾶτο, διὸ καὶ
ἐκλέγεται καὶ ψηφίζεται Μητροπολίτης Φιλιππουπόλεως· καὶ ἐν ᾧ θεαρέστως καὶ
θεοφιλῶς διῴκει τὸ ἐμπιστευθὲν αὐτῷ λογικὸν ποίμνιον, ψηφίζεται Πατριάρχης Κωνσταντινουπόλεως
μὲ τρόπον τοιοῦτον, κατὰ τὸ ἔτος 1476.
Ἡ ἀρετὴ τοῦ ἀοιδίμου τούτου ἀνδρὸς
ἐκροτήθη τόσον, ὥστε ἡ φήμη του εἰσεχώρησε καὶ μέσα εἰς τὰ βασιλικὰ παλάτια,
καὶ τὸν ἐσέβετο μεγάλως ἡ μητρυὰ τοῦ Σουλτὰν Μεχμέτη. Ἐξωσθέντος δὲ κατ’
ἐκεῖνον τὸν καιρὸν τῆς πατριαρχείας Μάρκου τοῦ Ξυλοκαράβη, προεβιβάσθη εἰς
αὐτὸν διὰ συνεργείας τῶν Τραπεζουντίων, καὶ μὲ δόσιν ἀσυνήθη εἰς τὸν βασιλέα
χιλίων φλωρίων, Συμεὼν ὁ Τραπεζούντιος. Καὶ ἐπειδὴ συνέβη σχίσμα μεταξὺ τοῦ
κλήρου καὶ τῶν χριστιανῶν· καὶ οἱ μὲν ἤθελον τὸν Μᾶρκον, οἱ δὲ τὸν Συμεών·
μαθοῦσα τοῦτο Μαρία, ἡ μητρυὰ τοῦ βασιλέως, ἔβαλεν ἐπὶ δίσκου χρυσοῦ δύο
χιλιάδας φλωρίων ἐξ ἰδίων, καὶ προσφέρουσά τα τῷ βασιλεῖ, τὸν παρεκάλεσε νὰ
ἐκδώσῃ θέσπισμα διὰ νὰ ἐκλεχθῇ Πατριάρχης ὁ Διονύσιος, ὅπερ καὶ ἐγένετο. Οὗτος
ἐκυβέρνα τὸν λαὸν εὐσεβῶς τε καὶ θεαρέστως, γενόμενος παράδειγμα παντοίας
ἀρετῆς. Ἀλλ’ὁ πονηρὸς διάβολος, ὅστις ἀείποτε πολεμᾷ τὰ καλά, διήγειρε κατὰ τοῦ
Διονυσίου χαιρεκάκους τινας καὶ κακετρεχεῖς κληρικούς, οἱτινες, μὴ δυνάμενοι νὰ
προσάψωσιν εἰς αὐτὸν καμμίαν ἄλλην κατηγορίαν, ἐτόλμησαν νὰ εἴπωσι ὅτι ἦτο
περιτμημένος. Τότε, ὁ Ἅγιος συνήθροισε πληρεστάτην Σύνοδον, καὶ ἀναστὰς ἐν τῷ
μέσῳ, ἔδειξε παῤῥησίᾳ ἀκέραιον τὴν σάρκα τῆς ἀκροβυστίας του καὶ οὔτω
κατῃσχύνθησαν οἱ ἐναντίοι, καὶ πεσόντες κοινῶς ἅπαντες, ἐζήτουν συγχώρησιν,
παρακαλοῦντές τον μετὰ θερμῶν δακρύων νὰ δεχθῇ τὴν μετάνοιά των. Ὁ Ἅγιος, ὡς
ἀνεξίκακος, τοὺς ἐσυγχώρησεν· ὅμως, κατ’ οὐδένα τρόπον δὲν ἐπείσθη, ἀλλὰ
παραιτηθεὶς ἀπὸ τὸν θρόνο μὲ ἄκραν του εὐχαρίστησιν, καὶ ἀναχωρήσας ἀπὸ τῆς Πόλεως,
ἦλθεν εἰς τὴν Ἱερὰ Μονὴ τῆς Εἰκοσιφοινίσσης, ὅπου ἐνδυθεὶς τὸ μοναχικὸν σχῆμα,
ὑπέβαλε τὸν ἑαυτόν του εἰς τοὺς ἀσκητικοὺς ἀγῶνας. Καὶ ὑπομείνας μέχρι τέλους
καρτερικώτατα, ἔφθασεν εἰς τὴν τελειοτάτην άρετὴν καὶ ἁγιότητα, ὥστε καὶ ζῶν
ἐγένετο αὐτουργὸς πολλῶν θαυμάτων. Καὶ ζήσας θεαρέστως τὸ ὑπόλοιπον τῆς ζωῆς
του, πρὸς Κύριον ἐξεδήμησε.
Ὁ ἱερὸς οὗτος ἀνήρ, ἀνώρθωσε σχεδὸν ἐκ
θεμελίων, ἐμεγάλυνε, ἐκαλλώπισε μὲ διαφόρους οἰκοδομάς, καὶ ἐν ἐνὶ λόγῳ ἔφερε
τὴν Ἱερὰν αὐτὴν Μονήν εἰς μεγαλοπρέπειαν. Ὥστε, κατὰ δίκαιον λόγον πρέπει νὰ
ὀνομάζηται καὶ νέος κτήτωρ αὐτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου.
Σταλεὶς
Ἀμφιλόχιε νεκρῶν ἀμφίοις,
λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.
λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.
Οὗτος, ἐκ νεαρᾶς ἡλικίας πάντα βαθμὸν
ἐκκλησιαστικὸν παραλλάξας καὶ ἀσκήσει καὶ θείᾳ γνώσει διαλάμπων, ψήφῳ τοῦ
κοινοῦ προχειρίζεται Ἐπίσκοπος τῆς Ἰκονιέων πόλεως ἐν τοῖς χρόνοις
Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν βασιλέων, παρατείνας τὴν ζωὴν μέχρι Θεοδοσίου
τοῦ μεγάλου βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ. Ὃς καὶ Διδάσκαλος τῆς ὀρθοδόξου
Πίστεως γεγονώς, καὶ κατὰ τῆς Ἀρείου λύμης στεῤῥῶς ἀντιταξάμενος, πολλοὺς
διωγμοὺς καὶ θλίψεις ὑπέμεινε παρὰ τῶν ἀσεβῶν, συναγωνιστὴς γεγονὼς τῶν
μακαρίων Πατέρων κατὰ τῆς Εὐνομίου βλασφημίας. Οὗτος καὶ τῶν ἐν τῇ δευτέρᾳ
Συνόδῳ τῶν ἑκατὸν πεντήκοντα Πατέρων εἷς ὑπάρχων, τὰ πλεῖστα διηγωνίσατο κατὰ
Μακεδονίου τοῦ Πνευματομάχου καὶ τῶν φοιτητῶν Ἀρείου. Μετὰ δὲ τὸ κρατῆσαι τῆς
βασιλείας Θεοδόσιον τὸν μέγαν καὶ τὸν νέον Οὐαλεντινιανὸν καταστρέψαι, καὶ
νικήσαντα ἐπανελθεῖν, ἠντιβόλει ὁ μέγας Ἀμφιλόχιος τὸν βασιλέα Θεοδόσιον
ἀπώσασθαι τοὺς Ἀρειανοὺς καὶ τοῖς Ὀρθοδόξοις ἀνεῖναι τὰς ἐκκλησίας. Ἐπεὶ δὲ ὁ
βασιλεὺς παρῃτεῖτο, ἐξεῦρε μηχανὴν ὁ θαυμάσιος· καὶ παρελθὼν εἰς τὰ βασίλεια,
τὸν μὲν βασιλέα Θεοδόσιον ἠσπάσατο, τὸν δὲ υἱὸν αὐτοῦ Ἀρκάδιον καταλιπών,
ὑφειμένως οὐκ ἠσπάσατο. Ἐπὶ τούτῳ ὁ βασιλεὺς δυσχεράνας, οἰκείαν ὕβριν ἐκάλει
τὴν τοῦ παιδὸς παρ᾿ αὐτοῦ ἀτιμίαν. Ὁ δὲ σοφώτατα ἐκκαλύπτει τὸ δρᾶμα, καί
φησιν· Ὁρᾷς, ὦ βασιλεῦ, πῶς οὐ φέρεις σὺ τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ
χαλεπαίνεις; πίστευσον οὖν, ὅτι καὶ τοὺς τὸν Υἱὸν τοῦ Θεοῦ βλασφημοῦντας,
ὁμοίως καὶ ὁ Θεὸς ἀποστρέφεται καὶ μισεῖ. Τότε συνεὶς ὁ βασιλεύς, νόμους
ἔγραψε, τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντας. Οὗτος ὁ ἀοίδιμος ἀνήρ, ἐπὶ
πλείστοις χρόνοις ποιμάνας τὸ τοῦ Χριστοῦ ποίμνιον, καὶ λόγους ὀρθοδόξους
συντάξας καὶ εἰς βαθὺ γῆρας ἐλάσας, ἐν εἰρήνῃ ἀνεπαύσατο.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Γρηγορίου
Ἐπισκόπου Ἀκραγαντίνων.
Ἐξ
Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον,
τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.
τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.
Οὗτος ὁ Ἅγιος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας
Ἰουστιανοῦ τοῦ ῥινοτμήτου, ὁρμώμενος ἐκ πόλεως Ἀκράγαντος, τῆς Σικελῶν
ἐπαρχίας, Χαρίτωνος καὶ Θεοδότης γέννημα, ἀνδρῶν εὐσεβῶν καὶ ἐν αὐταρκείᾳ
ζώντων καὶ πάσῃ ἀρετῇ κεκοσμημένων. Οὗτοι τῇ θεοσεβείᾳ προσκείμενοι, ὀκταετῆ
ὑπάρχοντα τὸν παῖδα, παρέδωκαν τοῖς ἱεροῖς γράμμασιν ἐκπαιδεύεσθαι. Ὁ δὲ παῖς
ἐγένετο πάνυ σπουδαῖος καὶ ἄοκνος ἐν τῇ τῶν ἱερῶν γραμμάτων ἀναλήψει, ὥστε ὑπὸ
πάντων θαυμάζεσθαι. Ὀκτωκαίδεκα δὲ ἐτῶν γενόμενος, σφραγίζεται κληρικὸς παρὰ
τοῦ ἐν ἁγίοις Ποταμίωνος καὶ τὴν κόρην κείρεται, ἐπιτήδειος ὑπάρχων ἐν ταῖς
ἀναγνώσεσι, τῇ τῆς φωνῆς καλλιεπείᾳ.
Τούτου οὖν ἐν μιᾷ τῶν νυκτῶν ἐπὶ τοῦ
ἐδάφους ὑπνοῦντος, ἔμπροσθεν τῆς κλίνης τοῦ Ἀρχιδιακόνου Δαμιανοῦ, κέκληκεν
αὐτὸν Ἄγγελος Κυρίου ἐκ τρίτου, καθὰ καὶ τὸν Σαμουήλ, καὶ εἶπεν αὐτῷ· Εἰσηκούσθη ἡ δέησίς σου· λοιπὸν τάχυνον, καὶ
πορεύθητι. Ὁ δέ, μὴ μελήσας, ἐξῆλθε καὶ κατέλαβε τὴν Καρθαγένην· καὶ εὑρὼν
ἐκεῖσε τὸν παρὰ τοῦ Θεοῦ πεμφθέντα αὐτῷ Μᾶρκον Μοναχὸν πνευματοφόρον, παρ᾿ αὐτῷ
ἔμεινε χρόνους τέσσαρας. Κἀκεῖθεν μετ᾿ αὐτοῦ ἐν Ἀντιοχείᾳ ἀνῆλθε, καὶ μεγάλως
θαυμαστωθείς, ἐκεῖθεν ἐκ θείας ἐπιφανείας, ἀνῆλθε προσκυνήσων εἰς Ἱεροσόλυμα,
καὶ Διάκονος γίνεται ὑπὸ Μακαρίου Ἐπισκόπου Ἱεροσολύμων. Εἶτα κατέλαβε τὴν
Κωνσταντινούπολιν, ἐμφανισθεὶς τῷ τηνικαῦτα Γεωργίῳ Πατριάρχῃ· ἐν οἷς καὶ
Σύνοδος κατὰ Σεργίου καὶ Πύῤῥου καὶ Παύλου συνεκροτήθη.
Τούτοις οὖν συμπλακεὶς ὁ Γρηγόριος καὶ
ἱκανῶς διελέγξας τὴν αὐτῶν φρενοβλάβειαν, καὶ μέχρι τῶν τοῦ βασιλέως ἀκοῶν τῆς
περὶ αὐτοῦ φήμης διαδραμούσης, πάλιν εἰς τὴν πρεσβυτέραν Ῥώμην ἐξώρμησε, καὶ
τῆς οἰκείας πατρίδος Ἀκραγάντων τοὺς οἴακας ἐγχειρίζεται, μεγάλως διαλάμψας καὶ
διαπρέψας ἐν τῇ Ἐκκλησίᾳ καὶ θαύματα μέγιστα ἐκτελέσας καὶ τὸ τῆς ἀρχιερωσύνης
κατακοσμήσας ἀξίωμα. Ἐξ οὗ οἱ περὶ τὸν Σαβῖνον καὶ Κρησκεντῖνον φθόνῳ
βαλλόμενοι, μυρίους ἐπήγαγον πειρασμούς· καὶ ἐγκλήματα κατ᾿ αὐτοῦ συῥῥάψαντες,
πρὸς τὸν Πάπαν Ῥώμης αὐτοῦ κατηγόρουν.
Ὁ δὲ τοῖς τούτων ἀπατηλοῖς λόγοις
δελεασθείς, ἐγκατάκλειστον αὐτὸν ἐν φρουρᾷ καθίστησιν, ἐπὶ χρόνους δύο καὶ
ἥμισυ. Καὶ αὖθις τοῦτον ἐκεῖθεν ἐξάγει προστάξει βασιλικῇ, μετὰ τῶν αὐτοῦ
κατηγόρων δικασθησόμενον. Ὅτε καὶ τὰ παραδοξότατα ἐκεῖνα σημεῖα, τῶν τε ξύλων
καὶ τῶν ἀνθράκων ἐπετελέσθη, τοῦ Θεοῦ τὸν ἴδιον θεράποντα ὑπερδοξάσαντος· καὶ
γνόφῳ μέλανι τῶν ἀνοσίων ἐκείνων καὶ ἀνιέρων κατεκαλύφθη τὰ πρόσωπα καὶ
κατεζοφώθη, ὥστε καὶ μέχρι τῆς σήμερον οὕτω φαίνεσθαι κατὰ γενεάν. Ἥ τε ὑπ᾿
αὐτῶν φενακισθεῖσα κόρη, ὀλεθρίῳ δαίμονι αὐτάρκως παιδευθεῖσα,παρὰ τοῦ Ἁγίου
ἔμπροσθεν παντὸς τοῦ λαοῦ ἰάθη. Καὶ ὁ Ἅγιος αὖθις εἰς τὴν ἰδίαν πατρίδα
μεγαλοπρεπῶς ἐπανῆλθε, μείζονα τῶν προτέρων ἐπιτελῶν σημεῖα καὶ τέρατα. Οὗτος,
πλεῖστα ἐπιβιώσας θεοπρεπῶς ἔτη, ἐν βαθυτάτῳ γήρᾳ τὸν βίον ἀπέλιπε, πρὸς Κύριον
ἐκδημήσας.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἰσχυρίων ἐπίσκοπος
Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Ζῶν
Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας,
ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.
ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος
Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Ταρσοῦ
πρόεδρος Ἕλενος θυηπόλος,
Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.
Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Σισινίου
τοῦ Ὁμολογητοῦ.
Πολλὰς
ὑποστὰς ἐν βίῳ πρῶτον βίας,
μετῆλθε Σισίνιος ἐκ βίας βίου.
μετῆλθε Σισίνιος ἐκ βίας βίου.
Οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας
Διοκλητιανοῦ καὶ Ἀλεξάνδρου ἡγεμόνος, ἐκ πόλεως Κυζίκου ὁρμώμενος. Καὶ
Ἀλεξάνδρῳ διαβληθεὶς τῷ ἡγεμόνι, ἵπποις ἀγρίοις προσδέδεται, καὶ τρέχειν
ἀναγκάζεται, καὶ ἀφειδῶς τύπτεται, καὶ διὰ τῶν μυκτήρων ὄξος δριμὺ δέχεται καὶ
τῇ εἱρκτῇ ἀποῤῥίπτεται. Πολλὰς δὲ καὶ ἑτέρας βασάνους καθυπομείνας καὶ θαύματα
μέγιστα ἐκτελέσας, μέσον Συνόδου ταῖς νευραῖς τῶν αὐτοῦ δογμάτων τὸν Ἄρειον
ἀπηγχόνησεν, Ὁμοούσιον ἀποφηνάμενος τῷ Πατρὶ τὸν Υἱόν. Οὕτω καλῶς καὶ θεοφιλῶς
πολιτευσάμενος καὶ νομίμως ἀθλήσας, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις ὀπτασίας Ἰωάννου
τινός, πάνυ ὠφέλιμος.
Φοβοῦ Κριτὴν ὀφθέντα, ψυχή,
κατ᾿ ὄναρ,
φοβοῦ δὲ μᾶλλον ἡνίκ᾿ ἔλθῃ καθ᾿ ὕπαρ.
φοβοῦ δὲ μᾶλλον ἡνίκ᾿ ἔλθῃ καθ᾿ ὕπαρ.
Ἐγένετό
τις ἀνήρ, ἐν ταῖς ἡμέραις Κωνσταντίνου τοῦ βασιλέως, ὃς καὶ γνωστὸς ἦν αὐτῷ διά
τινος ἐπιστήμης γνωριζόμενος. Οὗτος, ἀσέμνως τὸν ἑαυτοῦ βίον μετερχόμενος, τὴν
γέενναν οὔποτε ἀνετυπώσατο. Ὁ δὲ πρὸς τὸ συμφέρον πάντα καλῶς οἰκονομῶν Κύριος,
δι᾿ ὀπτασίας τούτῳ τὴν διόρθωσιν πραγματεύεται.
Ἔδοξε γάρ ποτε τὸν ἄνδρα βλέπειν καθ᾿
ὕπαρ, τῆς οἰκείας ἐπιστήμης εἶδος προσαγαγεῖν τῷ βασιλεῖ, ὡς μετὰ ταῦτα
προσομιλεῖν ἀλλήλοις καὶ συναγάλλεσθαι. Εἶθ᾿ οὕτως ἔδοξεν ἀπογυμνῶσαι τὸν
βασιλέα μάχαιραν καὶ τὴν κόμην συναγαγεῖν τοῦ ἀνδρὸς εἰς ἕνα ἐπίδεσμον καὶ
πειρᾶσθαι τέμνειν ταύτην ἀνηλεῶς· καὶ τοῦ ἀνδρὸς τὸν αὐχένα συχνῶς ἐπικλίνοντος
καὶ τῷ δοκεῖν πρὸς τὸν βασιλέα ἐπιγελῶντος, ἐμβριθῶς τὸν βασιλέα πρὸς ἐκεῖνον
φθέγξασθαι· Ὅτε σου τὰς τρίχας ἡ μάχαιρα καταφάγεται, τότε σου καὶ τοῦ αἵματος
ὁ τράχηλος ἐμπλησθήσεται. Προσεπιτούτοις, τῇ καταφορᾷ τῆς μαχαίρας, καὶ αὐτὸς ὁ
τράχηλος ἔδοξεν ἀποτμηθῆναι· καὶ πλησίον τοῦ θώρακος τῆς μαχαίρας ἐλθούσης, ὁ
ἀνὴρ ἀγωνιῶν, βοήθειαν ὅθεν δήποτε προσεκαλεῖτο. Ἐκ δὲ τοῦ δέους καὶ τοῦ φόβου
καὶ τοῦ φρικώδους ἐκείνου ἀγῶνος, πρὸς ἑαυτὸν ὅλως ἔκθαμβος ἐγεγόνει· καὶ τῷ
Σταυρῷ ἑαυτὸν σημειωσάμενος, Εὐχαριστῶ σοι ὄνειρε, ἔλεγεν, ὅτι μοι τὸν φοβερὸν
τοῦτον ἀγῶνα εἰς φάντασμα ἀπετέλεσας. Καὶ πάλιν, ὡς οἶμαι, ὁ αὐτὸς μεμένηκεν
ἀδιόρθωτος.
Μετὰ δέ τινα χρόνον ὁ αὐτὸς περιοδευθεὶς
νόσῳ, ἐκ Θεοῦ τὴν βοήθειαν ἐπεκαλεῖτο. Τότε πάλιν οὐκ ἐν ὀνείροις, ἀλλ᾿ ἐν
ἐκστάσει ἤδη γενόμενος, ὁρᾷ ἑαυτὸν ἐπί τινος σεκρετικῆς ἑστῶτα καθέδρας, ἢ
μᾶλλον δικαστικῆς καταστάσεως, καὶ ταύτης προκαθεζόμενον ἔβλεπέ τινα
φοβερώτατον βασιλέα, στολὴν ἠμφιεσμένον ἀρχιερατικὴν καὶ βασιλικήν. Ἐξ ἑκατέρων
δὲ τῶν τούτου μερῶν, καθῆσθαι ἔνθεν κἀκεῖθεν ἱεροπρεπεῖς τινας κατενόει·
ἑστάναι δὲ ἑαυτὸν κάτωθεν ὑπελάμβανεν ἤδη τῶν φαινομένων ἐκείνων. Πρὸς τὰ δεξιὰ
δὲ τούτου εὐειδεῖς τινας ἑστῶτας εὐνούχους ὑπετόπαζεν· ἐξ εὐωνύμων δέ τινα
ταπεινότερον ἄλλον καὶ προσηνέστερον ἔβλεπε· βόθρον δέ τινα σκοτεινὸν ὄπισθεν
καὶ φοβερὸν κατενόει, ὀδύνην μεγάλην τῷ βλέποντι παρεχόμενον. Καὶ οὕτως ἑαυτὸν
ἑστάναι σὺν τρόμῳ ὑπετόπαζε, καί φησι πρὸς αὐτὸν ὁ προκαθήμενος βασιλεύς· Ἆρά
γε οἶδας, ὅς τις ἐγώ, ὦ νεανία; Κἀκεῖνος· Γινώσκω, Δέσποτα, ὅτι σὺ εἶ ὁ
σαρκωθεὶς δι᾿ ἡμᾶς, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός, ὡς αἱ καθ᾿ ἡμᾶς Γραφαὶ
περιέχουσι. Καὶ πάλιν ὁ βασιλεὺς πρὸς αὐτόν· Καὶ εἰ ἀπὸ τῶν Γραφῶν, ὡς σύ φής,
ἐμὲ διέγνως, οὐδὲ τοὺς συγκαθέδρους ἀγνοεῖς· καὶ πῶς ἐπελάθου τῆς ἀπειλῆς, ἧς
σοι πάλαι Κωνσταντῖνος ὁ βασιλεὺς ἠπειλήσατο; ἢ ἀγνοεῖς τὸ λεγόμενον; Οὐκ
ἀγνοῶ, φησί, Δέσποτα, ἀλλ᾿ εἰσέτι καὶ τοῦ φόβου τὰ λείψανα ἐν τῇ ψυχῇ περιφέρω.
Καὶ εἰ τοῦ φόβου τὰ λείψανα ἐν τῇ ψυχῇ περιφέρεις, πῶς ἐπιμένεις τοῖς
ὀλεθρίοις; Ὅμως μάθε διὰ πείρας, ὅτι περ καὶ πρῴην ἐγώ, καὶ οὐχὶ Κωνσταντῖνος,
τὴν φοβερὰν ἐκείνην πεῖραν τῆς βασάνου ἐπήγαγον. Καὶ τοῦτο εἰπών, ἔδοξε νεύσει
μόνῃ τοῖς παρεστῶσι κελεῦσαι, ἀκοντίσαι τὸν ἄνδρα εἰς τὸν ὄπισθεν αὐτοῦ
ἐπιφαινόμενον βόθυνον· ὁ δὲ γοερῶς τὴν τῆς Θεοτόκου ἐπεκαλεῖτο βοήθειαν. Ἔδοξε
δὲ κἀκείνην μέσον εὑρεθῆναι καὶ φωνῆς ἀκοῦσαι λεγούσης· Ἄφετε τοῦτον ἀπελθεῖν
διὰ τὴν τῆς Μητρὸς δέησιν.
Καὶ ὡς ὁ τῆς ὀπτασίας λόγος τὸ πέρας
εἴληφε, σύντρομος ὁ ἀνὴρ γεγονὼς καὶ πρὸς ἑαυτὸν ἐπανελθών, τὸ φανὲν παράδοξόν
τινι τῶν εὐλαβῶν Μοναχῶν διηγήσατο. Καὶ ὁ Μοναχὸς πρὸς αὐτόν· Δός δόξαν τῷ Θεῷ,
ὅτι τοιαύτης διδασκαλίας κατηξίωθης· καὶ διεγέρθητι, ἀδελφέ, μὴ καὶ σὺ πάθῃς τὰ
παραπλήσια, ἃ μέλλω σοι διηγήσασθαι. Κατὰ γὰρ τὴν σὴν ὀπτασίαν, τοιοῦτόν τις
ἐθεάσατο· ἄνδρα τινὰ τῶν ἐν τοῖς πρώτοις τοῦ σεκρέτου πρωτεύοντα, Γεώργιον
τοὔνομα, βιαίως ἀπαγόμενον δέσμιον ἔν τινι φοβερῷ χάσματι καὶ ἀποῤῥίπτεσθαι
μέλλοντα. Ἐν ᾧ τις εὐπαῤῥησιάστως τοὺς ἀπάγοντας ἐπικατασχών, τοῦτον ἀφεθῆναι
προσῄτει μέχρις ἡμερῶν εἴκοσι, παρεγγυώμενος αὐτοῖς τὴν τούτου διόρθωσιν. Ὡς δὲ
λοιπὸν ὁ ἀνήρ, τῇ βοηθείᾳ τοῦ ἐγγυωμένου, ἐγένετο ἄνετος, ὁ ταῦτα βλέπων,
ἀνανήψας καὶ συνεὶς τὸ βλεπόμενον, ἀναγγεῖλαι τὸ ὅραμα πρὸς αὐτὸν τὸν Γεώργιον
ἔσπευσεν· ἦν γὰρ καὶ γνωστὸς αὐτῷ· ὁ δὲ τούτων ἀκούσας καὶ ἀντ᾿ οὐδενὸς
λογισάμενος, ἔμεινεν ὁ αὐτός. Καὶ τῶν εἴκοσι ἡμερῶν διελθουσῶν, ἀνάρπαστος
γέγονεν ὁ Γεώργιος, τὴν ὀφειλὴν πάντως ἀποδώσων, ὡς ὑπέσχετο.
Ταῦτα κατὰ προσθήκην τοῦ Μοναχοῦ
συνείραντος, ὁ ἀνὴρ ἀκούσας καὶ ἐν νῷ βαλὼν ὧν ἐθεάσατο, τὰ ἑαυτοῦ
ἀνερυθριάστως δημοσιεύσας καὶ τὸν βίον πρὸς κρείττονα μεταβολὴν μεταῤῥυθμίσας,
ἤρκεσεν ἐπὶ πολὺ θεαρέστως βιώσας· καὶ μεταστάς, ἀπῆλθε πρὸς τὰς αἰωνίους
μονάς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Κολουμβάνου τοῦ θαυματουργοῦ.
Μὴ σχὼν ὧδε μένουσαν πόλιν μετέστη,
Κολουμβάνου
σήμερον χαίρων πρὸς πόλον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ντεϊνιόλ (Deiniol)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἀλεξάνδρου τοῦ Νέβσκι, τοῦ Μεγάλου Δουκός, τοῦ Ῥώσσου, τοῦ διά τοῦ Θείου καί Ἀγγελικοῦ Σχήματος
μετονομασθέντος Ἀλεξίου Μοναχοῦ.
Τῆς εὐσεβείας συμμαχήσας τῶ κράτει,
τοῖς εὐσεβέσι νῦν συναίνῃ κοιράνοις.
Οὗτος ὁ εὐσεβέστατος καί θεόστεπτος
Μέγας Ἡγεμών τῆς Ρωσίας, εἷλκε τό γένος ἀπό τοῦ Μεγάλου καί Ἰσαποστόλου
Βλαδιμήρου, τοῦ διά τοῦ Θείου Βαπτίσματος ὑπό τῆς Μεγάλης Ἐκκλησίας Βασιλείου
μετονομασθέντος καί πρώτου γενομένου τῶν Ὀρθοδόξων τῆς Ῥωσσίας Βασιλέων πατρός.
Ἕβδομος ἀπό τοῦ Μεγάλου Βλαδιμήρου ἐγένετο Ἱαροσλάβος ὁ Β’, ὁ τοῦ ἁγ.
Ἀλεξάνδρου πατήρ, ἡμεμονεύων ἐν Περεγιασλάβλ (ὅπου ἐγεννήθη ὁ θεῖος Ἀλέξανδρος)
καί ἐν Νόβγκοροντ καί ὕστερον ἐν Βλαδιμήρ, τήν μεγάλην τῶν Ῥώσσων ἡγεμονεύσας
ἡγεμονείαν ἐπί ἔτει ὀκτώ καί τελικῶς μαρτυρήσας ὑπό τῶν Τατάρων.
Ὁ θεῖος Ἀλέξανδρος ὡς Ἡγεμών τοῦ
Νόβγκοροντ, τήν βοήθειαν τοῦ Θεοῦ ἐπικαλούμενος, ἐνίκησε τῶ 1240 παρά τόν
ποταμόν Νέβα (ἐξ οὗ καί Νέβσκι) καί τῶ 1242 παρά τήν λίμνην Πάϊπους, τούς
Τεύτονας Ἱππότας καί ἄλλους ἀπό τῆς αἱρετικῆς Δύσεως ὁρμηθέντας εἰσβολεῖς,
ὑπερασπιστής ἀναδειχθείς τῆς Ὀρθοδόξου Πίστεως, ἧν ὁμολόγησε καί γραπτῶς πρός
τόν Πάπαν Ἰννοκέντιον, ὁ ὁποῖος μετά τήν ἀποτυχίαν τῆς διά τῶν ὅπλων
προσπαθείας πρός ἐπιβολήν τοῦ Παπισμοῦ ἐπί τῆς Ρωσικῆς Ὀρθοδοξίας, ἐπεχείρησε
διά τῆς πειθούς νά προσεταιρισθῆ τόν Ἀλέξανδρον. Ταυτοχρόνως, διπλωματικῶ τῶ
τρόπῳ χειριζόμενος τήν κατάστασιν πρός τούς Τατάρους ἐπικυριάρχους τῆς Ρωσίας,
ἔθεσε τάς βάσεις τῆς ἐθνικῆς τῶν Ρώσων ἀποκαταστάσεως, ἧν ἐπέτυχε ὁ νεώτερος
αὐτοῦ υἱός ἅγ. Δανιήλ Ἡγεμών τῆς Μόσχας.
Καί ἐκοιμήθη μέν ὁ Ἅγιος εἰς τό παρά
τόν Βόλγαν Γκοροντέτς ἐν ἔτει 1263, δηλητηριασθείς ὑπό τῶν Τατάρων, πλήν ἡ
μνήμη αὐτοῦ ὡς Ὁμολογητοῦ τῆς Ὀρθοδοξίας καί Προμάχου τῆς Ἐκκλησίας καί
Ὑπερασπιστοῦ τῆς Ρωσικῆς γῆς παρέμεινεν ζώσα παρά τῶ Ὀρθοδόξῳ Ρωσικῶ λαῶ, τοῦ
Θεοῦ συμμαρτυροῦντος τήν αὐτοῦ ἁγιότητα διά πλείστων ὅσων σημείων καί θαυμάτων.
Ἐν ἔτει 1380 τό Ἱερόν αὐτοῦ Λείψανον ἀνεκομίσθη ἄφθαρτον καί εὐωδιάζον καί
κατετέθη ἐν τῶ Καθεδρικῶ Ναῶ τοῦ Βλαδιμήρ, ὑπό τοῦ Μητροπολίτου Ρωσίας
Ποιμένος. Ἐκεῖθεν ἐν ἔτει 1723 μετεφέρθη εἰς Ἁγίαν Πετρούπολιν παρά τοῦ
Αὐτοκράτορος Πέτρου τοῦ Μεγάλου καί κατετέθη εἰς τήν ἐπ’ ὀνόματι αὐτοῦ τιμωμένην
μονήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μητροφάνους Ἐπισκόπου Βορονεζίας
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Θεοῦ συγκατάβασιν.
Θεοῦ συγκατάβασιν ἐν
διανοίᾳ σου ἔχων πάντοτε, τὴν πτωχείαν τούτου ἐμιμήσω πᾶσαν, καὶ τὴν
ταπείνωσιν· ὅθεν Ἀγγέλων ὁμόσκηνος γέγονας, ἀπολαμβάνων Αὐτοῦ τῶν ὑπὲρ νοῦν
δωρεῶν.
ᾨδὰς παννυχίους σοι ἐξάδει
μάκαρ, Εἰκοσιφοινίσσης Μονή, ἀεὶ γάρ σου γεραίρει, τῶν θαυμασίων σου τὸ ἀέναον,
ταύτην φρουρῶν, ἀπὸ κινδύνων ἀπάλλαττε, σὺ γὰρ ὑπάρχεις προστάτης θερμότατος.
Χάριτάς τε πάντοτε
διαπύρους, καὶ ἀπείρους γνωρίζει σοι καυχωμένη μάκαρ, ὡς ἐντρυφῶσα τῶν
θαυμασίων σου τῶν παμπληθῶν, καὶ χαίρει κραυγάζουσα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Θεοτοκίον.
Θεοῦ Σὺ καταβάσεως πρὸς τοὺς
ἀνθρώπους ἡ κλῖμαξ πέφυκας, διὰ τοῦτο καὶ γλῶσσαί σε των βροτῶν ἁπάντων
γεραίρομεν, καὶ μεγαλύνομεν Κόρη, σεβόμενοι τὴν Εἰκόνα, ὡς αὐτῆς Σου ἀντίτυπον.
Ἕτερος.
Εἰκόνος χρυσῆς.
Ἀῤῥήτου χαρᾶς καὶ
ἐλλάμψεως, παμμάκαρ Διονύσιε, ἐν οὐρανῷ ἀξίως νῦν τετύχηκας, ὡς ἐπὶ βιωσάμενος,
ζωὴν πενθαλέην· καὶ κράζων διατέλεις τῷ Κτίστῃ σου· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Δικαίων χοροί σε, θεόφρον
Διονύσιε δεξάμενοι, Πατριαρχῶν σκηναί τε ἐπευφράνθησαν, καὶ σὺν Ἀγγέλοις
γηθόμενοι ὕμνον, τῷ τῶν ὅλων Δεσπότῃ, ἐπεκρότησαν ψάλλοντες· εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὡς πύλη φωτὸς τοῦ ἀδύτου
Δέσποινα, ἐκλάμπρυνον τὴν ζοφωθεῖσαν πάθεσι καρδίαν μου, καὶ θείαν χάριν μοι
ἔμπνευσον, μέλπειν καὶ ὑμνεῖν ἀνενδότως Κόρη, ἁγνὴ θεοδόξαστε, τὸν ὑπὲρ
ἔννοιαν, ἐκ τοῦ σωματωθέντα Θεόν.
ᾨδὴ
η’. Ἑπταπλασίως κάμινον.
Ῥῶσιν βραβεύεις πάντοτε,
τοῖς ἐν πίστει προστρέχουσι, τῇ παντίμῳ κάρᾳ, καὶ τοῖς λοιποῖς λειψάνοις σου,
παθῶν τε τα σκιρτήματα κατακοιμίζεις πρεσβείαις σου, τῶν τῷ Λυτρωτῇ, ἀπὸ ψυχῆς
ἐκβοώντων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ὕδωρ τῇ γῇ αἰτούμενοι
εὐσεβεῖς, λιτανεύουσι τὴν σὴν θείαν κάραν, εὐλαβῶς προσάγοντες, ἀκρίδων τὰ νέφη
δὲ διασκεδάννυνται παντελῶς, νόσοι τε ἄλλαι πᾶσαι ἀπελαύνονται μάκαρ, αὐτοῖς
νῦν παρεστῶτες, πιστῶς σὲ ἀνυμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀτρώτους διαφύλαξον, ἱερὲ
Διονύσιε, σαῖς θερμαῖς πρεσβείαις, τοῦ λοιμοῦ τοὺς δούλους σου, κακώσεως καὶ
ὅλως τε ἐκ πάσης βλάβης καὶ πειρασμῶν, τοὺς εἰς σὲ ἐν πίστει τὰς ἐλπίδας
θεμένους, Θεῷ δὲ μελῳδοῦντας· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Θεοτοκίον.
Συντήρησον πανάμωμε, τὴν
Σὴν ποίμνην ἀλώβητον, ἐξ ἐχθρῶν ἁπάντων, ὁρατῶν καὶ νοητῶν, ἐν Σοὶ γὰρ καὶ
πεποίθαμεν, καὶ εἰς Σὲ καυχώμεθα, ὡς τὴν Σὴν Εἰκόνα, θησαυρὸν κεκτημένοι, ᾗ καὶ
παρεστηκότες, μεγαλύνομεν ὕμνοις, καὶ δοξολογοῦμεν, Σὸν Τόκον εἰς αἰῶνας.
Ἕτερος.
Κάμινός ποτε.
Μέγιστος ἀστὴρ ἀναφανεὶς ἐν
ποίμνῃ, ἣν συνεστήσω τοῖς ἀγῶσί σου, ὁσίως ἐπηύξησας, Θεομήτορος τῇ χάριτι, ᾑ
καὶ σεπταῖς πρεσβείαις σου, ὕδωρ αὐτῇ παρέσχες, εἰς τὸν ἐνόντων παράκλησιν.
Ἄνωθεν Χριστοῦ τὴν
Ἐκκλησίαν σκέποις, ταῖς σαῖς λιταῖς, ἀνεπηρέαστον καὶ πάντῃ ἀκλόνητον, κλῆρον
θεῖον καὶ λαὸν πιστόν, τέκνα τῆς διδαχῆς τῆς σῆς, ἀνώτερον τήρει βλάβης, τοῦ
δυσμενοῦς Διονύσιε.
Θεοτοκίον.
Νέκρωσον ἁγνή, παθῶν μου
τὰς κινήσεις, καὶ τὴν ψυχήν μου ἀναζώωσον, τῇ θείᾳ χάριτι, καὶ φαντάζεσθαι
ἀξίωσον τὴν νοητὴν λαμπρότητα, ἧς χορηγὸς ὑπάρχει, ὁ Σὸς Υἱὸς καὶ Θεὸς ἡμῶν.
ᾨδὴ
θ’. Ἔφριξε πᾶσα ἀκοή.
Νεύρωσον πάντα μου τὸν
νοῦν, καὶ διάνοιαν πρὸς θείαν ἀγάπησιν, ταῖς σαῖς πρὸς Κύριον πρεσβείαις
δέομαι, Πάτερ Ὅσιε, ὅπως ἀεὶ χαρμονικῶς, μεγαλύνω καὶ δοξάζω σε, ἀνακηρύττων
τρανῶς, σωτηρίας τῆς ἐμῆς ἀντιλήπτορα.
Θυσίαν εὐάρεστον Θεῷ, τὸ
σὸν σῶμα παρέστησας Ὅσιε, τὸν θεῖον λόγον πληρῶν· διὸ μὴ παύσῃ αὐτοῦ δεόμενος,
ὅπως ῥυσθῶμεν τῶν δεινῶν, ὀργῆς τε καὶ κακώσεως, καὶ πάσης ἄλλης πληγῆς, οἱ
τιμῶντες εὐσεβῶς, τὴν θείαν μνήμην σου.
Ὅλην σου Πάτερ τὴν ζωήν, ἐν
πραότητι καρδίας διήνυσας, ὡς μιμητὴς Αὐτοῦ τοῦ σοῦ Δεσπότου, καὶ διδασκάλου
Χριστοῦ· διὸ τὴν γῆν ὡς ἀληθῶς πραέων ἀπείληφας· ἀλλὰ δυσώπει, ἀεὶ λυτρωθῆναι
ἀλγεινῶν τοὺς ὑμνοῦντάς σε.
Σωτήρ μου σὺ φάνηθι, σοφὲ
Διονύσιε, στεῤῥά τε ἀντίληψις ἐν ταῖς τοῦ βίου ἀεὶ ἀστασίαις, δεινῶς
κινδυνεύοντος, καὶ ἐν καιρῷ μοι παραστὰς τοῦ θανάτου, εἰσάγαγε εἰς τὰς μονὰς
τῆς τρυφῆς, ἔνθα ἦχος ἐκεῖ ἑορτάζοντος.
Θεοτοκίον.
Ῥῦσαί με Δέσποινα ἁγνή, τῶν
παγίδων του ἐχθροῦ, καὶ διόρθωσον θερμαῖς πρεσβείαις Σου, ἀεὶ δὲ μένειν,
ἄτρεπτον ἄσειστον, Σύ με καταξίωσον, πράττοντα τὸ θέλημα, τοῦ Υἱοῦ Σου καὶ Θεοῦ
μου, ὅπως πάντοτε δοξάζω Σε.
Ἔτερος.
Ἡ τὸν πρὸ ἡλίου.
Ὅλος διανοίᾳ ἐξέστης πρὸς
Θεὸν Πάτερ καὶ σώματι, ἐπισυνὼν ταῖς νοηταῖς μεθέξεσιν, ἐν ἀΰλῳ νοΐ παμμάκαρ
ἐνετύγχανες· διὸ καθάπερ ἄσαρκος, ἐν τῷδε βίῳ πεπολίτευσαι.
Ὕλην τὴν γηΐνην παμμάκαρ
διασχών, πρὸς τὴν ἀκήρατον πανευκλεῶς σοφέ, νῦν ἀνελήλυθας, ἔνθα νόων χοροί,
φόβῳ Θεοῦ παρίστανται, μεθ’ ὧν νῦν Διονύσιε, ὕμνον ἐπάδεις τὸν τρισάγιον.
Ἤνθησας ὡς ῥόδον ἐν ταῖς
αὐλαῖς Κυρίου Διονύσιε, καὶ ἀρετῶν καρποῖς ἐπευωδίασας Ἱεράρχα, τὰς τῶν πιστῶν
ψυχάς, καὶ πρὸς τὴν αἴνεσιν Θεοῦ, τῶν ὅλων ἤγειρας· ὅθεν πιστῶς σε μακαρίζομεν.
Θεοτοκίον.
Λάμψον μοι ἀκτῖνα ἐκ τῶν
ἀμέτρων Δέσποινα χαρίτων σου, καὶ φωταυγῆ τὸν νοῦν μου ἐναπέργασαι, ὁδηγοῦσα
πρὸς νοητὴν τῆς Τριάδος κατάληψιν· ἵνα μέλπω ἐν ᾄσμασι, τὴν ὑπὲρ νοῦν κυοφορίαν
Σου.
Ἐξαποστειλάριον.
Ἀπόστολοι ἐκ περάτων.
Τὸν
μέγαν ἐν Ἱεράρχαις, καὶ μοναζόντων τὸ κλέος, Πελοποννήσου τὸν γόνον, καὶ
Μακεδόνων προστάτην, τὸν Διονύσιον πάντες, ἀνευφημήσωμεν ὕμνοις.
Ἕτερον.
Φῶς
τὸ τρισήλιον μάκαρ, τὸν νοῦν σου περιαστράψαν, ὅλον εἰργάσατο θεῖον,
ἐπιποθοῦντα τὰ ἄνω· ὧν Διονύσιε νῦν ἀπολαύων, ὑπὲρ ἡμῶν Χριστὸν ἐκδυσώπει.
Καὶ
τὸ τῆς Ἐορτῆς. Γυναῖκες ἀκουτίσθητε.
Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ
ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς
ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν
ἰσάγγελον βίον σου, καὶ Ἀγγέλων τὰ τάγματα, Πάτερ ἐξεπλάγησαν Διονύσιε, καὶ εἰς
Σιὼν τὴν οὐράνιον, συμπολίτην ἔνδοξον, ὡς ὁμότροπον αὐτοῖς, γεγηθότες ἐδέξαντο,
καὶ συνόμιλον, ταῖς αὐτῶν ἱεραῖς χοροστασίαις, ἐγκατέστησαν ἀξίως, ἱερουργὲ
παμμακάριστε. (Δίς)
Τὸ
τρισσὸν τῆς Θεότητος, ἐπὶ γῆς ἐδογμάτισας, καὶ τὸν ὕμνον Ὅσιε τὸν τρισάγιον,
νῦν ἐκλαλεῖν κατηξίωσαι, καὶ βλέπειν ὡς ἔγγιστα, Τρισυπόστατον αὐγήν, Τρισηλίου
Θεότητος, ἣν ἱκέτευε, λυτρωθῆναι σοὺς δούλους ἐκ κινδύνων, πολλαχῶς
ἐπερχομένων, θαυματουργὲ Διονύσιε.
Τῇ
σορῷ τῶν λειψάνων σου, οἱ πιστοὶ παριστάμενοι, ἐτησίοις ᾄσμασι σὲ γεραίρομεν,
καὶ σοῦ ἱκέται γινόμεθα, ῥυσθῆναι δεόμενοι, ἐκ παντοίων ἀλγεινῶν, καὶ μελλούσης
κολάσεως, ταῖς πρεσβείαις σου, σὺ γὰρ Πάτερ προστάτης ἡμῶν πέλεις, καὶ ἐν σοὶ
τῆς σωτηρίας, τὴν προσδοκίαν ἐθέμεθα.
Δόξα.
Ἦχος πλ. α΄.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ
πανσέπτῳ πανηγύρει τοῦ Ἱεράρχου ἡμῶν· βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ
τοῦ ποιμενάρχου κροτείτωσαν τὴν μνήμην, ὡς ἀξίως λάμψαντος, ἐν καιροῖς
δεομένοις διδασκαλίας συντόνου τῆς πίστεως· ποιμένες καὶ διδάσκαλοι, τὸν τῆς
σεπτῆς Τριάδος ἁγνὸν ἱερομύστην συνελθόντες εὐφημήσωμεν, οἱ φιλόσοφοι τὸν
σοφόν, οἱ ἱερεῖς τὸν ποιμένα, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν
πλουτιστήν, οἱ ἐν θλίψεσι τὸν παραμυθοῦντα, τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν
θαλάσσῃ τὸν κυβερνήτην, οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, θεῖον
Ἀρχιεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· πανάγιε διδάσκαλε, σπεῦσον ἐξελεῖν
τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥῦσαι κολάσεων τῶν αἰωνίων ἡμᾶς.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ
πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ
χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν
ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ
Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι
προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες
συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν
οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Δεῦτε
Μακεδόνων πλήθη πιστῶν, στήσασθε χορείαν, εὐφημοῦντες πανευλαβῶς, τὸν θεῖον
ποιμένα, καὶ μέγαν πολιοῦχον, τῆς Εἰκοσιφοινίσσης, τὸν Διονύσιον.
Δεῦτε
Μακεδόνων πλήθη πιστῶν, καὶ τῆς Γορτυνίας, εὐφημεῖτε πανευλαβῶς, τὸν θεῖον
Ποιμένα, τὸν μέγαν Πατριάρχην καὶ ὁδηγόν, τὸν κλεινὸν Διονύσιον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου