Πέμπτη 5 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 12. ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΕΛΕΗΜΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΝΟΕΜΒΡΙΟΣ ΙΒ΄!!

ΙΩΑΝΝΗΣ ΕΛΕΗΜΩΝ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξαἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τοῦ Ἱεράρχου, δευτεροῦντες αὐτά. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Ἐσκόρπισας ἔδωκας, τοῖς δεομένοις τὸν ἄρτον σου, Ἰωάννη θαυμάσιε, ἔλεος μιμούμενος, τοῦ συμπαθεστάτου Ὅσιε Δεσπότου· διό σου μένει ἀληθῶς, εἰς τὸν αἰῶνα ἡ μνήμη Ἅγιε, ἣν πίστει ἑορτάζοντας, ταῖς σαῖς πρεσβείαις περίσῳζε, πειρασμῶν τε καὶ θλίψεων, ἱεράρχα πανόλβιε. 

Σοῦ τὴν καθαρότητα, καὶ τοῦ νοὸς τὴν εὐθύτητα, καὶ τὸν τρόπον τὸν ἔνθεον, ὁ βλέπων τὰ κρύφια, κατιδών ἀνάγει, εἰς μέγιστον θρόνον, χρίσας τῷ μύρῳ σε σοφέ, καὶ τελειώσας, καὶ ποίμνης οἴακας, σαφῶς ἐγχειρισάμενος, ἣν πρὸς λιμένας ὡδήγησας, τοῦ ἐνθέου θελήματος, Ἰωάννη θεσπέσιε. 

Πάντα τὰ αἰτήματα, τῆς σῆς καρδίας ὁ Κύριος, ἀξιάγαστε δέδωκε· πάσας γὰρ ἐτήρησας, τὰς νομοθεσίας τὰς σωτηριώδεις· τὸν γὰρ Θεὸν ὁλοσχερῶς καὶ τὸν πλησίον θεομακάριστε, ὡς σεαυτὸν ἠγάπησας, καὶ δεομένοις ἐπήρκεσας· διὰ τοῦτό σε σήμερον, Ἰωάννη γεραίρομεν. 

 

Δόξα. Ἦχος β' Ἀνατολίου

Ἡ τοῦ ἐλέους πηγή, τοῖς ἐνδεέσι πλημμυρεῖ, εὐσυμπαθήτους οἰκτιρμούς, , Ἰωάννης ὁ Χριστοῦ μιμητής, ὁ μέγας ποιμὴν τῶν Ἀλεξανδρέων καὶ φωστήρ. Δεῦτε κορεσθῶμεν οἱ πτωχοὶ κατὰ πνεῦμα, μιμούμενοι αὐτοῦ τὴν ἱλαρότητα· φιλευσπλάγχνῳ γὰρ στοργῇ, Χριστὸν ξενίσας διὰ τῶν πενήτων, ὡς πάλαι Ἀβραάμ, τοῦ μακαρισμοῦ ἠξιώθη, καὶ παρρησίᾳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος. 

 

Λιτή. Ἦχος α΄.

Τὸν τῆς εὐποΐας ἐραστήν, καὶ τῆς ἐλεημοσύνης φερώνυμον, δεῦτε πιστοὶ Ἰωάννην, ἀξίως εὐφημήσωμεν. Οὗτος γάρ, ποιῶν ἐλεημοσύνας, Θεῷ τῷ ἀγαθῷ εὐηρέστησεν, ἐν ἀγαθοεργίαις καὶ οἰκτιρμοῖς πενήτων. Καὶ νῦν ἐλεηθείς, μακαρισμοῦ ἠξιώθη, Θεῷ ἐλεήμονι παριστάμενος. Ὃν δυσωπεῖν αὐτὸν ἱκετεύσωμεν, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν θείαν μνήμην αὐτοῦ.

 

Ἦχος β΄.

Πνευματικὴν χορείαν σήμερον οἱ πιστοί, δεῦτε συγκροτήσωμεν, ἐπὶ τῇ μνήμῃ Ἰωάννου τοῦ Ἐλεήμονος, μιμούμενοι αὐτοῦ τὴν ἱλαρότητα, τὸ πρᾶον τὴν ταπείνωσιν, δι’ ὧν ἔλαμψεν ὡς ἥλιος τοῖς πέρασιν, ὁ τῆς Ἀλεξανδρείας πρόεδρος, θείᾳ ψήφῳ καὶ λαοῦ ποιμὴν δειχθείς, καὶ Χριστῷ τῷ ἀρχιποίμενι βοήσωμεν· τοῦ Ἱεράρχου πρεσβείαις ὁ Θεὸς ἡμῶν, ἐλέησον τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ὁ αὐτός.

Ἡ μεγαλόνησος Κύπρος, βλαστόν σε εὐκλεέστατον ἐβλάστησε, καρποὺς ἐν αὐτῇ θεαρέστους ἐξανθήσαντα· ἡ Ἀλεξάνδρου δὲ μᾶλλον ἐν σοὶ καυχᾶται, τῆς ἀγάπης σου τὰ ἔργα πλουτήσασα, ἡ Ἐκκλησία τε ἅπασα, ἐπαπολαύει τῶν σῶν μεγαλουργημάτων. Προφθάνεις γὰρ πανταχοῦ Πάτερ πάντοτε, τῶν δεινῶν ἐκλυτρούμενος, βαρβαρικῆς ἐπιδρομῆς καὶ πάσης κακώσεως, ἀπειλούσης τοῖς δούλοις σου· ὅθεν ῥύστην καὶ προστάτην θερμότατον πλουτοῦντες, Ἰωάννη, ἱκετεύομεν Χριστὸν δυσωπεῖν, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν

Χαίροις τῆς Ἐκκλησίας φωστήρ· τῆς οἰκουμένης τὸ περίβλεπτον καύχημα, τὸ κλέος Ἀλεξανδρείας, ὀρθοδοξίας κρηπίς, ἐγκρατείας στάθμη καὶ ἀσκήσεως, λιμὴν τῶν ἐν ζάλῃ, κινδυνευόντων ἡ λύτρωσις, πύργος ἰσχύος, καὶ φρουρὸς ἀσφαλέστατος, νόμος ἔμπρακτος, εὐποιΐας τὸ πέλαγος· δότης ὁ ἱλαρώτατος, ὁ πᾶσι τὰ πρόσφορα, νέμων πλουσίως Παμμάκαρ, τοῖς σοὶ ἐν πίστει προστρέχουσι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Χαίροις ὁ τῶν πεινώντων τροφεύς, τῶν δεομένων παροχεὺς ἀφθονώτατος, ἡ βρύσις τῆς συμπαθείας, ἡ τοῦ ἐλέους πηγή, καταπονουμένων ἡ ἀντίληψις· χηρῶν ὁ προστάτης, τῶν ἀσθενούντων ἐπίσκεψις, γυμνητευόντων, ἀσφαλὲς περιβόλαιον, ἡ ὀξυτάτη τῶν πιπτόντων ἀνόρθωσις· Πάτερ ὑπερουράνιε, ἱλέῳ σου ὄμματι, ἄνωθεν πρόσχες καὶ θείας, φιλανθρωπίας μετάδοσιν, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, καὶ μέγα ἔλεος.

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.

Χαίροις χειραγωγία τυφλῶν, παιδαγωγία τῆς νεότητος ἔνδοξε, τοῦ γήρως ἡ βακτηρία, τῶν πλανωμένων ποιμήν, τῶν ἁμαρτανόντων ἡ διόρθωσις, λειμὼν εὐωδέστατος, μυροθήκη τοῦ Πνεύματος, τῆς εὐποιΐας, ποταμὸς ὁ ἀέναος, καταγώγιον, τῆς Ἁγίας Τριάδος σεπτόν· Μέμνησο τῶν ὑμνούντων σε, ῥυόμενος θλίψεων, καὶ τῶν κινδύνων καὶ νόσων, καὶ αἰωνίου κολάσεως· Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε πιστοί, τῆς νήσου Κύπρου τὸν γόνον, καὶ Ἀλεξανδρείας τὸ μέγιστον ἐγκαλλώπισμα, εὐφημήσωμεν ᾄσμασιν Ἰωάννην τὸν πάνυ Ἐλεήμονα. Οὗτος γάρ, ἐν τῷ ὕψει τῆς Ἀρχιερωσύνης διαπρέψας ἔργοις ἐλέους, τὴν Ἐκκλησίαν κατεκόσμησε, καὶ θείοις διδάγμασι, κορωνὶς γενόμενος ἐλεημόνων Ἁγίων. Διὸ καὶ δεδόξασται παρὰ Χριστοῦ τοῦ Θεοῦ, μακαρίσαντος ἐξόχως τοὺς ἐλεήμονας, ἐπὶ τοῦ Ὄρους ὁμιλίᾳ Αὐτοῦ.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'

Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ, Ὅσιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Θρόνον κατέλαβες, Ἀλεξανδρείας, σοφὲ Μάρκου, διάδοχος Πάτερ γενόμενος, ἐκ νήσου Κύπρου προελθών, ἀξίωμα λαβὼν μέγα· ἔνθεν καὶ τὸν πλοῦτόν σου, καὶ τὰ πάντα διένειμας, πένησι τῆς ποίμνης σου, Ἀφρικῇ καὶ ἁπάσῃ τῇ γῇ· διό σου κατὰ χρέος τιμῶμεν, μνήμην τὴν θείαν Ἰωάνν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἅπας ὁ βίος μου, ἐν ῥαθυμίᾳ πολλῇ, διῆλθε πάναγνε, καὶ νῦν προσήγγισα, τῷ τῆς ἐξόδου μου καιρῷ, καὶ δέδοικα τοὺς ἐχθρούς μου, μὴ διασπαράξωσι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ τῆς ἀπωλείας με, τῷ βυθῷ παραπέμψωσιν· ἀλλ’ οἴκτειρον τὸν δοῦλόν Σου Κόρη, καὶ ῥῦσαί με τῆς τούτων κακίας.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σοῦ θείαν παγκόσμιον καὶ εὐκλεῆ ἑορτήν, τελοῦντες πανεύφημε δοξολογοῦμεν Χριστόν, αἰτοῦντες πρεσβείαις σου, νόσου φιλαργυρίας, ἀνιάτου ῥυσθῆναι, πάθους πλεονεξίας, καὶ σκληρᾶς ἀσπλαγχνίας, τοὺς πόθῳ Ἰωάννη σοφέ, σὲ μακαρίζοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

μόνη κυήσασα τν ποιητν τοπαντός, ἡ μόνη κοσμήσασα τν νθρωπότητα, ττόκσου χραντε, ῥῦσαί με τν παγίδων, τοδολίου Βελίαρ, στσόν με ππέτραν, τν Χριστοθελημάτων, ατν κδυσωποσα κτενς, ὃν σωμάτωσας.

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν λαοί, ἰδόντες ἐν καιρῷ λιμοῦ, Ἰωάννην πανταχοῦ, εὐεργετοῦντα τοὺς ἐχθρούς, καὶ οὐ μόνον τοὺς πιστοὺς ἀλλὰ καὶ ἀπίστους· ἐν δὲ ἐπιδρομαῖς, Σιὼν ἀπέστειλε, λαῷ καὶ Πατριάρχῃ βοήθειαν, πρὸς ἀνακαίνισιν προσκυνημάτων, τὰς ἐντολὰς τῆς ἀγάπης τηρῶν, ἐν αἷς οἱ Νόμοι, καὶ οἱ Προφῆται, ὡς ἔφη Κύριος κρέμανται.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κλῖνον Μῆτερ Μαριάμ, κλῖνον τὸ οὖς σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς, καὶ ὡς οἰκτίρμων μὴ λίπῃς τοῦ προστατεύειν, τὰ τέκνα ἃ ὁ Σός, Υἱὸς καὶ πάντων Θεός, Σοὶ δέδωκεν ἁγνή, εἰς σωτηρίαν ἡμῶν καὶ τὰς παγίδας λύειν τοῦ διαβόλου, καὶ χάριν νέμειν τοῖς δούλοις Σου. Εἰς Σὲ γὰρ πᾶσαν, τὴν προσδοκίαν, καὶ ἐλπίδα τιθέμεθα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον, Ἱεραρχικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, σὺν Ἱεραρχῶν ταῖς χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται, Ἰωάννη θεοδόξαστε, καὶ δοξάζεται Χριστὸς ὁ δοξασθεὶς ὑπὸ σοῦ, διὰ τῆς πρὸς τοὺς χρήζοντας εὐποιΐας σου, καὶ δοξάσας σε εἰς τὴν οἰκουμένην ἅπασαν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἱεράρχου δύο.

Ὁ α’  Κανών, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ' ᾨδῇ: Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. δ' Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε

Τῇ συμπαθείᾳ τὸν νοῦν λαμπρυνόμενος, καὶ τῇ ἀγάπῃ Χριστοῦ, Πάτερ πυρσευόμενος, ἐλεημοσυνῶν, ἀστράπτων ταῖς λαμπρότησι, τοῦ μόνου ἐλεήμονος Θεοῦ, δοχεῖον καθαρώτατον, Ἰωάννη γέγονας· διὸ σε μακαρίζομεν.

Τὰ δι' αἰῶνος ἀεὶ διαμένοντα, σκοπῶν σοφῷ λογισμῷ, Πάτερ Ἱερώτατε, ἠλλάξω τῶν φθαρτῶν, περιφανῶς τὰ ἄφθαρτα, καὶ νῦν τοὺς οὐρανοὺς περιπολεῖς, βοῶν σύν ἀσωμάτοις χοροῖς, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ τοῦ ἐλέους δοτὴρ χαριτώσας σου, τὴν ἐλεήμονα πρίν, Ὅσιε διάνοιαν, ἠλέησε πολλούς, τῇ θείᾳ μεσιτείᾳ σου· ἐγένου γὰρ παράκλησις ψυχῶν, πενήτων τε προμήθεια, Ἰωάννη πάνσοφε, θεόφρον Ἱερώτατε,

Θεοτοκίον

να τοὺς κάτω τοῖς ἄνω συνάψειεν, ὁ μόνος πάντων Θεός, μήτραν ἀπειρόγαμον, ὑπέδυ καὶ σαρκός, φανεὶς ἐν ὁμοιώματι, τῆς ἔχθρας τὸ μεσότοιχον ἑλών, εἰρήνην ἐμεσίτευσε, καὶ ζωὴν ἑβράβευσε, καὶ θείαν ἀπολύτρωσιν. 

 

Ὁ β’ Κανών.

ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.

ᾈσματικῶς, σήμερον σὲ Ἰωάννη σοφέ, τοῖς ἐγκωμίοις μέλπομεν, ὡς χρηματίσαντα, τῆς ἐλεημοσύνης, ἐπώνυμον καὶ μύστην, τῆς θείας χάριτος.

Ψήφῳ Θεοῦ, δέδεξαι ἱερωσύνης στολήν, ἣν τῷ ἀρίστῳ βίῳ σου, σεβασμιώτατε, λαμπροτέραν εἰργάσω, ἀστράψας ἐν τῷ κόσμῳ, τοῖς κατορθώμασιν.

Τὸ διαρκές, τοῖς ἐνδεέσι πρὸς οἶκτον ψυχῆς, τίς ἐπαξίως φράσει σου, ὴ τὸ ἀνένδοτον, εἰς ἐπίδοσιν πλάτος, τῆς γνώμης Ἰωάννη, τίς μὴ θαυμάσειεν;

Σὺ φωταυγοῦς, τῆς θεοπτίας ἠξίωσαι, καὶ τῆς κρυφίας γνώσεως, τὰ ἀνεννόητα, ἐκμεμύησαι κάλλη, ἐν οἷς ἡμῶν ἀλήκτως, παμμάκαρ μέμνησο.

Θεοτοκίον

Θαῦμα ἐν Σοί, ξένον τελεῖται θεόνυμφε, ὅτι ἀΰλων τάγματα, Ὃν ὡς ἀπρόσιτον, καθορᾶν οὐ τολμῶσιν, ἀφράστως συλλάβουσα, φέρεις ἀγκάλαις Σου.

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος

Εὐπρεπὴς ὥσπερ κόρη, ἐξ ἐλαιῶν στέφανον, ἐπιφερομένη ἐπώφθη σοι Ἀξιάγαστε, τοῦ Ἐλεήμονος, ἡ εὐσυμπάθητος χάρις, προσεφελκομένη σε, πρὸς θεῖον ἔλεος.

Ἱερὸν ἐπὶ θρόνον, ψήφῳ Θεοῦ ἔνδοξε, Πάτερ Ἰωάννη καθίσας, καθάπερ Ἄγγελος, σὺ πεπολίτευσαι, εἰρηνικὰς ἀναφέρων, ἱερὰς θυσίας τε τῷ Πανοικτίρμονι.

Τῇ πολλῇ συμπαθείᾳ, τὸν συμπαθῆ Κύριον, Πάτερ θεραπεύων δι' οἶκτον, σάρκα πτωχεύσαντα, πτωχοῖς ἐπήρκεσας, ξένους ἀστέγους συνῆξας, πληρωτὴς προστάξεων, θείων γενόμενος.

Θεοτοκίον

Ἐπὶ σοὶ Παναγία, ὁ τοῦ παντὸς αἴτιος, δι' ὑπερβολὴν εὐσπλαγχνίας, θέλων ἐσκήνωσε, καὶ καθηγίασε, τὴν τῶν ἀνθρώπων οὐσίαν, παραβάσει πρότερον, ἐξολισθήσασαν. 

 

 

 

 

 

Ἕτερος. Στερέωσον ἡμᾶς.

Ὁ λόγος σου ἡδύς, ὁ βίος ἔνθεος, τὸ ἦθος, συνέσει κεκοσμημένον, ἀρετῆς σε πρὸς ὑπέρτατον, ἀνεβίβασεν ὕψος ἱερώτατε.

Τῷ ἔρωτι τρωθείς, ὡς κεχρημάτισαι, καθ’ ὕπαρ, τῷ τῆς ἐλεημοσύνης, Ἰωάννη ταύτην σύνοικον, ἐσχηκὼς τῷ Θεῷ σε προσηγάγετο.

Ἠνέῳκτο σοφέ, τῆς προαιρέσεως, ἡ θύρα, τῆς σῆς παντὶ θλιβομένῳ, ἀδυνάτοις δὲ παρεῖχες θαῤῥεῖν, ἔργῳ παραζηλῶν Ἰὼβ τὸν δίκαιον.

Χριστῷ εἰλικρινῶς, ᾧ εὐηρέστησας, πρεσβεύειν, μὴ λίπῃς ὦ Ἰωάννη, καὶ πταισμάτων ῥυσθῆναι τοὺς τιμῶντάς σε.

Θεοτοκίον

Ὁ Λόγος τοῦ Πατρός, ὁ ἐνυπόστατος, ὁ ἐνυπόστατος, σκηνώσας, ἐν μήτρᾳ τῆς Θεοτόκου, προελήλυθε φυλάξας αὐτήν, παρθενεύουσαν ὄντως μετὰ γέννησιν.

Κάθισμα τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐλεήμονα γνώμην ἀναλαβών, εὐσυμπάθητος ὤφθης προσεπαρκῶν, πτωχοῖς ἐνδεέσι τε, Ἰωάννη θεόπνευστε, διὰ τοῦτο κλῆσιν, τῇ πράξει κατάλληλον, παρὰ πάντας μάκαρ, Ἁγίους ἐπλούτησας· ὅθεν ὁ δοτὴρ σε, τοῦ ἐλέους μεγάλως, θεόφρον ἠλέησε, καὶ φαιδρῶς κατελάμπρυνεν, Ἱεράρχα πανόλβιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

 

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε

Καθαρὸν καταγώγιον, ὤφθης τῆς Ἁγίας Τριάδος, Ὅσιε, καὶ ναοῦ θείου κειμήλιον, καὶ ἀρχιερέων ἀκροθίνιον.

Τῇ πολλῇ συμπαθείᾳ σου, Κύριος προσέχων ὁ συμπαθέστατος, τὴν ψυχήν σου καθηγίασεν, Ἰωάννη Πάτερ ἱερώτατε.

Ἐντολῶν ἀκαταίσχυντος, γέγονας ἐργάτης τοῦ Πανοικτίρμονος, καὶ ἐπλήσθης ἀγαθῶν αὐτοῦ, ἐν σκηναῖς ἁγίων αὐλιζόμενος.

Θεοτοκίον

Ἴασαί μου τὰ τραύματα, Κόρη τῆς καρδίας καὶ κατευόδωσον, τῆς ψυχῆς μου τὰ κινήματα, εἰς Θεοῦ Παρθένε τὰ θελήματα. 

 

 

 

Ἕτερος. Ὑμνῶ Σε.

Λατρείας, ἀναιμάκτους ἔσπεισας, τῷ Δεσπότῃ ἱερομύστα· δι’ ἀρετῆς ἔχων γάρ, τὸ συνειδὸς κεκαθαρμένον, αὐτῷ ἐντυγχάνων προσεκόμιζες, ὥσπερ θυσίαν ζῶσαν τὴν ἐλπίδα σου.

Πενήτων, φροντιστὴς γενόμενος, οὐκ ἀπέκαμες Ἰωάννη, τὰ πρὸς ζωὴν πάντοθεν, περινοῶν πλουσίως τούτοις, σπουδῇ ταῖς ἀμέτροις εὐποιΐαις σου, τὸ ἐνδεὲς ἑκάστῳ ἐξιώμενος.

Οὐ μόνον, τετηγμένους σώμασιν, ἐθεράπευες ἱεράρχα, προῖκα διδοὺς ἕτοιμα, τὰ διαρκῆ ἀλλὰ καὶ λόγοις, σοφοῖς τὰς ψυχὰς πλέον διέτρεφες, παρεγγυῶν εὐθέτως τὰ σωτήρια.

Τὸν θεῖον, ψαλμικῶς πληρούμενον, ἐπὶ σοὶ καθορῶμεν λόγον, μακάριος φάσκοντα, ὁ συνιὼν ἐπὶ πενίαν πτωχῶν, καὶ οἰκτείρων καὶ κιχρῶν δαψιλῶς· οὐ γὰρ ἀπέσχου Πάτερ εὖ ποιεῖν ἐνδεῆ.

Θεοτοκίον

Φθαρέντα, τοῖς αἰσχίστοις πάθεσιν, ἐποικτείρας ὁ πάντων κτίστης, ὅλον ἐμὲ πάναγνε, ξενοπρεπῶς ἐκ Σῆς νηδύος, καὶ ἀναπλάσας αὖθις ἐκαινύργησεν.

ᾨδὴ ε'. Τὸν ἐκ νυκτὸς ἀγνωσίας

Τοῦ νεκρωθέντος δι' οἶκτον, νέκρωσιν ἑκούσιον, Πάτερ σοφὲ μιμούμενος, ἐσταυρώθης κόσμῳ καὶ τοῖς πάθεσι, καὶ ζωῆς ὑπερκοσμίου, κατηξιώθης ἀξιάγαστε.

Μακαρισμοῦ ἠξιώθης, πρᾶος εὐσυμπάθητος, εἰρηνικὸς γενόμενος, καὶ πεινώντων ἄρτος ἀδαπάνητος, καὶ πενήτων χορηγία, περιβολή τε γυμνητεύουσι.

Θείαις μεθέξεσι Πάτερ, κατακαλλυνόμενος, οἷὰ περ Ἄγγελος, τῷ Θεῷ ἀμέμπτως ἱερούργησας, τοὺς πιστοὺς καταφωτίζων, ταῖς ἱεραῖς διδασκαλίαις σου.

Θεοτοκίον

Τὴν σκοτισθεῖσαν ψυχήν μου, ταῖς φιληδονίαις τοῦ βίου, ἁγνὴ Πανάμωμε, τῷ φωτὶ τῷ σῷ ταύτην καταύγασον, ἡ τὸ φῶς Χριστὸν τεκοῦσα, τῆς ἀγνωσίας σκότος λύοντα. 

 

Ἕτερος. Ὁ τοῦ φωτὸς χορηγός.

Λαμπτῆρα πυρσοφαῆ, καὶ μυστηρίων τῶν φρικτῶν ἄξιον, ἱερουργόν, ἐλεημοσύνης, τὸν ἐπιμελητήν, Πάτερ Ἰωάννη, σὲ ὕμνοις γεραίρομεν.

Νέος ἐφάνης ἡμῖν, ὡς σιτομέτρης Ἰωσὴφ τρέφων μέν, τοὺς τοῦ λιμοῦ, δεινοὺς τραυματίας, χερσὶ δὲ δυναστῶν, τοὺς κατεχομένους, ἀδίκως ῥυόμενος.

Κατοικητήριον, τοῦ παναγίου πεφυκὼς Πνεύματος, ὡς ἀληθῶς, μάκαρ Ἰωάννη, τῶν τούτου ἐναργῶν, θείων χαρισμάτων, αίσίως ἐπλούτησας.

Τοῖς δυστυχοῦσι, χεῖρα προτείνεις πλατυσμοὺς Ὅσιε, καὶ μαρτυρεῖ, τῇ σῇ μεταδόσει, ἐπὶ τῷ ναυκλήρῳ, ὁ ἐκ κασσιτήρου, γενόμενος ἄργυρος.

Θεοτοκίον

Ἄχραντε Μήτηρ Χριστοῦ, τῶν πεποιθότων ἐπὶ Σοὶ σκέπη τε, καὶ βοηθός, πρόφθασον καὶ ῥῦσαι, τοὺς δούλους Σου ἡμᾶς, τῶν ἐπικειμένων, κινδύνων καὶ θλίψεων.

ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον

Δεήσεσι καὶ νηστείᾳ σχολάζων, καὶ ἀγρύπνως τὸν Θεὸν ἱκετεύων, ὀπτασιῶν, καὶ ὁράσεων θείων, κατηξιώθης Θεόφρον πανόλβιε, μυούμενος τὰ ὑπὲρ νοῦν, διανοίας σοφὲ καθαρότητι.

Ὡς Ἄγγελος μετὰ σώματος Πάτερ, ἐπὶ γῆς ἐπολιτεύσω θυσίας, εἰρηνικάς, ἀναιμάκτους τῇ πίστει, συντετριμμένῃ καρδίᾳ καὶ πνεύματι, Μακάριε τῷ ποιητῇ, Ἰωάννη προσφέρων γηθόμενος.

Ὁ βίος σου ὑπὲρ ἥλιον λάμψας, συμπαθείας ἐπαφῆκεν ἀκτῖνας, τὸ σκοτεινόν, νέφος ἐξελαυνούσας, τῶν δεομένων πενίας πανόλβιε, θαλπούσας τε τοὺς τῷ κρυμῷ, τῶν δεινῶν κρατουμένους Θεόπνευστε.

Θεοτοκίον

Νοήσαντες θεηγόροι Προφῆται, μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν τοῦτο, φωταγωγούμενοι θείῳ ἐν Πνεύματι, καὶ νῦν ἡμεῖς περιφανῶς, τὰς ἐκβάσεις ὁρῶντες πιστεύομεν. 

 

Ἕτερος. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Καθαρθεὶς τὰς αἰσθήσεις ἐν φόβῳ Θεοῦ, καὶ τὸν νοῦν μετάρσιον τοῖς κατορθώμασι, δείξας παμμάκαρ ἔφθασας, τῶν βροτοῖς ὀρεκτῶν τὸ ἀκρότατον.

Δι’ ἐλέους τὸν ἔλεον ἤνυσας, ἐλεημοσύνης κτησάμενος σύνοικον, καὶ τῆς ψυχῆς ἀοίδιμε, τὴν λαμπάδα φαιδρὰν κατεσκεύασας.

Ἀβραὰμ ὑπερῆρας τὸν πρόπαλαι, τῇ φιλοξενίᾳ αὐχοῦντα· τοῖς πᾶσι γάρ, ξένοις τε καὶ αὐτόχθοσιν, ἐχορήγεις ἐπίσης τὰ δέοντα.

Τοῦ ἐλέους Κυρίου δεόμενοι, τούτου τὸν θεράποντα καθικετεύομεν, σὲ Ἰωάννη πάνσεπτε, ἱλεοῦσθαι Αὐτὸν τοῖς οἰκέταις σου.

Θεοτοκίον

Νεουργεῖται φθαρὲν τὸ ἀνθρώπινον, ἐν τῇ καθ’ ἡμᾶς ὁμοιώσει τοῦ Λόγου ἐκ Σοῦ, Θεογεννῆτορ Δέσποινα, καὶ Ἀγγέλοις ἀΰλοις συνήφθημεν.

Κοντάκιον τοῦ Ἱεράρχου. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τὸν πλοῦτον τὸν σόν, ἐσκόρπισας τοῖς πένησι, καὶ τῶν οὐρανῶν, τὸν πλοῦτον νῦν ἀπείληφας, Ἰωάννη πάνσοφε· διὰ τοῦτο πάντες σε γεραίρομεν, ἐκτελοῦντες τήν μνήμην σου, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε. 

Ὁ Οἶκος

Ἴδιον κάλλος ἐνθεὶς τῇ ψυχῇ σου, τὴν γνησίαν ἀγάπην, καὶ τὴν ὡραίαν συμπάθειαν, κόρην ὡραίως κεκοσμημένην, τὴν ἐλεημοσύνην, κλάδοις ἐλαίας ἐν τῇ νυκτὶ ἀψευδῶς, Ἰωάννη ἑώρακας, ἱλαρῶς σοι φθεγγομένην. Ἐὰν κτήσῃ με φίλην καὶ σύνοικον, ἄξω σε ἐνώπιον τοῦ Βασιλέως Χριστοῦ, καὶ πεισθείς, τοῦ σκοποῦ οὐ διήμαρτες, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε. 

 

Συναξάριον.

Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Ἐλεήμονος, ἀρχιεπισκόπου Ἀλεξανδρείας.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Παῖδες Ἑβραίων

Ἔργοις τοὺς λόγους τοῦ Σωτῆρος, ἐβεβαίωσας καὶ μακαριζομένων, συνετάγης χορῷ, ὑπάρξας ἐλεήμων, καὶ καθαρὸς τῷ πνεύματι, Ἰωάννη θεοφόρε.

Μέλιτος γεῦσις ἡδυτάτη, μετενήνεκται εἰς δόκιμον χρυσὸν σοι· τῇ πλουσίᾳ σου γάρ, προσέχων προαιρέσει, ὁ Ποιητὴς πλουσίας σοι, χορηγεῖ τὰς ἀντιδόσεις.

Φέγγει Τριάδος ἀνεσπέρου, λαμπρυνόμενος θεράπων τῆς Τριάδος, τους τιμῶντάς σε νῦν, φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Μόνη τὸν ἕνα τῆς Τριάδος, ἀπεγέννησας ἐν δύο ταῖς οὐσίαις, ὑποστάσει μιᾷ, ὁρώμενον Παρθένε, ᾧ μελῳδοῦμεν, Κύριε, ὁ Θεος εὐλογητὸς εἶ. 

 

Ἕτερος. Εἰκόνος χρυσῆς.

Θεσμοῖς πατρικοῖς, ἐπεστήριξας σοφὲ τὴν Ἐκκλησίαν, ἱερωσύνης δὲ τὴν εὐπρέπειαν, περικοσμίως ἐφύλαξας, βίον ἀκηλίδωτον δείξας, διδασκαλίαν πειθήνιον, καὶ συμπαθείας οἰκτιρμούς, πρὸς τὸ ὑπήκοον.

Ὑπῆρξας πτωχῶν, ὀρφανῶν καὶ τῶν χηρῶν προασπιστὴς καὶ τυφλῶν, χειραγωγίᾳ γήρως ἔρεισμα, καὶ λυπουμένων παράκλησις, Πάτερ Ἰωάννη ἐγένου, ἀσθενούντων ἐπίσκεψις, ἀδικουμένων βοηθός, καὶ πλανωμένων ποιμήν.

Σεμνύνεις σοφέ, τὸ ἀρχιερατικὸν πλέον ἀξίωμα, τῇ ταπεινώσει σου δι’ εὐλάβειαν, ὑπερτιμῶν τοὺς μονάζοντας, τούτων τε κατ’ ἄμφω τοὺς βίους, ἐφαμίλλους ἐδείκνυες, φιλοσοφίας πρακτικῆς, εἰκόνα φέρειν τρανῶς.

Πενίᾳ πλουτῶν, τὰ ἑστῶτα τῶν ῥευστῶν ἀνταλλαττόμενος, πληθὺν τὴν ἄπειρον ἐθησαύριζες, ὧνπερ Θεός σοι παρείχετο, ἐ τοῖς οὐρανίοις ταμείοις, ἐφαπλῶν τὴν προαίρεσιν, καὶ χεῖρα τείνων ἱλαρῶς, τοῖς αἰτουμένοις σε.

Θεοτοκίον

Ὀ πάντα δρακί, ὡς Θεὸς περικρατῶν ταῖς Σαῖς ἀγκάλαις, ἐμπεριέχεται ἀειπάρθενε, βρέφος σαρκὶ γαλουχούμενος· τοῦτον οὖν ἀπαύστως δυσώπει, ἀβλαβεῖς περισώζεσθαι, τοὺς Θεοτόκον ἀληθῆ, Σὲ καταγγέλλοντας.

ᾨδὴ η'.  Νικηταὶ τυράννου

Φωταυγῆ ἀστέρα, ὁ Χριστὸς ἐν ὕψει σε τῆς Ἐκκλησίας, ἀναδείξας Πάτερ, διὰ σοῦ τοὺς μέλποντας πίστει φωτίζει· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐλεήμων ὤφθης, πρᾶος εὐσυμπάθητος, ἄκακος Πάτερ, πλοῦτος πενομένων, καὶ στολὴ καὶ ἔνδυμα γυμνητευόντων· Εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν τοῦ Μάρκου θρόνον, ἱερῶς ἐκόσμησας, ἔργοις ἐνθέοις, ἐξαιρέτως Πάτερ, ἐλεημοσύνῃ τε καὶ συμπαθείᾳ· Ἐλεήμων ὅθεν, ὑπὲρ πάντας κέκλησαι, τοὺς ἐν συμπαθείᾳ, ἐκλάμψαντας Ἁγίους.

Θεοτοκίον

Ῥείθρου ζῶντος ὤφθης, Παναγία σκήνωμα, ἐξ οὗ πιόντες, οἱ θανατωθέντες, τὴν ζωὴν κληρούμεθα ἀναβοῶντες· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας. 

Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ῥεῖθρον  ἀέναον ζωῆς, ἐδωρήθης ἐκ Θεοῦ τοῖς ἐν τῷ κόσμῳ, τῆς ἐλεημοσύνης, πηγάζων ἀνελλιπῶς, τὸ νάμα καὶ πάσας κατήρδευσας, τὰς τῶν πενομένων, καρδίας ἐκλειπούσας.

Πρὸς τὸ ἀνένδοτον τῆς σῆς, προθυμίας καὶ Θεὸς ἀντιπαρεῖχε, ποπλυπλάσιον Πάτερ, τῶν διδομένων ἐκ σοῦ, δι’ ὧνπερ πλειόνως ἐπηύξετο, ἡ τῆς εὐποιΐας, ἐπίδοσις πρὸς πάντας.

Ἑαλωκότας ἐκ Περσῶν, σοὶ προσφεύγοντας λαοὺς ἐξεναγώγεις, θεραπεύων παντοίως· οὐ μόνον γὰρ τοὺς ἐγγύς, προφθάνεις ἀλλὰ καὶ τοὺς πόῤῥωθεν, Πάτερ Ἰωάννη, ἀγαθουργῶν εὐσπλάγχνως.

Ἱερωσύνης τὸν πυρσόν, τῷ ἐλαίῳ τῆς ψυχῆς φαιδρῶς ἀνῆψας, ὃν κατέχων τρισμάκαρ, πρὸς ὑπαντὴν τῷ καλῷ, Νυμφίῳ σαυτὸν παρεσκεύασας, Οὗ τῆς Βασιλείας, ἐντὸς ἐπαπολαύεις.

Θεοτοκίον

Ὑπὲρ ἡμῶν τῶν ἀπλανῶς, τὰς ἐλπίδας ἐπὶ Σοὶ τῆς σωτηρίας, τεθεικότων Παρθένε, ἐξευμενίζου Θεόν, τὸν σάρκα ἐκ Σοῦ  προσλαβόμενον, ὅπως σὺ αὐτῷ Σε, ὑμνοῦμεν εἰς αἰῶνας.

 

 

 

 

 

 

ᾨδὴ θ'. Κυρίως Θεοτόκον

δοὺ σε μετὰ τέλος, μέσον συλλαμβάνει, δυάς, Ἁγίων Πατέρων ἐν μνήματι, ἱερωτάτην τιμὴν σοι, Πάτερ προσνέμουσα.

ς ὄρθρος ὡς ἡμέρα, Πάτερ Ἰωάννη, ἡ φωταυγής σου ἐξέλαμψε κοίμησις, φωταγωγοῦσα τους πίστει, σὲ μακαρίζοντας.

Συνήφθης ταῖς χορείαις, τῶν Ἀρχιερέων, τῶν Προφητῶν Ἀποστόλων Μαρτύρων τε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν ἀνυμνούντων σε.

θήκη ἔνθα κεῖται, Πάτερ Ἰωάννη, τὸ ἱερόν σου καὶ Ἅγιον λείψανον, πηγὴ θαυμάτων ὑπάρχει, τοῖς σοὶ προστρέχουσι.

Θεοτοκίον

Φανεῖσα πλατυτέρα, οὐρανῶν Παρθένε, τὸν λογισμόν μου στενούμενον πλάτυνον, χωρητικὸν χαρισμάτων, θείων δεικνύουσα. 

 

Ἕτερος. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ὄντως μακάριος ὤφθης, Ἰωάννη καλεῖσθαι, ἐπώνυμος Θεοῦ ἀξιωθείς· τούτου γὰρ τρίβοις ἑπόμενος, διεγνώσθης τοῖς πᾶσι, γινόμενος τὰ πάντα συμπαθῶς· ὅθεν σε προσηκόντως, καλοῦμεν ἐλεήμονα.

Σὺ ὀφειλὰς ἐγκλημάτων, μετὰ θάνατον λύεις, καθὰ καὶ ἔτι ζῶν τὰς συμφοράς· πᾶσι γὰρ κράζει τὸ γύναιον, ἧς τὸ σφάλμα ἀφέθη, λαβούσης τὸ νεόγραφον ἐκ σοῦ, παραδόξως χαρτίον, μηνῦον τὴν συγχώρησιν.

Ἡ Ἀλεξάνδρου μὲν πόλις, ἐπὶ σοὶ μέγα χαίρει, αὐχοῦσά σε ποιμένα ἱερόν, μεῖζον ἡ Κύπρος κομπάζει δε, σὴ πατρὶς ὡς λειψάνων, κατέχουσα σορόν σου τὴν σεπτήν, ἐξ ἧς μύρα προχέεις, ἡδύπνοα μακάριε.

Πατριαρχῶν ἐν τῇ στάσει, Προφητῶν τε ἁγίων, καὶ τῶν δικαίων πάνσοφε χοροῖς, συντεταγμένον ἀῤῥήτῳ φωτί, ἐν τῇ πίστει φρουρεῖσθαι, ἡμᾶς ὀρθὰ φρονοῦντας ἀκλινῶς, καὶ Θεῷ εὐαρέστους, ὀφθῆναι καθικέτευε.

Θεοτοκίον

Σὲ δυσωποῦμεν, τὴν προστασίαν, καὶ καύχημα ἡμῶν τῶν γηγενῶν, σπεῦσον ἐλθὲ εἰς βοήθειαν, Θεοτόκε συνήθως, καὶ ῥῦσαι ἀναγκῶν καὶ δυσχερῶν, τῶν ἡμᾶς συνωθούντων, μητρώᾳ παῤῥησίᾳ Σου.

Ἐξαποστειλάριον τοῦ Ἱεράρχου. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τὸν μιμητὴν φανέντα, τοῦ φιλοικτίρμονος Θεοῦ, ὑμνήσωμεν Ἰωάννην, ὅπως χρεῶν ἀποκοπήν, καὶ λύσιν πλημμελημάτων, δι' αὐτοῦ τύχωμεν πάντες. 

Θεοτοκίον

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων. 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Μάκαρ, Ἰωάννη πάνσοφε, ὤφθης ἐλέους πηγή, ὑπερβὰς πάντας τοὺς ἐλεήμονας, ἐλέει καὶ οἰκτιρμοῖς, τῇ ἀγάπῃ τοῖς πένησι, τοῖς ἐνδεέσι ἀδικουμένοις τε, πάντας ἠλέεις ἐπισκεπτόμενος, τοὺς ἀσθενεῖς ἀεί, πλήθη αἰχμαλώτων τε, ἐλευθερῶν, συμπαθῶν τοῖς πάσχουσι, γυμνοὺς ἐνδύων τε.

 

Ἔλεον θεῖον ἀντλήσατε, τὸ ἐκ πηγῆς προελθόν, Ἰωάννου τοῦ μάκαρος, τοῦ καὶ Ἐλεήμονος, καὶ Θεῷ ἐλεήμονι, τῷ ἐν Τριάδι Θεῷ βοήσατε· ὁ ἐν Ἁγίοις τοῖς ἐλεήμοσι, ἀναπαυόμενος σῶσον τοὺς εὐχαῖς αὐτοῦ, ὡς ἀγαθός, πόθῳ ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

 

Ἅπας, φιλεόρτων σύλλογος, ἄνθη ἐπαίνων χαρᾷ, καὶ ἀσμάτων συλλέξαντες, τῇ ἐμπνεύσει Πνεύματος, ἀσματόπλοκον στέφανον, τῷ Ἰωάννῃ τῷ Ἐλεήμονι, μετ’ εὐσεβείας ἅπαντες πλέξωμεν, ὦ συμπαθέστατε, πρὸς αὐτὸν κραυγάζοντες, ἀεὶ Χριστόν, Ἅγιε ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.

 

Δεῦτε, οἱ πιστοὶ ἐν ἄσμασι, καὶ ἐγκωμίοις σεπτήν, Πατριάρχου τοῦ μάκαρος, Ἰωάννου ἅπαντες, ἑορτὴν ἀνυμνήσωμεν, οὗτος γὰρ ὄντως θείας ἀγάπης Χριστοῦ, κατηξιώθη διὰ ἀγάπην πολλήν, ἥνπερ ἐπέδειξε, τοῖς πτωχοῖς καὶ ἔλεος οἷα πιστός, οἰκονόμος τοῦ Θεοῦ, καὶ μιμητὴς Αὐτοῦ.

 

Δόξα. Ἦχος πλ. δ΄.

Εὐφραίνονται σήμερον, αἱ Ἐκκλησίαι ἅπασαι, ἡ Κύπρος καὶ Ἀλεξάνδρεια, καὶ φαιδρῶς πανηγυρίζει, τῶν φιλοπτώχων τὰ συστήματα, ἐπὶ τῇ μνήμῃ Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ δοξάζει Χριστόν, τὸν δι’ Αὐτοῦ δοξασθέντα. Οὗτος γὰρ ὁ φιλάνθρωπος, κληθεὶς ἀγάπης Ἅγιος, ἀφειδῶς πλοῦτον διένειμε, πτωχοῖς καὶ ἐνδεέσιν ἐπήρκεσε. Αὐτός, Ἐπισκοπῇ αὐτοῦ, πάσῃ πόλει Ἀλεξανδρείας, πτωχοκομεῖα καὶ εὐαγῆ ἱδρύματα ἤγειρεν, ὧν ἀνταπόδοσιν ἐν οὐρανῷ, ἀγαθῶν εὗρεν ἀπόλαυσιν, ἧς καὶ ἡμᾶς ἀξίωσον ὁ Θεὸς εὐχαῖς αὐτοῦ, διὰ τὸ μέγα σου καὶ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Ἐλεήμοσύνης ὁ ποταμός, ὁ τῆς εὐσπλαγχνίας, διανέμων ἐπιῤῥοάς, καὶ καταπιαίνων, ἀπόρων τὰς καρδίας, ὁ μέγας Ἰωάννης, ὑμνολογείσθω μοι.

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

(Ἀρχιμανδίτου Νικοδήμου Ἀεράκη)

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Ἰωάννην ἐπισκόπων τὸ κλέος, πανευλαβῶς ἐγκωμιάσωμεν ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῷ ἐν χαρᾷ, στήριξον ταῖς ἱκεσίαις σου, εὐσεβεῖς ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς, ἐλεεῖν ἐν ἀγάπῃ, ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν, ὡς ἐκδιδάσκει, Χριστὸς ὁ φιλάνθρωπος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν Αὐτῇ ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει σου, ὀρθοδόξων συστήματα, σῶσον τοὺς τιμῶντάς Σε ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν, Σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καὶ κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καὶ ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καὶ τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου Σου καὶ τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τό στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἠ ἀκροστιχίς: Ἰωάννῃ Ἐλεήμονι, ἔπαινος τοῦ Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

σχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἀξίως, Ἰωάννην τὸ ἀρετῆς, ὑπόδειγμα θεῖον τῆς ἀγάπης, καὶ τοῦ ἐλέους πηγὴν ἀνεξάντλητον.

Πάτερ φιλάνθρωπε καὶ σεπτέ, Χριστοῦ Ἰωάννη, ἀφομοίωμα ἀληθές, ἱκέτευε Λόγον ὑπὲρ δούλων, ἐπιθυμούντων μιμεῖσθαι τὸ ἔργον σου.

γάπης ἀπαύγασμα ἱερόν, τῆς Ἀλεξανδρείας, ἱεράρχης θεοφιλής, πενήτων τροφεὺς καὶ ὑποφήτης, Χριστιανῶν Ἰωάννη γεγένησαι.

Θεοτοκίον.

Ναὸς ἀνεδείχθης ὑπερφυής, τοῦ Λόγου Παρθένε, ὡς κυήσασα ἐν γαστρί, ἐκ Πνεύματος θείου τὸν Σωτῆρα, τῶν πεπτωκότων βροτῶν παναμώμητε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

Νικητὴς Ἰωάννη πρὸς οὐρανὸν ἔδραμες, εἰς σαββατισμὸν παραδείσου, ὡς ἐλεήμων σεπτός, καθικετεύων Χριστόν, τοῦ ἐνισχύειν ἐν ἔργοις, τῆς ἀγάπης ἅπαντας, τοὺς σὲ γεραίροντας.

ξιώθης δεχθῆναι ὑπερφυὲς ὅραμα, εἰς τὸ ἐλεεῖν Ἰωάννη, σὲ προσκαλοῦν ἀληθῶς, τοὺς ἀδελφοὺς τοῦ Χριστοῦ, τοὺς ἐνδεεῖς καὶ ἀθλίους, ὑπὲρ ὧν ἐσταύρωται, Χριστὸς ὁ Κύριος.

νδεῶν ἀνεδείχθης ὁ φροντιστὴς ἔνδοξε, καὶ ἀδικουμένων προστάτης, καὶ πενομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ, ὦ Ἰωάννη ὁ κήρυξ, καὶ ἡμῶν μακάριε, ἅγιον πρότυπον.

Θεοτοκίον.

Λόγου Μῆτερ ὁρῶν Σε ἐν οὐρανοῖς πέλουσαν, πᾶσιν ἀναγγέλλω Σὴν δόξαν, καὶ τὰ θαυμάσια, διὸ Σοῦ δέομαι, ἐν ταπεινώσει καρδίας, τοῦ τηρεῖν με ἄτρωτον, βελῶν τοῦ ὄφεως.

Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.

Στερέωσον, τοὺς τὸν Υἱόν Σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πενήτων Πατήρ, Χριστοῦ τὸ ἐκτύπωμα, πιστῶν ἀρωγός, τῶν ἔργων ὁ διδάσκαλος, Ἰωάννης ὁ ἔνθεος, ὀρθοδόξου πίστεως πρόμαχος, ἐν οὐρανοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

πόθησας Ἅγιε τῆς Σιὼν τὸν πλοῦτον καὶ τὴν ἀνάπαυσιν, διὸ Λόγῳ διηκόνησας, ἐνδεέσι βοηθῶν ἐν χάριτι.

λιόμορφον Κύριον, Ἐλεῆμον λόγοις σου καθικέτευσον, τοῦ στηρίξαι τοὺς τιμῶντάς σε, ἐν ἀγάπῆς ἔργοις καὶ ἁγιότητος.

Μιμηθεὶς τὸν Θεάνθρωπον, Ἰωάννη τούτῳ κατηκολούθησας, ἐλεῶν ἐν ἱλαρότητι, καὶ διδάσκων ἔργῳ τὸ φιλάνθρωπον.

Θεοτοκίον.

ντως χάριν δεδώρησαι, τῷ βροτείῳ γένει Θεοχαρίτωτε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Θεὸν τοῦ σύμπαντος πανάχραντε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Νοῦν τε καὶ ψυχήν, τῇ σῇ χάριτι καθάρισον, ἵνα ὁρῶ ὦ Πάτερ τὸν Ἰησοῦν, ἐν ἀδελφῶν ἐλαχίστων, τῷ βίῳ πάντοτε.

θυνον κλεινέ, τῆς ψυχῆς ἡμῶν τὸ φρόνημα, Ἀλεξανδρείας Ἰωάννη πρὸς τὸν Χριστόν, ἵνα ἐν ἔργοις εὐχαῖς σου, πένητας θρέψωμεν.

Εὔφρανον ἡμᾶς, τῇ σῇ χάριτι τρισόλβιε, φιλανθρωπίαν διδάσκων θεοφιλῆ, ὦ Ἰωάννη, ἐλέους Θεοῦ ἐπώνυμε.

Θεοτοκίον.

Πόματι ζωῆς, Ζωοδόχε Σὺ κατάρδευσον, τοὺς προσκυνοῦντας τὸν Τόκον Σου ἁγνή, τὸν Ζωοδότην, καὶ Κύριον πάσης κτίσεως.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

μάραντον, ἐκ Θεοῦ ἐδέξατο, Ἰωάννης Ἐλεήμων τὸ στέφος, ἐν τῇ ζωῇ τῇ ἀγήρῳ καὶ θείᾳ, συνευφραινόμενος Λόγῳ παντάνακτι, αὐτοῦ λιταῖς ὦ Ἰησοῦ, ἡμῖν τὴν χάριν σου δώρησαι.

σχύϊ σου, τὴν ψυχήν μου κράτυνον, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου, ὅτι πρὸς σέ, Ἰωάννη προσκλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα, καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς πρεσβείαις διάσωσον.

Νοῦν ἔμφρονα, σοῖς ἱκέταις χάρισαι, Ἰωάννη Ἐλεῆμον λιταῖς σου, πρὸς τὸν Χριστόν, ἵνα πόθῳ διώκω, τὴν τοῦ ἐλέους χαρὰν τὴν σωτήριον, ἣν εἴληφας σὺ θαυμαστῶς, ἀναπαύων ψυχὰς τῶν πενήτων σου.

Θεοτοκίον.

Οὐράνιαι, στρατηγίαι τέρπονται, τὴν Σὴν δόξαν καθορῶσαι Παρθένε, ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ ἐλυτρώθημεν, ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.

Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.

Στερέωσον, τοὺς τὸν Υἱόν Σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Ἰωάννη ἐλέους ἐγένου ἐπώνυμος, φιλανθρώπων δὲ πάντων διδάσκαλος ἔνθεος, καὶ πιστῶν τῆς Ὀρθοδοξίας πρότυπον σεπτόν, διὸ ἔλαβες ἐν οὐρανοῖς, τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ χαρὰν ἀνεκλάλητον, δίδαξον σαῖς πρεσβείαις, τὴν ἐλεημοσύνην, τοῖς εὐφημοῦσί σε πιστῶς, καὶ τιμῶσί σου τὸ ὄνομα.

 

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Χαῖρε θεοτίμητε, Ἀλεξανδρείας τὸ κλέος, Ἱεράρχα ἔνθεε, ὀρθοδόξων καύχημα καὶ ἀγλάϊσμα, ἐν χαρᾷ ἔδωκας, τοῖς πτωχοῖς τὸν πλοῦτον, καὶ τὸ δίκαιον ἀπένειμας, τοῖς πᾶσιν ἄριστα, εὐαγγελικῶς θεοπρόβλητε, πτωχείαν θεοδίδακτον, ὄντως Ἐλεῆμον ἠγάπησας, ὅθεν ὑπὲρ πάντων, πενήτων δεομένων σεαυτόν, περιχαρῶς κατατέθυκας, Ἰωάννη ἔνδοξε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σεπτῶς ἀνευφημοῦμεν Ἰωάννου τὸν βίον ἐκλιπαροῦντες αὐτόν, διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτοῦ ἀγάπην, ἵνα σύμψυχοι ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῇ χάριτι Κυρίου κατεστόλισε πάσαις ταῖς ἀρεταῖς τὴν ψυχήν, ὁ μέγας Ἐλεήμων, καὶ ἔψαλλεν ἐνθέως, σὺν ἀπόροις πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

θεῖος Ἰωάννης ἡ πηγὴ τοῦ ἐλέους ἐν οὐρανοῖς κατοικεῖ, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ἐλεούντων, καὶ βοώντων πρὸς Κύριον·  Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

πέρτιμε Μαρία ἐλευθέρωσον πάντας ἐκ τῶν τοῦ πλάνου δεσμῶν, καὶ πύλη μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Νενεκρωμένας, ἐξ ἀμελείας καρδίας, σαῖς πρεσβείαις ἀνάστησον Πάτερ, τοῦ τιμᾶν ἐν ἔργοις, Χριστὸν εἰς τοὺς αἰῶνας.

σχύϊ Λόγου, ὁ Ἐλεήμων στηρίζει, τοὺς ἐν θλίψει δεινῶς τρυχομένους, σὺν αὐτῷ ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κατατρυφῶντες, τῆς βιοτῆς Ἰωάννου, ἐγκωμίοις αὐτὸν εὐφημοῦμεν, καὶ Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Λόγος Κόρη, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ἐσαρκώθη ὑπὲρ τῶν ἀνθρώπων, ὑφ’ ὧν ἀνυμνεῖται, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Διέσωσας ἐκ πλάνων, Πάτερ τὸν λαόν σου, ἀγωνισθεὶς ἐν δυνάμει ὡς στόμα Χριστοῦ, Ὃν μεγαλύνειν ἐν ἔργοις, ἡμᾶς ἀξίωσον.

ξίωσαι παμμάκαρ, τὸν Κτίστην θεᾶσθαι, καθικετεύεις δὲ Τοῦτον, ὑπὲρ τῶν θερμῶς, ἐπιποθούντων συντρέχειν, ἐν ἔργοις πένησιν.

Μεγάλυνον ψυχή μου, ἐν ὕμνοις Ἰωάννην, καὶ καθικέτευε τοῦτον πρεσβεύειν Χριστῷ, ὑπὲρ πιστῶν ἐλεούντων, μετὰ συνέσεως.

ρῶν σὺν τοῖς Ἁγίοις, Χριστὸν Ἰωάννη, ἐπιδαψίλευσον πᾶσι ἀγάπην θερμήν, ἵνα συμπάσχωμεν πένησιν, ὡς ὁ Κύριος.

Θεοτοκίον.

μνοῦντες Θεοτόκε, Χριστὸν τὸν Υἱόν Σου, καθικετεύομεν πάντες τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ μέγα ἔλεος.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε Ἰωάννην τὸν θαυμαστόν, πενήτων προστάτην, ἀρετῆς τε ὑπογραμμόν, τῆς φιλανθρωπίας, τὸν κήρυκα ἐν ἔργοις, τὸν θεῖον Ἐλεήμονα εὐφημήσωμεν.

Χαίροις τῶν πενήτων ὁ χορηγός, καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός, θεῖε Ἰωάννη, τῆς ἐλεημοσύνης, ἐπώνυμος καὶ τύπος, Χριστοῦ ἀντίγραφον.

Χαίροις τῆς λιτότητος προβολεύς, μάκαρ Ἰωάννη, καὶ ἐλέους ὑπογραμμός, τῆς δικαιοσύνης, ὁ κήρυξ καὶ ἐκφάντωρ, Χριστοῦ τοῦ Βασιλέως, τὸ ἀφομοίωμα.

Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, θεῖον Ἰωάννην, οἱ ποθοῦντες θεοσεβῶς, τῆς φιλανθρωπίας, τὸ ἔργον ἐκτελέσαι, μιμούμενοι τὸν βίον, αὐτοῦ τὸν ἔνθεον.

Τῆς Ἀλεξανδρείας τὸν φρυκτωρόν, μέγαν Ἰωάννην, ἐλεήμονα καὶ σεμνόν, τιμήσωμεν ὕμνοις, διάκονον πενήτων, καὶ πάντων ὀρθοδόξων, τὸ ἐγκαλλώπισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε Ἰωάννην ἀδελφοί, τῶν Ἀλεξανδρέων τὸ κλέος, ἐν ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν καὶ μεγαλύνομεν, τὸ Χριστοῦ ἀφομοίωμα, πενήτων πατέρα, τῶν ἀδικουμένων δέ, προστάτην ἄμαχον, οὗτος, οὐρανίῳ παστάδι, χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἀνυμνῶν Χριστὸν τὸν ὑπεράγαθον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου