ΝΟΕΜΒΡΙΟΣ ΚΒ΄!!
ΚΛΗΜΗΣ ΑΧΡΙΔΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τῶν
οὐρανίων ταγμάτων δεῦτε φιλέορτοι, τὸν θιασώτην ὕμνον, χάρισιν εὐφημοῦντες,
βοήσωμεν προθύμως· σῷζε παντός, πειρασμοῦ ταῖς πρεσβείαις σου, καὶ πάσης
θλίψεως Κλήμη καὶ συμφορᾶς, τοὺς τιμῶντάς σε θεόπνευστε. (Δίς)
Ὁ
σὸς ναὸς ἰατρεῖον ψυχαῖς καθέστηκε, σώμασι δ’ ἡ σορός σου, ἀκεσώδυνος κρήνη, ἡ
κόνις δαιμονίοις μάστιξ σφοδρά, ταῦτα Κλήμη μαστίζουσα, ἡ δὲ εἰκών σου τοῦ
σώματος εὐκλεής, λυπουμένοι παραμυθίον.
Ὑλώδους
πάσης ἐκ πρώτης τριχὸς ἀοίδιμε, σχέσεως καὶ γηΐνης, ἀποστὰς προσπαθείας, ἀΰλως
τε τὸν βίον διηνεκώς, σὺν αΰλοις ἠρίθμησαι, μεθ’ ὧν συνὼν τοὺς ὑμνοῦντάς σε ἐπὶ
γῆς, σαῖς πρεσβείαις περιφύλαττε.
Δόξα.
Ἦχος πλ. β΄.
Συγχάρητε
ἡμῖν ἅπασαι, Μυσῶν αἱ πόλεις καὶ Παννονίων, ὁ ἀρχιποιμὴν γὰρ ἡμῶν, καὶ κοινὸς
πάντων προστάτης, καὶ ἰατρὸς ἀνάργυρος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ
καὶ ἱερῷ τεμένει, ἐποπτανόμενος πάντας σώζει· ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτῷ,
βοήσωμεν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῆς πρεσβείας σου, μέγιστε Κλήμη,
δυσωποῦμέν σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν,
καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς
ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ
Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε,
τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν
ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην,
καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ
Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
ᾌδωμεν
τῷ Θεῷ, τῷ δόντι ἰατρεῖον, ψυχῶν τε καὶ σωμάτων, ἀνάργυρον τοῖς δούλοις,
Κλήμεντα τὸν θειότατον.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Σὲ
ῥύστην καὶ συμπαθῆ, σὲ καὶ προστάτην Πάτερ, καὶ θεῖον πολιοῦχον, πλουτήσαντες
εἰκότως, Κλήμη καὶ μακαρίζομεν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ μελέτη τῆς
καρδίας μου σύνεσιν.
Μύρον
ἐκκενωθέν, ὄνομά σοι θεόφρον, ἠγάπησάν σε τοίνυν, νεάνιδες ἐν τούτῳ, ψυχαὶ
πιστῶν φιλόθεοι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἄρτον ἡ λογική, παστὰς Θεοῦ τοῦ Λόγου, χειρὶ θείου Ἀγγέλου,
δέχεται κατοικοῦσα, Ἁγίων εἰς τὰ Ἅγια.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ὡδήγησας ἔθνη πρὸς πίστιν Θεοῦ, τοῖς ἔργοις ἀνύψωσας
σαυτὸν παμμάκαρ ζωήν, πρὸς θείαν καὶ ἄλυπον, θαύμασι καταλάμψας, τοῖς πιστῶς
προσιοῦσι, τέρασι παραδόξως, δαδουχῶν τὴν ἑσπέραν, διὸ τὴν θείαν σου μνήμην Κλήμη γεραίρομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων
σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν
Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς
Ἑορτῆς γ’. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄρρητον, ἐν συμβόλοις
σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται,
πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ
φωτοδότου Χριστοῦ.
Ὄντως
ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι
θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης,
ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος
γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ.
Δεῦτε
μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως, καταλαμπρυνόμενοι,
τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται, προμνηστευθεῖσα,
σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν, θεοπρεπῶς, πάντες
εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.
Καὶ
γ’ τοῦ Ἁγίου. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Ποῖος,
ἀπὸ τῆς γῆς σήμερον, τὸν οὐράνιον ἄνδρα τιμήσει; Εἰ γὰρ καὶ ἐν γῇ
τεθησαύρισται, Κλήμη τὸ τρισόλβιον σῶμά σου, ἀλλὰ σὺν Ἀγγέλοις, σοῦ τὸ πνεῦμα,
σοφίαν ἣν ἐν αἰνίγμασι ζῶν ἔβλεπες, ἀμέσως τὴν ἐπὶ πάντων καὶ πρὸς πρόσωπον,
νῦν καθορᾷ μακαρίως· ὅθεν ἡ σορός σου, τῆς ἐκεῖθεν δόξης μικράς, αὐγὰς
ὑποφαίνουσα, διώκει δαιμόνων φάλαγγας.
Κλῆμα,
ἡ ἀληθὴς ἄμπελος, σὲ ἐβλάστησε τῷ βίῳ Κλήμη, ὑπὸ τοῦ Θεοῦ γεωργούμενον, καὶ
καρπῷ πολλῷ εὐθυνούμενον, δωρεὰ τοῦ Πνεύματος ἀφθόνως, οἱ λόγοι σου, παραδείσου
ἄνθη εὔοσμα, ἀκήρατοι, οἱ ἀγῶνες ὥσπερ βότρυες, οἶνος καρδίας εὐφραίνων,
θαυματοποιΐαι, μαλακίας πάσας ψυχῆς, καὶ νόσους τοῦ σώματος, σκεδάζουσα προῖκα
πάντοτε.
Λόγῳ,
τὸ τῆς σαρκὸς φρύαγμα, ὑποχείριον καθυποτάξας, ἃ μὲν ποιητέον ἠγάπησας, ἃ δὲ
μισητέον παρέδραμες, ἠθικὴν πρὸς παιδείαν ἀσκήσας, ὡς φθόγγοις δέ, ἀντὶ φωνῆς
ῥυθμιζόμενος, τῷ λόγῳ, καὶ τῇ τῶν τρόπων κοσμιότητι, πολιτικὴν μελῳδίαν, καὶ
τελεωτάτην σωτηρίαν, ὅλων ἐθνῶν ἡρμόσω θεότευκτον, τοῦ Πνεύματος Κλήμη ὄργανον.
Δόξα.
Ἦχος πλ. β΄.
Τῷ
τῶν ἀρετῶν τιθηνάμενος γάλακτι, ἐπὶ τὴν ἀκρώρειαν ἔφθασας Πάτερ τῶν ἀρετῶν,
ἀγάπης γὰρ ππυρποληθεὶς τῷ γλυκεῖ καύσωνι, ἐγκρατείας κανὼν καὶ πραότητος
ἐχρημάτισας, ἐλέους δὲ πηγή, καὶ συμπαθείας γενόμενος ἄβυσσος, τὸ δυσῶδες τῶν
παθῶν ἀπημαύρωσας, ἀλλ’ ὀξυτάτη βοήθεια, καὶ ταχεῖα ἀντίληψις, τῶν πιστῶς σε
προσκαλουμένων, κοσμοπόθητε Κλήμη Πατὴρ ἡμῶν, πάρεσο καὶ νῦν τῷ πνεύματι, καὶ
τῆς τυραννούσης ἡμᾶς ἁμαρτίας διαφύλαξον καὶ σῶσον, ὡς πολλὴν παῤῥησίαν ἔχων
πρὸς Κύριον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν,
καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς
ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ
Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε,
τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν
ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην,
καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ
Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ
τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ
γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου,
ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν
μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός
δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου
εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν
ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν
ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν,
πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται
αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην
τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ
ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις
γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς
εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ
ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν
ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων,
καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ
χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ
εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ
πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,
δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων
σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ
ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με,
τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου
δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ
Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις
ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν
Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ
ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν
ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ
λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ
ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν
ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ
ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ
αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ
Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ
ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου
χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή.
Ἦχος γ΄.
Ἡ
μεγάλη τῆς ἀληθείας σάλπιγξ, ὁ θεσπέσιος Κλήμης ἅπαντας, πρὸς εὐωχίαν σήμερον,
συγκαλεῖται τοὺς φιλεόρτους, φαιδρῶς πάντες πιστοί, τὴν πανήγυριν προσυπαντήσωμεν,
τοῦ καλοῦ ποιμένος ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους, ὅπως ταῖς
πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ, τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Μύρον
ἐκκενωθέν, ἐπὶ σὲ τῆς χάριτος, ἔχρισέ σε ἱερουργῆσαι τὸ Εὐαγγέλιον τῆς
Βασιλείας τῶν οὐρανῶν, ἀοίδιμε Ἱεράρχα, τοῦ Χριστοῦ εὐωδία γενόμενος, τῆς ὀσμῆς
τῆς γνώσεως Αὐτοῦ, τὴν τῶν Βουλγάρων ἐπλήρωσας· διὸ τὰς φωνὰς τῶν ἱκετῶν σου,
εὐμενῶς δεχόμενος, αἴτησαι δοθῆναι ἡμῖν Κλήμη ἔνδοξε, τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Τὴν
ἱερατικὴν στολὴν ἀμπεχόμενος, ὑπέρμαχε μέγιστε τοῦ Πνεύματος, θρόνῳ παρέστης
τυραννικῷ, προκινδυνεύων τῆς πίστεως, καὶ ἀθλητικὴν ἔνστασιν ἐπιδειξάμενος.
Δόξα.
Ἦχος πλ. β΄.
Ὁ
τὴν χάριν τῶν θαυμάτων οὐρανόθεν κομισάμενος, καὶ τὰ ἔθνη τῆς Μυσίας ἐκκαθάρας
τὸ βαπτίσματι, ἀρχιερέων ὑπάρχεις δόξα τε καὶ καύχημα, Κλήμη Πάτερ
παμμακάριστε, καὶ πάσης Βουλγαρίας μεγαλοκῆρυξ ἀπόστολος, παῤῥησίαν οὖν ἔχων
πρὸς Θεόν, Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. α΄.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ
πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ
χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν
ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ
Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι
προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες
συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν
οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Ὅλος
ἐκ νεότητος, ἀνατεθεὶς τῷ Δεσπότῃ, σαρκὸς ἔξωω γέγονας, καὶ τῆς κόσμου σχέσεως
Κλήμη πάνσοφε, τῶν παθῶν ῥεύματα, ἀρετῶν ξηράνας, σπόγγῳ θείῳ σου καὶ εἵλκυσας,
τὸν νοῦν ἐλεύθερον, τοῦ γεώδους σκήνους μακάριε, εἰς νοητὰ σκηνώματα, ἔνθα
προσπελάζεις γηθόμενος, θρόνῳ τῷ ὑψίστῳ, ἡμῖν τοῖς τὴν ἁγίαν σου σορόν,
περικυκλοῦσιν αἰτούμενος, χάριν τε καὶ ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἄσκησιν
ἑκούσιον, καὶ πόνον εἵλου θεόφρον, βίον τε ἰσάγγελον, πολιτείαν ἄϋλον ἐπεδείξω
ἐν γῇ, καὶ μισθὸν εἴληφας, τῶν τοσούτων πόνων, τὰ τοῦ Πνεύματος χαρίσματα,
ποιμὴν γὰρ γέγονας, λογικοῦ ποιμνίου καὶ πέλαγος, θαυμάτων ἀνεξάντλητον, καὶ
ἱερωσύνης τελείωσις, κανὼν μοναζόντων, προφήτης τε μελλόντων ἀψευδής, ἐθνῶν
πολλῶν τε διδάσκαλος, καὶ νέος ἀπόστολος.
Στ.: Στόμα δικαίου
μελετήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Κυρίλλῳ
ἑπόμενος, τῷ Παννονίας φωστῆρι, κατ’ ἴχνος ἐβάδισας, καθαρθεὶς διάνοιαν καὶ τὰς
φρένας σοφέ, ἀρετῶν πίνακα, τὸν ἐκείνου βίον, καὶ ἀρχέτυπον ποιούμενος, ἔχων
συλλήπτορας, καταγωνιστὰς τῶν καμμάτων σου, Μεθόδιον τὸν ἔνδοξον, καὶ Ναοὺμ τὸ
λῆμμα τοῦ Πνεύματος, καὶ τὴν ἄλλην πᾶσαν, χορείαν σεπτὴν τῶν μαθητῶν, οὓς ἐν
ᾠδαῖς ἀνυμνήσωμεν ὡς ἱεροκήρυκας.
Δόξα.
Ἦχος πλ. β΄.
Ὡς
ἔνθεος ἡ ζωή σου, καὶ πανίερόν σου τὸ τέλος, παμμακάριστε Κλήμη Πατὴρ ἡμῶν, ἐν
αὐτῷ γὰρ πᾶσα ἡ τῶν Λυχνιδῶν πληθὺς συναχθεῖσα, ὡς ἔβλεψε ἄπνουν ἐν κλίνῃ,
ῥήμασι γοεροῖς ἀναβόων· δὸς τελευταῖον λόγον τοῖς δούλοις σου Ἅγιε, καὶ φωστὴρ
τῆς Βουλγαρίας, τὰ πέρατα δίδαξον, ποῦ καταλίπῃς τὰ τέκνα σου Πάτερ, οὓς
ὤκτειρας ὡς πατὴρ ὄντως συμπαθὴς καὶ φιλόστοργος; Δασὺς ὅμως κᾂν ὧδε, τῷ τάφῳ
καλύπτει λίθος, ἄνω σε πάντες πλουτοῦμεν προστάτην, καὶ πρεσβευτὴν πρὸς Θεόν,
οἱ πόθῳ τιμῶντές σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην
ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ
κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ
ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται.
Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ
παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ
Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ
Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ὡδήγησας ἔθνη πρὸς πίστιν Θεοῦ, τοῖς ἔργοις ἀνύψωσας
σαυτὸν παμμάκαρ ζωήν, πρὸς θείαν καὶ ἄλυπον, θαύμασι καταλάμψας, τοῖς πιστῶς
προσιοῦσι, τέρασι παραδόξως, δαδουχῶν τὴν ἑσπέραν, διὸ τὴν θείαν σου μνήμην Κλήμη γεραίρομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων
σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν
Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείοις
δόγμασιν, ἐντεθραμμένος, καθοδήγησας, πρὸς θείαν πίστιν, ἔθνη Μυσῶν προσαγαγὼν
τῷ βαπτίσματι, καὶ περιούσιον λαὸν ποιησάμενος, παθῶν ποικίλων αὐτοῦς
λυτρωσάμενος, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Δικαίων
ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ
νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην
ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἀπὸ
βρέφους τιθηνόν, σὺ τὴν σοφίαν ἐσχηκώς, ἐν τῷ νόμῳ τοῦ Θεοῦ, ἀδιαλείπτως
μελετῶν, λαοὺς στηρίζεις διδάγμασι θεοφθόγγοις, καὶ βίῳ σου σεμνῷ πάντας
ὡδηγήσας, σαρκὸς καταφρονεῖν, καὶ τῶν τοῦ κόσμου τερπνῶν, πρὸς οὐρανὸν δὲ
βλέπειν καὶ τὴν ἄλυπον, Θεοῦ καὶ θείαν ἀπόλαυσιν, ἧσπερ δυσώπει τυχεῖν τοὺς
πίστει, Πάτερ Κλήμη τιμῶντάς σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς,
δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς
θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης
δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε
καὶ ἀειπάρθενε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀποστόλων
τὸν ζῆλον ἀναλαβών, περιέλαβες κύκλῳ πᾶσαν τὴν γῆν, κηρύσσων τοῖς ἔθνεσι, τὸ
τοῦ Χριστοῦ Εὐαγγέλιον, καὶ λαοὺς ἀπείρους τῆς πλάνης ἐξήγαγες· ὅθεν καὶ τὸν
δρόμον, κατὰ Παῦλον τελέσας, τὸν στέφανον εἴληφας, ἐπαξίως τῶν πόνων σου,
Ἱεράρχα μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῷ
ναῷ νῦν προσήχθη τῷ νομικῷ, ὁ ναὸς ὁ τῆς δόξης τῆς τοῦ Θεοῦ, ἡ πάναγνος
Δέσποινα, τριετὴς ἐν τῷ σώματι, καὶ Ζαχαρίας ταύτην, γηθόμενος δέχεται, καὶ
ἔνδον τῶν Ἁγίων, εἰσάγει εἰς Ἅγια, εἴσελθε κραυγάζων, Παναγία Παρθένε, εἰς
χῶρον τὸν ἄδυτον, τοῦ Θεοῦ τὴν τερπνότητα, θεωροῦσα πανύμνητε· ἀλλ’ ὦ
Θεογεννῆτορ ἁγνή, τοὺς τὴν θείαν ἐν ναῷ σου πρόοδον, ἑορτάζοντας πόθῳ, ἀεὶ
σκέπε καὶ φύλαττε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εἴληφας
Ἱεράρχα, τὴν ἀνωτάτῳ φιλοσοφίαν, ἔσοπτρον ἀκηλίδωτον Θεοῦ γενόμενος, καὶ ὢν ἀεὶ
ἡνωμένος Θεῷ τῷ παντάνακτι, τρανώτερον τοῦ μακαρίου ἔτυχες τέλους. Διὸ πρέσβευε
Πατὴρ ἡμῶν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Αὕτη Τετάρτη μελῳδία, τοῦ Βουλγαρίας. Ποίημα Δημητρίου
Χωματηνοῦ.
ᾨδὴ
α’. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Ἀΰλῳ φωτισμῷ, λαμπρυνόμενος
μάκαρ, ἐξ ὀνύχων ἁπαλῶν, καὶ βίον καθαρὸν προελόμενος γέγονας, ἐναρέτῳ
πολιτείᾳ, τῶν Ἀγγέλων ἐφάμιλλος· ὅθεν φῶς τοῖς πιστοῖς ἐχρημάτισας.
Ὑπέδειξας λαοῖς, εὐσεβείας
τὰς τρίβους, πλανωμένοις ἐν ὁδοῖς, ἀπάτῃ τοῦ σατάν, ἀπωλείας ἀοίδιμε· ὅθεν σε
ὡς θεηγόρον, καὶ Κυρίου ἀπόστολον, μελῳδίαις ᾀσμάτων δοξάζομεν.
Τιμόθεον σαφῶς,
ἐκμιμούμενος μάκαρ, ἀντὶ Παύλου τοῦ τῆς γῆς ἁπάσης φωτισμοῦ, τῶν κηρύκων τῆς
πίστεως, Μεθοδίου καὶ Κυρίλλου, ὁπαδὸς ἐχρημάτισας, διὰ τοῦτο σὺν τούτοις
δεδόξασαι.
Ἠγάπησας Θεόν, ἐκ καρδίας
τρισμάκαρ, καὶ τοῦ κόσμου τῶν τερπνῶν, ἐῤῥάγης ὁλικῶς, διὰ τοῦτο σοῦ δέομαι,
τῆς πρὸς σάρκα με δουλείας, ταῖς λιταῖς σου ἀπάλλαξον, πρὸς Θεὸν ὡς τικτούσης
δυσμένειαν.
Θεοτοκίον.
Τηρεῖν με τὰς σεπτάς,
ἐντολὰς τοῦ Σωτῆρος, ἐνδυνάμωσον ἁγνή, ταῖς Σαῖς τυπωτικαῖς, καὶ θερμαῖς
άντιλήψεσιν, ἵνα πόθῳ Σὲ δοξάζω, τὴν ἐν τόκῳ τηρήσασαν, παρθενίας τὸ κλέος
ἀλώβητον.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Κλήμεντος, μέγα κῦδος ἐν ᾄσμασιν, ἔξοχα
μέλπω.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Κεκαθαρμένην τὴν ψυχήν μου
ποίησον, ἐπισκιάσει σου, τῇ ἱερᾷ Πάτερ, ὅπως τοὺς ἀγῶνάς σου, τὰ ἆθλα καὶ τοὺς
πόνους σου, οὓς ὑπέστης κηρύττων, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, ἀξίως ὑμνῆσαι
δυνήσομαι.
Λόγῳ τοὺς πρὶν τῇ ἀλογίᾳ
Ὅσιε, κεκρατημένος ἑλών, πρὸς θεϊκὴν γνῶσιν, πρὸς Θεοῦ εὐσέβειαν, πρὸς πίστιν
ἐσαγήνευσας, καὶ λουτρῷ ἀφθαρσίας, ἀναγεννήσας ἀνέδειξας, τοῦ Θεοῦ υἱοὺς διὰ
πίστεως.
Ἡ παμφαὴς καὶ ἱερά σου
σήμερον, μνήμη πανόσιε, ὥσπερ λαμπρὸς κῆρυξ, συγκαλεῖται ἅπαντας, πρὸς
μετουσίαν χάριτος, ἰαμάτων ἐνθέως, τοὺς πόθῳ σου τὰ μνημόσυνα, πίστει ἐκτελοῦντας
πανόλβιε.
Θεοτοκίον.
Ἐκ Σῶν λαγόνων σαρκωθεὶς ὁ
ὕψιστος, θεοχαρίτωτε, τὴν τῶν βροτῶν φύσιν, πεσοῦσαν ἀνέστησε, καὶ Παραδείσου
μέτοχον, ἀπειργάσατο πᾶσαν· δι’ ἣν τὸ μέγα μυστήριον, τὸ προορισθὲν ἐξετέλεσεν.
ᾨδὴ
γ’. Οὐκ ἐν σοφίᾳ.
Ἐν τῇ σοφίᾳ, τῶν σῶν λόγων
τὴν πίστιν ἐτράνωσας, καὶ ἐδίδαξας λαούς, Τριάδα σέβειν τὴν ἄκτιστον, πλάνης τὸ
πολύθεον Πάτερ ἐκκλίναντας.
Τοῦ Παρακλήτου, τῇ δυνάμει
φραξάμενος Πνεύματος, τὰς βλασφήμους κατ’ αὐτοῦ, φωνὰς στεῤῥῶς ἀπεῤῥάπισας, καὶ
τοὺς τῆς αἱρέσεως ἐξάρχους ᾔσχυνας.
Ἀμέμπτῳ βίῳ, τῷ Θεῷ
λειτουργήσας μακάριε, ὡς ὁ πάλαι Ἀαρών, ὁλοκαρπώσεις προσήνεγκας, ὑπὲρ τοῦ
ποιμνίου σου Πάτερ δεόμενος.
Ῥανὶς δακρύων, ἐν ἐμοὶ οὐχ
ὑπάρχει πρὸς ἔκπλυσιν, τῶν κηλίδων τῆς ψυχῆς, σὺ δὲ πρεσβείαις σου πλῦνόν με,
ῥεῖθρον μετανοίας μοι πηγάζων Ὅσιε.
Θεοτοκίον.
Τὸ πῖον ὄρος, ὃ Δαβὶδ
προεώρα ἐν πνεύματι, δυσωπῶ Σε ἐκτενῶς, ἐπίστρεψόν με πλανώμενον, ἐν ὄρεσι
Δέσποινα τῆς ἀπογνώσεως.
Ἕτερος.
Οὐρανίας ἁψῖδος.
Νυσταγμὸν σῶν βλεφάρων,
ἀποβαλὼν Ὅσιε, ἐγρήγορσιν τὴν θείαν ἐδέξω, χάριτι Πνεύματος, καὶ τοὺς
καθεύδοντας, τῆς ἀγνωσίας ἐν σκότει, πρὸς τὸ φῶς τὸ ἄδυτον, Πάτερ ὡδήγησας.
Τοὺς ὡραίους σου πόδας,
τρίβον Θεοῦ ἔνδοξε, ἔσχες κατευθύνοντας· ὅθεν, ἐκ πλάνης ἔθνη τε, πρὸς πίστιν
ἤνεγκας, τὴν ἀληθῆ τῆς ἀπάτης, τοῦ δολίου δράκοντος, ἐκλυτρωσάμενος.
Ὁ Θεοῦ λόγος ὡς ἐκλεκτὸν
λίθον σε, Πάτερ ἐπαφῆκε λεπτύνοντα πλάνης εἴδωλα, βωμοὺς καὶ ξόανα, δαιμονικὰ
καὶ τὰ τούτων, ἐναγῆ σεβάσματα, ἐξαφανίζοντα.
Θεοτοκίον.
Σαρκωθεὶς ἐκ γαστρός Σου,
καὶ γεγονὼς νήπιος, ὁ πρὸ τῶν αἰώνων ὑπάρχων, Κόρη πανάμωμε, βροτοὺς ἐξήγαγεν,
ἐκ τῆς φθορᾶς τοῦ θανάτου· δι’ ἧς ὁ πρωτόπλαστος, φεῦ κατανένυκται.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μαθητεύσας
τὰ ἔθνη Πάτερ σοφέ, καὶ κηρύξας τὴν πίστιν τὴν ἀληθῆ, πάντας προσήγαγες, τῷ Θεῷ
διὰ πίστεως, θαυματουργῶν ἐξαίσια καὶ θεῖα τεράστια, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην,
τελείως τρεψάμενος· ὅθεν καὶ ἀξίως, ἐκ Θεοῦ ἐκομίσω, μισθὸν τῶν καμάτων σου,
Βασιλείαν οὐράνιον, Ἱεράρχα Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ,
ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει
εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων
ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἡ τιμία μυροθήκη, τῶν ἁγίων
λειψάνων σου, δαίμονας ἐλαύνει, πάθη θεραπεύει δυσίατα, ἐκ πολυτρόπων λυτροῦται
περιστάσεων, τοὺς προστρέχοντας· ὅθεν πιστῶς σὲ γεραίρομεν.
Καὶ θανόντα σὲ τιμῶμεν,
ὥσπερ ζῶντα μακάριε, τῆς γὰρ ἀνωλέθρου, φέρεις νῦν ζωῆς τὴν ἐνέργειαν, ὡς τῶν
θαυμάτων τὴν χάριν κομισάμενος· ὅθεν κράζομεν· δόξα τῷ σὲ χαριτώσαντι.
Λογισμοῖς ἐξαρματάνω, καὶ
ἐν λόγοις καὶ πράξεσιν· ὅθεν ἐμακρύνθην, ἀπὸ τοῦ προσώπου Σου Κύριε, ἀλλ’
ἐπιστρέψας με σῶσον ὡς τὸν ἄσωτον, ταῖς ἀλήκτοις, τοῦ Σοῦ Ἱεράρχου δεήσεσιν.
Ἡ πηγὴ τῶν ἰαμάτων, ἐν ἑνὶ
περιέγραφεν, ἐφ’ ἑκάστου ἔτους, τὴν τῆς θεραπείας ἐνέργειαν, ἡ δὲ τοῦ Κλήμεντος
λάρναξ, πλήθη ἄπειρα, νοσημάτων λυτροῦται παντοίων ἑκάστοτε.
Θεοτοκίον.
Μὴ τραπέντα τὸν Δεσπότην,
ὅπερ ἦν ἀπεκύησας, ἐν σαρκὶ Παρθένε, σῶσαι βουληθέντα τὸν ἄνθρωπον· ὅθεν πρὸς
ἄσωτον βίον, ἐκτραπέντα με, πρὸς μετάνοιαν, Σαῖς προστασίαις ἐπίστρεψον.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Μεγαλύνας ὁ Κύριος, τὸν
Αὐτοῦ θεράποντα θείοις θαύμασιν, ὑπερύψωσεν εἰς ἅπασαν, τῆς Μυσίας χώραν καὶ
ἐδόξασεν.
Ἐργαστήριον γέγονας,
Πνεύματος παμμάκαρ τῇ καθαρότητι, καὶ γὰρ ἄῤῥυπον ἐτήρησας, σοῦ τὸ κατ’ εἰκόνα
καὶ ἀμόλυντον.
Γρηγορῶν οὐ διέλιπες,
πάντοτε θεόφρον ἀπεκδεχόμενος, τὸν Νυμφίον τὸν οὐράνιον, τοῦ καιροῦ τὸ ἄδηλον
ἀφορώμενος.
Θεοτοκίον.
Κόσμος ἅπας ἠλέηται, διὰ
Σοῦ Παρθένε ἐπιδημήσαντος, πρὸς δυσμὰς τῆς ἡμετέρας ζωῆς, τῆς δικαιοσύνης τοῦ
ἡλίου ἁγνή.
ᾨδὴ
ε’. Ἀσεβεῖς οὐκ ὄψονται.
Ἐν δυνάμει Πνεύματος, τὸ
κήρυγμα τὸ σόν, ἐγκατέσπειρας ἀκοαῖς, τῶν στεργόντων Πάτερ τὴν ματαιότητα, καὶ
πολύχουν ἄσταχυν, εὐσεβείας συνεκόμισας.
Νέκρωσιν ἑλόμενος, βαστάζειν
τοῦ Χριστοῦ, ἐν σαρκὶ πάντοτε τῇ σῇ, ζῶντα τοῦτον ἔσχηκας ἐν σοὶ μακάριε, κατὰ
Παῦλον· ὅθεν σέ, ἐν γῇ ζώντων κατεσκήνωσεν.
Τὰς φωνὰς πανόλβιε,
δεχόμενος τῶν σῶν, ἱκετῶν λύτρωσαι ἡμᾶς, ἐκ παντοίων νόσων καὶ περιστάσεων, καὶ
τῆς κατακρίσεως, τῆς μελλούσης ταῖς πρεσβείαις σου.
Ἰαμάτων Ὅσιε, ὑπάρχων
ποταμός, τῶν ἐμῶν ῥεύματα παθῶν, ὀλεθρίων ξήρανον ταῖς ἱκεσίαις σου, καὶ
δακρύων ῥεύμασι, τὴν ἐμὴν ψυχὴν καθάρισον.
Θεοτοκίον.
Μητρικὸν προσήγορον,
ἐφήρμωσας ἁγνή, παρθενίᾳ τῇ κατὰ Σέ, τὸν γὰρ Κτίστην τέτοκας ὑπὲρ κατάληψιν·
ὅθεν μητροπάρθενον, ἐπιγνόντες Σε δοξάζομεν.
Ἕτερος.
Ἵνα τί με ἀπώσω
Ὑπὲρ νοῦν ὁ σὸς βίος, καὶ
ἀγγελικὸς τὴν πολιτείαν Ὅσιε, ἃ γὰρ ἠγωνίσω, ὑπὲρ φύσιν ἐστὶ καταπλήττοντα, καὶ
αὐτὰς τὰς θείας, χοροστασίας τῶν Ἀγγέλων, πῶς ἐνύλοις συνελήφθη ὁ ἄϋλος;
Δυναστείας καὶ θρόνους, καὶ
τὰς κοσμικὰς ἀκοσμίας διέφυγες, μόνα δὲ ἐκεῖνα, τὰ ἀκήρατα κάλλη ἐπόθησας, διὰ
τοῦτο Πάτερ, κατηξιώθης θείας δόξης, καὶ τὰ μένοντα ἐκληρονόμησας.
Οἱ τῷ θείῳ σου Πάτερ,
πίστει προεδρεύοντες τεμένει ἔλεος, ἐκ Θεοῦ αἰτοῦσι, σὲ μεσίτην πλουτοῦντες
θερμότατον, ὁδηγόν τε βίου, καὶ ἁπλανῆ ψυχῶν σωτηρία, καὶ παθῶν ἰατρὸν
ἀκαταίσχυντον.
Θεοτοκίον.
Ἑνιαίαν τὴν φύσιν, τρεῖς
τὰς ὑποστάσεις δὲ πιστῶς σεβόμεθα, τῆς σεπτῆς Τριάδος, Παναγία Παρθένε
Θεόνυμφε, ἧς αὐτὴ τὸν ἕνα, ὑπὲρ αἰτίαν τε καὶ λόγον, ἐσωμάτωσας ἐν γαστρί Σου
ἁγνή.
ᾨδὴ
στ’. Θύσω σοι μετὰ φωνῆς.
Ἔδραμες, ὡς ἀστὴρ
καταλάμπων τὰ πέρατα, τὰ τῆς Μυσίας τρισμάκαρ, καὶ πρὸς φῶς ἀγείρων θεογνωσίας,
τοὺς ἀθλίως, ἀγνωσίας ἐν σκότει καθεύδοντας.
Λίπανον, ἐν ἐλαίῳ τῶν σῶν
ἀντιλήψεων, τὰς κεφαλὰς τῶν κυκλούντων, τὴν τιμίαν θήκην σου τῶν λειψάνων, καὶ
τιμώντων, τὰ σὰ Πάτερ σεπτὰ κατορθώματα.
Ὥλεσας, αἱρετικῶν δεινὰ
δυσσεβήματα, κατὰ τοῦ Πνεύματος Πάτερ, εἰς τὸ ὕψος αἴροντα βλασφημίας, τὸ δὲ
κράτος, τῶν εὐσεβῶν δογμάτων ἐστήριξας.
Δεῖξόν με, δυσμενῶν
κακουργίας ὑπέρτερον, ὡς Ἱεράρχης γὰρ μέγας, παῤῥησίαν ἔχεις πρὸς τὸν Δεσπότην,
καὶ γενοῦ μοι, ὀχυρώτατον Πάτερ προσφύγιον.
Θεοτοκίον.
Ἵλεων, τὸν Σὸν Υἱὸν
ἀπέργασαι Δέσποινα, τοῖς εὐσεβῶς Θεοτόκον, Σὲ ὁμολογοῦσι ἀπὸ καρδίας, καὶ
παράσχου τὰ ἐλέη Σου, τούτοις τὰ πλούσια.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Νεότης πᾶσα σκιρτᾷ, ἐπὶ τῇ
μνήμῃ σου Κλήμη σοφέ, ἡ πολιὰ δὲ φαιδρῶς, ἀγάλλεται σήμερον, ἡλικία πᾶσα δέ,
ὕμνοις καταστέφει, τὰ μνημόσυνά σου Ἅγιε.
Ἀχρίδα πόλις αὐχεῖ,
πλουτοῦσα τὸ θεῖον σῶμά σου, θαυμάτων μαρμαρυγάς, δεχομένη πάντοτε, καὶ χάριν
ἀένναον, ἣν καὶ σκέποις Πάτερ, πολεμίων χερσὶν ἄσυλον.
Στενούμενόν με πολλοῖς,
κακοῖς παμμάκαρ τοῖς πταίσμασιν, ἐσκοτισμένον φωτί, πρεσβείαις σου φώτισον, καὶ
δεῖξόν με μέτοχον, ἀρετῶν ἐνθέων, ἵνα πίστει μακαρίζω σε.
Θεοτοκίον.
Μαρία τὸ καθαρόν, τῆς
παρθενίας κειμήλιον, καθάρισόν μου τὸν νοῦν, μολυνθέντα πταίσμασι, καὶ ποίησον
ἄξιον, ἐννοιῶν δοχεῖον, θεαρέστως Θεονύμφευτε.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ὁ ναός σου Ἅγιε, πνευματικὸν ἰατρεῖον, παραδόξως δείκνυται, τοῖς
πιστῶς προσερχομένοις, πάντας γάρ, ποικίλων νόσων ἀπολυτροῦται, πάθη δέ, ψυχῶν
παντοίων κατακοιμίζει· διὰ τοῦτό σε παμμάκαρ, θερμὸν προστάτην ἐπιγραφόμεθα.
Ὁ
Οἶκος.
Ἀνυμνήσωμεν
νῦν, τὸν Ἱεράρχην ἅπαντες, τὸν Μυσίας λαοῦ ποιμένα καὶ διδάσκαλον, πιστῶς
προσελθόντες τῷ τούτου τεμένει, καὶ τὴν ἁγίαν καὶ θείαν λάρνακα, πίστει
προσπτυξώμεθα, αὐτῷ φωνοῦντες· Πάτερ θεόσοφε, σὺ ποιμὴν ἡμῶν, σὺ καὶ διδάσκαλος,
σὺ καὶ τὴν πόλιν σου φρουρεῖν, μὴ διαλίπῃς ἐκτενῶς, σοῦ γὰρ πάντες προθύμως
πεποιθότες ταῖς πρεσβείαις, θερμὸν προστάτην ἐπιγραφόμεθα.
Συναξάριον.
Οὗτοι ὑπῆρχον ἐπὶ Νέρωνος τοῦ βασιλέως,
μαθηταὶ γεγονότες τοῦ Ἁγίου Παύλου. Ἐμαρτύρησαν δὲ ἐν Κολοσσαῖς, πόλει τῆς
Φρυγίας, πλησίον τῆς Λαοδικείας. Τῶν γὰρ Ἑλλήνων ἑορτὴν ἀγόντων τῇ Ἀρτέμιδι ἐν
τῷ ταύτης ναῷ τῷ ἐν Κολοσσαῖς, αὐτοὶ τῷ Θεῷ τὴν δοξολογίαν ἀνέφερον ἐν τῇ
ἁγιωτάτῃ ἐκκλησίᾳ, μετὰ καὶ ἄλλων χριστιανῶν. Ὧν τῇ τῶν εἰδωλολατρῶν
ὑποκεχωρηκότων ἐφόδῳ, οὗτοι μόνοι μετὰ τῆς Ἀπφίας, πιστῆς καὶ αὐτῆς οὔσης,
ἐναπελείφθησαν, ποθοῦντες τὸ κατὰ Χριστὸν μαρτύριον. Συσχεθέντες οὖν, ἤχθησαν
πρὸς Ἀνδροκλέα τὸν ἡγεμόνα Ἐφέσου. Τύπτονται οὖν παρ᾿ αὐτοῦ, καὶ μὴ πεισθέντες
θῦσαι τῷ εἰδώλῳ τῷ καλουμένῳ Μηνᾷ, εἰς βόθρον ἐμβάλλονται μέχρις ὀσφύος· καὶ
οὕτω λιθολευστοῦνται, πρότερον ὑπὸ παίδων ῥαφίσι κατακεντηθέντες.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ καὶ Τιβουρτίου.
Λουτροῦ
φέρεις ἔκκαυσιν, ὦ Κικιλία,
λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.
λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.
Οὗτοι
ἤθλησαν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Καὶ ἡ μὲν Κικιλία ὑπῆρχεν ἐκ τῆς Ῥώμης,
προγόνους ἔχουσα λαμπρούς. Μνηστευθεῖσα δὲ τῷ Βαλλεριανῷ, τοῦτον ἐπὶ τὴν εἰς
Χριστὸν πίστιν μετηγάγετο καὶ ἐν ἁγνείᾳ διάγειν ἔπεισεν. Ὁ δὲ Βαλλεριανὸς τὸν
Τιβούρτιον, ἀδελφὸν αὐτοῦ γνήσιον ὄντα. Εἰς τοσαύτην δὲ ἀρετὴν ἀνήχθη ὁ
Τιβούρτιος, ὡς καὶ Ἀγγέλοις καθ᾿ ἑκάστην προσομιλεῖν. Οὗτοι οὖν τὰ λείψανα τῶν
τοῦ Χριστοῦ Μαρτύρων θάπτοντες, διαβάλλονται τῷ Ἀλμακίῳ ἐπάρχῳ τῆς πόλεως. Καὶ
ἀχθέντες ἐνώπιον αὐτοῦ καὶ τὸν Χριστὸν ὁμολογήσαντες, ἐκδίδονται τῷ Καπηλαρίῳ
Μαξίμῳ ἀποτμηθησόμενοι τὰς κεφαλάς. Ὅς, μετὰ τὴν τῶν Ἁγίων ἐκτομήν, θεασάμενος
Ἀγγέλους προπέμποντας καὶ δορυφοροῦντας τὰς ψυχὰς τῶν Μαρτύρων, ἐπίστευσε καὶ
αὐτός. Ἡ δὲ ἁγία Κικιλία, ἐν βαλανείῳ βληθεῖσα, σφοδρῶς ἐκκαέντι καὶ μὴ
συγχωρουμένη τὴν ἔξοδον, ἐπὶ τρισὶν ἡμέραις παραμείνασα, τὴν διὰ ξίφους δέχεται
τελευτὴν ἐν αὐτῷ τῷ βαλανείῳ, τοῦτο τοῦ ἐπάρχου ἀποφηναμένου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάξιμος ὁ Καπηλάριος αἰκισθείς, τελειοῦται.
Μάξιμος αἰκίζεται ὁ φρουρᾶς φύλαξ,
εὐθὺς ὑπάρξας ἐντολῶν Θεοῦ φύλαξ.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου καὶ ἑτέρου Μάρκου.
Τμηθεὶς
ξίφει Στέφανε σὺν Μάρκοις δύω,
πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ βασιλέως
καὶ Μάγνου ἡγεμόνος, ἐκ πόλεως Ἀντιοχείας τῆς Πισιδίας. Κατασχεθέντες δὲ καὶ
τὸν Χριστὸν παῤῥησίᾳ ὁμολογήσαντες καὶ πλείστας ὑποστάντες βασάνους καὶ μὴ
πεισθέντες ἀρνήσασθαι τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Προκόπιος ὁ ἐν Παλαιστίνῃ, ξίφει τελειοῦται.
Πρὸς
τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,
καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Οὗτος, ἀφιέρωσε τὴν ζωήν του εἰς ἀσκητικὴν
ὅλως καὶ ἐναγώνιον φιλοσοφίαν· ὅθεν, μὲ τὴν ἄσκησιν ταύτην καὶ τὸν ἀγῶνα
ἀπέκτησε πᾶν εἶδος ἀρετῆς. Καὶ κατήγετο μὲν ἐκ τῆς πόλεως Ἀἱλίας, ἤτοι ἐκ τῶν
Ἱεροσολύμων, διέτριβε δὲ εἰς τὴν Σκυθούπολιν προσφέρων εἰς τὴν τοῦ Θεοῦ
Ἐκκλησίαν τρεῖς ἐνταυτῷ ὑπηρεσίας, τὴν τῆς ἀναγνώσεως, τὴν μεθερμήνευσιν τῆς
Συριακῆς γλώσσης, καὶ τῆν ἀποδίωξιν τῶν δαιμόνων. Ἐπειδὴ δὲ ἀπεκαλύφθησαν τὰ
ἔνθεα αὐτοῦ κατορθώματα, ἐφέρθη εἰς τὴν Καισάρειαν, καὶ παρεκινεῖτο ὑπὸ τοῦ
ἐκεῖ Ἄρχοντος, νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, καὶ μὲ τοῦτο νὰ ὑπακούσῃ εἰς τέσσαρας
Βασιλεῖς. Τότε, ὁ Μάρτυς περιγελάσας τὸν λόγον, εἶπεν ἐκεῖνο τὸ τοῦ Ὁμήρου· Οὐκ
ἀγαθὸν πολυκοιρανίη· εἶς κοίρανος ἔστω. Εἶς Βασιλεύς, καὶ εἶς Θεός, ὁ Ποιητὴς
καὶ Δημιουργὸς τῶν ὅλων. Ταῦτα ἀκούσας ὁ Ἄρχων, ἐγένετο ὀργῆς ἔμπλεως, καὶ
καταδικάζει τὸν Ἅγιον νὰ ὑποστῇ τὸν διὰ ξίφους θάνατον. Ὁ δὲ τοῦ Χριστοῦ
Μάρτυς, εὗρεν οὕτω σύντομον τὴν ὁδὸν τὴν εἰς τοὺς Οὐρανοὺς ἄγουσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος
Μενίγνου τοῦ Κναφέως
Κάραν,
κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,
κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.
κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.
Οὗτος ὁ στεῤῥὸς ἀθλητὴς τῆς πίστεως Μένιγνος κατήγετο
ἐκ τοῦ Παρίου, κώμης κειμένης παρὰ τὸν Ἑλλήσποντον, καὶ μετήρχετο τὸ ἐπάγγελμα
τοῦ κναφέως. Κατὰ τὸν ἐπὶ Δεκίου γενόμενον διωγμὸν ὁ ἀρχῶν τοῦ τόπου διέταξε νὰ
καταδιώκωσι καὶ φονεύωσι τοὺς ὁμολογητὰς τῆς Χριστιανικῆς Πίστεως. Τότε αἱ
φυλακαὶ τοῦ Παρίου ἐπληρώθησαν Χριστιανῶν ἐλευθερωθέντων θεία δυνάμει ἔν τινι
νυκτί. Τὸ γενόμενον ἀνεστάτωσε τὴν πόλιν καὶ τοὺς δεσμοφύλακας, οἵτινες
διατρέχοντες τὰς ὀδοὺς αὐτῆς ἐβόων, ὅτι ὁ Ναζωραῖος Ἰησοῦς ἀπηλευθέρωσε τοὺς
δεσμίους. Ταῦτα ἀκούσας καὶ ὁ κναφεὺς Μένιγνος, ἐπλήσθη θείου ζήλου καὶ
ἐπιστρέψας εἰς τοὺς κατόχους τῶν τὰ πρὸς λεύκανσιν ἐνδύματα αὐτῶν, ἐῤῥίφθη εἰς
τὸ σκάμμα τῆς ἀθλήσεως. Προσῆλθεν οὗν τῷ ἄρχοντι, καθ’ ἥν ὤραν οὗτος ἀνεγίνωσκε
τὰ κατὰ τῶν Χριστιανῶν γράμματα καὶ διαρπάσας ἐποδοπάτησεν αὐτά. Διὰ τοῦτο
συλλαμβάνεται, τύπτεται, κρεμᾶται ἐπὶ ξύλου, ξέεται, ἀποκόπτεται τοὺς δακτύλους
καὶ τέλος ἀποτέμνεται τὴν κεφαλὴν τελέσας τὸν καλὸν τῆς εὐσεβείας ἀγῶνα καὶ δοξάσας
τὸ πάντιμον ὄνομα τοῦ Σωτῆρος Χριστοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ὁ Β΄, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ
τελειοῦται.
Κάλλιστος
ἐχθρὸν τὸν κάκιστον πτερνίσας,
φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὐφημία
ξίφει τελειοῦνται.
Τὴν
Εὐφημίαν σοι συνευφημεῖν ἔγνων,
σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.
σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Θαλλέλαιος καὶ
Ἄνθιμος ξίφει τελειοῦνται.
Θαλλέλαιος
Ἄνθιμος ἐκτετμημένοι,
ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.
ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθεὶς καὶ κατὰ πρανοῦς ἀφεθείς,
τελειοῦται.
Κατὰ
πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει·
φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.
φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγίος Μάρτυς Ἀγαπίων θηρσὶν ἐκδοθείς, καὶ μὴ βλαβεὶς ὑπ’ αὐτῶν
τελειοῦται· καὶ Σισίνιος Ἱερομάρτυς καὶ Ἀγάπιος,οἱ διὰ ξίφει τελειοῦνται.
Ἀπῆλθε,
θηρσὶ μὴ βλαβείς, Ἀγαπίων.
τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
Εἶχες
θύτην με, νῦν δὲ καὶ θῦμα ξένον,
ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ
Κρανίῳ,
ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Ἀββᾶ.
Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα
Ἀββάδων,
τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
Οὗτος ἦν ἐκ γένους τῶν Ἰσμαηλιτῶν·
Καταλιπὼν δὲ γονεῖς καὶ πατρίδα καὶ πλοῦτον, ἠκολούθησε Μοναχῷ τινι,
ἐνδυσάμενος τὸ μοναχικὸν σχῆμα, καὶ ἦν σὺν αὐτῷ ἐπὶ χρόνους τινάς. Εἶθ᾿ οὕτω
λαβὼν αὐτὸν ὁ ἐπιστάτης αὐτοῦ, σὺν αὐτῷ ἀπῆλθε, μαθητευθῆναι παρὰ τῷ μεγάλῳ
Εὐσεβίῳ τῷ ἀγωνιστῇ· οὗ κοιμηθέντος, ἔμεινεν οὗτος παρ᾿ αὐτῷ τῷ τόπῳ. Ὀκτὼ δὲ
καὶ τριάκοντα διατελέσας ἐκεῖσε χρόνους, ἀεὶ ἐπεκτείνετο, ὡς ἀρχὴν ἔχων.
Ὑποδήμασι μὲν οὐδέποτε τοὺς πόδας ἐκάλυψεν· ἐσθίων δὲ βραχέα καὶ ὅσα βραχεῖαν
ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖτο καὶ τὴν τοῦ ὕδατος χρείαν· σιδήρῳ δὲ τὴν
ὀσφὺν ἐζωσμένος, ἐκάθητο μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ ἡμέρας τὸ πλεῖστον ἑστηκώς,
ἢ ἐπὶ τῶν γονάτων κείμενος, τὴν τῆς εὐχῆς τῷ Δεσπότῃ λειτουργίαν προσέφερε. Τῆς
κατακλίσεως δὲ τὴν χρείαν ἀναγκαίαν ἡγεῖτο οὐδαμῶς· οὐδεὶς γὰρ αὐτόν ποτε
κατακλιθέντα ἐθεάσατο. Ἀλλὰ καὶ τοῦ χοροῦ τῶν Μοναχῶν κορυφαῖος γενόμενος καὶ
προστατεύειν λαχών, ἀρχέτυπον ἑαυτὸν τῆς φιλοσοφίας τοῖς ὑπηκόοις ἅπασιν
προΰθηκεν. Οὕτω βιούς, καὶ πλήρης ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μιχαὴλ τοῦ
Δουκὸς Τφερίας τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νέας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωσσίδος.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Ὁ διασώσας ἐν πυρί.
Ἀπὸ βλεφάρων
νυσταγμόν, Ὅσιε τῶν σῶν ἀπεσείσω, καὶ γρηγορῶν ἐν προσευχαῖς, καὶ συχναῖς
φυλακαῖς τοῦ ποιμνίου σου, λυμαντῆρας ἀπήλασας, τοῖς ἀγέλης σῆς ἁγίας μὴ
φειδομένους.
Τῶν Ἀποστόλων
τὸν χορόν, τέρποις ὡς λαμπρὸς θεηγόρος, τῶν Ἀθλοφόρων τὴν πληθύν, συμπληροῖς ὡς
χωρὶς Μάρτυς αἵματος, ἱερέων τὸν σύλλογον, συγκροτοῖς ὡς Ἱεράρχης σημειοφόρος.
Οὐκ ἀπεκρύβη
ἀπὸ σοῦ, καὶ παιδαγωγία νηπίων, ἀλλὰ καὶ ταῦτα στοιχείων, τῶν γραμμάτων τῷ τύπῳ
κατήρτιζες, πρὸς εὐσεβείαν μέλποντα· ὁ Θεὸς ὁ τῶν πατέρων, εὐλογητὸς εἶ.
Ὑλομανήσασαν
δεινοῖς, πάθεσι ψυχήν μου τρισμάκαρ, εὐκληματοῦσαν ἀγαθαῖς, ἐργασίαις ἀνάδειξον
ἄμπελον, ταῖς συχναῖς ἱκεσίαις σου, καὶ παράστησον Κυρίῳ καρποφοροῦσαν.
Θεοτοκίον.
Βουλῆς μεγάλης
τοῦ Πατρός, τέτοκε τὸν Ἄγγελον Κόρη, Ὃν ὡς Ἀγγέλων Ποιητήν, καὶ ἀνθρώπων Σωτῆρα
δοξάζομεν, ὑπερύμνητε λέγοντες· ὁ Θεὸς ὁ τῶν πατέρων, εὐλογητὸς εἶ.
Ἕτερος.
Παῖδες Ἑβραίων.
ᾌδει τὰ σὰ
μεγαλοφώνως, ἡ Ἀχρίδα προτερήματα παμμάκαρ, καὶ ὑμνεῖ σε λαμπρόν, φωστῆρα
κεκτημένη, καὶ εὐσεβείας ἔρεισμα, καὶ ψυχῶν θερμὸν προστάτην.
Στέφει
κεκόσμησαι τρισμάκαρ, ἀκηράτῳ δεξιᾶς ἐξ ζωηφόρου, καὶ χοροῖς Ἀγγέλων βοῶν
συνηριθμήθης· ὁ Θεὸς ὁ τὼν πατέρων εὐλογητὸς εἶ.
Ἴσχυσας σθένει
Θεοῦ μάκαρ, καὶ ἠφάνισας δαιμόνων κακουργίαν, ἐξελὼν ἐκ χώρας Μυσῶν αὐτοὺς καὶ
πίστιν, εἰσενεγκὼν ὀρθόδοξον, καὶ εὐσέβειαν τρισμάκαρ.
Θεοτοκίον.
Νῦν τὰ
ἀνήκουστα ἠκούσθη, ὁ ἀμήτωρ γὰρ Υἱὸς ὁ πρὸ αἰώνων, ἐκ Μητρὸς γεννᾶται ἀπάτωρ
ἐπ’ ἐσχάτων, ᾧ μελῳδοῦντες εἴπωμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η’. Χεῖρας ἐκπετάσας.
Ὅλον σεαυτὸν ἐρωτικῶς, τοῖς
ὑπὲρ νοῦν ἀγαθοῖς, Πάτερ προσήλωσας· ὅθεν παρέβλεψας ἅπαντα, τὰ ὁρώμενα ὡς
πρόσκαιρα, καὶ ὑπὲρ τᾶυτα τὴν ζωὴν τὴν σὴν ἐτήρησας, καὶ ὡράθης ὄντως δοχεῖον
τοῦ Πνεύματος.
Ὕδωρ ἐπεπόθεις, ζωηρὸν
διψῶσα πάνσοφε, καθάπερ ἔλαφος· ὅθεν πιὼν εὐθὺς γέγονας, ποταμῶν πηγὴ ἀκένωτος,
δογμάτων θείων καὶ σεπτῶν, καὶ θαυμασίων συχνῶν, τοῖς βοῶσι· πάντα τὰ ἔργα
ὑμνεῖτε τὸν Κύριον.
Λιμὴν θαλαττεύουσιν ἡμῖν,
ἐν τῷ πελάγει γενοῦ, τῶν ἐν τῷ βίῳ δεινῶν, καὶ καταπράϋνον Ὅσιε, πειρασμῶν
νόσων καὶ θλίψεων, καὶ συμφορῶν παντοδαπῶν, ἄγρια κύματα, τοῖς προστάτην καὶ
βοηθὸν καλοῦσί σε πάντοτε.
Γέρας ἐκομίσω τῶν μακρῶν,
ὑπὲρ τοῦ Πνεύματος Ὅσιε κόπων σου, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἐκ Πατρὸς γὰρ ἐκπορεύεσθαι,
καὶ ἐν Υἱῷ θεοπρεπῶς ἐπαναπαύεσθαι, δογμάτων πάσας βεβήλους ἐνστάσεις ἀπώλεσας.
Θεοτοκίον.
Αἴγλῃ τῶν θερμῶν Σου
πρεσβειῶν, τὴν σκοτισθεῖσάν μου ψυχὴν τοῖς πάθεσι, θεοχαρίτωτε λάμπρυνον, καὶ
φωτὶ τῆς μετανοίας με, φωτὸς υἱὸν τοῦ νοητοῦ,δεῖξον κραυγάζοντα· εὐλογεῖτε
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Ἐν Ἐκκλησίᾳ Ὅσιε,
πρωτοτόκων ἐσκήνωσας, ἔνθα μυριάδες Ἀσωμάτων Τάξεων, Ἁγίων Μαρτύρων τε,
χοροστασίαι καὶ Προφητῶν, καὶ τῶν Ἀποστόλων, τὸ περίδοξον στίφος, καὶ πάντων
τῶν Ὁσίων, ἀνυμνούντων ἀπαύστως· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ξύλον ζωῆς τὸν Κύριον,
πεφυτευκὼς παρ’ ὕδασιν, τῆς ἡγιασμένης σου ψυχῆς παράδεισον, εἰργάσω πανίερε,
τὴν σὴν καρδίαν ἔχοντα, τέρψιν θυμηδίαν, καὶ καρποὺς ἀειζώους, ὧνπερ νῦν
ἐμφορεῖσθαι, καὶ ἡμᾶς μὴ ἐλλίπῃς, Θεὸν καθικετέτων, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ νουνεχῶς τοῖς λόγοις
σου, καὶ ταῖς διδασκαλίαις σου, Πάτερ ὁμιλοῦντες ὠφελείας δρέπονται, ψυχῆς τε
κατάστασιν, καὶ ἀρετῶν εὐπρέπειαν, καὶ τὴν τῶν ἠθῶν σεμνήν τε ἀγλαΐαν, καὶ
μέλπουσι συμφώνως· ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἁγιωτέρα γέγονας, τῶν ἁγίων
Δυνάμεων, ὅτι τὸν αὐταῖς ἀχώρητον ἐχώρησας, ἐν μήτρᾳ Σου πάναγνε, καὶ σωτηρίαν
πᾶσι βροτοῖς, ἤνθησας τεκοῦσα τὸν σωτῆρα τοῦ κόσμου, ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς
ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος.
Ῥήματα ζωῆς αἰωνίου,
ἐναποθέμενος τρισμάκαρ, τῇ ἱερωτάτῃ σου ποίμνῃ, καὶ καταρτίσας ταύτην τοῖς
δόγμασι, τῆς εὐσεβείας ἔδραμες, πρὸς τὰ οὐράνια σκηνώματα.
Ἵνα τῆς ἀμείνονος δόξης,
ἀξιωθῇς ἐν τοῖς ὑψίστοις, βίον ἐπὶ γῆς ἐπεδείξω, δουλοπαθείας πάσης ἐλεύθερον·
ὅθεν καὶ κλῆρον ἔσχηκας, τῆς ἐλευθέρας μητροπόλεως.
Ἄνω σε τρισμάκαρ εὐφραίνει,
τῶν πρωτοτόκων Ἐκκλησία, κάτω σε δοξάζει θαυμάτων, λαμπρῶς ἡ χάρις ἥν σοι
παρέσχητο, Θεὸς ὁ δοξαζόμενος, ἐν τοῖς Ἁγίοις Αὐτοῦ πάντοτε.
Σὲ τὸν τοῦ Χριστοῦ
Ἱεράρχην, τῆς Ἐκκλησίας τὸν λαμπτῆρα, Κλήμη θεοφόρε τιμῶντες, φωναῖς ᾀσμάτων
καθικετεύομεν, μὴ ἐπιλάθῃ Ὅσιε, τῶν ἱκετῶν σου τῆς δεήσεως.
Θεοτοκίον.
Στόματι ψυχῇ καὶ καρδίᾳ, τοὺς
Θεοτόκον Σε κυρίως καθομολογοῦντας Παρθένε, κινδύνων ῥῦσαι καὶ πάσης θλίψεως,
ὡς παῤῥρησίαν ἔχουσα, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα Κύριον.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Μυρίζει σου ἡ θήκη
περιφανῶς, τῶν θαυμάτων κρουνοὺς ἀναβλύζουσα, ποταμηδόν, πᾶσί τε προχέουσα
δαψιλῶς, τὴν θεραπείαν Ἅγιε, ἣν περικυκλοῦντες περιχαρῶς, ψαλμοῖς σε
ἀνυμνοῦμεν, φωναῖς ἀκαταπαύστοις, καὶ μεγαλύνομεν γηθόμενοι.
Ἐφέστηκεν ὁ οἶκός σου
εὐπρεπής, ὡς καλῶς ὡς Κυρίου ἀνάκτορον, ἐν ᾧ αὐτός, ἔτι περιὼν νάματα ἤδη τῶν
διδαχῶν σου ἔχεες, καὶ ψυχὰς ἀνίκμους τε καὶ ξηράς, ἐπότισας θεόφρον, ἐκ λάκκου
κατωτάτου, καὶ ἀγνωσίαν ἐξαιρούμενος.
Λαῷ σου τούτῳ Πάτερ, ὃν ἐν
Χριστῷ, ἐν τῷ Εὐαγγελίῳ γεγέννηκας, νῦν εὐμενής, ἄνωθεν καὶ ἵλεως καταπτάς,
ἐμφάνηθι θεσπέσιε, τρόποις οἷς ἐπίστασαι νοερῶς, καὶ τὰς ὀδυνωμένας, ψυχὰς ἡμῶν
παμμάκαρ, ἐπισκιάσει θείᾳ κούφισον.
Ποιμὴν ὡς ὄντως θείοις ἐν
τοῖς λοιποῖς, διδασκάλοις ἡμῶν φοιτηταῖς, καὶ σοῖς ἅμα αὐτῷ, τῷ μυσταγωγῷ ἡμῶν
τῷ κλεινῷ, Κυρίλλῳ τῷ θεόφρονι, τῇ ἀρχικωτάτῃ καὶ φωταυγεῖ, Τριάδι παρεστῶτες,
αὐτὴν ἡμῖν πρεσβείαις, ἐξευμενίζετε μακάριοι.
Θεοτοκίον.
Ὡράθης ὦ Παρθένε Μήτηρ
Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν
ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα
νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡλίου
δίκην φαιδρύνας, τὴν Ἐκκλησίαν σου σοφέ, θαυμάτων πέμπων ἀκτῖνας, εἰς πᾶσαν τὴν
οἰκουμένην, Κλήμη πανίερε Πάτερ, ἀρχιερέων τὸ κλέος.
Καὶ
τὸ τῆς Ἑορτῆς. Γυναῖκες ἀκουτίσθητε.
Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ
ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς
ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Κλήμη,
θεόφρον Πατὴρ ἡμῶν, δι’ ἐγκρατείας παθῶν, καὶ συντόνου ἀσκήσεως, τὸν νοῦν
ἀνεπτέρωσας, πρὸς μετάρσιον ἔρωτα, φωτὸς τοῦ θείου τυχεῖν γλιχόμενος, καὶ τῆς
ἐκεῖθεν, μακαριότητος, ὧν τῆς λαμπρότητος, ἐν μεθέξει γέγονας παρεστηκώς, θρόνῳ
τοῦ παντάνακτος, καὶ Βασιλέως Χριστοῦ. (Δίς)
Λαὸν
Κυρίου ἐποίμανας, ἱεραρχίας στολήν, ἐκ Θεοῦ κομισάμενος, καὶ ποιμὴν γενόμενος,
τῆς Ἀρχίδος θεσπέσιε, πᾶσαν Μυσίαν πρὸς θεοσέβειαν, ἐνθέοις λόγοις, καὶ ἐν
διδάγμασι, καὶ ἐπιδείξεσι, τῶν θαυμάτων ἔνδοξε μεταγαγών· ὅθεν τὴν πανίερον,
μνήμην σου σέβομεν.
Ἡλίου
πλέον ἀνέτειλας, ἀπὸ δυσμῶν φωταυγής, τὰς ἀκτῖνας τῶν λόγων σου, ἐπιπέμπων
Ὅσιε, καὶ φωτίζων τὰ πέρατα, τῆς οἰκουμένης πύργος ἀκλόνητος, τῆς Ἐκκλησίας καὶ
στῦλος ἄσειστος, Κλήμη μακάριε, χρηματίσας ἔτρεψας αἱρετικῶν, ἅπασαν ἑλέπολιν,
βολαῖς τῶν λόγων σου.
Δόξα.
Ἦχος πλ. β΄.
Τῷ
τῶν ἀρετῶν τιθηνάμενος γάλακτι, ἐπὶ τὴν ἀκρώρειαν ἔφθασας Πάτερ τῶν ἀρετῶν,
ἀγάπης γὰρ ππυρποληθεὶς τῷ γλυκεῖ καύσωνι, ἐγκρατείας κανὼν καὶ πραότητος
ἐχρημάτισας, ἐλέους δὲ πηγή, καὶ συμπαθείας γενόμενος ἄβυσσος, τὸ δυσῶδες τῶν
παθῶν ἀπημαύρωσας, ἀλλ’ ὀξυτάτη βοήθεια, καὶ ταχεῖα ἀντίληψις, τῶν πιστῶς σε
προσκαλουμένων, κοσμοπόθητε Κλήμη Πατὴρ ἡμῶν, πάρεσο καὶ νῦν τῷ πνεύματι, καὶ
τῆς τυραννούσης ἡμᾶς ἁμαρτίας διαφύλαξον καὶ σῶσον, ὡς πολλὴν παῤῥησίαν ἔχων
πρὸς Κύριον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν,
καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς
ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ
Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε,
τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν
ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην,
καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ
Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου