ΝΟΕΜΒΡΙΟΣ ΙΒ΄!!
ΣΠΥΡΙΔΩΝ ΤΡΙΜΥΘΟΥΝΤΟΣ
ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ
ὅτε διὰ πυρὸς καὶ ὀλέθρου μεγίστου τοὺς
Παπιστὰς κωλύσαντος, τοῦ οἰκοδομῆσαι ἐν τῷ σεβασμίῳ αὐτοῦ Ναῷ Ἀλτάριον, ἤτοι
θυσιαστήριον, ὡς ἠβουλήθησαν.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος, τοῦ ἐκ Θεοῦ πρὸς ἡμᾶς, γενομένου εἰς ἔνδειξιν, τῆς
ἁγίας πίστεως, τοῖς ἀνόμοις τρανώτατα· ὡς γὰρ Ἠλίας πυρὶ παρέδωκε, Σπυρίδων τούτους, πιστῶν ὁ πρόμαχος· ὢ οἷον
δέδρακεν, ὡς λαμπρῶς κατέστρεψε τῶν παπιστῶν, ἅπασαν ἐπίνοιαν, καὶ μέγα
φρύαγμα.
Ὢ
τῆς ἀδεκάστου κρίσεως, τοῦ οὐρανοῦ μεταξύ, τῆς Ἑώας καὶ Δύσεως, εἰς ᾀεὶ ἐν
δόγμασι, μαχομένων τὸ πρότερον, ὁ γὰρ Σπυρίδων,
θεόθεν ἔκρινε, Λατίνων γένη, εἶναι ἀπόβλητα· ὢ θείας κρίσεως, ὠς καλῶς
διέστειλε τῶν ἱερῶν, τὸ παρανομώτατον, θυσιαστήριον.
Χαίροις,
Ἐκκλησίας πάνσεμνε, ἡ ἐκλεκτὴ τοῦ Χριστοῦ, νύμφη ὄντως καὶ ἄμωμος, καὶ ἡμῶν τῶν
δούλων σου, θεία μήτηρ καὶ καύχημα· ὡς Μωαβίτας πόῤῥω γὰρ ὤθησε, τῶν περιβόλων,
τῆς εὐπρεπείας σου, τοὺς ἐκ τῆς Δύσεως, ὁ Σπυρίδων
ἄριστα καταβαλών, οἷα μελετήσαντας, καινὰ καὶ ἄθεμα.
Ἕτερα.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ὢ
τῶν σοφῶν τοῦ Κυρίου κριμάτων ἄνθρωποι· ὅτι Λατίνων λώβην, ἐξ ἡμῶν ἀποκρίνων,
ἤλασε βαρβάρων ῥάβδῳ τὸ πρίν, τὸν δὲ θεῖον Σπυρίδωνα, ὥσπερ φλογίνην ῥομφαίαν
κατὰ δυσμάς, πρὸς τὰ θράση αὐτῶν ἔταξε.
Τῶν
Κερκυραίων ἡ πόλις σκίρτα καὶ χόρευε· ἐν σοὶ γὰρ ὁ Σπυρίδων, τοῦ Θεοῦ ὁ
βραχίων, δέδωκε τὸ κράτος τῇ τοῦ Χριστοῦ, Ἐκκλησίᾳ ἀείμνηστον, τοὺς παπιστὰς ὡς
ἀθέους καὶ βδελυκτούς, τῷ πυρὶ καταστρεψάμενος.
Χαίροις
Γραικῶν Ἐκκλησία ἡ ἑπομένη ᾀεί, τοῖς τῶν πατέρων ὅροις, ὡς λαμπρῶς μαρτυρεῖ
σοι, Σπυρίδων οὐρανόθεν μένων ἐν σοί, καὶ τῶν σῶν προϊστάμενος· ὃν σὺν τῷ Μάρκῳ
Ἐφέσου χαρμονικῶς, περικρότει ὡς ὑψοῦντάς σε.
Δόξα.
Ἦχος α΄. Θεαρχίῳ νεύματι,
ἄνωθεν Σπυρίδων ὁ θεοφόρητος, ὑπὸ πιστῶν θλιβομένων καλούμενος·
Ἦχος πλ. α΄· τὸν μὲν
ἡγεμόνα Πανέστιον, σὺν τῷ λήρῳ θεολόγῳ, ἐπιστὰς ἀθρόον κατέχωσεν·
Ἦχος β΄· οἱ δὲ ὑπόλοιποι
τῶν Ἐνετῶν πρωΐας, παρὰ τοῦ φύλακος τὰ πάντα κατακούσαντες·
Ἦχος πλ. β΄· τὸ φρικτὸν
ὄντως καὶ ἐξαίσιον θαῦμα ὡς ἔμαθον, τῷ δέει κρατούμενοι εἰς τὰ οἰκεῖα
συνεστάλησαν, καὶ μετ’ αἰσχύνης ἐβόων τοῖς ὁμοφύλοις καὶ ὑπηρέταις· ἰδοὺ δὴ ὦ
φίλοι φράτρες τὸ πρᾶγμα πῶς ἀντέστραπται·
Ἦχος γ΄· ἄρατε λοιπὸν ἐκεῖθεν μετὰ τῶν λίθων καὶ τὴν ἄσβεστον,
ἵνα μή τι χεῖρον ἡμῖν ξυμβαίη·
Ἦχος βαρύς· διὰ ταῦτα γὰρ
καὶ ἡ τῶν ἀδελφῶν ἡμῶν πανωλεθρίαν γέγονεν· ἢ ἀντιλέγειν οὐκ ἰσχύομεν, καὶ
ταύτην λόγοις βεβήλοις διαστρέφειν ἀδύνατον·
Ἦχος δ΄· τοῦτο γὰρ τὸ θαῦμα
ὑπερέχει πᾶσαν ἔννοιαν·
Ἦχος πλ. δ΄· ἀλλ’ ὦ
πανθαύμαστε ἱεράρχα, ὡς τῆς Καθολικῆς Ἐκκλησίας, καὶ πάλαι καὶ νῦν σὲ προστάτην
εἰδότες καὶ πρόμαχον, εὐργέτην θεῖον ἐπιγραφόμεθα, καὶ τὴν σὴν προστασίαν ᾀεὶ
ἐξαιτούμεθα ·
Ἦχος α΄· εἰς τοὺς αἰῶνας
ἀξιοπρεῶς σὲ γεραίροντες.
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος πλ. δ΄.
Μετὰ
τὸ τεχθῆναί Σε, θεόνυμφε Δέσποινα, παρεγένου ἐν ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς
τὰ Ἅγια τῶν Ἁγίων ὡς ἡγιασμένη· τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς Σὲ τὴν πανάμωμον,
τροφὴν κομίζων Σοι· τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν
Σοὶ σκηνῶσαν· δι’ ὃ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ
Θεοῦ, σῶζε τὸ γένος ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Ἀριθμῶν
τὸ Ἀνάγνωσμα (κεφ. 16, 25-35)
Καὶ
ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τῇ συναγωγῇ λέγων· ἀναχωρήσατε
κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορέ. καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν
καὶ Ἀβειρών, καὶ συνεπορεύθησαν μετ᾿ αὐτοῦ πάντες οἱ πρεσβύτεροι
Ἰσραήλ. καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν λέγων· ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν
τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων, ὧν ἐστιν αὐτοῖς, μὴ
συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν. καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ
κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν
αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν. καὶ
εἶπε Μωυσῆς· ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέ με ποιῆσαι πάντα τὰ ἔργα
ταῦτα, ὅτι οὐκ ἀπ᾿ ἐμαυτοῦ· εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται
οὗτοι, εἰ καὶ κατ᾿ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος
ἀπέσταλκέ με· ἀλλ᾿ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα
αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα,
ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν
οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον. ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους
τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν, καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς
καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ καὶ τὰ
κτήνη αὐτῶν. καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ
ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς. καὶ πᾶς Ἰσραὴλ
οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες· μή ποτε καταπίῃ ἡμᾶς ἡ
γῆ. καὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους
ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. 66, 10-17)
Εὐφράνθητι,
Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα
αὐτῇ χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτῇ, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ
μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης
αὐτῆς. ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς
εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ᾿ ὤμων
ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται. ὡς εἴ τινα μήτηρ παρακαλέσει,
οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. καὶ ὄψεσθε,
καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται
ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. -Ἰδοὺ γὰρ
Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν
αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. ἐν γὰρ τῷ πυρὶ Κυρίου
κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ρομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι
ἔσονται ὑπὸ Κυρίου. οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ
ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ
αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος,
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. 59, 14-21)
Τάδε
λέγει Κύριος· κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ
ἐδύναντο διελθεῖν. καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ
συνιέναι· καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. καὶ εἶδε καὶ
οὐκ ἦν ἀνήρ, καὶ κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ
βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο. καὶ ἐνεδύσατο δικαιοσύνην ὡς
θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο
ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς
ὑπεναντίοις. καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου καὶ οἱ ἀπ᾿ ἀνατολῶν
ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει
μετὰ θυμοῦ. καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ρυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ᾿Ιακώβ.
καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, εἶπε Κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν
ἐπὶ σοί, καὶ τὰ ρήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός
σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπε γὰρ Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς
τὸν αἰῶνα.
Λιτή.
Ἦχος α΄.
Ἀγάλλεται
σήμερον ἡ Κέρκυρα, ὡς ὁ πάλαι Ἰσραὴλ ἰδοῦσα τὴν χεῖρα τοῦ Θεοῦ τὴν ὑψηλήν· ὡς
γὰρ ἐκεῖνος τοὺς διώκοντας Αἰγυπτίους, ὑποβρυχίους ἑώρακεν, οὕτω καὶ νῦν αὕτη,
τοὺς κατὰ Θεοῦ βουλευσαμένους Λατίνους, ὑποχθονίους γενομένους τεθέαται, τοῦ
Σπυρίδωνος κατὰ μέσην νύχτα, τὴν ἀκρόπολιν αὐτοῖς διὰ πυρὸς ἐπισείσαντος, καὶ
εἴληφεν, ὡς ἀληθῶς ἐν αὐτῇ πέρας ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαβίδ· τὸ γὰρ ἑσπέρας
μὲν κλαυθμὸς ηὐλίσθη καὶ δάκρυα, πρὸς Θεὸν καὶ τὸν Αὐτοῦ θεράποντα, τὸν θερμὸν
τῆς πίστεως προστάτην καὶ πρόμαχον· εἰς δὲ τὸ πρωΐ ἐπέλαμψεν ἀγαλλίασις · δι’ ὃ
καὶ ᾠδαῖς πνευματικαῖς ἀποδιδοῦσα τὰ χαριστήρια, δοξάζει εἰς αἰῶνας τὸν Σωτῆρα
Χριστόν, καὶ Σπυρίδωνα τὸν Αὐτοῦ βραχίονα.
Ἦχος
β΄.
Ἡ χάρις
ἐπέλαμψε τῆς ἀληθείας· τὰ θεσπιζόμενα πάλαι λογικῶς, νῦν πραγματικῶς
ἐκυρώθησαν· τοὺς γὰρ ἀθετοῦντας, τοὺς τῶν Συνόδους ὅρων, Σπυρίδων ὁ τούτων
σύμψηφος καὶ ἔκδικος, ἐνδίκως τῷ πυρὶ παρέδωκεν· ἐνδυσάσθωσαν αἰσχύνην οἱ
τούτοις μὴ πειθόμενοι· ἡμῖν γὰρ δόξα τὰ τῶν Συνόδων κρατεῖν, οὐκ ἐκ τοῦ Υἱοῦ,
ἀλλ’ ἐκ τοῦ Πατρὸς θεολογούντων τὸ Πνεῦμα, ὡς Αὐτὸς ἐδίδαξεν ὁ Κύριος· πρὸς Ὃν
βοήσωμεν λέγοντες· φιλάνθρωπε Κύριε, ἀξίωσον ἡμᾶς μέχρι τέλους τηρεῖν τὴν
ἄχραντόν Σου θεολογίαν, καὶ μετὰ ταύτης παραστῆναι ἐνώπιόν Σου, ἐν τῇ ἡμέρᾳ τῆς
Κρίσεως.
Ἦχος
γ΄.
Τὴν
ἱερατικὴν στολὴν ἀμπεχόμενος, φλόγα προσῆγες τοῖς ὑβρισταῖς, διεκδικῶν τὴν
εὐσέβειαν, θρασυνομένοις τῷ κράτει τῆς ἀσεβείας, ὑβρίζειν τὸν Νάον ἅγιον σου·
τοιαῦτα γάρ που τὰ ἄζυμα, καὶ μάρτυρα τέμενος ἀπαράγραπτον, τὸν στέφανον
ἐδωρήσω τῆς νίκης, ἡμῖν τοῖς σὲ τιμῶσι, Σπυρίδων παναοίδιμε.
Ἦχος
πλ. β΄.
Μέγας
εἶ Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα Σου, καὶ τῆς συνέσεώς Σου ἀληθῶς οὐκ ἔστιν
ἀριθμός· ἵνα γὰρ θεομηνίας, ἀλλ’ οὐ φύσεως ἀποτέλσμα κριθῇ, ἡ τῶν παρανομωτάτων
παπιστῶν καταστροφή, τὸν μέν φύλακα ὀφθαλμοῖς ἠξίωσας ἰδεῖν τὸν ἅγιόν σου, τὸ
πῦρ μετὰ χεῖρας φέροντα, καὶ ζῶντα διετήρησας μεταθέμενος, ὡς εἶναι τοῦτον
μάρτυρα ἀπαράγραπτον, ὧν ἑώρασκεν, ὧν τε ἤκουσε, καὶ ὧν πέπονθε· τὴν δὲ ἐν τῷ
Ναῷ τοῦ ἡγεμόνος φωταγωγόν, ἐξ ἰσχυρᾶς ἁλύσεως αἰωρημένην εἰς γῆν εὐδόκησας
πεσεῖν, καὶ ἅμα τὴν ἐν ταῖς Ἐνετίαις αὐυτοῦ εἰκόνα, κεραυνόβλητον γενέσθαι
πεποίηκας· ἅπαντα γὰρ ταῦτα, τῆς σῆς ὀργῆς ἔργον ὑπάρξαι, τὴν πανωλεθρίαν
διεβεβαιώσαντο· δι’ ὅπερ ἡμεῖς οἱ ἀνάξιοι, οἱ τηλικαύτης εὐεργεσίας
ἀπολαύσαντες, εὐχαριστοῦντές σοι κραυγάζομεν· ἀπειροδύναμε, καὶ ἀπειρόσοφε
Κύριε δόξα Σοι.
Δόξα.
Ἦχος β΄.
Ἱεραρχῶν
τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε Σπυρίδων σοφέ, σὺ ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν
τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιώτας ἐξώθησας, καὶ τοῦ δυνάστου τὸ
φρύαγμα, διὰ πυρὸς εἰς γῆν κατηδάφισας· δι’ ὃ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ,
τὸν Σωτῆρα ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ
δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις,
ἡ δεξιὰ τοῦ Θεοῦ, ἡ ὑψηλὴ καὶ θαυμαστὴ καὶ ἐξαίσιος, Σπυρίδων ὁ τῶν Λατίνων,
τὴν ἐπηρμένην ὀφρύν, καὶ τὴν ὕβριν πᾶσαν τὴν τολμήσασαν, εἰς Ναόν σου μυστήρια,
ἐκτελεῖν τὰ παράνομα, καταχαώσας, καὶ τὸν πᾶσαν ἀντίθεον, καὶ παράφρονα,
ἀποδείξας τοῖς πράγμασι, Μάρκου δὲ τὰ παλαίσματα, κυρώσας τρανώτατα, λῆρον
ἡγεῖσθαι δὲ ὄντως τῆς Φλωρεντίας τὸν σύλλογον, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς
ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Στ.: Κύριος τῶν δυνάμεω μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς
Ἰακώβ.
Χαίροις,
ὁ καὶ πραΰς ἐν καιρῷ, καὶ μαχητὴς κατὰ Μωσῆν ἐνδικώτατος, τῶν θείων τῆς
Ἐκκλησίας, ἀθετουμένων θεσμῶν, τοὺς γὰρ ὅρους πάντας τοὺς ἀβίαστον, διαμένειν
τὸ σύμβολον, ἐκφωνοῦντας σαφέστατα, ἀδικουμένους, τοῖς σπαράκταις τῆς Δύσεως,
ἐξεδίκησας, καταστρέψας τοὺς ἄφρονας· ὅθεν νῦν ἐπαγάλλονται, Πατέρων τὰ
τάγματα, καὶ τῶν Συνόδων τὰ πλήθη, τῶν ἱερῶν πόῤῥω βλέποντες, ὡς δὴ ἀνιέρους,
ὑπὸ σοῦ ἀπελαθέντας, Σπυρίδων ἔνδοξε.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ
οἰκουμένῃ.
Δεῦτε,
οἱ χριστοφόροι λαοί, τῆς παγκοσμίου Ἐκκλησίας οἱ τρόφιμοι, τὴν νίκην τὴν
δεδομένην, παρὰ Θεοῦ πρὸς ἡμᾶς, ἐπιγνόντες πόθῳ ἑορτάσωμεν, λαμπρῶς καὶ
κροτήσωμεν, τὸ τοῦ Πνεύματος ὄργανον, καὶ τῆς Ἑώας, τὸ περίδοξον καύχημα, καὶ
δεφένσορα, τὸν ἐκ Κύπρου Σπυρίδωνα, πάντας τοὺς ἑτερόφρονας, διδάξαντα
πράγματι, μίαν εἰδέναι ἁγίαν, ὡς ἀληθῶς καὶ Ὀρθόδοξον, Χριστοῦ Ἐκκλησίαν, τὴν
κατέχουσαν τὴν πίστιν ἀκαινοτόμητον.
Δόξα.
Ἦχος δ΄.
Ὅσιε
Πάτερ ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου
Πνεύματος καταγώγιον, δι’ ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς
λύκους, διὰ δογμάτων ἀπήλασας, καὶ τὴν Ὀρθοδόξον σαφῶς τρανώσας πίστιν, στύλος
ἀναδείκνυσαι, εὐσεβείας πρόμαχος· δι’ ὃ καὶ νῦν θαυματουργῶν ἐν τῇ Κερκύρᾳ,
πόῤῥω τοὺς παπιστὰς ἐδίωξας, ὡς βδελυροὺς καὶ κακόφρονας, ἀλλ’ ὦ Πατέρων
ἀξιάγαστε, καὶ τῶν Συνόδων ἔκδικε, τὸν Σωτῆρα ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δεῦτε
πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν
προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν· τὴν πρὸ αἰώνων προορισθεῖσαν
Θεοτόκον· Κύριε, πρεσβείαις Αὐτῆς, τὴν εἰρήνην Σου παράσχου ἡμῖν, καὶ τὸ μέγα
ἔλεος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ήχος
α'.
Τῆς Συνόδου τῆς πρώτης ὥσπερ πάλαι ὑπέρμαχος, οὕτω νῦν ὑψῶν
ἀνεφάνης, τὴν Ἐκκλησίαν Χριστοῦ· καὶ γὰρ μακρὰν τοῦ ναοῦ σου ἐξωθείς, καὶ ἄρδην
ἐν πυρὶ κατέστρεψας, καὶ εἰς τὸ ἄσβεστον ἀπέπεμψας σαφῶς, Λατίνων γνούς, ὡς
στρεβλοῦντας τὴν θεολογίαν σου· δόξα τῷ σὲ βραβεύσαντι ἡμῖν, δόξα τῷ σὲ
δοξάσαντι, δόξα τῷ διὰ σοῦ ὑψώσαντι ἡμᾶς Σπυρίδων
ἀξιάγαστε.
Δόξα.
Ἔτερον. Ὅμοιον.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργῶν λόγῳ
μόνῳ ποταμοὺς ἀνεχαίτισας, Σπυρίδων μακάριε σοφέ· διὸ νεκρὰ σοὶ ἐν τάφῳ
προσφωνεῖ, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς,
Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ·
δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ
νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε
ἴδωμεν φρικτά, ἐν τῇ Κερκύρᾳ τῇ λαμπρᾷ, ἐθαυμαστώθη γὰρ ἐκεῖ, πίστις ἡ θεία ἐκ
Θεοῦ, καταχωσθέντων τῶν βιαστῶν τῆς Ἐκκλησίας, ἔκρινεν ἡ δίκην τοὺς ὑβριστὰς
τοῦ Θεοῦ, ἐκβέβληται ὁ Πάπας ὡς ὄντως βλάσφημος· τοῦτο γὰρ Σπυρίδων ἔδειξεν, ὡς
βέβηλον τὴν θυσίαν μὴ στέρξας, τὴν τῶν ἀζύμων, καὶ τὴν προσθήκην, οἷα λοιμὸν
τῆς Ἐκκλησίας.
Δόξα.
Ἀναντίῤῥητός
ἐστιν, αὕτη ἀπόδειξις Θεοῦ, καὶ ἐπίγνωτε λοιπόν, ὅτι πλανᾶσθε Παπισταί, καὶ τὴν
κακίστην ἀπώσασθε νῦν πεισμοσύνην, πᾶσι γὰρ σαφές, ἤδη γέγονεν, εἶναι παρ’ ἡμῖν
τὴν ἀλήθειαν, καὶ μαρτυρεῖ τὰ πράγματα βοῶντα σάλπιγγος δίκην καὶ λέγοντα·
Σπυρίδων πάντας, ἀποδιώκει τοὺς Λατίνους, ὡς βδέλυγμα.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε,
βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ
σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν
μένει παρθένος.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Μάτην
ἀνίερε, φράτορ βεβούλησαι, τελεῖν τὴν βέβηλον, λατινομίνσαν σου, ὁ ἐναγὴς ἐν τῷ
πλευρῷ Σπυρίδωνος τοῦ ἁγίου· ἄζυμα οὐ δέχεται ὁ Σπυρίδων ἄψυχα, ὥσπερ οὐδὲ
σύμβολον ἐν προσθήκῃ ψαλλόμενον· δι’ ὃ καὶ ἐεν βορβόρῳ ῥιπτεῖσε βόρβορον ὄντως
ὄντα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς
παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς
ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε;
ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Στεναγμοὺς
τοῦ λαοῦ σου μὴ παριδών, καὶ Λατίνων τὸ θράσος μὴ ἐνεγκων, ὀλέθρῳ παρέδωκας,
τοῦ Θεοῦ τοὺς ἀλάστορας, ὡς Κορὲ σὺν τῷ γένει, καὶ ᾅδην οἱ δείλαιοι, καὶ τὸ πῦρ
τῆς Γεέννης, ἀθρόον ἠλλάξαντο, οὐ μὲν οὖν καὶ ζῶντες, τῷ γὰρ ὕπνῳ οὐκ ἔζων· καὶ
νῦν οἱ περίλοιποι, μετ’ αἰσχύνης αἰσθάνονται, εἰς κενὸν αὐθαδίσαντες, ἔχοντες
οὐδὲν ἀντειπεῖν, ἀλλὰ καὶ μένουσιν οὕτως ἀσύνετοι, οἱ τὴν σύμπασαν Ἐκκλησίαν
ταράξαντες.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Κύριος τῶν δυνάμεω μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς
Ἰακώβ.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ
οἰκουμένῃ.
Εὐαγγέλιον, κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος· ὁ μὴ εἰσερχόμενος διὰ
τῆς θύρας...
Ὁ Ν’ ψαλμός.
Δόξα: Τὰ σύμπαντα χαρᾶς πληροῦται, λαμπρῶς φανείσης τῆς
ἀληθείας.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός....
Ἑώας
ἀγλάϊσμα Σπυρίδων σοφέ, καὶ άκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλη, τῆς
οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς λώβης τῶν Λατίνων ἀναιρέτης φανείς, τὸν
Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ
α’ Κανὼν τοῦ Ἁγίου. ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Ὑμνοῦμεν
τὴν θεϊκήν Σου Δέσποτα δεόντως πρόνοιαν, τὸν εὐσεβῆν λαόν σου· καὶ γὰρ Σύ, ἐξ
ἐχθρῶν ἐξεδίκισας, διὰ πυρὸς ὡς ἄφρονας τοὺς παπιστὰς καταστρεψάμενος.
Ἐπῆλθεν
εἰς νοῦν ποτε τοῦ φράτορος, προσφέρειν ἄζυμα οὐκ εὐσεβῶς, ἐγεῖραί τε βωμόν, ἐν
Ναῷ τοῦ Σπυρίδωνος, ἀλλὰ κακῶς ὁ ἄνομος,
ὥσπερ ὁ Δαθὰν κατακέκριται.
Καὶ
θᾶττον ὁ ἡγεμὼν ἐπένευσε, καὶ ἅμα προὔτεινε, τῷ ἱερεῖ ὃ βούλεται εἰπών, καὶ μὴ
ἄλλως ἐνδέχεσθαι· ἀλλὰ νυχτὸς ὡς ὕπνωσε, κάτω ἐν τῷ ἅδῃ ἀφύπνωσεν.
Θεοτοκίον.
Ἀσπόρως
τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ
σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ Σοῦ ἀπάτορα.
Ὁ
β’ Κανών. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
ᾨδὴν
ἐπινίκιον ἄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ
κρίναντι, ὅτι γραικοὶ ὀρθῶς πιστεύουσι.
Λαμπρῶς
ἑορτάσωμεν, σήμερον πάντες, Θεοῦ τὰ θαυμάσια καὶ λαμπρὰ τρόπαια· κατέστρεψε γὰρ
ἐχθρούς, καὶ ἔῤῥαξε τοὺς παπιστάς, εἰς γῆν ὡς ἄφρονας.
Ἡμέραν
εὐφρόσυνον, Κέρκυρα ἄγει, τοὺς πρώην ὑβρίζοντας, εἰς γῆν βλέψασα· ἀνέστη καὶ
γὰρ Θεός, καὶ ἔκρινεν ἐξ οὐρανοῦ, φρικτοῖς ἐν θαύμασι.
Θεοτοκίον.
Τὸ
ὄρος τὸ ἅγιον, ὅπερ προεῖδεν Προφήτης ἐν πνεύματι, ἐξ οὗ λίθος τέτμηται, τοὺς
τῶν εἰδώλων βωμούς, συντρίψας σθένει θεϊκῷ, Σὺ εἶ Παρθένε ἁγνή.
ᾨδὴ
γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Ἐδόξασας
ἀληθῶς, τὴν Ἐκκλησίαν Σου Χριστὲ σήμερον, δείξας αὐτὴν ἄμωμον, τοὺς παπιστικοὺς
ἀπωσάμενος.
Ἀνέδειξας
ἀγαθέ, ὀρθοδοξοῦντας τοὺς γραικοὺς σήμερον, τοὺς δυτικοὺς δ’ ἔμπαλιν, σκεύη τῶν
αἱρέσεων κάκιστα.
Σπυρίδωνα τὸν σεπτόν,
ἀνευφημοῦμεν οἱ πιστοὶ σήμερον· καὶ γὰρ αὐτὸς ἔσβεσε, τῶν αἱρετικῶν τὰ φρυάγματα.
Θεοτοκίον.
Σὺ
μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοι
τὸ χαῖρε κραυγάζομεν.
Ἕτερος.
Στερεωθήτω ἡ καρδία μου.
Ὁ
στρατιώτης θεασάμενος, ἐν χειρὶ τὸ πῦρ σε κατέχοντα, νόμῳ καὶ τάξει ἐρωτᾷ,
κοινὰ βλέπειν οἰόμενος· τοῦ δὲ πάθους τελεσθέντος, κήρυξ ὤφθη τοῦ θαύματος.
Σύνετε
νῦν οἱ λατινόφρονες, ἀληθῶς οἱ ὄντες μιξόθηρες· ὅτι ἀπώλειαν γεννᾷ, ἡ τοῦ Πάπα
προσκύνησις· καὶ γραικοὶ ὄντες τῇ φύσει, πρὸς γραικοὺς ἐπιστράφητε.
Ἀλλὰ
καὶ πάντες οἱ κακόδοξοι, τ’ ἀληθὲς ἐντεῦθεν διδάχθητε· οὓς γὰρ Σπυρίδων
ἐκδικεῖ, κατὰ πάντων ἀπόδειξις· οὐρανοῦ γὰρ αὕτη κρίσις, ἀψευδὴς καὶ ἀδέκαστος.
Θεοτοκίον.
Τῆς
στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρετῶν, τὴν
ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἐκ
ποιμνίου προβάτων ἐπιστατεῖν, τὴν Χριστοῦ Ἐκκλησίαν προχειρισθείς, ποιμὴν σὺ
παγκόσμιος, ἀνεδείχθης τοῖς πράγμασι, κακοδοξίας λύκους, ἐλάσας τοῖς θαύμασιν,
ἐν εὐσεβείας πόᾳ αὐτὴν ἐκτρεφόμενος· καὶ νῦν ἐν Κερκύρᾳ, τῶν φρατόρων τὰ στίφη,
ἀθέους ἀνέδειξας, παραπέμψας εἰς ὄλεθρον, ἱεράρχα πανεύφημε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σὲ τιμῶσιν ἐν πίστει, Σπυρίδων πανθαύμαστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ
ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ
τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ
αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει
βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς
προσιοῦσι τῇ σκέπῃ σου.
ᾨδὴ
δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Οὐ
βδελύγματα ἀζύμων ἡ Ἐκκλησία, τῷ ἑαυτῆς Νυμφίῳ, εἰς θυσίαν προσάγει· ὅθεν
ἀπελαύνονται, οἱ ἐβιωνίζοντες δόξαν τῷ Κυρίῳ μὴ φέροντες.
Δεισιδαίμονος
ἐκ πλάνης σὺν Ὀρθοδόξοις, ὡς πάλαι Σαμαρεῖται μετὰ τῶν Ἰουδαίων, εἶναι Θεοῦ
λατρευταί, ἐθέλουσι φράτορες, ὅμως μετ’ αἰσχύνης διώκονται.
Τὸν
Ποντίφικα, ὃν τρέμουσι πᾶσαι γλῶσσαι, ὁ ταπεινὸς Σπυρίδων,
εἰς τὴν γῆν καταράσσει, καὶ παίγνιον δίδωσι, τοῖς πίστει κραυγάζουσι· δόξα τῇ
δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Ἀπειρογάμως
ἐκύησας, ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις
φωναῖς, τὸ χαῖρέ Σοι Δέσποινα, πίστει ἀδικάστῳ κραυγάζομεν.
Ἕτερος.
Ἐν πνεύματι προβλέπων.
Σπυρίδων
ὁ θεόφρον, οὐ μέλλει οὐδ’ ἀργεῖ, ἐν πυρὶ ἐφίσταται ἐνδίκως μετ’ ὀργῆς, τοῦ
στρατιώτου τὰ πάντα θεασαμένου, καὶ μεθ’ ἡμέραν μεγάλως βοῶντος πᾶσι, ὄντως ὁ
Σπυρίδων εἰργάσατο.
Ἐκάλυψε
καὶ πάλαι Δαθὰν καὶ Ἀβειρών, ὑπὸ γῆν ὁ Κύριος, μὴ ὄντας ἱερεῖς· νῦν δὲ Σπυρίδων
τοὺς φράτορας ὡς ἀνιέρους, εἰς βυθὸν ᾅδου κατάγει, ὡς μὴ βοῶντας· δόξα τῇ
δυνάμει Σου Κύριε.
Αἰσχύνθητε
ὦ φλάροι, τὰ πράγματα βοᾷ· καὶ γὰρ ὡς κακόδοξοι διώκεσθε αἰσχρῶς· πότε οὖν πότε
γνώσεσθε, ὅτι πλανᾶσθε; Καὶ μέχρι τίνος τυφλοί, Τοῖχον ψηλαφᾶτε· ὄντως ἐπαξίως
πεπόνθατε.
Θεοτοκίον.
Παρθένε
Θεοτόκε, ἀμόλυντε Σκηνή· μολυνθέντα πταίσμασι, καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν
Σου καθαρωτάταις ῥανίσι, καὶ δός μοι χεῖρα βοηθείας, ἵνα κράζω· δόξα Σοι ἁγνὴ
θεοδόξαστε.
ᾨδὴ
ε΄. Σὺ Κύριέ μου φῶς.
Σὺ
Κύριε Χριστέ, εἰς γῆν ὄντως κατἐῤῥαξας, τὴν ἔπαρσιν τῶν Λατίνων, τὴν σεπτὴν
Ἐκκλησίαν, ὑψώσας τῇ δυνάμει Σου.
Σὺ
πάλαι τὸν Κορέ, ἱερᾶσθαι τολμήσαντα, ἐχάωσας ἀνομοῦντα, καὶ νῦν οὕτω κολάζεις,
παπιστὰς τῇ δυνάμει Σου.
Σὲ
Λόγε τοῦ Θεοῦ, κεφαλὴν ἐπιστάμεθα, ἀθάνατον Ἐκκλησίας τῆς σεπτῆ καὶ Καθόλου,
τὸν Πάπαν βδελυσσόμενοι.
Θεοτοκίον.
Σὲ
ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα· Σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας,
Θεόνυμφε κεκτήμεθα.
Ἕτερος.
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον.
Χρεωστικῶς
πιστοὶ ἀνυμνήσωμεν, νῦν τὸν Σπυρίδωνα, τὸν ὀρθρίσαντα ἐπὶ τὸν κίνδυνον τῆς
Ἐκκλησίας, κράτιστον δεφένσορα, ἑώας καὶ καύχημα.
Τοὺς
ταπεινοὺς ἡμᾶς ἐκ τῆς θλίψεως, χεὶρ ἐξανέστησε, τοῦ Σπυρίδωνος· καὶ γὰρ ὡς
ὄργανον τοῦ Παρακλήτου, ἕτοιμος εὑρίσκεται, ἐχθρῶν πρὸς καθαίρεσιν.
Τὸ
δυτικὸν λοιπὸν φρατορίδιον, ὡς ἄλλος Ἄρειος ἀποβέβληται, καὶ ὢν βέβηλος, ἐν
τοῖς βεβήλοις, θέαμα παναίσχιστον, ὁ αἴσχιστος εὕρηται.
Θεοτοκίον.
Ὡς
Κιβωτὸς σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς παλάτιον
ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν παντοκράτορα.
ᾨδὴ
στ΄. Θύσω σοι μετὰ φωνῆς.
Οὐ
Πάπαν, ἀλλὰ Χριστὸν θεμέλιον ἔχουσα, ἡ πανταχοῦ Ἐκκλησία, ἐγκαυχᾶται μόνῳ, ὡς
ἀθανάτῳ, καὶ δοξάζει, ὡς λυτρωθεῖσα, τιμίῳ ἐν αἵματι.
Γνώτωσαν,
τῶν δυσμενῶν φρατόρων τὰ κόμματα, τὴν τῶν γραικῶν Ἐκκλησίαν, τοῖς Πατέρων ὅροις
ἐφεπομένην, καὶ δικάζει, ὁ τοῦ Ὑψίστου ὀφθαλμὸς ἄνωθεν.
Οὐ
λόγοι, σοφιστικοὶ δυνήσονται ἄφρονες, τὴν προφανῶς γενομένην, καθ’ ὑμῶν ἐνδίκως
θεομηνίαν, ἀνατρέψας· τοῖς γὰρ πράγμασιν οἱ λόγοι ἐλέγχονται.
Θεοτοκίον.
Ὢ
θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον· ὅτι Παρθένος ἐν μήτρᾳ τὸν τὰ σύμπαντα
περιέχοντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.
Ἕτερος.
Τὸν Προφήτην Ἰωνᾶν.
Οἱ
τυφλοὶ καῖ οἱ χωλοί, οἱ τοῦ Πάπα λατρευταί, ἀπαράδεκτοί εἰσιν, εἰς τὸν οἶκον
τοῦ Θεοῦ, ὡς γέγραπται, καὶ ὡς βδελύγματα ἔξω ῥίπτονται.
Τῆς
δεήσεως ἡμῶν, ἐπακούσας ὁ Θεός, καθαιρεῖ τὸν παπισμόν, πολυτρόπως πολεμῶν, ἀλλὰ
καὶ οὕτω μένει ἀσύνετος.
Ἐν
Κερκύρᾳ τῇ κλεινῇ, ἐδοξάσθη ἐκ Θεοῦ, Ἐκκλησία ἡ σεπτή, ἡ ἁγία Κιβωτός, ἡ ἔχουσα
τὸ θεῖον σῶμα, τὸ τοῦ Σπυρίδωνος.
Θεοτοκίον.
Τρικυμίαι
λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν,
χειμάζουσι βοήθησόν μοι ἁγία Δέσποινα.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐκκλησία
σήμερον, λαμπρῶς ἑόρταζε πᾶσα, τῶν ἐχθρῶν τὴν ἔπαρσιν, κατεῤῥαγμένην ὁρῶσα·
ἄνωθεν, τὸ πῦρ κατέρχεται φλέγον· κάτω δέ, ἡ γῆ τινάσσεται στρεφομένη, καὶ
καλύπτει τοὺς τοῦ ψεύδους, προστάτας χάος, ὡς τὸν Δαθὰν καὶ Ἀβειρών.
Ὁ
Οἶκος.
Χρεωστικῶς
οἱ πιστοὶ πάντες, τὸν μέγαν ἐν ἱεράρχαις ὑμνήσωμεν Σπυρίδωνα·
ἡ γὰρ αὐτοῦ παραδόξως ἐν τῇ Κερκύρᾳ γενομένη θαυματουργία, δόξα τῶν εὐσεβούντων
Ἑλλήνων ὑπάρχει καὶ σέμνωμα· διὰ γὰρ ταύτης, σαφῶς, λαμπρῶς, καὶ ἀναμφιβόλως,
ἡμεῖς μὲν ἐξ ὧν καὶ μεθ’ ὧν τυγχάνει διαμένων, εὐσεβοῦντες ἀνεδείχθημεν· οἱ δέ,
τοῖς τοῦ Πάπα ληρήμασιν ἑπόμενοι, αἱρετικοί τε καὶ κακόδοξοι, καὶ Θεῷ ἱερᾶσθαι
ἀπόστοργοι· δι’ ὃ καὶ τοὺς τοῦτο ποιεῖν ἐν τῷ πανσέπτῳ αὐτοῦ Ναῷ διανοηθέντας,
ἐν δίκη κατεχάωσεν, ὡς ποτὲ ὁ Μωϋσῆς τὸν Δαθὰν καὶ τὸν Ἀβειρών.
Συναξάριον.
Τῇ ΙΒ΄
τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τοῦ Θαύματος τοῦ Ἁγίου Σπυρίδωνος,
ἐν Κερκύρᾳ, ἐν ἔτει 1718.
Ὁ
θαυματουργός, κἄν τέθνηκε Σπυρίδων,
τοῦ
θαυματουργεῖν οὐκ ἔληξε εἰσέτι.
Ὡς
φλογὶ τίσε παπιστὰς τειρομένοις, θοὸς ἥκων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἰωάννου τοῦ Ἐλεήμονος, ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Ἰωάννης
πένησι δοὺς καὶ σκορπίσας,
ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει.
ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει.
Οὗτος, Κύπριος ἦν τὸ γένος, Ἐπιφανίου τοῦ τῆς χώρας ἄρχοντος υἱός.
Γυναικὶ δὲ προσομιλήσας, κατὰ βούλησιν τοῦ πατρός, καὶ παίδων πατὴρ γεγονώς,
ἐπεὶ τὸν βίον ἥτε γυνὴ αὐτοῦ, καὶ τὰ τέκνα ἀπέλιπον, πᾶσαν τὴν ἔφεσιν αὐτοῦ
πρὸς ἐπίδοσιν ἀρετῆς, καὶ Θεοῦ ἀρέσκειαν ἔτρεψε· καὶ διὰ λαμπρότητα βίου,
ἀρχιεπίσκοπος Ἀλεξανδρείας καθίσταται, τοῦ τῶν Ἀλεξανδρέων φήμου τοῦτον
Ἡρακλείῳ τῷ βασιλεῖ αἰτησαμένου. Ὅς, ἐπὶ τὴν λυχνίαν εὐαγγελικῶς τεθείς, δίκην
πυρσοῦ τῇ οἰκουμένη ἐξέλαμψε, πρῶτος τῆς ἐν τῷ Τρισαγίῳ ὕμνῳ προσθήκην κωλύσας,
προστιθέντων γνώμῃ κακούργῳ τινῶν, τῷ· ἅγιος
Ἀθάνατος, τό· ὁ σταυρωθεὶς δι’ ἡμᾶς.
Διαπρέψας δὲ ἐν τῇ ἀρχιερωσύνῃ ἔτη πολλά, καὶ πλεῖστα πεποιηκὼς θαύματα, καὶ
τοῖς δεομένοις ἐπαρκέσας, τὰ πρὸς τὴν χρείαν ἀφθόνως, καὶ τὴν τοῦ Ἐλεήμονος
ἐπίκλησιν ἐντεῦθεν λαβών, καὶ τοῖς πᾶσι, καὶ αὐτοῖς τοῖς ἀπίστοις, αἰδέσιμος
καταστάς, ὡς ἡ περὶ αὐτοῦ ἱστορία καὶ βίβλος δηλοῖ, πρὸς Κύριον ἐξεδήμησεν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νείλου τοῦ ἀσκητοῦ.
Αἴγυπτον
ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν.
λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας.
λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας.
Οὗτος
πολὺς ἦν ἐν λόγοις, ἐπὶ τῆς βασιλείας Μαυρικίου, ἔπαρχος Κωνσταντινουπόλεως
γνωριζόμενος. Σεμνῇ δὲ γυναικὶ συζευχθείς, καὶ δύο τέκνα ἄῤῥεν τε καὶ θῆλυ
ἀποτεκών, τὴν ἑαυτοῦ πέπεικε σύζυγον, τὴν Κωνσταντινούπολιν καταλιπεῖν, καὶ
τοῖς τῆς Αἰγύπτου Μοναστηρίοις κατασκηνῶσαι· μερίσασθαί τε τὰ τέκνα, καὶ τὸν
μὲν παραλαβεῖν τὸν υἱὸν Θεόδουλον, τὴν δὲ τὴν ἑαυτῆς θυγατέρα. Καὶ οὕτω
ποιήσαντες, διέστησαν ἀπ’ ἀλλήλων. Καὶ ἐπεὶ ὁ μακάριος Νεῖλος, τὸ Σίναιον ὄρος
μετὰ τοῦ υἱοῦ καταλειφώς, συνῆν τοῖς Πατράσι, βάρβαροί τινες ἐξαίφνης
ἐπελθόντες ὡς θῆρες, τὸν υἱὸν Θεόδουλον σὺν ἄλλοις πλείστοις αἰχμάλωτον ἔλαβον·
ὃν ὡς αἰχμάλωτος θρηνεῖ πλέον τοῦ καθήκοντος, καθὼς ἐν τῷ παρ’ αὐτοῦ συντεθέντι
συγγράμματι ἐμφέρεται.
Τῆς
θείας δὲ καταξιωθεὶς ἱερωσύνης, καὶ λόγους ἀσκητικοὺς πάσης σοφίας καὶ συνέσεως
καὶ ὠφελείας ἐκθείς, δυνάμει Λόγου, καὶ Ἁγίου Πνεύματος χάριτι, πρὸς ἄσκησιν
ἐπαλείφοντας, ἐπιστολάς τε καὶ κεφάλαια συνθεὶς πλεῖστα, καὶ πολλοὺς τῷ θείῳ
ἔρωτι δι’ αὐτῶν τῷ Χριστῷ προσοικειώσας, ἐν εἰρήνῃ τελειοῦται. Κεῖται δέ, ὥς
φασιν, αὐτοίς τε καὶ ὁ υἱὸς αὐτοῦ Θεόδουλος, μεθ’ ἑτέρων ἀσκητῶν, ἐν τῷ
σεβασμίῳ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ἐν τῷ Ὀρφανοτροφείῳ, ὑποκάτω τοῦ
Θυσιαστηρίου, ὑπὸ Ἰουστίνου τοῦ βασιλέως κατατεθέντες.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νείλου τοῦ Μυροβλύτου, τοῦ Ἁγιορείτου.
Ὁ Nεῖλος ὤφθη οὐχὶ ὕδωρ ἐκρέων,
μῦρον δὲ εὔπνουν, οὗ μυρεψὸς ἡ χάρις.
μῦρον δὲ εὔπνουν, οὗ μυρεψὸς ἡ χάρις.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτίνου, ἐπισκόπου Φραγκίας.
Οὐκ
ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε.
ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν.
ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν.
Οὗτος
ἦν ἐπὶ Τραϊανοῦ τοῦ βασιλέως· καὶ καταστὰς ὑπ’ αὐτοῦ στρατηγός, πρὸς τὸν
βαρβάρων ἐκπέμπεται πόλεμον· καὶ τὴν πληθὺν τῶν ἐναντίων ἰδών, ἔδεισεν, ὡς
εἰκός. Κατὰ δὲ τοὺς ὀνείρους, ἐκ θείας ἐπιφανείας, θάρσος λαβών, τῆς κατὰ τῶν
ἐχθρῶν νίκης ἐπαγγελίᾳ, συμμίξας αὐτοῖς καὶ συμβαλών, πάντας ἐτροπώσατο· καὶ
μεγάλης διὰ τοῦτο παρὰ τοῦ βασιλέως τυχὼν δεξιώσεως, αὐτὸς μᾶλλον τῷ τῶν
οὐρανῶν Βασιλεῖ εὐχαριστῶν διετέλει, ὡς τὴν ἀνέλπιστον νίκην παρασχομένων αὐτῷ
δι’ εὐποιΐας μικρᾶς. Πρὸ γὰρ τῆς συμβολῆς τοῦ πολέμου, προσῆλθεν αὐτῷ τις
προσαίτης· καὶ τὴν ἀπορίαν ἀποκλαιομένῳ συμπαθήσας ὁ Ἅγιος, μέρος τῆς χλαμύδος
αὐτοῦ ἀποῤῥήξας ἐπέδωκεν· ὅθεν ἔδοξε τὸν Κύριον ἐν τοῖς ὕπνοις παραστάντα
λέγειν· Ἐπεὶ πεινῶντά με ἔθρεψας, καὶ γυμνητεύοντα ἐνέδυσας, ἔσομαι μετὰ σοῦ
καὶ ἐνισχύσω σε, καὶ τὴν κατ’ ἐχθρῶν παρέξω σοι νίκην. Ἀνθ’ ὧν εὐχαριστῶν τῷ
Θεῷ, ἐπὶ τὸν μονήρη βίον μετέθηκεν ἑαυτόν. Καὶ ἐπὶ χρόνοις ἑπτὰ τῇ ἀσκήσει
ἐγγυμνασάμενος, καὶ τὰς θείας ἐκμελετήσας γραφάς, ἐπίσκοπος χειροτονεῖται
Κωνσταντίνης τῆς πόλεως, τῆς κατὰ Γαλλίαν κειμένης. Οὗτος τῇ τοῦ Χριστοῦ χάριτι
νεκροὺς ἀναστήσας, καὶ περιστερὰν ζῶσαν εἰς χρυσὸν μεταβαλών, ὡς ἂν τοῦ
ἐπιδεομένου βοηθήσῃ τῇ χρείᾳ, καὶ πάλιν εἰς ὃ ἦν ἀποκαταστήσας αὐτήν, καὶ ἕτερα
πλεῖστα πεποιηκὼς θαύματα, ἐν εἰρήνῃ τὸν βίον μετήμειψε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτίνου, ἐπισκόπου Ταρακίνης.
Κλέος
κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος,
εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος.
εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος.
Οὗτος
ὑπῆρχεν ἀπὸ Σαβωρίας τῆς Ταφωνίας, ἐπίσημος τῷ γένει, καὶ παρὰ τοῖς Ἰλλυριοῖς
μέγας γνωριζόμενος, καὶ ἀποστολικοῖς ἐμπρέπων ἀξιώμασιν. Οὗτος ἐπιβουλευθεὶς
παρὰ τῶν τὰ Ἀρείου φρονούντων, καὶ πολλάκις δημοσίᾳ τυφθείς, ἐξηλάθη· καὶ εἰς
Μεδιολάνων ἀνελθών, τὰ αὐτὰ πέπονθεν ὑπὸ Αὐξεντίου τοῦ ἐπισκόπου, Ἀρειανοῦ καὶ
αὐτοῦ ὑπάρχοντος. Ὅθεν ἀναγκασθείς, Ταλάρειαν τὴν νῆσον καταλαμβάνει, ἔρημον
οὖσαν καὶ ἄοικον, καὶ τῷ Τυῤῥηνικῷ πελάγει ἐγγίζουσαν, ῥίζαις μόναις βοτανῶν
ἀρκούμενος. Ὅθεν ὕστερον καὶ ἐπισκοπεῖν ἐπετράπη τὴν ἐν Ταρακίνῃ Ἐκκλησίαν. Ἐπὶ
τοσοῦτον δὲ τῇ φιλοπτωχείᾳ ἐξήστραψεν, ὥς τε πρώην μὲν πάντα πένησι διαδοῦναι·
μετὰ δὲ ταῦτα εἰ τύχοι αὐτὸν ἑνὶ πριβολαίῳ σκέπεσθαι, καὶ ῥιγοῦντα θεάσασθαι,
τοῦτο ἀπὸ τῶν γονάτων διακόπτειν, καὶ τῷ δεομένῳ ἐπιδιδόναι. Ἀλλὰ καὶ νεκρὸν
ἰδὼν ἐκκομιζόμενον ποτέ, ἐπεὶ ὁ συκοφάντης θάπτεσθαι αὐτὸν οὐ συνεχώρει, λέγων
χρεωστεῖσθαι παρ’ αὐτοῦ χρυσίων σταθμόν, ἐκεῖνον μὲν ἀνέστησεν· τοῦτον δὲ
ψεύστην ἐλεγχθέντα, ἀποθανεῖν ἀντ’ αὐτοῦ ἐκέλευσεν. Οὕτως οὖν θεαρέστως, καὶ
ἐπὶ τοιούτοις θαυμαστῶς βιώσας, ἐν εἰρήνῃ ἐκοιμήθῃ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἀχιά.
Ὅτι
Προφήτης Ἀχιά, πρὶν τεθνάναι,
Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου.
Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου.
Οὗτος
ἦν ἀπὸ Σηλώμ, ἐκ πόλεως Ἠλεί, ὅπου ἦν ἡ Σκηνὴ τὸ πάλαι. Οὗτος εἶπε περὶ
Σολομῶντος, ὅτι προσκρούσει τῷ Κυρίῳ· καὶ ἤλεγξε Ἱεροβοάμ, ὅτι δόλῳ πορεύεται
κατὰ Κυρίου. Εἶδε καὶ ζεῦγος βοῶν πατούντων τὸν ναόν, καὶ κατὰ τῶν ἱερέων
ἐπιτρεχόντων, ὅνπερ ἐλθόντες οἱ Βαβυλώνιοι, τοῦτον ἠροτρίασαν. Προεῖδε δὲ καὶ
περὶ τοῦ Σολομῶντος, ὅτι αἱ γυναῖκες αὐτὸν ἐκστήσουσι, καὶ πᾶν τὸ γένος αὐτοῦ·
καὶ ἀποθανὼν ἐν εἰρήνῃ, ἐτάφη ἐγγὺς τῆς δρυὸς Σηλώμ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων· Ἀντωνίου, Ζεβινᾶ, Γερμανοῦ, Νικηφόρου καὶ Μαραθὼ τῆς παρθένου.
Ξίφος
Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.
σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.
Bληθεῖσα εἰς πῦρ Mαραθὼ ἡ παρθένος,
νῦν ταῖς φρονίμοις συγχορεύει παρθένοις.
σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.
Bληθεῖσα εἰς πῦρ Mαραθὼ ἡ παρθένος,
νῦν ταῖς φρονίμοις συγχορεύει παρθένοις.
Οὗτοι ὑπῆρχον ἐπὶ Μαξιμιανοῦ. Καὶ ὁ μὲν Ἀντώνιος ἦν τὴν ἡλικίαν
προβεβηκώς· ὁ δὲ Νικηφόρος, καὶ Ζεβινᾶς, καὶ Γερμναός, νέοι ἔτι ἀκμάζοντες.
Κατασχεθέντες δὲ ἐν Καισαρείᾳ, καὶ τὸν Χριστὸν παῤῥησίᾳ ὁμολογήσαντες, ξίφει τὰς
κεφαλὰς ἀποτέμνονται. Μαραθὼ δὲ ἡ παρθένος, ἐκ Σκυθοπόλεως οὖσα, ἐν πάσῃ τῇ
πόλει θριαμβευθεῖσα γυνή, πυρὶ παραδίδοται, καὶ τελειοῦται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀρσάκιος,
ξίφει τελειοῦται.
Ἔχαιρεν
Ἀρσάκιος εἰς ξίφος βλέπων,
σὺν τῷ ξίφει γάρ, ἧν βλέπων καὶ τὸ στέφος.
σὺν τῷ ξίφει γάρ, ἧν βλέπων καὶ τὸ στέφος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Λέοντος, Πατριάρχου Κωνσταντινουπόλεως
Ἐναερίους
δαίμονας σοβεῖ Λέων,
βίου ἐξελθὼν ὡς λέων ἐκ καλάμου.
βίου ἐξελθὼν ὡς λέων ἐκ καλάμου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νεομάρτυς Μάρκος, ὁ ἐκ Κλεισούρας Καστοριάς, ἐν ἔτει 1598, ἀγχόνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σάββας ὁ Νιγδελῆς καὶ Σαμολαδᾶς, ὁ ἐν
Κωνσταντινουπόλει, ἐν ἔτει 1726, ξίφει τελειοῦται.
Tμηθεὶς
κεφαλὴν Σάββα Mαρτύρων κλέος,
Xριστῷ συνάπτη τῇ κεφαλῇ τῶν ὅλων.
Xριστῷ συνάπτη τῇ κεφαλῇ τῶν ὅλων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος, ἐκ τῆς Ἑνορίας τῶν Ἓξ Μαρμάρων,
ἐν Κωνσταντινουπόλει, ἐν ἔτει 1752, τελειοῦται.
Nικᾷς
τὸν ἐχθρὸν τῇ ἀθλήσει σου μάκαρ,
ὦ Nικόλαε καὶ βραβεῖα λαμβάνεις.
ὦ Nικόλαε καὶ βραβεῖα λαμβάνεις.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἐν τῇ καμίνῳ.
Ἔξω
οἱ κύνες, ἔξω ὁ θύων ἄζυμα παπιστής, ἔνδον εἰς Ναὸν τὸν ἅγιον τοῦ Θεοῦ·
ἀναμέλπειν γὰρ οὐκ ἔμαθον, εὐλογημένος εἶ ἐν τῷ Ναῷ τῆς δόξης Σου Κύριε.
Ὥσπερ
Ἠλίας, τῆς εὐσεβείας ζήλῳ σὺ ἐπιστάς, σκεύη μιαρῶν αἱρέσεων ἐν πυρί, παραδόξως
κατηνάλωσας μὴ εὐλογοῦντας, ἔνδον τοῦ Ναοῦ τῆς δόξης τὸν Κύριον.
Ἀγαλλομένη,
ὡς κεκτημένη ἡ Κέρκυρα ἀεί, Πάτερ κατὰ τῶν αἱρέσεων τῶν ἐγγύς, ἐλατῆρά σε καὶ
φύλακα, εὐλογημένος εἰς ἀεῖ βοᾶ, τῆς δόξης ὁ Κύριος.
Θεοτοκίον.
Τὸ
τοῦ Ὑψίστου ἡγιασμένη θεῖον σκήνωμα χαῖρε· διὰ Σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε
τοῖς κραυγάζουσιν· εὐλογημένη Σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.
Ἕτερος.
Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Ὁ
τύραννος ἐχθρὸς κατεστρέφετο, οἱ πρότερον δακρύοντες ἔψαλλον· εὐλογητὸς ὁ Θεός,
ὁ τῶν Πατέρων ἡμῶν.
Κατέσεισε
τὸ ἄστυ εἰς ὄλεθρον, Σπυρίδων ὁ θεόφρων τοῖς ψάλλουσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ἐσκίρτησαν
παμμάκαρ οἱ δοῦλοί σου, ῥυσθέντες παραδόξως καὶ ἔψαλλον· εὐλογητὸς ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Στερέωσον
τὸν νοῦν μου τρεπόμενον, τὸν λογισμὸν κλονούμενον ἔδρασον, ἐν ἀσαλεύτῳ με
πέτρᾳ, τῇ Σῇ σκέπῃ Μητροπάρθενε.
ᾨδὴ
η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Σκήνωμα
Θεοῦ τὸ νοητόν, τερπνὸς Παράδεισος, Νύμφη τε πάγκαλος, ἡ Ἐκκλησία νῦν
δέδεικται, καὶ κροτεῖ τὰ νικητήρια, καὶ τοὺς οἰκείους συγκαλεῖ πρὸς εὐφροσύνην
λαούς, κατησχύνθη Πάπας ὁ Ῥώμης, βοῶσα καὶ πέπτωκεν.
Αἰσχύνθητε
πλάνοι δυτικοί, καὶ ἐγκαλύφθητε, τρώγλας εἰσδύοντες, τὸ προσώποις ἰδιάζοντα, ἐν
θεότητι συγχέοντες, μὴ αἰδεσθέντες, τὸν ἡμᾶς μαστιγωγοῦντα Χριστόν, ἐκ Πατρὸς
τὸ Πνεῦμα κηρύττειν, ἀνάρχως τὸ ἅγιον.
Σήμερον
ἐξ ὕψους ἐνιδὼν Χριστὸς ὁ Κύριος, ἥνπερ ἐκτήσατο, τῷ τιμίῳ Αὐτοῦ αἵματι,
Ἐκκλησίαν ἐξεδίκησε· τῶν γὰρ φρατόρων καθαιρεῖ τὰς παρανόμους βουλάς, μὴ
βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Σὺ
μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, Σὺ τῆς Θεότητος
γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν
πάντες Σὲ εὐλογοῦμεν, Μαρία Θεόνυμφε.
Ἕτερος.
Ὃν φρίττουσιν Ἄγγελοι.
Τί
μάτην ἀνόητοι προτείνετε ἡμῖν, τῆς γῆς τὰ ληρήματα, καὶ σκῆπτρα καὶ ἀρχάς; Οὐ
ταῦτα βραβεῖα, οὐδὲ μενοῦν μισθοί, τοῖς ὀρθῶς ὑμνοῦσι τὸ πνεῦμα εἰς αἰῶνας.
Οὐκ
ἔστι συμφώνησις, οὐδέποτε ἡμῖν, καὶ Πάπα τῆς Δύσεως, ἐν οἴκῳ τοῦ Θεοῦ· ὁ μὲν
γὰρ ἀζύμως, ἐνζύμως δὲ ἡμεῖς· καὶ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἐξ Υἱοῦ ὑμνοῦμεν.
Ἀπώλετο,
πέπτωκε τὸ ῥάντισμα ἰδού· ὁ Πάπας ἀμύητος, καὶ ὅλως βδελυκτός· τοῦτο ἐκ
Κερκύρας ὁ Σπυρίδων βοᾷ, τὰς τρεῖς καταδύσεις ποιοῦσι κατὰ λόγον.
Θεοτοκίον.
Ἀνάστησον
κείμενον, εἰς βάθη με κακῶν, τοὺς νῦν πολεμοῦντάς με πολέμησον ἐχθρούς·
τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, ἁγνὴ μὴ παρίδῃς, ἀλλ’ οἴκτειρον καὶ σῶσον.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Δεῦτε
καθαρᾷ τῇ καρδίᾳ, καὶ νηφαλαίᾳ διανοίᾳ, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς
Ἐκκλησίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνομεν.
Χαῖρε
καὶ εὐφραίνου ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, ἐνστερνιζομένη ἀπαύστως, Αὐτοῦ
τὴν πίστιν ἀκαινοτόμητον, Υἱοῦ μὲν Πνεῦμα ψάλλουσα, ἐκ τοῦ Υἱοῦ δὲ σὺ οὐδέποτε.
Τὴν
ἐξ ὕψους ἄμυναν Σῶτερ, τῇ Ἐκκλησίᾳ Σου παρέσχες· Πάπαν γὰρ οὐκ οἶδεν, εἰ μὴ Σὲ
Χριστὲ μυοῦντα, ἓν τὸ αἶτιον εἶναι, Σοῦ τοῦ Υἱοῦ καὶ Πνεύματος, τὸ ἄναρχον τε
καὶ ἀναίτιον.
Θεοτοκίον.
Δέχου
τὰς λιτὰς τοῦ λαοῦ Σου, πρὸς τὸν Υἱόν Σου Θεοτόκε, ἱλεωσαμένη εὐμενῶς, ἡμᾶς
κινδύνων καὶ περιστάσεων, ῥυσθῆναι τοὺς ὑμνοῦντάς Σε· Σὺ γὰρ προστάτις καὶ
ἐλπὶς ἡμῶν.
Ἕτερος.
Τὴν ζωοδόχον πηγὴν τὴν ἀένναον.
Ὁ
τοὺς ἑώους ἡμᾶς τοῖς ἐκ Δύσεως, ἀναμιχθῆναι κωλύων τοῖς θαύμασιν· ὁ λαὸς τὸν
ἅγιον ὁδηγῶν ἑκάστοτε, εἰς οὐρανὸν ἀπὸ γῆς, θεῖος Σπυρίδων, φωτοειδὴς ἐν ἡμῖν
στύλος γνωρίζεται.
Παλινῳδίαν
μετ’ αἰσχύνης ᾄσαντες οἱ περιόντες τὴν ὕλην μετέθηκαν, σὺν σπουδῇ κραυγάζοντες·
τί δὴ φίλοι μέλλετε; Καὶ τοὺς λοιποὺς ἀπὸ γῆς πάντας ἐκτρίβει, τὰ τοῦ βωμοῦ
πάντα ἐκεῖθεν ἀξάρατε.
Ἀνατολῶν
ὁ Σπυρίδων ὁρμώμενος, εἰς δὲ τὴν Δύσιν καλῶς μεταθέμενος, ἐκδικεῖ τὰ πάτρια,
παπιστῶν τὴν ἔπαρσιν, ἐξ οὐρανοῦ, ὡς ποτὲ τὴν ἑωσφόρου, συγκαταστρέφων, καὶ
δείκνυσι παίγνιον.
Θεοτοκίον.
Ῥυπαρωτάτοις
ἐν χείλεσι πάναγνε, ἡ καθαρώτατον λόγον κυήσασα, τὴν εὐχὴν προσάγω Σοι, καθαρὸν
μ’ ἀνάδειξον, παντοδαπῶν μολυσμῶν ὄντα με πλήρη, μεσιτεύοντος τοῦ θείου
Σπυρίδωνος.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Συστήματα
εὐφραίνονται, τὰ τῶν Συνόδων σήμερον, ὁρῶντα βεβαιωμένους, ὦ ἱεράρχα Σπυρίδων, τοὺς ἱεροὺς αὐτῶν ὅρους· σὺ γὰρ
ἐξεδίκησας, τὸ πάνσεπτον ἀξίωμα, διὰ πυρὸς οὐρανίου, αὐτῶν καὶ τῆς ἀληθείας.
Θεοτοκίον.
Τὴν
φύσιν ἀνεκαίνισας, φθαρεῖσαν τοῦ προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ
ἀπειράνδρως τεκοῦσα, τὸν πλάστην πάσης φύσεως, ὑφ’ οὗ νικῶντες ὤφθησαν, γρακοὶ
λατίνους μέλποντες, Σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.
Αἶνοι.
Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὢ
τῆς ἐξ ὕψους ταχείας βοηθείας· ὅτι ὁ πανύψιστος Λόγος καὶ Κύριος, ἡ κεφαλὴ ἡ
ἀθάνατος, τῆς Ἐκκλησίας, ἀλλ’ οὐχ’ ὁ Πάπας ὁ βδελυρώτατος, ταύτης προνοούμενος
φθάνει ῥυόμενος καθάπερ μήτηρ φιλόστοργος, ἐκ τῶν κινδύνων, καὶ τῶν σκανδάλων
τῶν ἐκ τῆς Δύσεως· σοῦ γὰρ τὰ τείχη ἐζωγράφισα, ἐν χερσὶ ταῖς ἐμαῖς, πρὸς αὐτήν
φήσι, καὶ οὐ λήψεσθαι μέλλω, τοῦ λυτροῦσθαί σε τῶν θλίψεων.
Σήμερον
χαίρει καὶ Φώτιος ὁ θεῖος, ὁ πρῶτος ἐν πνεύματι δείξας τὰ σχίσματα, ὡς ἐκ τῆς
Ῥώμης ἀρξάμενα· μετὰ δὲ τοῦτον, ὁ τοῦ Πάπα ῥίψας μνημόσυνον, μέλος ὡς ἀνίατον
ἐκλογησάμενος; Μετὰ Συνόδου ὁ Σέργιος, καὶ γὰρ ὁρῶσιν, ἀποβληθέντας ἐκ Θεοῦ
σήμερον· ὅθεν κατ’ ἴχνος ὡς στοιχίσαντες, τῷ λαλοῦντι Χριστῷ τῷ Θεῷ ἡμῶν,
ἱκετεύουσι σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
Φλωρεντία αἰσχύνθητι καὶ κρύψον, τοῦ ψεύδους τὸ ἄθυρμα, ὅρον τὸν βέβηλον, καὶ
σὺ Κερκύρας τὸ βδέλυγμα, ἀχρειοκόλαξ, καὶ ἀποστάτης Πέτρος Ἀρκούδιος· Λέων τε
Ἀλάτιος τῆς Χίου ἔκτρωμα, καὶ παπολάτρης γενόμενος, καὶ μετὰ τούτων, οἱ τῆς
Τάργας καταψευσάμενος, ἄπιτε πάντες νῦν εἰς κόρακας· ὁ Σπυρίδων ὑμᾶς ἀπελέγχει
τρανῶς, καταστρέφων ἐκβάλλων, οὓς ὑμεῖς ὑποστηρίζεται.
Χαίροις
ὦ Μάρκε τὸ θαῦμα τῶν αἰώνων, ὁ μόνος πρὸς ἅπαντας ἀγωνισάμενος, πρὸς ὁμοφύλους
πρὸς φράτορας, καὶ κατ’ ἰδίαν, αὐτῆς τῆς Δύσεως τὸν πανύψιστον, βλέπε τοὺς
ἀγῶνάς σου, καὶ τὰ παλαίσματα, κεκυρωμένα ὡς ἔνθεα, εἰς τοὺς αἰῶνας, καὶ
ἐπαγάλλου μετὰ Σπυρίδωνος, μεθ’ οὗ συμφώνως καὶ θεσπίσαντες, ὡς διδάσκει
Χριστὸς ὁ Θεὸς ἡμῶν, ἱκετεύσατε τοῦτον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. β΄.
Ἱεραρχῶν
τὴν καλλονήν, τὸ τῶν Συνόδων κλέος, τὴν φρίκην τῶν Λατίνων, καὶ τῶν πιστῶν
ἀντιλήπτωρ μέγιστον, συνελθόντες, ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν
λέγοντες· χαίροις, ὁ τῆς Ἑώας φωστήρ, καὶ βλάστημα τερπνόν, καὶ καύχημα
περίδοξον· χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας τῶν παρανόμων, καὶ βωμὸν τὸν
βέβηλον ἐν τῷ σῷ Ναῷ μὴ καταδεξάμενος· χαίροις, ὁ τὴν ἀγέρωχον ὀφὺν καταβαλὼν
τοῦ Ποντίφικος, τῶν δὲ Ἑλλήνων ὑψώσας τὴν ὀρθόδοξον πίστιν ἐν τοῖς πέρασι. Καὶ
νῦν Σπυρίδων πανθαύμαστε, μὴ παύσῃς πρεσβεύων Χριστῷ τῶ Θεῷ, τοῦ φυλάττεσθαι
ἡμῶν ἀεί, τὴν εὐσέβειαν ἄτρωτον.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄.
Σήμερον,
τῷ Ναῷ προσάγεται ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ,
καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ· σήμερον, τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα
δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγετται· τα πλήθη ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· χαῖρε, μόνη ἐν
γυναιξὶν εὐλογημένη.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου