Πέμπτη 5 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 13. ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΑΡΑΚΛΗΣΙΣ & ΕΤΕΡΟΣ ΚΑΝΩΝ


ΝΟΕΜΒΡΙΟΣ ΙΓ΄.
ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Χρυσοστόμῳ Ἰωάννῃ προσέλθωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ προσκυνήσωμεν, ἀπὸ βαθέων κράζοντες ψυχῆς ἐν στεναγμοῖς· σπεῦσον καὶ διάσωσον, ἀπὸ πάσης ἀνάγκης, ῥῦσαι τὰς ψυχὰς ἡμῶν, τῆς δαιμόνων κακίας, σοῦ γὰρ πρεσβεία ἡ πρὸς τὸν Θεόν, μεγάλην ἔχει τὴν δύναμιν Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀρχὴν σοφίας τοῦ Θεοῦ ποιούμενος φόβον Χρυσόστομε, ἐντολὰς ἁπάσας, δι’ Αὐτὸν ἐτήρησας, καὶ τῆς ἀγάπης ἔφθασας, τὴν ἀκρώρειαν Πάτερ, ὧνπερ μετόχους ἀνάδειξον, καὶ ἡμᾶς ταῖς θείαις πρεσβείαις σου.
Ἐν ἐγκρατείᾳ τῆς σαρκὸς ἐνέκρωσας, πάθη Χρυσόστομε, καὶ εἰς ἀπαθείας, ὕψος ἀνελήλυθας· διό σε ἱκετεύομεν, καὶ ἡμᾶς τοὺς σοὺς δούλους, παθῶν ἁπάντων ἐκλύτρωσαι, τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος.
Ἐκ νεαρᾶς τῆς ἡλικίας Ἅγιε, σὺ τὴν ταπείνωσιν, ἀγαπήσας λίαν, ἔπαρσιν ἐμίσησας, ἀλλὰ καὶ ἡμᾶς πρέσβευε, τὰ φρονήματα πάντα, τὰ ὑψηλὰ ἀποστρέφεσθαι, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι.
Θεοτοκίον.
Ἐν ταῖς ἀγκάλαις τὸν Χριστὸν βαστάζουσα, ἔλεγες ἄχραντε· ὦ γλυκύ μου σπλάγχνον, ἐπεί με μητέρα Σου, γενέσθαι κατηξίωσας, δέομαί Σου Υἱέ μου, πάσης ἀνάγκης διάσωσον, τοὺς ἐμοὶ προσφεύγοντας δούλους σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σοὶ τὸ ζῆν κατὰ Παῦλον ἦν ὁ Χριστὸς Ἅγιε, καὶ τὸ ὑπὲρ τούτου τεθνάναι, κέρδος λελόγισται· διὸ κἀμὲ τῇ σαρκί, θανεῖν Χριστὸν ἐκδυσώπει, καὶ ζῆν ἐν τῷ Πνεύματι, Πάτερ Χρυσόστομε.
Ἀπογνώσεως ὤφθης ἐκκοπτικὸς πέλεκυς, τῆς δε μετανοίας ἐδείχθης, κῆρυξ Χρυσόστομε· διὸ ἀξίωσον, μετανοεῖν με γνησίως, ἐφ’ οἷς ἐπλημμέλησα, λόγοις καὶ πράξεσιν.
Εἰληφὼς ἐξουσίαν παρὰ Χριστοῦ Ἅγιε, λύειν καὶ δεσμεῖν ἁμαρτίας ἐμοῦ διάλυσον, ἁμαρτιῶν τὴν πληθύν, καὶ τοῦ Κυρίου τῷ φόβῳ, σύνδησόν με πάνσοφε, θεῖε Χρυσόστομε.
Θεοτοκίον.
Μέγα ὄντως ὑπάρχει τὸ Σὸν ἁγνὴ καύχημα, ὅτι τὸν Υἱὸν τοῦ ἀνάρχου, Πατρὸς ἐγέννησας, Ὃν ἐκδυσώπησον, ἧς περ ἀπώλεσα θείας, ἀξιῶσαι χάριτι, υἱοθεσίας με.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Χρυσολόγε, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεσίτην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλοῖς ἐν δεινοῖς κυκλούμενοι οἱ δοῦλοι σου, πρὸς σὲ τὸν ἡμῶν, προστάτην καταφεύγομεν, Ἰωάννη θεῖε Χρυσόστομε, δράμε πρόσπεσον Χριστῷ τῷ Θεῷ, καὶ ἵλεων αὐτὸν ἡμῖν ποίησον.



ᾨδὴ δ΄. Σύ μου ἱσχύς, Κύριε.
Τῆς προσευχῆς, τῆς νοερᾶς σὺ διδάσκαλος, ἀνεδείχθης· ὅθεν καταξίωσον, ἡμᾶς πνοήν, φῶς καὶ ἡδονήν, γλυκυτάτην θέρμην, τὸ Ἰησοῦ ἔχει ὄνομα, καὶ μελετᾶν ἀπαύστως, ἐν καρδίᾳ καὶ λέγειν· Ἰησοῦ Ἰησοῦ μου γλυκύτατε.
Ἐκριζωτής, φιλαργυρίας μὲν γέγονας, τοῦ δ’ ἐλέους, φυτοκόμος ἄριστος· διὸ σοφέ, τῶν ψυχῶν ἡμῶν, τὴν φιλαργυρίαν, ἐκρίζωσον καὶ ἐμφύτευσον, τὴν ἐλεημοσύνην, πρὸς τοὺς πένητας πάντας, τὴν Θεῷ ὁμοιοῦσαν τὸν ἄνθρωπον.
Λόγοι οἱ σοί, κηρία μέλιτος πέλουσι, καὶ αἱ βίβλοι, σοῦ θεῖε Χρυσόστομε, μάννα ὑπάρχουσι γλυκασμοῦ, ξύλον ζωῆς θείας, καὶ ὕδωρ ὄντως νεκρέγερτον, ἐν αἷς ἀξίωσόν με, ἐντρυφᾶν ἀενάως, καὶ ζωὴν τὴν ἀθάνατον δρέπεσθαι.
Θεοτοκίον.
Σοῦ τὸ γλυκύ, καὶ θεῖον ὄνομα Δέσποινα, φῶς ὑπάρχει, τοῦ νοὸς καὶ ἔλλαμψις, ἔρως ψυχῆς, γλώττης γλυκασμός· διὸ κολληθήτω, ἐμῇ πνοῇ τοῦτο δέομαι, καὶ χείλη μου ψαλλέτω, καὶ καρδία βοάτω· Μαριάμ, Μαριὰμ ἀειπάρθενε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὁ λαμπρὸς ἑωσφόρος, ὁ χρυσοφανὴς καὶ χρυσαυγίζων ἥλιος, ὁ χρυσαῖς ἀκτίσι, τῶν χρυσέων σου λόγων τὴν σύμπασαν, καταυγάσας κτίσιν, σκότος καταύγασον νοός μου, ἵνα κάλλη τὰ θεῖα φαντάζηται.
Ὥσπερ ἄγγελος ἄλλος, ἐπὶ γῆς ἐβίωσας Πάτερ Χρυσόστομε, κἂν διὰ τὴν σάρκα, τῶν Ἀγγέλων βραχὺ τὶ ἠλάττωσαι· ὅθεν τοὺς τὸ σχῆμα, ἡμᾶς φοροῦντας τῶν Ἀγγέλων, τοὺς Ἀγγέλους μιμεῖσθαι ἐνίσχυσον.
Πειρασμῶν τὰς νιφάδας, σὺ ὑπέμεινας Πάτερ ὡς πύργος ἄσειστος, θλίψεις ἐξορίας, ἀλλ’ εὐχαῖς σου ἡμᾶς ἐνδυνάμωσον, ὑπομένειν πάντας, τοὺς πειρασμοὺς ἐπερχομένους, ἐκ δαιμόνων ἀνθρώπων καὶ φύσεως.
Θεοτοκίον.
Ὀμβροτόκον νεφέλην, Σὲ ὁ ἐπουράνιος ὄμβρος ἀνέδειξε, παναγία Κόρη, ἐπομβρίζουσα χάριτας ἅπασιν· ὅθεν δέομαί Σου, τῇ σκληροτάτῃ μου καρδίᾳ, κατανύξεως δάκρυα ὄμβρισον.










ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἔσωσας, Ἰωάννη ἄπειρα, βροτῶν πλήθη τοῖς παγχρύσοις σου λόγοις, οὕτως ἡμᾶς, προσβολῆς ἀπὸ πάσης, τοῦ διαβόλου εὐχαῖς σου ῥυσάμενος, ὀψώνιον ὡς ἐκλεκτόν, τῷ Χριστῷ σεσωσμένους προσάγαγε.
Ὡς ἔκτεινας, βροτοκτόνου λέοντα, τοῦ Σταυροῦ τῷ ἀηττήτῳ σημείῳ, οὕτως ἡμῶν, τὸν θυμὸν κτεῖνον Πάτερ, κατὰ τοῦ πέλας δεινῶς ὠρυόμενον, καὶ φθόνον τὸν ψυχοβλαβῆ, ὃς τοῦ φόνου Πατὴρ ὀνομάζεται.
Ἰάτρευσον, ἀσθενείας σώματος, καὶ τοῦ πνεύματος ἡμῶν Χρυσολόγε, σὺ γὰρ πολλῶν, ἰατρὸς ἀνεδείχθης, ζῶν καὶ θανὼν χειρουργίᾳ τῆς Χάριτος, ἐντεῦθεν καὶ θαυματουργός, Ἰωάννη ἐκλήθης ἀοίδιμε.
Θεοτοκίον.
Ὑπάρξασα, φλογοφόρον ὄχημα, καὶ λαβὶς ἀνθρακοφόρος Παρθένε, τὸν τῆς ψυχῆς, τῆς ἐμῆς φλέξον, καὶ κατακρίσεως κάθαρον χείλη μου, ὡς ἄν Σε γλώττῃ καθαρᾷ, καὶ καρδίᾳ γεραίρω πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου Χρυσολόγε, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεσίτην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατρὲ τῆς ψυχῆς καὶ τοῦ σώματος ἄμισθε, τῶν ἐν ζάλῃ λιμὴν γαληνὲ καὶ ἀχείμαστε, Ἰωάννη θεῖε Χρυσόστομε, τοὺς δούλους σου ἡμᾶς, σπεῦσον θεράπευσον ταχύ, τοὺς κατ’ ἄμφω ἀσθενεῖς, πρὸς σὲ γὰρ καταφεύγομεν, πράϋνον τρικυμίας, στῆσον τὰς καταιγίδας, τῶν ἐπερχομένων δεινῶν, Χρυσολόγε τῇ ποίμνῃ σου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. Ι΄, 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Οὐρανὲ χρυσόμορφε, Χριστὸν ὡς ἥλιον ἔχων, καὶ ἀρετὰς κύκλωθεν, ὡς ἀστέρας λάμποντας νέε Πρόδρομε, τῶν Γραφῶν θάλασσα, μετανοίας κῆρυξ, μετὰ Παῦλον Παῦλε δεύτερε, στόμα τῆς Χάριτος, καὶ βυθὲ σοφίας βαθύτατε, Χρυσόστομε μακάριε, σὲ ἀπὸ ψυχῆς ἱκετεύομεν, πρόφθασον καὶ ῥῦσαι, ἡμᾶς ἀπὸ παντοίων πειρασμῶν, καὶ σωτηρίας ἀξίωσον, θείαις μεσιτείαις σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς χρυσήλατος σάλπιγξ ἡ τιμία σου γλῶσσα Πάτερ σαλπίσασα, ἀνέστησε κειμένους, ἐν τάφοις ἀμελείας, ἧς κἀμὲ ἐξανάστησον, καὶ προθυμίαν θερμήν, ἐν τοῖς καλοῖς μοι δίδου.
Πατὴρ ὤφθης Πατέρων διδασκάλων διδάσκαλος χρυσεπώνυμε· διὸ σοὺς νεωκόρους, ἡμᾶς ὡς μαθητάς σου, καὶ υἱοὺς διαφύλαττε, ἀπὸ παντὸς λυπηροῦ, καὶ βλάβης τοῦ βελίαρ.
Πλούσιος εἶ τρισμάκαρ ὡς χρυσοῦν ἔχω στόμα χρυσῆν καρδίαν τε, κεχρυσωμένος ὅλος· διὸ τοὺς πενομένους, καλοῖς ἡμᾶς πλούτισιν, τῆς θεωρίας ὁμοῦ, καὶ πράξεως τῷ πλούτῳ.
Θεοτοκίον.
Κόσμος εἶ δύο κόσμων, θεοκόσμητε Κόρη· διὸ τὴν ἄκοσμον, ψυχήν μου ἐν ἀγάπῃ, χαρᾷ ὑπακοῇ τε, καὶ πραότητι κόσμησον, καὶ οὐρανίου τυχεῖν, ἀξίωσόν με κόσμου.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Λύρα ὤφθης Πατρὸς Υἱοῦ κιθάρα, Παρακλήτου ψαλτήριον θεόφρον· διὸ κἀμὲ τῆς ὑπερθέου ποίησον, ὄργανον Τριάδος, ταῖς πρὸς τὴν Τριάδα, ἐνθέοις σου πρεσβείαις.
Ἔμπνους οἶκος, τὰς ἀρετὰς ἁπάσας, περιέχων ἐφάνης Ἰωάννη· διὸ κἀμὲ οἶκον σεπτὸν ἀνάδειξον, ἀρετῶν εὐχαῖς σου, καὶ πασῶν ἐργάτην, τῶν ἐντολῶν Κυρίου.
Πυρὸς στύλος, γενοῦ μοι Χρυσολόγε, καὶ δροσώδης καὶ σκιερὰ νεφέλη, λιποψυχοῦντα βίου περιστάσεσιν, ἀναψύχων Πάτερ, καὶ καθοδηγῶν με, εἰς γῆν ἐπαγγελίας.
Θεοτοκίον.
Ἴδοιμί Σε Θεόνυμφε Μαρία, ἐν τῇ ὥρᾳ θανάτου ῥυομένην, ψυχὴν ἐμὴν χειρὸς δαιμόνων ἄχραντε, ἵνα τελωνάρχας, τοὺς ἐν τῷ ἀέρι, διέλθω ἀκωλύτως.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Διδάσκαλος ἐφάνης μελισταγής, παρθενίας Χρυσόστομε Ὅσιε· ὅθεν ἡμᾶς, Πάτερ ταῖς ἀγρύπνοις σου προσευχαῖς, ἐν παρθενίᾳ φύλαξιν, ψυχῆς τε καὶ σώματος καὶ νοός, πασῶν αἰσθήσεών τε, δι’ ὧν τῆς παρθενίας, τὸ θεῖον κάλλος διαφθείρεται.
Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, Ἰωάννη Χρυσόστομε πρέσβευε, ὅπως ἡμεῖς, πάσας ὑποσχέσεις τὰς φοβεράς, φυλάξαι δυνηθείημεν, ὥσπερ ὑπεσχέθημεν τῷ Χριστῷ, ἐνώπιον Ἀγγέλων, ἐνώπιον Ἁγίων, ὅτε τὸ σχῆμα ἐνεδύθημεν.
Προσδέχου χαριστήριον ὡς βραχύ, τὴν παροῦσαν ᾠδὴν χρυσεπώνυμε, ἀνθ’ ὧν ἡμᾶς, σκέπεις περιθάλπεις καὶ προνοεῖς, καὶ ἀμοιβὴν κατάπεμψον, τὰς δραστικώτατας σου προσευχάς· δι’ ὧν πυρὸς γεέννης, λύτρωσαι ἡμᾶς Πάτερ, καὶ Βασιλείας καταξίωσον.
Θεοτοκίον.
Παράκλητον προβάλλομεν πρὸς Θεόν, Σὲ Παρθένε οἱ δοῦλοί Σου ἅπαντες· ὅθεν ἁγνή, δέησιν προσάγαγε Σῷ Υἱῷ, Πατρί τε καὶ τῷ Πνεύματι, τῷ ἑνὶ τῶν πάντων Δημιουργῷ, Τριάδι τῇ Ἁγίᾳ, ἵνα ἡμᾶς οἰκτείρῃ, καὶ πάντας σώσῃ κόσμου σώτειρα.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις οἰκουμένης θεῖε φωστήρ, Ἱεραρχῶν δόξα, διδασκάλων ἡ κορωνίς, ῥήτωρ τῶν ῥητόρων, καὶ ποιμὴν τῶν ποιμένων, κλέος τῶν θεολόγων, Πάτερ Χρυσόστομε.
Χαίροις ὁ χρυσόρειθρος ποταμός, ὁ τὴν οἰκουμένην, καταρδεύων νάμα χρυσοῦν· χαίροις τὴν γλῶτταν, χρυσοῦς καὶ τὴν καρδίαν, Χρυσόστομε τρισμάκαρ, πατριαρχῶν ἡ κρηπίς.
Θείας εὐσπλαγχνίας ἐγγυητά, Χρυσόστομε Πάτερ, καὶ ἁπάντων ἁμαρτωλῶν, ἡ παρηγορία, καὶ τῶν χηρῶν προστάτα, καὶ πλουτιστὰ πενήτων, σκέπε τοὺς δούλους σου.
Νυμφικὸν ὡς κόσμον τῇ τοῦ Χριστοῦ, Ἐκκλησίᾳ μάκαρ, καταλέλοιπας τὰς χρυσᾶς, καὶ θείας σου βίβλους, ὡς πολυτίμους λίθους, ὡς ψέλλια χελιδῶνας, καὶ περιδέραια.
Νεῖλον χρυσοῤῥόαν καὶ Πακτωλόν, χρυσοδίνην Πάτερ, σὲ γινώσκομεν ἀληθῶς, οὐκ Αἴγυπτον μόνην, ἀλλ’ ἅπασαν τὴν κτίσιν, ἀρδεύοντα τοῖς ῥείθροις, τῶν θείων λόγων σου.
Ποίμανον εἰς πόας ἀνθοποιούς, εἰς νομὰς δροσώδεις, εἰς λειμῶνας τοὺς ζωηρούς, εἰς τόπον τῆς χλόης, καὶ εἰς πηγὰς ὑδάτων, Χρυσόστομε τρισμάκαρ, ἡμᾶς τοὺς δούλους σου.
Ῥεῖθρον ἀναβλύζει μελισταγές, ἡ γλῶσσά σου Πάτερ, κατανύξεως δὲ ἡδύ, γλεῦκος ἀποστάζει, τὸ χρύσεόν σου στόμα, καὶ πόμα νεκταρῶδες, κιρνᾷ τὰ χείλη σου.
Ἔχοντας ναόν σου τὸν ἱερόν, τοῦτον Χρυσολόγε, ὡς προπύργιον νοητόν, προσφεύγομεν τούτῳ, ἐν ὥρᾳ τῶν κινδύνων, καὶ ἐπηρείας πάσης, ἀπολυτρούμεθα.
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ὁμόνοιαν σκέπην, μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς οἰκέταις, εἰς δόξαν τοῦ Κυρίου, θεῖε Χρυσόστομε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖε, Ἱεράρχα τοῦ Χριστοῦ, πάνσοφε Χρυσόστομε Πάτερ, φωστὴρ παγκόσμιε, πάσης ἀπολύτρωσαι, βλάβης καὶ θλίψεως, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν καὶ παντοίων, νόσων ἐλευθέρωσον, ψυχῆς καὶ σώματος, τοὺς τὴν ἱεράν σου εἰκόνα, κατασπαζομένους ἐν πίστει, ἡμᾶς καὶ τιμῶντας, τὸ σὸν ὄνομα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.
 

ΕΤΕΡΟΣ ΚΑΝΩΝ

 

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ

Μετανοίας σάλπιγξ γεγονώς, Πάτερ μεγαλόφωνος, σαῖς προσευχαῖς μετανοεῖν με ποίησον, τὴν λιθώδη πώρωσιν, τῆς καρδίας μου διαλύων Χρυσόστομε, καὶ διασκεδάζων, νέφη πονηρὰ τῆς διανοίας μου.

Ἐξηρεύξω θείων διδαχῶν, πέλαγος Χρυσόστομε, καὶ ποταμοὺς χρυσοειδεῖς ἀνέβλυσας, ὄμβροις προσκλυζόμενος, θείου Πνεύματος· ἀλλὰ δέομαι ἄρδευσον, καύσωνι φλεχθεῖσαν, πράξεων ἀτόπων τὴν καρδίαν μου.

Τοῦ ἁγίου Πνεύματος δειχθείς, ὄργανον ἡδύφθογγον, ἀναφωνοῦν σωτηριώδη δόγματα, φώτισόν με δέομαι, καὶ πνευμάτων με πονηρῶν ἐλευθέρωσον, τὸν ἐσκοτισμένον, μέθῃ τῶν παθῶν καὶ κινδυνεύοντα.

Θεοτοκίον.

Καὶ μὴ θέλων πράττω τὰ δεινά· ἔχω συνεργοῦσαν γάρ, διὰ παντὸς τὴν πονηρὰν συνήθειαν· Παναγία Δέσποινα, προκατάλαβε ὡς ἐπίστασαι ῥῦσαί με, τῆς αἰχμαλωσίας, καὶ τῆς τῶν παθῶν ἐπαναστάσεως.

 

ᾨδὴ  γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας.

Δεσμεύειν τε καὶ λύειν τὴν ἐξουσίαν, ὡς θεῖος ἱεράρχης ὡς κεκτημένος, διάλυσον τοὺς βρόχους μου τῶν πταισμάτων, καὶ μετανοίας μοι, ὁδοὺς ὑπάνοιξον, τῷ θερμῶς ποθοῦντί σε, ὦ Χρυσόστομε.

Πλουσίαις σου τῶν λόγων φωτοχυσίαις, ἠμαύρωσας αἱρέσεων πᾶσαν πλάνην, ἐφώτισας τοὺς ψάλλοντες Χρυσολόγε· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν Σου Κύριε.

Πορεύομαι ἐν σκότει τῆς ἁμαρτίας, ὑπόδικος ὑπάρχων τῆς τιμωρίας· πρεσβείαις σού με λύτρωσαι θεοφόρε, τὸν σοὶ προστρέχοντα, καὶ πόθῳ ψάλλοντα, ὡς· οὐκ ἔστιν ἅγιος, πλήν Σου Κύριε.

Θεοτοκίον.

Πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους, ἐν ὀδύνῃ ἐξέλιπεν ἡ ζωή μου, κατέδυσα εἰς χάος πλημμελημάτων· σῶσόν με Δέσποινα, μὴ ὑπερίδῃς με· προστασίαν ἄμαχον, Σὲ γὰρ κέκτημαι.

 

ᾨδὴ δ΄. Ἐλήλυθας.

Ἐνέκυψας, εἰς τὰ βάθη παμμάκαρ τοῦ πνεύματος, καὶ μετὰ τοῦ πνεύματος, πάσης γραφῆς διευκρίνησας, Ὅσιε τὴν ἄβυσσον, καταπλουτίσας τὸν κόσμον, θείοις δόγμασιν.

Νεκρώσας μου, τὴν ψυχὴν ἡδονῶν ἐντρυφήμασιν, ὀδύνης ὑπόδικος, τῆς ἐν γεέννῃ γεγένημαι, ἧς με ἐλευθέρωσον, ταῖς ἱκεσίαις σου μάκαρ, ἱερώτατε.

Τῷ κέντρῳ με, τοῦ θανάτου κακῶν ἡ ἀπόλαυσις, δεινῶς ἐθανάτωσε· σαῖς ζωηφόροις ἐντεύξεσι, ζώωσόν με πάνσοφε, ἀθανασίας μοι τρίβους μνηστευόμενος.

Θεοτοκίον.

Κεκράξομαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ πανάμωμε, πρὸς Σὲ καὶ σωθήσομαι, καὶ ἡδονῶν ὑπερβήσομαι, πάντα τὰ παθήματα, πειρατηρίων δαιμόνων, τῇ πρεσβείᾳ Σου.

 

ᾨδὴ ε΄. Ὁ  τοῦ φωτὸς χορηγός.

Χρύσεον στόμα Χριστοῦ, ἁμαρτωλῶν ἐγγυητὰ σῶσόν με, ἁμαρτιῶν, νυκτὶ συσχεθέντα, καὶ κλύδωνι παθῶν, πελάγει τοῦ βίου, δεινῶς κινδυνεύοντα.

Ἴαμα πέλει βροτοῖς, καταφλεχθεῖσιν ἡδονῶν ἄνθραξι, σῶν διδαχῶν, ἡ δρόσος θεόφρον· διό με τοῦ φλογμοῦ, τῶν ἁμαρτημάτων, εὐχαῖς σου ἐξάρπασον.

Θεοτοκίον.

Δέσποινα σῶσόν με, ἡ τὸν Σωτῆρα καὶ Θεὸν τέξασα, καὶ τὴν αὐγήν, τῶν Σῶν χαρισμάτων, κατάπεμψόν μοι νῦν, σῶμα καὶ ψυχή μου, σαφῶς καταυγάζουσα.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ἐξεχύθη σου χάρις ἐν χείλεσιν· ὅθεν διδαγμάτων ἀνέβλυσας ἄβυσσον, ἱεραρχῶν ἀγλάϊσμα, χρυσοῤῥῆμον θεόφρον Χρυσόστομε.

Ῥαθυμίας ἐν κλίνῃ κατάκειμαι, καὶ τῆς ἁμαρτίας τῷ ὕπνῳ κατέχομαι· ταῖς σαῖς ἀγρύπνοις σῶσόν με, πρὸς Θεὸν ἱκεσίαις Χρυσόστομε.

Μετανοίας πρὸς τρίβον ὁδήγησον, τὸν ἐν ἐρημίᾳ κακῶν αὐλιζόμενον, καὶ συνεχῶς πλανώμενον, ἀνοδίαις τοῦ βίου Χρυσόστομε.

Θεοτοκίον.

Κυβερνῆτις γενοῦ μοι πανάμωμε, τοῦ τῶν πειρασμῶν με κουφίζουσα κλύδωνος, καὶ πρὸς λιμένα εὔδιον, προσταγμάτων Θεοῦ ἐμβιβάζουσα.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Προῤῥίζους τεμών, τοὺς ἀκάρπους λογισμοὺς τῆς διανοίας μου, καρποφορεῖν με Πάτερ ποίησον, πράξεις ἐνθέους τὴν ἄνω μοι, θείαν προξενούσας παμμάκαρ, καὶ τρυφὴν καὶ ἀπόλαυσιν, ἵνα βοῶ· εὐλογητός, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἐν ὥρᾳ φρικτῇ, ὅταν μέλλω τῷ φρικτῷ θρόνῳ παρίστασθαι, εὕρω σε Πάτερ ἀντιλήπτορα, καὶ πρεσβευτὴν ἑτοιμότατον, καὶ πρὸς τὸν Δεσπότην μεσίτην, ἱεράρχα Χρυσόστομε, ὁ προσφύγων σου τῇ θερμῇ, σκέπῃ οἰκέτης σου.

Ἡ κρίσις ἐγγύς, ἐπὶ θύραις ὁ κριτὴς ψυχὴ γρηγόρει, μη σε προφθάσῃ βίου ἔξοδος, γάμου μὴ ἔχουσα ἔνδυμα, καὶ ἀποῤῥιφῇς τῆς παστάδος, ἧς τυχεῖν κατεπείγονται, οἱ τοῖς προστάγμασι Χριστοῦ, ἀκολουθοῦντες θερμῶς.

Θεοτοκίον.

Θεοῦ καθαρόν, οἰκητήριον ἁγνὴ Σὺ ἐχρημάτισας, ἣν προετύπου βάτος πόῤῥωθεν, ἄχραντε μένουσα ἄφλεκτος· ὅθεν Σοι πιστῶς ἀνακράζω· τῶν παθῶν μου κατάφλεξον, ἅπασαν ὕλην εὐσεβῶς, ὅπως δοξάζω Σε.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Προθανατώσας τῆς σαρκός, τὰ σκιρτήματα σοφὲ δι’ ἐγκρατείας, μύρῳ θείῳ ἐχρίσθης, ἱερουργῶν τὸ σεπτόν, καὶ θεῖον Πάτερ εὐαγγέλιον, καὶ καταφωτίζων, λαοὺς ταῖς διδαχαῖς σου.

Τὴν λεπρωθεῖσάν μου ψυχήν, μιασμῷ τῶν ἡδονῶν κάθαρον Πάτερ, τῇ ἐν σοὶ παῤῥησίᾳ, καὶ προσταγμάτων Θεοῦ, ἐργάτην δεῖξον ἀνεπαίσχυντον, τὸν καταφυγόντα, τῇ σῇ ἁγίᾳ μνήμῃ.

Ταῖς χρυσαυγέσι διδαχαῖς, κατεχρύσωσας πιστῶν τὰς διανοίας, καὶ χρυσίον ἐγένου, ταμιευθὲν ἱερεῦ, τοῖς ἄνω θησαυροῖς Χρυσόστομε· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἐν ἀμελείᾳ τὴν ζωήν, δαπανήσας νυσταγμῷ τῆς ἁμαρτία,ς τὴν ψυχὴν ἐβαρύνθην, τῇ ἀκοιμήτῳ δέ Σου, πρεσβείᾳ προστρέχω· μὴ δώῃς με, εἰς θάνατον ὑπνῶσαι, Παναγία Παρθένε.

 

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.

Χρυσήλατον σάλπιγγα, βυθόν τε ἀθεώρητον, ὀρθοδόξων δογμάτων, σὲ μάκαρ ἔγνωμεν, θεῖον ἱεράρχην καὶ μύστην, ἐγγυητὴν τῶν ἁμαρτανόντων, ἐπίγειον ἄγγελον, ἐπουράνιόν τε ἄνθρωπον,.

Γεέννης ῥυσθῆναί με, καὶ σκότους καὶ κολάσεως, καὶ βρυγμοῦ τῶν ὁδόντων, Χριστὸν ἱκέτευε, Πάτερ Ἰωάννη θεόφρον, καὶ δεξιᾶς στάσεως γενέσθαι, μέτοχον ἀξίωσον, τὸν πιστῶς σε μακαρίζοντα.

Ἐμὲ τὸν κατάκριτον, κρινόμενον ἐλέησον, παριδών μου τὰ πλήθη, τῶν παραπτώσεων· μὴ κατὰ τὰς πράξεις μου Σῶτερ, τὰς πονηρὰς εἰς πῦρ ἀποπέμψῃς, ἔχων δυσωποῦντά σε, Ἰωάννην τὸν Χρυσόστομον.

Θεοτοκίον.

Τὸν ἄρτον κυήσασα, τὸν τρέφοντα τὰ σύμπαντα, τὴν ψυχήν μου πεινῶσαν, Παρθένε ἔμπλησον, σκέπη μου γενοῦ καὶ προστάτις, καταφυγὴ καὶ τεῖχος καὶ ὅπλον, δαιμόνων τοξεύματα, ἀπ’ ἐμοῦ ἀποδιώκουσα.

 

 

 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου