ΝΟΕΜΒΡΙΟΣ ΙΔ΄!!
ΓΡΗΓΟΡΙΟΣ ΠΑΛΑΜΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τὴν
μακαρίαν ἐν κόσμῳ ζωὴν διήνυσας· καὶ νῦν τῶν μακαρίων, συνευφραίνῃ τοῖς δήμοις,
καὶ γῆν τὴν τῶν πραέων ὡς πρᾶος οἰκεῖς, Ἱεράρχα Γρηγόριε, χάριν θαυμάτων
πλουτεῖς δὲ παρὰ Θεοῦ, ἣν παρέχεις τοῖς τιμῶσί σε. (Δίς)
Ὀρθοδοξίας
τὰ δόγματα κατεφύτευσας, κακοδοξίας μάκαρ, ἐκτεμὼν τὰς ἀκάνθας, καὶ πίστεως τὸν
σπόρον πληθύνας καλῶς, τῇ ἐπομβρίᾳ τῶν λόγων σου, ἑκατοστεύοντα στάχυν ὡς
πρακτικός, γεωργὸς Θεῷ προσήνεγκας.
Τὴν
τοῦ ἀμέμπτου σου βίου μάκαρ λαμπρότητα, ἐθαύμασαν Ἀγγέλων, καὶ ἀνθρώπων οἱ
δῆμοι, καὶ γὰρ τῇ προαιρέσει στεῤῥὸς Ἀθλητής, καὶ ἀσκητὴς ἀναδέδειξαι, καὶ
ἱεράρχης καὶ ἄξιος λειτουργός, τοῦ Θεοῦ φίλος γνήσιος.
Δόξα.
Ἦχος β΄.
Εἰς
τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Γρηγόριε Πάτερ σοφέ, Χριστὸς ὁ Θεός,
ἀξίως ὑπεδέξατο. Σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, μίαν θεότητα ταύτην
ἀνυμνήσας τρανῶς, ἐνεργὸν θελητικήν, κατὰ φύσιν μόνην παντοδύναμον, μιμούμενος
τῶν Ἀποστόλων καὶ Πατέρων, τὴν ἐν τῷ κόσμῳ διδασκαλίαν. Τῶν θαυμάτων ὅθεν σοι
τὴν ἐνέργειαν, Χριστὸς νῦν δωρεῖται, βεβαιῶν σου τοὺς λόγους. Διό σου σήμερον,
ἀνυμνοῦντες τὴν μετάστασιν, ὀρθοδόξως δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Στήλην
σε ἱεράν, πίστεως ὀρθοδόξου, ἔγνωμεν Ἱεράρχα, δι’ ἧς αἱρετιζόντων, ἐκτρέπομεν
τὰς φάλαγγας.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Κόσμου
ἀποῤῥαγείς, Θεῷ ἡνώθης μάκαρ· διὸ δοχεῖον ὤφθης, ἄξιον Ἱεράρχα, τοῦ Παναγίου
Πνεύματος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Αἴγυπτον
τῶν παθῶν, κατέλιπες καὶ ὕψος, πρὸς ἀπαθείας ἤρθης, ἔνθα Θεῷ ὡμίλεις, ὡς
καθαρὸς Γρηγόριε.
Δόξα.
Ἦχος δ΄.
Τὸν
λόγχαις κατατρώσαντα, τῆς δυσσεβείας δεινοὺς προστάτας, θεοπνεύστων λογίων, δι’
ὧν ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ σωτηρίας νάματα, Γρηγόριον ὑμνήσωμεν, τὸν
σοφώτατον ἐν διδαχαῖς, καὶ θεολόγον λαμπρότατον, τὸν ἀναίμακτον τελέσαντα,
ὁμολογίας τὸν δρόμον, καὶ θαύμασι στηρίζοντα πᾶσαν τὴν Ἐκκλησίαν, τὸν ζηλωτὴν
Ἀποστόλων, καὶ τῶν Πατέρων σύνδρομον, τῶν διαφόρων κινδύνων αἱρέσεων δεινῶν,
τὴν Χριστοῦ θείαν ποίμνην ἐξελόμενον. Οὗ καὶ τὴν ἐτήσιον μνήμην νῦν ἄγοντες,
δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν δι’ αὐτοῦ τὴν εὐσεβῆ πίστιν βεβαιώσαντα.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς
οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Γρηγόριε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ
Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ὅμοιον.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν
Μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς χάριτος,
ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας
ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν
ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν λαμπάδα τὴν ἄσβεστον, τὸν πυρσὸν
τὸν ἀκοίμητον, ἐν θαλάσσῃ πλέουσι, τὸν σωτήριον, καὶ γαληνὸν καὶ ἀκύμαντον,
λιμένα τῆς Χάριτος, συνελθόντες ἐν ᾠδαῖς, ἐπαξίως ὑμνοῦμέν σε, ἱκετεύοντες,
νοητοῦ κλυδωνίου ἐκλυτροῦσθαι, σαῖς εὐχαῖς τὴν Ἐκκλησίαν, ἧς ἀνδρικῶς
προηγώνισαι.
Τὴν φωνὴν τὴν τοῦ Λόγου σε, τὴν πνοὴν
τὴν τοῦ Πνεύματος, τὴν πυρίνην γλῶττάν τε, τὴν ἀκάματον, θεολογίας Γρηγόριε, τὴν
ὕλην τὴν βέβηλον, τῶν αἱρέσεων λαμπρῶς, ἐκτεφρώσασα χάριτι· ἱκετεύομεν, ἐναντίων
δογμάτων ἐπηρείας, λυτρωθῆναι ταῖς εὐχαῖς σου, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.
Ἐν ἀσκήσει τὸ πρότερον, ἡσυχίᾳ τε
λάμψαντα, καὶ γραφῶν τὸ δύσληπτον, καὶ βαθύτατον, μετὰ τοῦ Πνεύματος βλέψαντα,
Χριστὸς τῇ λυχνίᾳ σε, ἐπιτίθησι λαμπρῶς, Ἐκκλησίας Γρηγόριε, κόσμον ἅπαντα,
καταστράπτοντα Πάτερ τοῖς σοῖς λόγοις, καὶ θαυμάτων τῇ δυνάμει, τοὺς ἀστηρίκτους
στηρίζοντα.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, συγκαλεῖται ἡμᾶς, τοῦ Ἱεράρχου
ἡ πανένδοξος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, συμφώνως ὑμνήσωμεν, τὴν μνήμην αὐτοῦ
λέγοντες· χαίροις, ὁ τὸν χιτῶνα τῆς ἀσεβείας, διαῤῥήξας διὰ τῆς πίστεως, τὴν δὲ
στολὴν τὴν τοῦ Πνεύματος, περιθεὶς τοῖς πιστεύουσι· χαίροις, ὁ καταργήσας, τῶν
κακοδόξων τὰς πανουργίας, τῇ ἰσχύϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ μόνου Θεοῦ·
χαίροις, ὁ τῇ νεκρώσει τῶν μελῶν, τὸ μακάριον πάθος ἀσκητικῶς, ἡμῖν
διαζωγραφήσας τοῦ Χριστοῦ· Ὃν καθικέτευε, διδασκάλων καλλώπισμα Γρηγόριε,
λυτρωθῆναι ἡμᾶς αἰσθητῶν, καὶ νοουμένων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ
τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,
νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ
γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου,
ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ
σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου
οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ
καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι
χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται
σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία
Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ
γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν
οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς
ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς
εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ
κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα
νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι
τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν
ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι
αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου
δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ
Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε
τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς
ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας
ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ
ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα
νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη
φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ
πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς
θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν
αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν
ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια,
καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς
ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς.
Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ
ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ
ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις
ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν
Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν.
Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ
ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν
ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ
λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ
ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν
ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ
ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ
κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος,
ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ
παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου
χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
Λιτή.
Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ πόλις Θεσσαλονίκη, ἀγάλλου τὰς ἔγγιστα καὶ πόῤῥω συγκαλοῦσα, Γρηγόριον
τὸν πανένδοξον, καὶ σοφὸν διδάσκαλον τῆς ἀληθείας, ἐν κόλποις κατέχουσα, ὡς
θησαυρὸν ἀνώλεθρον. Χαρισμάτων τῶν αὐτοῦ νῦν κατατρύφα, καὶ βλέπε
δραπετεύουσαν, νοσημάτων τὴν λύμην, καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε
δόξα Σοι.
Ἦχος
β΄.
Εἴληφας
Ἱεράρχα, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα,
καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης, καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς
προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους. Πρέσβευε Γρηγόριε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Χριστὸν
εἰσοκισάμενος ἐν τῇ ψυχῇ σου, διὰ τῆς καθαρᾶς πολιτείας, τὴν πηγὴν τῆς ζωῆς,
ἱεροφάντα Γρηγόριε, ποταμοὺς ἀνέβλυσας, δογμάτων εὐσεβῶν τῇ οἰκουμένῃ, ἐξ ὧν
ποτιζόμενος, ὁ πιστὸς τῆς Ἐκκλησίας λαός, καρπὸν χειλών, ὁμολογούντων τὴν χάριν
προσφέρει, τῷ δοξάσαντι τὴν μνήμην σου, εἰς αίῶνα αἰῶνος.
Δόξα.
Ἦχος δ΄.
Γέγονας
Γρηγόριε, θεόπνευστον ὄργανον, δι’ οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε. Τῇ
εὐσήμῳ γὰρ βοῇ, διέδραμε τὴν σύμπασαν, ὁ φθόγγος τῆς διδασκαλίας σου, καὶ
μιμητὴς γενόμενος, τῶν Ἀποστόλων Ὅσιε, τὸν χῶρον κατέλαβες ἐκεῖνον, ὃν
ἐπόθησας. Πρέσβευε τῷ Κυρίῳ παμμακάριστε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν
Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε
Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῆς εὐσεβείας φωστήρ, τῆς Ἐκκλησίας ὁ λαμπρὸς Πάτερ ἥλιος, τὸ κλέος τῶν
μοναζόντων, τῆς ἡσυχίας κανών, ὁ τῆς θεωρίας καὶ τῆς πράξεως, διδάσκαλος
ἄριστος, Ἱεράρχα Γρηγόριε, τὸ τῆς σοφίας, καὶ τῆς γνώσεως τέμενος, λόγων σκήνωμα,
τῶν ἐντὸς καὶ τῶν θύραθεν, ὄργανον τὸ τοῦ Πνεύματος, ψαλτήριον ἔμψυχον, στόμα
Κυρίου ἐξάγον, ἐξ ἀναξίου τὸν ἄξιον. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν
δυσώπει, τὸ μέγα ἔλεος.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Χαίροις,
ὁ ὑψηλότατος νοῦς, ὁ θεωρὸς τῶν μυστηρίων τοῦ Πνεύματος, τὸ σκεῦος τῶν
χαρισμάτων, ἡ φωτοφόρος λαμπάς, ἀστραπῆς τῆς θείας καὶ ἐλλάμψεως, ἀγάπης τὸ
κράτιστον, καὶ σεπτὸν ἐνδιαίτημα, ὁ πρᾶος ὄντως, καὶ ἁπλοῦς τε καὶ ἄκακος, ἡ
ἀνάπτυξις, τῶν Γραφῶν καὶ σαφήνεια, θάλασσα νοημάτων τε, τῶν θείων Γρηγόριε,
πέλαγος ἔνθεον λόγου, διδασκαλίας ἀκένωτον. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς
ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις,
θεολογίας βυθός, Ὀρθοδοξίας ὁ κανὼν ὁ εὐθύτατος, Τριάδος τὴν μίαν Φύσιν, ὁ
καταγγείλας τρανῶς, ἐν μιᾷ θελήσει ἐνεργείᾳ τε, ἁπλῆν τὴν Θεότητα, παντοδύναμον
ἄκτιστον, ὁ καταισχύνας, τοὺς τὴν χάριν τοῦ Πνεύματος, καὶ τὴν ἄχρονον,
ἀθετήσαντας θέωσιν, στόμα τῶν θεολόγων, Ἱεράρχα Γρηγόριε, δόξα Πατέρων ἐνθέων,
καὶ κοινωνέ τε καὶ σύμψηφε, φωστὴρ Ἐκκλησίας, ὁ δωρούμενος εὐχαῖς σου, τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἔχει
μὲν ἡ οὐρανία σου ψυχὴ καὶ ἄμωμος, πανάριστε Γρηγόριε, τὴν οὐράνιον Ἱερουσαλήμ,
σκηνὴν καὶ τέμενος, ἧς τὰ τείχη, ἐν ταῖς ἀΰλοις χερσί, τοῦ ἀοράτου Θεοῦ
ἐζωγράφηται· ἔχει δέ, καὶ τὸ σεβάσμιον καὶ καρτερικώτατόν σου σῶμα, τῆς σοφίας
Θεοῦ τὸν ναὸν ἐπὶ γῆς, ταμεῖον ἄσυλον θαυμάτων, χαρισμάτων ἄλλον παράδεισον,
ἔνθα προστρέχοντες, τὰ ἰάματα καρπούμεθα. Φρούρησον δεόμεθα, τὴν σοὶ προσφιλῆ
ταύτην πόλιν, ἐξ αἱρέσεων λύμης πονηρῶν, παῤῥησίαν ὡς ἔχων πρὸς Χριστὸν, τὸν σὲ
δοξάσαντα.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς
οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Γρηγόριε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ
Πνεύματος· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ὅμοιον.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν
Μοναστῶν ἡ καλλονή, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργέ, Θεσσαλονίκης τὸ καύχημα, κῆρυξ τῆς χάριτος,
ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου,
καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας
ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον,
δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν
ἀπεγνωσμένον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
θεῖον τοῦ Χριστοῦ, Ἱεράρχην ὑμνοῦμεν, τὸν στῦλον τοῦ πυρός, τοῦ φωτὸς τὴν
νεφέλην, ἐν Πνεύματι προάγοντα, Ἰσραὴλ νέον σήμερον, καὶ εἰσάγοντα, εἰς νοητὴν
γῆν εἰρήνης, τὴν μητρόπολιν, τῶν ἐν Χριστῷ πρωτοτόκων, τὸν μέγαν Γρηγόριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐσκήνωσεν
ἐν Σοί, τῆς Θεότητος ὅλον, τὸ πλήρωμα ἁγνή, ὡς ὁ Παῦλος προέφη, καὶ πᾶσαν
ἐθεούργησε, τῶν βροτῶν φύσιν Δέσποινα· Σὺ δὲ γέγονας, ἀρχὴ τῆς χάριτος ταύτης,
καὶ σωτήριος, χειραγωγὸς τῶν ἐν πίστει, καὶ πόθῳ τιμώντων Σε.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Λουσάμενος
καλῶς, σῶν δακρύων τοῖς ῥείθροις, τὸ Πνεῦμα νοητῶς, ὑπεδέξω τὸ θεῖον, καὶ
Χάριτος θεσπέσιε, κοινωνὸς ἐχρημάτισας, καὶ θεώσεως, τῆς ὑπὲρ φύσιν καὶ λόγον,
ἣν ἐκύρηξας, ἄκτιστον πᾶσι καὶ μίαν, θεόφρον Γρηγόριε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Φωτὸς
τοῦ νοητοῦ, τὸ λαμπρότατον σκεῦος, τὸ σκότος τῆς ἐμῆς, λῦσον Κόρη καρδίας,
παθῶν τε τὸν βαρύτατον, ἄχθος δέομαι κούφισον, ὁδηγοῦσά με, πρὸς μετανοίας τὰς
τρίβους, καὶ τοῦ μέλλοντος, καταξιοῦσα φωτός με, πανάμωμε Δέσποινα.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀποστὰς
τῶν ῥεόντων Πάτερ σοφέ, βασιλείων καὶ φίλων καὶ συγγενῶν, ἐκτήσω τὰ μένοντα,
καὶ ἑστῶτα μακάριε, καὶ οἰκίαν πᾶσαν, καὶ γένος προσήγαγες, τῷ Δεσπότῃ πάντων,
σεπτὸν ὁλοκάρπωμα. Ὧν καὶ καθηγήσω, τὴν ψυχὴν ἁγιάσας, καὶ νοῦν σὺν τῷ σώματι,
τῷ Κυρίῳ Γρηγόριε, θεωρίᾳ καὶ πράξει τε, πρέσβευε αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
σαρκός Σου φορέσας ὡς ἀγαθός, τὴν μορφὴν ὁ Δεσπότης τὴν δουλικήν, ἐθέωσε
Δέσποινα, ἑνωθεὶς καθ’ ὑπόστασιν, καὶ τὴν φύσιν πᾶσαν, πληρώσας τοῦ Πνεύματος,
τῶν Ἁγίων δήμους, εἰργάσατο χάριτι· ὅθεν τὴν αἰτίαν, τῶν ἀῤῥήτων πραγμάτων, καὶ
πρώτην τοῦ Πνεύματος, πληρωθεῖσαν ὑμνοῦντές Σε, ἐκ καρδίᾳς βοῶμένΣοι· χαῖρε
σωτηρίας ἀρχηγέ, τῶν πταισμάτων χαῖρε ἡ λύτρωσις, τῶν προσκυνούντων ἐν πίστει,
τὸν Τόκον Σου ἄχραντε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη
ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς τοῦ Χριστοῦ
Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ
Θεότητι.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Τῶν θεολόγων συνῳδὸν ὑμνῶ τῶν μεγάλων.
Φιλόθεος.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν θεολόγων
τῶν τριῶν τὸν σύμπνουν τε, καὶ συνῳδόν σε καὶ νῦν, ἀνευφημεῖν Πάτερ, ἐν ᾠδαῖς
προθέμενος, τὴν τῆς Τριάδος ἔμπνευσιν δι’ ὑμῶν ἐξαιτοῦμαι, καὶ λόγον ὃν
συνεπνεύσατε, μάκαρ Ἱεράρχα Γρηγόριε.
Ὡς θεολόγοι
καὶ σοφοὶ καὶ ῥήτορες, καὶ συγγραφεῖς ἱεροί, τῶν ἱερῶν λόγων, καὶ δογμάτων ἄριστοι,
τρεῖς θεοφόροι κήρυκες, τὸν κλεινὸν ὑμῶν μύστην, καὶ συνῳδὸν καὶ ὁμώνυμον, ὕμνων
κοινωνὸν καὶ νῦν ἔχετε.
Νόμους
φιλίας καὶ θεσμοὺς τοὺς ἄνωθεν, τετιμηκότες καλῶς, οἱ τρεῖς Θεοῦ λόγῳ, προσφυῶς
ἡρμόσθητε, Χριστὸν ἐν μέσῳ φέροντες, ὡς ἐκεῖνος προέφη, νῦν δὲ πλουτεῖτε καὶ
τέταρτον, ὄντως συμφυᾶ καὶ ὁμότροπον.
Θεολογίας τῆς
σεπτῆς τὰς σάλπιγγας, τὰς τῆς Τριάδος φωνάς, τὰς ἱερὰς μούσας, ἱερῶς ὑμνήσωμεν·
Βασίλειον Γρηγόριον, Ἰωάννην τὸν μέγαν, σὺν Γρηγορίῳ τῷ πνεύσατι, χάριν σὺν αὐτοῖς
τὴν τοῦ Πνεύματος.
Θεοτοκίον.
Φίλοι σοφίας
γεγονότες ἔνθεοι, ἐνυποστάτου Θεοῦ, καὶ ἱερὸς οἶκος, τὸν ναὸν τὸν ἔμψυχον, ὃν ἑαυτῷ
ἐδείματο, τὴν Παρθένον τοῖς λόγοις, ὡς Θεοτόκον ἐκήρυξαν, κόσμῳ τὰ τῆς χάριτος ὄργανα.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς:
Στάθμην ἀνυμνῶ δογμάτων τῶν ἐνθέων.
Φιλόθεος.
ᾨδὴ
α’. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Σὺ τῶν χαρισμάτων τῇ πηγῇ,
καὶ τῇ σοφίᾳ τοῦ Πνεύματος ἔνδοξε, στόμα καὶ διάνοιαν, ὑποβαλὼν χάριτος ὤφθης
πέλαγος, οὗ σταγόνα Πάτερ, κἀμοὶ παράσχου ὑμνοῦντί σε.
Τύπος καὶ κανὼν ὑπερφυής,
μοναδικῆς πολιτείας σὺ γέγονας, στόμα θεολόγων τε, Ἱεραρχῶν καὶ διδασκάλων
ἔνθεον· ὅθεν συνελθόντες, ὁμοῦ τὸν ὕμνον σοὶ πλέκουσιν.
Ἄλλος ὤφθης Πάτερ ἐκ
γαστρός, Ἱερεμίας γνωστὸς τῷ ποιήσαντι, ὅλος ἀνακείμενος, ἡγιασμένος ὅλος
θεοφόρος τε· ὅθεν σου τὸ στόμα, Θεοῦ τοὺς λόγους ἐδέξατο.
Θρόνῳ παρεστὼς τῷ τοῦ Θεοῦ,
σὺν τοῖς Ἀγγέλοις θεόπτα Γρηγόριε, αἴγλης ἀπολαύων τε, νῦν ἐμφανῶς τῆς
ἀπροσίτου πρέσβευε, σκότους ἁμαρτίας, ἡμᾶς λυθῆναι δεόμεθα.
Θεοτοκίον.
Φῶς τὸ ἀνατεῖλα ἐκ τῆς Σῆς,
Θεογεννῆτορ νηδύος θεάσασθαι, ποθῶν ὁ Γρηγόριος, Σὲ πρεσβευτὴν καὶ συνεργὸν
προβάλλεται, καὶ τῆς ποθουμένης, ἐκ Σοῦ τετύχηκε χάριτος.
ᾨδὴ
γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐπὶ τὴν πέτραν σὲ Χριστέ,
θεολογίας τὸν πύργον, ἐδομήσαντο οἱ τρεῖς σου τεχνῖται, τῶν πνεύματων
προσβολαῖς, τῶν ἐναντίων ἄσειστον· ὅθεν τοὺς πολεμίους, ἑστὼς Γρηγόριος
ἔτρεψεν.
Ὁ θεολόγος ὁ στεῤῥός, ὁ τῆς
σοφίας ὁπλίτης, ὡς βολίσιν ἀστραπῶν κεχρημένος, πετροβόλοις τε στεῤῥοῖς, τοῖς
τῶν Πατέρων δόγμασιν, αἱρετικῶν γενναίως, συντρίβει λόγοις τὰς φάλαγγας.
Λόγῳ Θεοῦ τὸ νοητόν, ὡς
διανοίξαντες στόμα, ἐφειλκύσαντο τὸ Πνεῦμα τὸ θεῖον, τῆς Τριάδος οἱ λαμπροί,
τρεῖς θεοφόροι κήρυκες· οἷσπερ σοφὲ συμπνεύσας, πολυθεΐαν ἐλίκμησας.
Οἱ λογικοὶ νῦν οὐρανοί, τῆς
τοῦ Χριστοῦ Ἐκκλησίας, οἱ τὴν δόξαν διηγούμενοι τούτου, θείας δόξης κοινωνούς,
θεῖοι Πατέρες δείξατε, τοὺς τὴν ὑμῶν ἐνδόξως, μνήμην τελοῦντας τὴν ἔνδοξον.
Θεοτοκίον.
Ἰδεῖν τὴν δόξαν Σου τρανῶς,
οἱ θεολόγοι Παρθένε, παρεσκεύασαν ἀνθρώπους τοῖς λόγοις, τὸ μυστήριον τοῦ Σοῦ,
Τόκου λαμπρῶς κηρύξαντες· ὃν ταῖς εὐχαῖς ἐκείνων, ἵλεων πᾶσιν ἀπέργασαι.
Ἕτερος.
Ὁ μόνος εἰδώς.
Μωρίαν σοφὲ τὴν κοσμικήν,
σοφίαν ἡγησάμενος, τὴν τοῦ Σταυροῦ μωρίαν ἠγάπησας, καὶ τοῦτον ἄρας ἐπ’ ὤμων
ἔδειξας, ὡς ὁ Παῦλος ἔφησε, τὸ μωρίας πρόσχημα, τῆς τοῦ κόσμου σοφίας
ὑπέρτερον.
Ἠγάπησας Πάτερ ἐκ ψυχῆς,
πτωχείαν καὶ ταπείνωσιν, καὶ τὸ λιτὸν τοῦ βίου καὶ ἄσκευον, ἀνθρώπους φεύγων
ὅθεν ἐδίωκες, τὰς ἐρήμους πάντοτε, εἰς ὀσμὴν τῶν μύρων σου, Χριστῷ κράζων
δραμοῦμαι ὀπίσω σου.
Νεκρώσας σοφὲ τὸν παλαιόν,
φθειρόμενόν τε ἄνθρωπον, δι’ ἐγκρατείας πάσης καὶ νήψεως, πηγαῖς δακρύων καινῶς
λουσάμενος, διὰ βίου εἴληφας, τὸ ἀρχαῖον κάλλος σου, ἐν Χριστῷ τὸν καινὸν
ἐνδυσάμενος.
Αἰνέσωμεν πλήθη μοναστῶν,
μιγάδων τε συστήματα, σὺν ἱερεῦσι πᾶσιν οἱ τρόφιμοι, μουσῶν καὶ λόγων ἐνθέων
σήμερον, τὸν κοινὸν διδάσκαλον, τὸν ἡμᾶς κοσμήσαντα, πράγμασί τε καὶ λόγοις
Γρηγόριον.
Θεοτοκίον.
Ἰδὼν ἣν ἐπόθησας αὐγήν, τοῦ
Πνεύματος Γρηγόριε, τῇ προστασίᾳ τῆς Θεομήτορος, τρανῶς τε ταύτῃ νῦν
ἐλλαμπόμενος, ταύτην καθικέτευε, σκότους τῶν παθῶν ἡμᾶς, ἀπαλλάξαι φωτὶ τῷ τῆς
χάριτος.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐγκρατείᾳ
καὶ νήψει καὶ προσευχῇ, παρθενίᾳ πτωχείᾳ καὶ τῷ καινῷ, λουτῆρι Γρηγόριε, τῶν
δακρύων καθάρας σου, τὴν καρδίαν ὅλος, μετάρσιος γέγονας, καὶ Χριστῷ συνήφθης,
ἓν πνεῦμα γενόμενος· ὅθεν ὡς ὁ Παῦλος, τῶν ἀῤῥήτων ἀκούσας, καὶ σκεῦος
γενόμενος, ἐκλογῆς σὺ ἐβάστασας, τοῦ Κυρίου τὸ ὄνομα, ἄκτιστον κηρύξας τρανῶς,
καὶ ἁπλῆν καὶ μίαν Θεότητα, ἣν πρεσβεύων μὴ παύσῃ, σωθῆναι τὴν ποίμνην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ
τὸ πρὶν ἐκ μὴ ὄντων παραγαγών, τὰς τῶν ὄντων οὐσίας Λόγε Θεοῦ, τιμήσας εἰκόνι
τε, καὶ χειρί σου τὸν ἄνθρωπον, καὶ φθαρέντα τοῦτον, ἀπάτῃ τοῦ ὄφεως, ἀναπλάσας
αὖθις, Σταυρῷ τῷ τιμίῳ Σου, πᾶσάν τε τὴν φύσιν, ἁγιάσας οἰκτίρμον, τῷ θείῳ Σου
Πνεύματι, καὶ σαρκὸς τῶ προσλήμματι, τῆς Μητρός Σου δεήσεσι, Δέσποτα Χριστὲ ὁ
Θεός, τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσι ἐν πίστιε, τὸ κράτος
Σου Κύριε.
ᾨδὴ
δ’. Σύ μου ἰσχύς.
Γῆς μὲν ὑμεῖς, καὶ τῆς
σαρκὸς ἀνεδύθητε, κατὰ φύσιν, ἄνθρωποι γενόμενοι, τὸ τοῦ Θεοῦ Πνεῦμα δὲ τὸν
χοῦν, ὑμῶν ἐκνικῆσαν, εἰς οὐρανοὺς ἀνεβίβασεν, ἔνθα φιλοσοφοῦντες, ἐτελεῖτε
Πατέρες, λελυμένοι σαρκὸς καὶ πρὸ λύσεως.
Ὡς εὐγενής, ὄρπηξ θεόφρον
Γρηγόριε, ἐκ τῆς ῥίζης, ὄντως ἀνεβλάστησας, τῆς εὐσεβείας καὶ νοητῶς, τὸν τῆς
Ἐκκλησίας, παράδεισον κατεκόσμησας, καρποῖς θεολογίας, καὶ λαμπρᾶς πολιτείας,
καλλωπίζων καὶ τρέφων ἑκάστοτε.
Νέος ἡμῖν, σὺ ἀνεφάνης
Γρηγόριε, θεολόγος, βάσις τε τῆς πίστεως, ῥεῦμα καινὸν ὄντως καὶ χρυσοῦν,
λόγοις τοῖς ἐνθέοις, τῆς Ἐκκλησίας τὰ λήϊα, ἀρδεύων καὶ πιαίνων, καὶ πολύχουν
ἀνέλκων, εὐσεβείας καὶ γνώσεως ἄσταχυν.
Σάρκα Θεός, ὑπερβολῇ
ἀγαθότητος, καὶ πτωχείᾳ, καὶ Θεὸν ἐργάζεται, καὶ τῇ Θεότητι τῇ Αὐτοῦ, ὑπὲρ νοῦν
πλουτίζει, τὴν ἀνθρωπίνην εὐτέλειαν, ἧς ὑμεῖς μετασχόντες, θαυμαστῶς θεοφόροι,
τὸ μυστήριον πάντας διδάσκετε.
Θεοτοκίον.
Λόγον Θεοῦ, τρανῶς ἐν
στόματι φέροντες, θείαν χάριν, πνεόντες τοῦ Πνεύματος, τὴν σωτηρίαν θεοπρεπῶς,
τὴν τῶν ὁμοφύλων, αὐτῷ καλῶς συνεπνεύσατε, τὴν τοῦ Λόγου Μητέρα, καὶ τὴν
σάρκωσιν τούτου, τοῦ κηρύγματος σχόντες ὑπόθεσιν.
Ἕτερος.
Ὄρος σὲ τῇ χάριτι.
Νύκτα τὴν ἀσέληνον καὶ
σκότος Γρηγόριε, τὸ τῶν παθῶν τῆς προσευχῆς, ῥάβδῳ μαστίξας ὡς Μωσῆς, τὴν
Αἴγυπτον ἔδραμες, ὑπερφυῶς πρὸς θεωρίαν τὴν ἔνθεον, καὶ νομοθέτην ἡμῖν
κεχρημάτικας.
Ὕψους ἐπιβὰς τοῦ θείου
Πάτερ Γρηγόριε, τῶν ἀρετῶν ὡς ἐν Θαβώρ, Χριστοῦ οἱ φίλοι μαθηταί, ἐκεῖνον
τεθέασαι, τὴν φυσικὴν καὶ θείαν δόξαν ἐκφαίνοντα, καὶ θεωθεὶς ἄλλος πέφηνας
ἥλιος.
Μύστης τῆς Θεότητος θεόπτα
Γρηγόριε, καὶ τῶν ἀῤῥήτων κοινωνός, σὺ γεγονὼς θεολογεῖς, αὐτῆς τὸ μυστήριον,
μίαν αὐτὴν ἀνακηρύξας καὶ ἄκτιστον, δυνάμει φύσει τρισὶν ὑποστάσεσιν.
Θεοτοκίον.
Λόγον τὴν γεννήσασαν Θεοῦ
τὸ ἀπόῤῥητον, λόγοις ὑμνήσας ἱεροῖς, καὶ τὸ μυστήριον τρανῶς, τῆς θείας
σαρκώσεως, ἀνακηρύξας ταύτην νῦν καθικέτευε, τὴν Ἐκκλησίαν φυλάττειν ἀκύμαντον.
ᾨδὴ
ε’. Ἵνα τί με ἀπώσω.
Ὑλικὴν ὑπερβάντες, ἄπασαν
προσπάθειαν οἱ τρεῖς μακάριοι, τῇ σεπτῇ Τριάδι, κατὰ χάριν ἀΰλως συνήφθητε,
σπουδαστὴν δὲ τοῦτον, καὶ κοινωνὸν τέταρτον σχόντες, ὥσπερ κτίσιν τὴν πίστιν
συνέχετε.
Νομικοὺς πάντας τύπους, καὶ
σκιὰς καὶ σύμβολα διετρανώσατε, τῷ φωτὶ τοῦ Λόγου, πρὸς τὸ πνεῦμα καλῶς
μεθελκύσαντες· οἷς καὶ νοῦν καὶ λόγον, ὁ θεηγόρος νοῦς συνάψας, ὁ Γρηγόριος
κόσμον ἐφώτισεν.
Ὡς καινὰς ὄντως πλάκας,
Μωϋσῆς ὁ δεύτερος Πατέρες ἔνθεοι, τὰ καινὰ πυκτία, καὶ τοὺς λόγους ὑμῶν ὑπεδέξατο,
ἀναπτύσσων ταῦτα, καὶ Ἰσραὴν ἄγων τὸν νέον, πρὸς Θεὸν ὁ πυρίπνους Γρηγόριος.
Διαβάντες ὡς πάλαι, Μωϋσῆς
τὴν Αἴγυπτον Πατέρες ἔνδοξοι, ἁμαρτίας σκότους, καὶ βυθοῦ δυσσεβείας ἐῤῥύσασθε,
τῷ δὲ φίλῳ τούτῳ, τὴν τοῦ λαοῦ δημαγωγίαν, ὡς Μωσῆς Ἰησοῦ κατελίπετε.
Θεοτοκίον.
Ὃν ἐκήρυξας κόσμῳ, Τόκον
ἀνερμήνευτον Πάτερ Γρηγόριε, τοῦτον ἱκετεύων, σὺν τρισὶ διδασκάλοις ἑκάστοτε,
μηδαμῶς ἐλλίπῃς· ὑπὲρ ἡμῶν τὴν Θεοτόκον, ὁδηγὸν καὶ προστάτιν γὰρ κέκτησαι.
Ἕτερος.
Ὁ φωτίσας τῇ ἐλλάμψει.
Νοῦς ὁ μέγας, τῆς σοφίας
βυθὸν ὁ ἀπόῤῥητος, εὑρηκώς σου, θεοφόρε τὸν νοῦν καταγώγιον, ἑαυτῷ κατάλληλον,
νοῦν καὶ σοφίας ὄργανόν σε, τῇ Ἐκκλησίᾳ δεδώρηται.
Ὡς φωστῆρα, φαεινὸν πρὶν ὁ
Ἄθως Γρηγόριε, ἀνατείλας, τῇ λαμπρᾷ σε τῶν πόλεων δίδωσι, τῷ φωτὶ τοῦ
Πνεύματος, ταύτην ἐνθέως φρυκτωροῦντα, καὶ πατρικῶς προϊστάμενον.
Δῶρον θεῖον, ἐκ Θεοῦ σὲ καὶ
πλοῦτον ἀκένωτον, εὑραμένη, Θετταλῶν ἡ κρατίστη μητρόπολις, συγκαλεῖ τὰς
γείτονας, πρὸς κοινωνίαν τῶν σῶν λόγων, καὶ τῶν θαυμάτων μακάριε.
Οἱ ποθοῦντες, τοὺς ἀγῶνας
καὶ λόγου τὰς χάριτας, Γρηγορίου, καὶ τὸν ὕμνον αὐτῷ νῦν προσάγοντες, τοῦτον
ἱκετεύσωμεν, εὐχαῖς τὸν Κτίστην καὶ Δεσπότην, ἵλεων πᾶσιν ἐργάσασθαι.
Θεοτοκίον.
Ὁ φωτίσας, γῆς τὸ πλάτος
τοῦ ἡλίου λαμπρότητι, φῶς ἐφάνη, τοῖς ἐν σκότει Παρθένε ἀνέσπερον· ὅνπερ
καθικέτευε, σκότους δεινοῦ τῆς ἁμαρτίας, ἡμᾶς λυτρώσασθαι Δέσποινα.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Οἱ νοητοὶ ποταμοί, ὡς
παραδείσου ἐκβλύσαντες, τῆς Ἐκκλησίας Χριστοῦ, τὸ πρόσωπον ἄρδουσι, καὶ
καταπιαίνουσι, τὸ τῆς οἰκουμένης, τὰς αἱρέσεις κατακλύζοντες.
Νομὴν λοιμοῦ νοητοῦ, ἐστήσατε
τῶν αἰρέσεων, ἰσχύϊ λόγου οἱ τρεῖς, καὶ Πνεύματος χάριτι· ἥνπερ ἀναζήσασαν,
ἀναιρεῖ γενναίως, ὁ Γρηγόριος ἐν Πνεύματι.
Ὕπνον τοῖς σοῖς ὀφθαλμοῖς,
καὶ τοῖς βλεφάροις Γρηγόριε, οὐκ ἔδωκας νυσταγμόν, Γραφὰς ἐξηγούμενος, τοῦ
Πνεύματος χάριτι, θεολόγων λόγοις, τὰς αἱρέσεις ἐκτρεπόμενος.
Μεγίστην νῦν ἐν Χριστῷ, τὴν
παῤῥησίαν εὑράμενος, σὺν διδασκάλοις τρισί, καὶ φίλοις ἱκέτευε, τοῦ σώζεσθαι
ἄτρωτον, τὴν ἐκείνου ποίμνην, ὑπὲρ ἧς κεκοπιάκατε.
Θεοτοκίον.
Θεὸν τεκοῦσα σαρκί, θεοὺς
βροτοὺς ἀπετέλεσας, μεθέξει τῇ θεϊκῇ, καὶ χάριτι Δέσποινα, οἱ τέτταρες φίλοι
σου, βεβαιοῦσι τοῦτο, καὶ τοῖς λόγοις καὶ τοῖς πράγμασιν.
Ἕτερος.
Σπλάγχνων Ἰωνᾶν.
Γνώμων ἀρετῆς, ὁ ἔνθεος
βίος σου, ὡράθη πιστοῖς, ὄντως Γρηγόριε, εὐσεβείας δέ, στάθμη λόγος ὁ σός, καὶ
τὰ δόγματα, οἷς τὸ γνήσιον καὶ νόθον διακρίνεται, ἕνα τὸν Θεὸν κηρύττουσι,
παντοδύναμον μόνον καὶ ἄκτιστον.
Μίαν εὐσεβῶς, κηρύξας
Θεότητα, ὁ μέγας ἡμῖν, ὤφθη Γρηγόριος, ὑποστάσεσιν, ἐν Τρισὶ μιᾷ φύσει,
δυνάμεσι, διὰ πάντων τὴν αὐτὴν ἁπλῆν καὶ ἄκτιστον, πάντας καταισχύνας ἄριστα,
τοὺς ληροῦντας κτιστὴν τὴν Θεότητα.
Ἄνουν τὸν σκαιόν, ἐλέγχεις
Ἀκίνδυνον, ὡς πρὶν Βαρλαάμ, τὸν ὑπερήφανον, ταῖς Ἑλλήνων γάρ, κοινωνήσαντες
δόξαις, κατήγαγον, τὴν θεότητα εἰς κτίσιν ἀτιμάσαντες, ὥσπερ Ἰουδαῖοι πρότερον,
τοῦ Υἱοῦ τοῦ Θεοῦ τὸ ἀξίωμα.
Τύπους παρασχών, δογμάτων
Γρηγόριε, καὶ λόγους λαμπρούς, οἷσπερ ἀνέπτυξας, τὴν διάνοιαν, τῶν σεπτῶν
θεολόγων, ἐν Πνεύματι, σαῖς εὐχαῖς ἀκαινοτόμητα συντήρησον, ταῦτα τὴν Χριστοῦ
λυτρούμενος, Ἐκκλησίαν ἐκ πάσης αἱρέσεως.
Θεοτοκίον.
Θρόνων Χερουβείμ, Δυνάμεων
Δέσποινα, καὶ πάσης ὁμοῦ, τῆς ἄνω Τάξεως, ὑπερτέρα Σύ, ἀνεδείχθης ὡς θρόνος,
ἀπόῤῥητος, χρηματίσασα Θεοῦ τῆς ὑποστάσεως, ὅνπερ ὡς Υἱόν Σου ἵλεων, τοῖς
πιστῶς Σε ὑμνοῦσι ἀπέργασαι.
Κοντάκιον. Ἦχος
πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον Θεολογίας τὴν λαμπρὰν
συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεοῤῥῆμον.
Ἀλλ’ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ
ὁδήγησον, Ἵνα κράζωμεν, χαῖρε κῆρυξ τῆς χάριτος.
Ὁ
Οἶκος.
Ἄγγελος
ἀνεφάνης ἐπὶ γῆς τῶν ἀῤῥήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλων, ταῖς γὰρ τῶν
Ἀσωμάτων φωναῖς, ἀνθρωπίνῳ νῷ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας καὶ ἔπεισας,
βοᾶν σοι θεοῤῥῆμον ταῦτα·
Χαῖρε,
δι’οὗ τὸ φῶς ἐκηρύχθη·
χαῖρε,
δι’ οὗ τὸ σκότος ἠλάθη.
Χαῖρε,
τῆς ἀκτίστου Θεότητος ἄγγελε·
χαῖρε,
τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.
Χαῖρε,
ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰπών·
χαῖρε,
βάθος δυσθεώρητον, τὴν ἐνέργειαν εἰπών.
Χαῖρε,
ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας·
χαῖρε,
ὅτι τὰς δόξας τῶν κακούργων ἐξείπας.
Χαῖρε,
φωστὴρ ὁ δείξας τὸν Ἥλιον·
χαῖρε,
κρατὴρ τοῦ νέκταρος πάροχε.
Χαῖρε,
δι’ οὗ ἡ ἀλήθεια λάμπει·
χαῖρε,
δι’ οὗ ἐσκοτίσθη τὸ ψεῦδος.
Χαῖρε,
κήρυξ τῆς χάριτος.
Συναξάριον.
Τῇ ΙΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Γρηγορίου
Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ.
Φωτὸς λαμπρὸν κήρυκα νῦν
ὄντως μέγαν,
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.
Γρηγόριος θάνεν ἀρχιθύτης,
τετάρτῃ δεκάτῃ τε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου
Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν Δώδεκα.
Ἀρθεὶς
Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει.
Τὰ τῶν ποδῶν σοι νίπτρα, Σῶτερ, ἐκτίει.
Οὗτος ἦν ἀπὸ Βηθσαϊδᾶ τῆς πόλεως,
συμπολίτης Ἀνδρέου καὶ Πέτρου. Πολὺς δὲ ὢν τὴν σύνεσιν, ταῖς βίβλοις τῶν
Προφητῶν προσκείμενος, παρθένος διὰ βίου παντὸς ἐγνωρίζετο. Τοῦτον εὑρὼν ὁ
Χριστὸς μετὰ τὸ Βάπτισμα ἐν τῇ Γαλιλαίᾳ, προετρέπετο ἀκολουθεῖν. Ὁ δέ, μετὰ
τοῦτο συντυχὼν τῷ Ναθαναήλ, ἔφη· Εὑρήκαμεν Ἰησοῦν τὸν Υἱὸν Ἰωσήφ, τὸν ἀπὸ
Ναζαρέτ· καὶ ἄλλα πολλά ἐστιν ἰδεῖν ἐν τῇ θεοπνεύστῳ Γραφῇ κείμενα περὶ αὐτοῦ.
Οὗτος οὖν τὴν Ἀσιάτιδα γῆν κληρωθείς, τὸν Βαρθολομαῖον εἶχε συνεπόμενον, καὶ
συναπτόμενον τοῦ κηρύγματος. Σαρκικὴ δὲ αὐτοῦ ἀδελφὴ οὖσα ἡ Μαριάμνη, τούτοις
ἀκολουθοῦσα διηκόνει.
Ἐπεὶ δὲ τὰ τῆς Μυσίας καὶ Λυδίας διέβησαν
πόλεις εὐαγγελιζόμενοι, καὶ πολλοὺς ὑπὸ τῶν ἀπίστων πειρασμοὺς καὶ θλίψεις
ὑπέμειναν, μαστιγούμενοι, ῥαβδιζόμενοι, ἐγκλειόμενοι, λιθαζόμενοι, κατέλαβον
τὸν ἠγαπημένον Μαθητὴν καὶ Θεολόγον Ἰωάννην, κατὰ τὴν Ἀσίαν κηρύττοντα τὸν
Χριστόν· ὅτε καὶ ἡ τοῦ ἀνθυπάτου γυνὴ Νικάνορος ἐπίστευσε, καὶ ἡ τοῦ Στάχυος
οἰκία ὑπὸ τοῦ ἀνθυπάτου καὶ τοῦ δήμου κατεκαύθη. Ὁ δὲ Φίλιππος, ἐπὶ τῆς
πλατείας τῆς Ἱεραπόλεως συρείς, εἶτα τοὺς ἀστραγάλους τρυπηθείς, ἐπὶ τοῦ ξύλου
ἀνηρτήθη· καὶ οὕτως εὐξάμενος, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. Αὐτίκα δὲ ἡ γῆ, τρόμῳ
ληφθεῖσα καὶ ἦχον ἐκπέμψασα, ἐσχίσθη, καὶ πολλοὺς τῶν ἀπίστων κατέπιεν. Οἱ δὲ
λοιποὶ φοβηθέντες, τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ προσέπεσον κρεμαμένοις οὖσι
καὶ αὐτοῖς. Καὶ λύσαντες αὐτούς, προσῆλθον τῇ ἀληθινῇ πίστει. Εἶθ᾿ οὕτω
συνέστειλαν τὸ λείψανον τοῦ Ἀποστόλου, καὶ τὸν Στάχυν Ἐπίσκοπον ἐν τῇ πόλει
καταστησάμενοι, αὐτοὶ ἐν Λυκαονίᾳ ἐξέδραμον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου
Σταχύου, ἐπισκόπου Ἱεραπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Εὐφημιανοῦ, τοῦ Ἀλαμάνου, τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ντρουμπίτιους (Dubritius)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς
Κωνσταντῖνος, ὁ ἐξ Ὕδρας μὲν βλαστήσας, ἐν δὲ τῇ Ῥόδῳ μαρτυρήσας ἐν ἔτει 1800,
ἀγχόνῃ τελειοῦται.
Ὕδρᾳ ἀνύδρῳ νῦν ῥέει ξένον,
Τῶν ἰαμάτων ἐκ σοροῦ Κωνσταντίνου.
Τῶν ἰαμάτων ἐκ σοροῦ Κωνσταντίνου.
Οὗτος
ὁ ἔνδοξος Νεομάρτυς τοῦ Χριστοῦ Κωνσταντῖνος ὑπῆρξεν υἱὸς γονέων εὐσεβῶν, ὧν ἡ
κλῆσις Μιχαὴλ καὶ Μαρίνα, γεννηθεὶς ἐν τῇ νήσῳ Ὕδρᾳ. Ἀπορφανισθεὶς τοῦ πατρὸς
αὐτοῦ ἐν νεαρᾷ ἡλικίᾳ καὶ μὴ ἔχων πορίζεσθαι τὰ πρὸς τὸ ζῆν, μετῴκησεν εἰς
Ῥόδον, ἔνθα τῇ συνεργίᾳ τοῦ πονηροῦ, δελεασθεὶς ὑπὸ τοῦ ὀθωμανοῦ διοικητοῦ
αὐτῆς Χασάν Πασᾶ, ἠρνήθη τὴν Ὀρθόδοξον πίστιν καὶ ἠσπάσατο τὴν τῶν Ἀγαρηνῶν
ἀπιστίαν, περιτμηθεὶς καὶ μετονομασθεὶς Χασάν.
Παρεληλυθότων
ἐνιαυτῶν τινῶν ἐπανέκαμψεν εἰς Ὕδραν πρὸς συντυχίαν τῆς μητρὸς αὐτοῦ Μαρίνης,
ἥτις οὐκ ἐδέξατο αὐτὸν ἐν τῇ οἰκίᾳ, ἀπαντήσασα αὐτῷ ἔσωθεν ὅτι οὐκ ἔχῃ υἱὸν
ὀθωμανὸν ὀνομαζόμενον Χασάν, ἀλλὰ Χριστιανόν, φέροντα τὸ ὄνομα Κωνσταντῖνος.
Ἐπὶ τῷ ἀκούσματι τούτῳ ἀνανήψας οὗτος καὶ ἐλθὼν εἰς ἑαυτὸν, μετενόησεν
εἰλικρινῶς καὶ ἀνεχώρησεν εἰς Κριμαίαν, κακεῖθεν δὲ ἀπάρας ἦλθεν ἐν τῇ
Βασιλευούσῃ τῶν πόλεων καὶ συναντήσας τὸν Πατριάρχην Γρηγόριον τὸν ἐκ
Δημητσάνης ἐξωμολογήσατο αὐτῷ τὰ κατ᾿ αὐτὸν ἅπαντα, ἃ ἀκούσας ὁ μακάριος
ἐκεῖνος καὶ συμβουλεύσας αὐτὸν ἱκανὸν ἀπέστειλεν εἰς τό Ἅγιος Ὄρος, ἔνθα ἐλθών,
παρέμεινεν ἐν τῇ σεβασμίᾳ Μονῇ τῶν Ἰβήρων ἀγωνιζόμενος τὸν καλὸν ἀγῶνα τῆς
πίστεως καὶ μετανοῶν εἰλικρινῶς ἐπὶ τῇ προτέρᾳ αὐτοῦ ἀσεβεῖ διαγωγῇ.
Προετοιμασθεὶς
ᾧδε καὶ προγυμνασθεὶς, ἐπανέλυσεν εἰς Ῥόδον καὶ ἐμφανισθεὶς τῷ Πασᾷ, ὡμολόγησεν
εὐθαρσῶς ἑαυτὸν Χριστιανόν, κηρύξας τὸ σωτήριον τοῦ Κυρίου ὄνομα καὶ ἐλέγξας
σφοδρῶς τὴν πλάνην τῆς ἀσεβείας τῶν ὀθωμανῶν. Ἐντεῦθεν ὁ μακάριος ἐν εἱρκτῇ
βληθεὶς καὶ ποικίλως βασανισθείς καὶ ἐν πᾶσιν ἄτρεπτος διαμείνας ἐδέξατο δι᾿
ἀγχόνης τὸ μακάριον τέλος τῇ 14ῃ Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1800ου,
ἀρχιερατεύοντος ἐν Ῥόδῳ τοῦ ἀοιδίμου Μητροπολίτου Ἀγαπίου, ὅστις, ἀδείᾳ τῶν
τυράννων, λαβὼν τὸ μαρτυρικὸν σῶμα τοῦ Ἁγίου ἐκήδευσεν αὐτὸ ἐντίμως εἰς τὸν
πάνσεπτον Ναὸν τῶν Εἰσοδίων τῆς Ὑπεραγίας Θεοτόκου Νεοχωρίου, ἔνθα ἐτησίως ἡ
μνήμη αὐτοῦ ὑπὸ τῶν εὐσεβῶν ἐπιτελεῖται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἀριστάρχου τοῦ
Ῥώσσου.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Θεοῦ συγκατάβασιν.
Νεκροῦται ὁ θάνατος, καὶ
καταργεῖται κράτος δαιμόνιον, τῷ Σταυρῷ τοῦ Δεσπότου, ὑμεῖς δὲ κράτος πάσης
αἱρέσεως, καταβαλόντες δυνάμει τοῦ Πνεύματος, ἕνα Θεὸν προσκυνεῖν, πάντας
διδάσκετε.
Ὡράθης Βασίλειε, τῆς
Ἐκκλησίας νοῦς καὶ σοφίας βυθός, ἐρευνῶν τὰς τῶν ὄντων, ἐναρμονίους φύσεις καὶ
τάξεις σοφέ, στάθμη δογμάτων ἐνθέων ἡ ἄπταιστος, διορθωτὴς τῶν ἠθῶν, καὶ
μοναζόντων κανών.
Τυποῦται Γρηγόριε, ἡ
Ἐκκλησία καὶ κανονίζεται, τῶν σῶν λόγων τῷ κάλλει, καὶ τῇ στεῤῥᾷ βροντῇ τῶν
δογμάτων σου· δι’ ὧν καὶ βάλλει σφοδρῶς πᾶσαν αἵρεσιν, ἕνα Θεὸν ἐν Τρισί,
προσώποις σέβουσα.
Ὡραῖος παράδεισος, τῇ
Ἐκκλησίᾳ ὤφθης Χρυσόστομε, τῷ ποικίλῳ τῶν λόγω, καὶ δαψιλεῖ τε καὶ ἀμιμήτω
σοφέ, τρέφων εὐφραίνων διδάσκων τοὺς ψάλλοντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον.
Ἐπέβλεψεν Ὅσιε, ἐπὶ τὸν
πρᾶον ὄντως καὶ ἥσυχον, τοῦ Κυρίου ἡ Μήτηρ, Σὲ καὶ φωτὶ τῷ θείῳ ἀνύψωσεν, ὥσπερ
ᾐτήσω καὶ σύμφωνον ἔδειξε, τῶν κορυφαίων λαμπρόν, τοῦ θεολόγων χοροῦ.
Ἕτερος.
Σὲ νοητήν.
Ὥσπερ βροντῆς, ἤχῳ τοῖς
σοῖς δόγμασι, καὶ λόγων θείων ἀστραπῇ, ἐκπλαγέντα βλέπειν τρανῶς, Πάτερ
οὐδεδύνηται, πλάνης τὰ ἀνδράποδα, καὶ ψηλαφῶσιν ὡς γέγραπται, ὡσεὶ τυφλὸς νῦν
τοὺς τοίχους, γελοίως οἱ παράφρονες.
Νὺξ ἀφεγγής, ἀπειθοῦσι
γέγονε, καὶ νῦν τὸ φῶς τὸ φυσικόν, Βασιλεία δόξα Θεοῦ, ἥνπερ καὶ παρέδειξε,
μύσταις ὁ φιλάνθρωπος, ἐν Θαβωρίῳ Γρηγόριε, ἧς μετασχὼν δαψιλῶς, κοινωνεῖς τοῖς
πειθαρχήσασιν.
Τοὺς δυσσεβῶς, εἰς τὴν
χάριν ἔνδοξε, ἐξυβρικότας τοῦ Θεοῦ, ἡσυχίαν καὶ προσευχήν, θέωσίν τε ἄῤῥητον,
αἰσχρῶς μυκτηρίσαντας, σὺ καταισχύνας ἀπήλασας, θείας αὐλῆς ἣν φυλάττοις, ἀεὶ
ταῖς σαῖς δεήσεσιν.
Θεοτοκίον.
Ἔλθοις καὶ νῦν, εἰς ἡμῶν
βοήθεια, ἡ σωτηρία ἡ κοινή, Γρηγορίου τὰς προσευχάς, δεχομένη Δέσποινα, πάθη τε
κοιμίζουσα, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ τὴν κοινὴν ταραχήν, καὶ φθορὰν
ταχέως λύουσα.
ᾨδὴ
η’. Ἑπταπλασίως κάμινον.
Νέος ἐφάνης ἔνδοξε, Ἠλιοὺ
πῦρ ἐν Πνεύματι, ζήλῳ εὐσεβείας, καταφέρων ἄνωθεν, καὶ φλέγων τὰ θύματα, τῷ τῆς
Τριάδος λόγῳ σοφέ, τοὺς δὲ λειτουργούς, τὲ καὶ προφήτας τῆς πλάνης, αἰσχύνων τε
καὶ κτείνων, σιτουμένους ὡς πάλαι, δυσσεβοῦς βασιλίδος, τράπεζαν ψυχοφθόρον.
Μίαν ὑμεῖς Θεότητα,
τρισυπόστατον ἄναρχον, ἐν μιᾷ Οὐσίᾳ, προσκυνεῖν διδάξαντες, δυνάμεις ἐμφύτους
τε, καὶ ἐνεργείας φέρουσαν, τοὺς δημιουργούς, τῶν ἐναντίων δογμάτων, Σαββελίους
Ἀρείους, Μακεδονίους ἅμα, καὶ Βαρλαὰμ τὴν πλάνην, τροποῦσθε τὴν ἐσχάτην.
Εὗρε Δαυΐδ ὡς ἄλλον σε,
θεηγόρε Γρηγόριε, νέον ἀριστέα, τῶν τριῶν τοῖς δόγμασι, Τριὰς ἡ ὑπέρθεος, ὑπὲρ
αὐτῆς ἑστῶτα στεῤῥῶς, καὶ τὸν Γολιάθ, τὸν καθ’ ἡμᾶς ἀναιροῦντα, σφενδόνῃ τῇ τοῦ
λόγου, καὶ λαὸν τοῦ Κυρίου, ῥυόμενον γενναίως, χειρὸς τῶν ἀλλοφύλων.
Γέρας τῶν πόνων εἴληφας,
Ἱεράρχα Γρηγόριε, τὴν τῶν ὁμοτίμων, θεολόγων ἕνωσιν, συνὼν θείῳ Πνεύματι, καὶ
συγχορεύων νῦν τοῖς τρισί, τὴν γὰρ ἀρετήν, καὶ τὴν σοφίαν ἐκείνων, καὶ τὴν
θεολογίαν, μιμησάμενος εὗρες, ἐν οὐρανοῖς πολίτας, καὶ φίλους καὶ συνοίκους.
Θεοτοκίον.
Ὁ λογικὸς παράδεισος, τὰ
στοιχεῖα τὰ μέγιστα, τὰ τὴν νέαν κτίσιν, ἐν Χριστῷ συνέχοντα, καὶ λόγοις καὶ
δόγμασι, τῶν θεολόγων ἡ τετρακτύς, σὺν τῇ Θεοτόκῳ, τῷ Δεσπότῃ τῶν ὅλων,
πρεσβεύετε φυλάττειν, τὴν αὐτοῦ Ἐκκλησίαν, αἱρέσεων ἐκ λύμης, καὶ συμφορῶν
παντοίων.
Ἕτερος.
Ἐν καμίνῳ παῖδες.
Ὤφθης Πάτερ ὅλος ἱλαρός,
ἡδὺς εὐθὺς καὶ πρᾶος, τοῖς πίστει σοι προσιοῦσιν, ἀποῤῥέων τὸ γλυκύ, τῶν λόγων
Γρηγόριε, θεῖον νᾶμα πάντα εὐφραῖνον, τῶν εὐσεβῶν καρδίας, δάκνον τοὺς
νοσοῦντας, τὰς ψυχικὰς αἰσθήσεις.
Νοῦν καὶ γλῶτταν ὄντως
εὐγενῆ, παιδείαν τε καὶ λόγος, καρδίαν κεκαθαρμένην, εὑρηκυῖα τοῦ Θεοῦ, ἐν σοὶ
κατεσκήνωσεν, ἡ σοφία οἷς καταλλήλως, ἐναρμοσθεῖσα Πάτερ, θαῦμα πᾶσι ξένον,
ἀνέδειξέ σε κόσμῳ.
Ἐν καμίνῳ παῖδας ἀβλαβεῖς,
Ἑβραίων πρὶν δεικνύει, τὸ κράτος τῆς εὐσεβείας, οὓς μιμούμενος σοφέ, πυρὸς
κατεκράτησας, δυσσεβείας μέσον καμίνου, τῶν πειρασμῶν γενναίως, ὑμνῶν τὸν
Δεσπότην, καὶ φλέγων τοὺς διώκτας.
Νοητὸν βυθίσας Φαραώ,
ῥεύμασι σῶν δακρύων, καὶ πᾶσαν τῶν Αἰγυπτίων, καταδύσας στρατιάν, ἀνῆλθες εἰς
ὄρος, τῆς ἀπαθείας βάλλων ἐκεῖθεν, τοῦ Πνεύματος δυνάμει, στίφη πολεμίων, ὡς
Μωϋσῆς ὁ μέγας.
Θεοτοκίον.
Ὁλόλαμπρος τῆς χάριτος
ἁγνή, κήρυξ καὶ θεολόγος, τοῦ Πνεύματος Θεοτόκε, τοῦ δοθέντος διὰ Σοῦ, τῷ κόσμῳ
νῦν λόγοις, πανηγυρίζων ὕμνους ᾠδάς τε, καὶ πάντα Σοι συνάγει, ὡς πιστὸς
θεράπων, τὴν μνήμην σου δοξάζων.
ᾨδὴ
θ’. Ἐξέστη ἐπὶ τούτῳ,
Αἱρέσεων ἀτόπων τὸ
δυσσεβές, καθελόντες δυνάμει τοῦ Πνεύματος, καὶ τῇ βροντῇ, λόγων τῶν ἐνθέων
ὑμῶν σοφοί, καὶ τῆς ἐσχάτης ὤφθητε, ταύτης ἀθεΐας ἐκριζωταί, Γρηγόριον
εὑρόντες, λόγοις ὑμῶν τοῖς θείοις, αὐτὴν γενναίως καταστρέψαντα.
Λαβὼν χειρὶ τὴν μάχαιραν
νοητῶς, τὴν τοῦ Πνεύματος μάκαρ Γρηγόριε, καὶ τὴν σκευήν, πᾶσαν περιθέμενος τὴν
αὐτοῦ, ὡς στρατηγὸς πανάριστος, εἷλες ὀχυρώματα δυσσεβῶν, τῶν ἰδεῶν τὴν πλάνην,
κτισμάτων τὴν λατρείαν, πᾶσαν ἐκ μέσου ποιησάμενος.
Ὡς πάλαι τῶν αἱρέσεων τοὺς
δεινούς, ὑπερμάχους οἱ τρεῖς ἀπεῤῥάπισαν, οὕτω καὶ σύ, λόγοις τοῖς ἐκείνων
καταβαλών, τοὺς ἀρχηγοὺς Γρηγόριε, τῆς πολυθεΐας τῆς χαλεπῆς, Ἕλλησι καὶ
Ἑβραίοις, συνέταξας ἀξίως, ὡς ὑβριστὰς τῆς θείας Χάριτος.
Ὡς κρήνη ἰαμάτων καὶ
ποταμός, χαρισμάτων τοῦ Πνεύματος δέδεικται, τάφος ὁ σός, πέλαγος ἐλέους ῥεῦμα
καινόν, τῆς θεραπείας ἄμισθον, ψυχῶν καὶ σωμάτων ὅπερ καὶ πρίν, ἠρέμα δεικνὺς
Πάτερ, εἰς δόξαν νῦν τοῦ λόγου, τῆς εὐσεβείας ἐξεκάλυψας.
Νῦν θρόνῳ τοῦ Δεσπότου
παρεστηκώς, καὶ συνὼν τοῖς Πατράσι καὶ φίλοις σου, καὶ ἀστραπῆς, Πάτερ
ἐμφορούμενος θεϊκῆς, τῶν ὑμνῳδῶν σου μέμνησο, οὕσπερ ἔσχες πρότερον συνεργούς,
καὶ σπουδαστὰςκαὶ φίλους, καὶ νῦν σου τῶν ἐπαίνων, δημιουργοὺς μάκαρ δεχόμενος.
Θεοτοκίον.
Σὲ Δέσποινα Παρθένε τῶν
ἱερῶν, θεολόγων τὸ κάλλιστο σύστημα, καὶ ἀφορμήν, λόγων καὶ δογμάτων τῶν
ἀρχηγόν, ὡς Θεοτόκον ἔχοντες, κόσμον κατεφώτισαν διδαχαῖς· διὸ καὶ νῦν τοὺς
ὕμνους, συνάγοντές σοι πάντας, ὑπὲρ ἡμῶν καθικετεύουσιν.
Ἕτερος.
Τύπον τῆς ἁγνῆς.
Θρόνῳ παρεστὼς Γρηγόριε,
τῆς τρισηλίου καὶ ἀνάρχου Θεότητος, καὶ τῆς ἐνεργείας, δαψιλῶς ἐμφορούμενος,
καὶ τῆς χάριτος ἥνπερ ἀνύμνησας, τῶν συνεργῶν καὶ φίλων, νῦν μεμνημένων σου
μνημόνευε.
Εὗρες ἀμοιβὴν τῶν πόνων
σου, τὴν Βασιλείαν Πάτερ Θεοῦ τὴν ἄναρχον, ἥνπερ εὐσεβῶς, ἐπὶ τῆς γῆς
ἀνεκήρυξας, τοὺς στεφάνους τριπλοὺς κομισάμενος, ὁμολογίας θείας, ἱερωσύνης
ἡσυχίας τε.
Ὤφθης
μοναζόντων καύχημα, τῶν θεολόγων στόμα καὶ τέλος ἔνθεον, τῆς ἱερωσυνης, τὲ
κανὼν ἀκριβέστατος· διὰ τοῦτο κἀνταῦθά σοι δέδοται, θαυμάτων θεία χάρις, λόγους
τοὺς σοὺς ἐπισφραγίζουσα.
Νόμους
ἐγκωμίων ἔνδοξε, καὶ λογικοὺς ἀγῶνας ὄντως ἐκβέβηκας, καὶ γῆν παροικῶν, καὶ
ἐκδημήσας τοῦ σώματος· ἀλλὰ δέξαι μικρὸν ὕμνον ἄριστε, καὶ τὰς αἰτήσεις δίδου,
τοῖς σὲ ποθοῦσι ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Στόμα τῆς φρικτῆς λοχείας
Σου, καὶ θεολόγος γλῶσσα Δέσποινα γέγονε, τῆς ὑπερφυῶς, ἐκ Σοῦ φανείσης
θεώσεως, ὁ σεπτός Σου θεράπων Γρηγόριε, οὗ νῦν τὰς ἱκεσίαις, προσδεχομένη σῶσον
ἅπαντας.
Ἐξαποστειλάριον.
Τοις Μαθηταῖς συνέλθωμεν.
Χαῖρε
Πατέρων καύχημα, θεολόγων τὸ στόμα, τῆς ἡσυχίας σκήνωμα, οἶκος ὁ τῆς σοφίας,
τῶν διδασκάλων τὸ κράτος, πέλαγος τὸ τοῦ λόγου· πράξεως χαῖρε ὄργανον, θεωρίας
ἀκρότης, θεραπευτά, τῶν παθῶν καὶ νόσων τῶν ἀνθρωπίνων· Πνεύματος χαῖρε
τέμενος, καὶ θανὼν καὶ ζῶν Πάτερ.
Θεοτοκίον.
Χαῖρε
χαρᾶς ἡ πρόξενος, τῆς ἀρᾶς χαῖρε λύσις, χαῖρε Ἀδὰμ ἀνάστασις, χαῖρε πτῶσις
δαιμόνων, τῶν γυναικῶν τῆς αἰσχύνης, χαῖρε ἡ ἀναιρέτις, τοῦ ἅδου χαῖρε κένωσις,
ἡ φθορὰ τοῦ θανάτου, ἁγιασμέ, τῆς ἀνθρωπίνης φύσεως χαῖρε Κόρη, χαῖρε ἡ πάντων
Δέσποινα, τοῦ Θεοῦ χαῖρε Μήτηρ.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
ἱερὲ Γρηγόριε, σὺ τὸν Θεὸν ἐκ παιδός, ἀγαπήσας ἐξέφυγες, ὑλικὴν προσπάθειαν,
καὶ τοῦ κόσμου τὸ ἄστατον, καὶ τὸν Σταυρόν, γενναίως ἀράμενος, τῷ σῷ Δεσπότῃ,
κατηκολούθησας, πένθει καὶ δάκρυσι, τὴν ψυχὴν καθάρας τε, σοῦ καὶ τὸν νοῦν,
ὅλος ἐχρημάτισας, θεοειδέστατος. (Δίς)
Πάτερ,
ἱερὲ Γρηγόριε, τὴν καρδίαν καλῶς, θεωρίᾳ καὶ πράξει τε, καθαρθεὶς τοῦ
Πνεύματος, ἐχρημάτισας τέμενος, καὶ τὰς ἐλλάμψεις τούτου δεχόμενος, φῶς ὤφθης
ὄντως, τοῖς προσπελάζουσι, τοῦτο γενόμενος, κατα χάριν ἔνδοξε, ὅπερ αὐτό, φύσει
θείᾳ πέφυκε, μὴ μεριζόμενον.
Πάτερ,
θεόφρον Γρηγόριε, σὺ τὴν κακίστην σποράν, καὶ τὴν ῥίζαν ἀνώρυξας, Βαρλαὰμ τὸν
βέβηλον, ἐκτεμὼν ξίφει Πνεύματος, τὸν δὲ προδότην, αὖθις τῆς πίστεως, μύστην τε
τούτου, λῆρον Ἀκίνδυνον, θείου πληρώματος, ἐκβαλὼν συνέταξας, τοῖς ὑβρισταῖς,
Ἑβραίοις ζηλώσαντα, τὴν τούτων ἄνοιαν.
Δόξα.
Ἦχος πλ. β΄.
Ὅσιε
Πάτερ, ἐκ βρέφους τὴν ἀρετήν, ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας, τοῦ Ἁγίου Πνεύματος·
καὶ παρ’ αὐτοῦ λαβών, τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους,
καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον
καὶ ἡμῶν τὰς διανοίας, Ἱεράρχα Γρηγόριε.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε,
Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην
κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ
ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ
σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τὸν
θεῖον Γρηγόριον οἱ πιστοί, πάντες συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς ὄντως
ποιμένα, τοῖς πράγμασι φανέντα, καὶ στόμα ἀληθείας, καὶ φωτὸς κήρυκα.
Φρούρησον
τὴν ποίμνην σου ὁ καλός, ἄγρυπνος προστάτης, τὴν κυκλοῦσάν σου τὴν σορόν, καὶ
ῥῦσαι κινδύνων, καὶ πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς
παρεστῶτας τῇ σορῷ τῶν λειψάνων σου, καὶ ἐκ ψυχῆς ὀδυνηρᾶς δεομένους σου, ἐν
συμπαθείᾳ οἴκτειρον σοὺς δούλους ἡμᾶς, κράζοντας καὶ λέγοντας· τὰς ἡμῶν
ἱκεσίας, δέξαι καὶ ἀνάγαγε, εἰς τὸν Κτίστην τῶν ὅλων, μὴ ἀποστρέψῃς Ἅγιε
κενούς, τοὺς σὲ μεσίτην πλουτοῦντας εὐπρόσδεκτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς ὄργανον θεῖον τοῦ
παντουργοῦ, Γρηγόριε Πάτερ, ἱκετεύομεν σαῖς λιταῖς, ἀξίως ἀξίωσον ὑμνεῖν σε,
τοὺς τὴν σορόν σου κυκλοῦντας τὴν πάντιμον.
Ψυχῶν καὶ σωμάτων τοὺς
πειρασμούς, ἐξ ὕψους ἐλάσας, ἐν εἰρήνῆῃ διαβιοῦν, τὴν ποίμνην σου ταύτην ἧς
προέστης, ἀδιαλείπτως Γρηγόριε πρέσβευε.
Χριστὸν ὁλοψύχως ἠγαπηκώς,
παντὸς ἀντηλλάξω, μεγαλέμπορος γεγονώς· διὸ μιμητάς σου ἡμᾶς πάντας, τοὺς
προσιόντας σοι πίστει ἀνάδειξον.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν Σε καὶ
Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, Σοὶ γὰρ νῦν προσφεύγων
ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγίας
ἐκείνης τῆς ὑπὲρ νοῦν ἄνωθεν, ἧσπερ ἐνεπλήσθης ἀῤῥήτως, καὶ ὑπερέλαμψας, ὡς
ἄλλος ἥλιος, ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, καὶ ἡμᾶς ἀξίωσον, Πάτερ Γρηγόριε.
Τρικυμίαις
τοῦ βίου κατακλυσθείς κράζω σοι· σοῦ τῇ μεσιτείᾳ παμμάκαρ, δεῖξον ἀνώτερον, τῆς
καταιγίδος με, καὶ ἀγαθὸς κυβερνήτης, τοῦ λοιποῦ με γένοιο, Πάτερ Γρηγόριε.
Ὑψηλός
σου ὁ βίος ἀσκητικῶς γέγονεν, ἡ δὲ σὴ σοφία ὑπέρλαμπρος, ὡς οὐράνιος· ὅθεν ἡ
χάρις σε, εἰς τὴν λυχνίαν ἀνάγει, ὅπως φῶς τοῖς ἅπασιν, εἴης Γρηγόριε.
Θεοτοκίον.
Ἱκετεύω
Παρθένε τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, Σὺ γὰρ
Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, Θεομακάριστε.
Διάσωσον,
ἀπὸ κινδύνους τοὺς δούλους Σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν
σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴν καὶ
κραταιὰν βοήθειαν, αἰτοῦμεν ἐκ σοῦ, οἱ θλίψεσι πυρούμενοι, ἐκτενῶς βοῶντες καὶ
λέγοντες· εὐσυμπάθητε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ
τιμῶντα τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ προσπίπτομεν Ἅγιε, καὶ
τὴν προστασίαν σου ἐξαιτούμεθα, δίδου πᾶσι τὰ αἰτήματα, καὶ πταισμάτων λύσιν
Χριστομίμητε.
Παραμύθιον ἔχει σε, ὁ
Θεσσαλονίκης λαὸς καὶ καύχημα, τὴν γὰρ μνήμην σου γεραίροντες, τοὺς ἐχθροὺς
τροποῦνται τοὺς τῆς Δύσεως
Ῥωμαλαίῳ φρονήματα, πρὸς
τοὺς ἐκ τῆς Ἄγαρ ἀχθεὶς ἐνήθλησας, καὶ ὡς μάρτυρα ἀναίμακτον, ὁ Χριστὸς δοξάζει
σε Γρηγόριε.
Θεοτοκίον.
Ἀπολαύοντες πάναγνε, τῶν
Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, ὑετοὺς τοὺς
τῶν θαυμάτων σου, καὶ τὰς ἀρούρας τῶν ψυχῶν ἄρδευσον, ἵνα καρπόν, προσάγωμέν
σοι τὴν εὐλάβειαν.
Ξένα καὶ φρικτά, ἡ πανίερος
διήγησις, ἀνακηρύττει σου τὰ θαυμάσια, ἐξ ὧν μετάδος, τοῖς δούλοις σου Δέσποτα.
Νέον σε πλουτεῖ, κατὰ
Παῦλον ἀρχιτέκτονα, ὁ λογικὸς τῆς Ἐκκλησίας ναός· ὅθεν κραυγάζω σοι· θεῖον κἀμὲ
δεῖξον τέμενος.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τῆς ψυχῆς μου
τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου
μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μωρίαν, τοῦ Βαρλαὰμ
ἀπέδειξας, καὶ σαθρὰν τὴν ἐπιστήμην θεόφρον, τὴν ἐν Θαβώρ, καταστρέφουσαν
δόξαν, καὶ τῷ φωτὶ τῶν δικαίων ἀνταίρουσαν, οὗ δέομαί σου ἐκτενῶς, τὴν ψυχήν
μου ἀξίανα ἀνάδειξον.
Λαλεῖταί σου, πανταχοῦ τὸ
ἔνθεον, καὶ πανίερον καὶ ἔνδοξον τέλος, καὶ γὰρ τὸ φῶς, ᾧ συνεῖπας εὐσθενῶς,
τὴν σὴν σκηνὴν καταλάμψαν ἐδόξασε, καὶ ἔδειξεν ὡς ἀληθῶς, πρωτομάρτυρος χρῶτα
τὸ εἶδός σου.
Κακίστην, καὶ δυσσεβῆ
ἀπήλεγξας, τὴν προσθήκην ἐν Συμβόλῳ τῷ θείῳ, θεολογῶν, καὶ δεικνύων ἀφύκτως,
τὴν δυαρχίαν ἐντεῦθεν εἰσάγεσθαι, διδάσκαλον οὖν ἡ σεπτή, Ἐκκλησία πλουτεῖ σε
Γρηγόριε.
Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς
κεκτήμεθα, καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη,
καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων
διάσωσον.
Διάσωσον,
ἀπὸ κινδύνους τοὺς δούλους Σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν
σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν τοῖς
πειρασμοῖς σὲ κεκτήμεθα, σὲ μεσίτην πρὸς τὸν Ποιητὴν προβαλλόμεθα, οἱ
κατάκριτοι καὶ ὑπεύθυνοι κακῶν πολλῶν, καὶ νῦν πρόφθασον, θεῖε Πάτερ, εἰς τὴν
βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι
παθῶν παντοίων, ποίμνην ὅλην δεομένην σου.
Προκείμενον: Τὸ στόμα μου
λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε
ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν
ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ
ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.
ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν
προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ
τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ
καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει
αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ
γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ
τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ
τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ
γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μέγαν ἀντιλήπτορα, σὲ
κεκτημένη καυχᾶται, Γρηγόριε δέσποτα, ἡ σὴ ποίμνη ἔχουσα, τὴν σὴν λάρνακα, καὶ
πιστῶς ᾄσμασι, τὴν σεπτὴν σήμερον, καταστέφει καὶ γεραίρει σου, μνήμην τὴν
πάντιμον, καὶ τὴν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν, διὰ τὴν τιμὴν
τῶν λειψάνων σου, θεῖε Ἱεράρχα, λαμπρότατε σοφώτατε φωστήρ, μὴ νῦν παρίδῃς τὴν
δέησιν, τῶν παρακαλούντων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κραταιόν σε προστάτην ἐκ
Θεοῦ εὑραμένη ἡ θεία ποίμνη σου, κατέχει σου ἐν κόλποις, ἐχέγγυον ἀγάπης, τὴν
σορὸν τῶν λειψάνων σου, ἀναβοῶσα πιστῶς· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θελητὴν τοῦ ἐλέους σὺ
ἐκήρυξας πᾶσι Χριστὸν τὸν Κύριον, ῥυσθῆναι γοῦν κινδύνων, λοιμοῦ καὶ ἀνομβρίας,
τοὺς βοῶντας ἱκέτευε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡμέρας ἀνεσπέρου καὶ φωτὸς
ἀϊδίου υἱὸς γενόμενος, τοὺς πίστει προσιόντας, τῇ λάρνακί σου μάκαρ, ἀναμέλπειν
καταύγασον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θησαυρὸν σωτηρίας καὶ πηγὴν
ἀφθαρσίας τὴν Σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς
κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Ἐκκλησίας, τὸν οὐρανὸν
καταλάμπων, ὡς ἀστὴρ ἀπλανὴς διασώζεις, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Τῶν ἰαμάτων, σὲ ἐνεργὸν πᾶς
τις ἔγνω, τῶν θερμῶς αἰτούντων σου τὴν χάριν, καὶ πιστῶς τιμώντων, τὰ λείψανά
σου Πάτερ.
Θεσσαλονίκη, σὲ ὡς ποιμένα
γεραίρει, Ἐκκλησία δὲ πᾶσα κηρύττει, καὶ ἀνακροτεῖ σοι, τοὺς θείους σου ἀγῶνας.
Θεοτοκίον.
Τὰς ἀσθενείας μου, τῆς
ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε· ὅθεν σὲ δοξάζω, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐῤῥέτωσαν καθάπαξ, οἱ
θεομαχοῦντες, καὶ τὴν σὴν δόξαν ἐκδίκως ἐκβάλλοντες, ὁ γὰρ Χριστὸς σὲ δοξάζει,
φρικτοῖς ἐν θαύμασι.
Λαμπρῶς ἡ Ἐκκλησία, ἄγει
σου τὴν μνήμην, τῶν γὰρ ἐχθρῶν ἀπελέγχει τὸ δύσφημον, ὡς προτιθεῖσα τὴν
λάρνακα, τῶν λειψάνων σου.
Ἑκάστῳ τὰς αἰτήσεις, τὰς
πρὸς σωτηρίαν, τῶν σὲ τιμώντων ἐξ ὕψους κατάπεμψον, καὶ τῶν λυπούντων τὴν
ποίμνην σου, ἐλευθέρωσον.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι,
λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἁγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, Σὲ
καταγγέλλοντας.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τὸν θεῖον Γρηγόριον οἱ
πιστοί, πάντες συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς ὄντως ποιμένα, τοῖς
πράγμασι φανέντα, καὶ στόμα ἀληθείας, καὶ φωτὸς κήρυκα.
Προσέλθωμεν ἄνθρωποι ἐκ
ψυχῆς, ἁψώμεθα πάντες, μετὰ πίστεως τῆς σοροῦ, τῶν θείων λειψάνων, τὴν λύσιν
ἐξαιτοῦντες, παντοίων ἀλγηδόνων, καὶ πάσης θλίψεως.
Φρούρησον τὴν ποίμνην σου ὁ
καλός, ἄγρυπνος προστάτης, τὴν κυκλοῦσάν σου τὴν σορόν, καὶ ῥῦσαι κινδύνων, καὶ
πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἵλεως γενοῦ μοι σοὶ ἐκβοᾷ,
Θεσσαλονικέων, ὁ πιστότατός σου λαός, Γρηγόριε Πάτερ, ταῖς ἱεραῖς λιταῖς σου,
μετὰ τοῦ Μυροβλήτου, ἡμᾶς περίσωζε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἱεραρχῶν τὸ θεῖον
κειμήλιον, Πάτερ Ὅσιε, παμμάκαρ Γρηγόριε, τὴν ἱερὰν θήκην τῶν λειψάνων σου, ἐν
τῇ μνήμῃ σου αἴροντας σήμερον, μὴ καταισχύνῃς ἡμᾶς, ἀναξίους ὄντας τῆς σῆς
ἁγιότητος, ἀλλ’ ἀξίωσον ἀκατακρίτως αὐτῆς ἐφάπτεσθαι, τὸν πόθον ἀφοσιουμένους,
ὃν πρὸς σὲ ἀνατείνομεν πάντες, ἐκλιπαροῦντες καὶ λέγοντες· μὴ παύσῃ πρεσβεύων
Ἱεράρχα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου