Πέμπτη 5 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 11. ΑΓΙΟΥ ΜΗΝΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΝΟΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΜΗΝΑΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Ἑλόμενος τὸ κρεῖττον σοφῶς, τὸ χεῖρον καθυπέταξας, Ἀθλοφόρε παμμακάριστε Μηνᾶ· διό σε εὐφημοῦμεν, τελοῦντές σου τὴν θείαν, καὶ θαυμασίαν νῦν πανήγυριν.

Εἰδώλων καταπτύσας βωμούς, ἀθέων τὴν ἀπόνοιαν, ἀπελέγξας ὑπερήθλησας Χριστοῦ· διό σε εὐφημοῦμεν, ὡς Μάρτυρα Κυρίου, Μηνᾶ θεόφρον ἀξιάγαστε.

Κηρύξας τὸν Χριστὸν Ἀθλητά, τὸν δόλιον κατήσχυνας, τὴν ἀπάτην ἐκνευρίσας θαυμαστῶς· διὸ τὴν σὴν παμμάκαρ, μνήμην φαιδρῶς τελοῦντες, τὴν σὴν αἰτούμεθα ἀντίληψιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεοτόκε σεμνή, τοὺς δούλους Σου οἰκτείρησον, ἐξελοῦσα ἐκ παντοίων πειρασμῶν, Θεόνυμφε Μαρία, Σὺ γὰρ ἡ προστασία, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὕμνοις σου τὴν φαιδράν, ἐπιτελοῦμεν μνήμην, Χριστὸν ὑμνοῦντες μάκαρ, τὸν κατὰ τῶν τυράννων, Μηνᾶ σε ἐνισχύσαντα.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πόθῳ σου τὴν σεπτήν, πανήγυρις τελοῦντες, Μηνᾶ Χριστοῦ θεράπων, παντοίας ἐπηρείας, τοὺς δούλους σου ἀπάλλαξον.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἔχων πρὸς τὸν Χριστόν, παῤῥησίαν τρισμάκαρ, ὡς Μάρτυς Ἀθλοφόρος, Μηνᾶ πιστῶν προστάτα, ὑπὲρ ἡμῶν ἱκέτευε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα ἀγαθή, ἡ μόνη Θεοτόκος, ἡμᾶς τοῦ βροτοκτόνου, ἀπάτης ἐξελοῦσα, διάσωσον Θεόνυμφε.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν Ἀσωμάτων συνόμιλον, καὶ τῶν Ἀθλοφόρων ὁμόσκηνον, συνελθόντες ἐν πίστει Μηνᾶ εὐφημοῦμέν σε, εἰρήνην τῷ κόσμῳ αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα.Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Στρατείαν κατέλιπες τὴν κοσμικὴν ἀθλητά, οὐράνιον εἴληφας τὴν κληρουχίαν, σοφέ, καὶ στέφος ἀμάραντον, δόξαν ἀποδιώξας βασιλέως γηΐνου, ἄθλους δὲ διανύσας μαρτυρίου γενναίου· διὸ μεγαλομάρτυς Μηνᾶ, πρέσβευε σωθήναι ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ τοῦ παραδόξου θαύματος
Πάθος Μηνᾶ ἐκμιμούμενος, τοῦ ἀπαθοῦς σεαυτόν, ὡς ἀρνίον παρέδωκας, πρὸς σφαγὴν ἑκούσιον, Ἀθλοφόρε πανεύφημε· θυμὸν ἀρχόντων οὐκ ἐδειλίασας· σαρκὸς αἰκίσεις οὐ κατενάρκησας· τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ὧν πρὸς γῆν, Μάρτυς καταβέβληκας, τὸν ὑπερήφανον

Μάστιξι καταξαινόμενος, καὶ ἐπὶ ξύλου ὡς πρίν, Δεσπότης τεινόμενος, καὶ σιδήρῳ πάντοθεν, τὰς πλευρὰς δαπανώμενος, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα, πρός τοῦτο ἔχων ψυχῆς τὰ ὄμματα, συντονώτατα, ἀτενίζων Ἅγιε, τὰ τῆς σαρκός, ἔφερες ἐπίπονα, Μηνᾶ μακάριε

Μάρτυς Μηνᾶ παναοίδιμε, σὺ τὴν τοῦ κόσμου ἀχλύν, καὶ στρατείαν ἐπίκηρον, καὶ εἰδώλων σκότωσιν, ἀσεβῶν τε συνέδρια, τῇ ἀγαπήσει Χριστοῦ κατέλιπες, στρατολογίᾳ συναριθμούμενος, τῶν ἐκλεκτῶν αὐτοῦ· ὅθεν καὶ ἀήττητος, παναληθῶς, Μάρτυς ἀνεδέδειξαι, ὑπὲρ αὐτοῦ ἐναθλῶν

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἐν ὑψίστοις Δεσπότην μάκαρ ἐπόθησας, Χριστὸν τὸν Βασιλέα, ὑπὲρ γένους ἀνθρώπων, παθόντα καὶ ταφέντα καὶ ἐκ νεκρῶν, ἀναστάντα τριήμερον, θανεῖν τε Μάρτυς προείλου ὑπὲρ Αὐτοῦ, ὦ Μηνᾶ θεομακάριστε.

Ἀσκήσει πρώην τὸ σῶμα Μάρτυς κατέτηξας, εἶθ’ οὕτω τῇ ἀθλήσει, καὶ τοῖς πόνοις γενναίως, δοχεῖον ἀνεδείχθης τοῦ παντουργοῦ, παναοίδιμε Πνεύματος, καθικετεύων ῥυσθῆναι τῶν δυσχερῶν, τοὺς πιστῶς Μηνᾶ τιμώντων σε.

Ἐν τῷ σταδίῳ θεόφρον σὺ ηὐτομόλησας, ἐλέγξας τῶν ματαίων, τὸ ἀσύντερον μάκαρ, κηρύξας δὲ τὸν μόνον Θεὸν τοῦ παντός, ἱερεῖον εὐπρόσδεκτον, αὐτῷ προσήχθης τῷ ἄνακτι καὶ Θεῷ, ὦ Μηνᾶ πιστῶν τὸ καύχημα.





Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε εὐσεβῶν ἡ ὁμήγυρις, δεῦτε συμφώνως ἐν ὕμνοις, Ὀρθοδόξων τὸ ἄθροισμα, τὴν παναγίαν τοῦ Μάρτυρος ἑορτήν, Μηνᾶ τοῦ πανενδόξου, ἐκτελοῦντες βοήσωμεν· ὑπερούσια, ὁ Θεὸς ἡμῶν, ὁ τὸν σὸν θεράποντα θαυμαστῶς ἐνισχύσας, πᾶσαν τὴν τῶν δυσμενῶν καταπαλαίσαι μανίαν καὶ στέφους παρὰ σοῦ δόξης, τεύξασθαι ἀθανάτου. Λιταῖς αὐτοῦ πανευπροσδέκτοις, ἐλέησον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.



















Λιτή. Ἦχος α΄.
Πανένδοξε Μάρτυς Μηνᾶ ἀξιάγαστε, τὸ τῆς σῆς διανοίας εἰλικρινές, καὶ τὸ τῆς ψυχῆς σου ἀκίβδηλον, ὁ τῶν ἁπάντων θεασάμενος Κύριος, ἐνδιαίτημα Αὐτοῦ, ἐν σοὶ οἰκήσας ἀπειργάσατο· Ὃν ἐκτενῶς μὴ παύσῃ, ὑπὲρ ἡμῶν δεόμενος.

Ὁ αὐτός.
Τὸν φονευθέντα Μάρτυς, ἐν τῷ καταλύματι, ὐπὸ τοῦ αὐτὸν ξενίσαντος, παραδόξως ὀφθείς, ὡς ἐξ ὕπνου μὲν ἐκεῖνον διήγειρας, τὸν δέ, πρὸς σωφρονισμὸν μαστίξας, ὀλετῆρα, ἀμφοτέρους σωτηρίας ἠξίωσας. Τήν τε καθ’ ὁδὸν ἐπικαλεσάμενην σε, τοῦ δεινοῦ γυναῖκα διέσωσας, τὸν ἀσελγῆ σωφρονεῖν ἀπεργασάμενος, καὶ ἡμᾶς πανένδοξε Μηνᾶ παναοίδιμε, τῆς τῶν παθῶν ἀπάλλαξον βεβηλώσεως, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Σὲ τὸν πανένδοξον Ἀθλητὴν ὑμνοῦντες, Μηνᾶν τὸν ὑπέρλαμπρον, συνελθόντες ἐν τῷ πανσέπτῳ σου σήμερον τεμένει, τοὺς θαυμασίως τιμῶμεν ὑπὲρ Χριστοῦ, οὓς ἔτλης ἀγῶνας, αὐτῷ πρεσβεύειν δυσωποῦντες, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, δωρήσασθαι ἅπασι τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Τὸν ὑπὸ κάλλους δελεασθέντα, παροψίδος καὶ ἑαυτόν σου αἱρετίσασθαι προελόμενος, τῆς τοιαύτης θαυμασίως, ὁρμῆς ἀνέστειλας. Τὸν δέ, σὺν τῷ μογιλάλῳ, χωλὸν χαριέντως ιάσω παναοίδιμε, τῷ σῷ ναῷ προσεδρεύοντας, καὶ τοὺς ἐν θαλάσσῃ ἐπικαλουμένους σε, ὀξέως διέσωσας, Μηνᾶ ἀξιάγαστε· διὸ τοὺς ἐκτελοῦντας τὴν ἱεράν σου πανήγυριν, παντὸς κινδύνου ἀπάλλαξον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. β΄.
Πανεύφημε Ἀθλητὰ Μηνᾶ γενναιότατε, οὐράνιος ἐπὶ γῆς διὰ τῆς ἐναρέτου σου βιοτῆς ὤφθης ἄγγελος· θαυμάσιος ἐν οὐρανοῖς, διὰ τῆς ἀῤῥήτου δόξης, ἧς παρὰ Θεοῦ ἠξίωσαι, ὡράθης ἄνθρωπος. Παῤῥησίαν οὖν Ἅγιε, πρὸς Χριστὸν κεκτημένος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Τῷ ἀΰλῳ τοῦ παντάνακτος θρόνῳ παριστάμενος, καὶ τοῦ ἀφράστου ἐνθέου, ὑπὲρ ἔννοιαν κάλλους ἐμφορούμενος, σὺν Ἀσωμάτοις τὸ ἔνθεον, τῇ ἀσωμάτῳ Τριάδι, προσάγων μελώδημα, λίαν ἐμφανῶς δουλεῦσαι, θεώμενος, ἱκέτευε Χριστόν, Μηνᾶ πανσεβάσμιε, τοιαύτην πλουτεῖν ἡμᾶς ἔφεσιν, ὅπως τύχωμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Ἦχος πλ. δ΄.
Μεγάλων σε αὐτουργόν, ὁ Κύριος θαυμάτων ἀνέδειξε· διὸ ἀδικῆσαι, τὸν ἑαυτοῦ ἀνοσίως τολμήσαντα ἑταῖρον ἐνδίκως παιδεύσας, πρὸς μετάνοιαν ἤγαγες. Τὸν δὲ ἀδικούμενον, ἐξ Ἰουδαϊκῆς ζοφώσεως, πρὸς τὸ ὑπέρφωτον τῆς ἀληθείας φάος ὁδηγήσας Ἅγιε, ἀμφοτέρους διέσωσας, καὶ θαυμάτων πλήθη ἕτερα ἀπεργασάμενος, πανένδοξε Μηνᾶ ἀξιΰμνητε, περιέποις καὶ ἡμᾶς, τοὺς ἐν πίστει σου ἐκτελοῦντας, τὴν πάνσεπτον πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ῥόδον τὸ ἀμάραντον, ὀδμαῖς χαρίτων σου ἔνδοξε, εὐωδίας τὰ πέρατα, πληρώσας πανένδοξε, αὐγάζεις ἐνθέως, Μηνᾶ Ἀθλοφόρε, καὶ τῶν θαυμάτων ἀστραπαῖς, καταλαμπρύνεις τὸν κόσμον ἅπαντα· διό σου τὴν πανένδοξον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν λαμπρῶς σε ὑψώσαντα.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πῦρ καὶ πᾶσαν βάσανον, τῶν δυσμενῶν παναοίδιμε, ὡς οὐδὲν ἡγησάμενος, τῷ πόθῳ πανθαύμαστε, τρωθεὶς τοῦ Δεσπότου, Μηνᾶ γενναιόφρον, οὗ ὑπερήθλησας στεῤῥῶς, καταπαλαίσας τὸν πολυμήχανον· διό σε μακαρίζομεν, ὡς Ἀθλητὴν γενναιότατον, καὶ προστάτην θερμότατον, ἐκτελοῦντες τὴν μνήμην σου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὤφθης ἐνδιαίτημα, Πνεύματος θείου πανένδοξε, ἀρετῶν ταῖς λαμπρότησι, σοφῶς παναοίδιμε, παριδὼν τὰ τῇδε, Μηνᾶ θεοκῆρυξ, τῶν οὐρανίων παμφαῶς, ἐτεύξω Μάρτυς συνὼν τῷ Κτίστῃ σου· διό σου τὴν ὑπέρφωτον, πανηγυρίζοντες ἄθλησιν, τὸν Σωτῆρα δοξάζομεν, ὡς Θεὸν παντοδύναμον.






Δόξα. Ἦχος δ΄.
Ἔλαμψεν ἐν κόσμῳ μακάριε, τῶν σῶν δωρημάτων ἀκτὶς ἡ ὑπέλαμπρος, κατ’ ἀξίαν γὰρ Χριστὸς ὁ Θεός, τοῖς ἑαυτοῦ δωρεῖται τὰς χάριτας θεράπουσιν, ὡς οὖν αὐτὸν θαυμασίως δοξάσας, τὸν Κύριον, ἀσκήσει τε καὶ ἀθλήσει τὰ ἐν κόσμῳ τερπνά, ἀντ’ οὐδενὸς λογισάμενος. Οὕτω παρ’ Αὐτοῦ, λαμπροτάτων ἐν οὐρανοῖς βραβείων ἠξιώθης πανένδοξε. Αὐτῷ συμβασιλεύων ἀθάνατε, ὃ ἐκτενῶς παναοίδιμε ἱκέτευε, ῥύσασθαι ἡμᾶς, παντοίων περιστάσεων, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν Ἀσωμάτων συνόμιλον, καὶ τῶν Ἀθλοφόρων ὁμόσκηνον, συνελθόντες ἐν πίστει Μηνᾶ εὐφημοῦμέν σε, εἰρήνην τῷ κόσμῳ αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα.Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Στρατείαν κατέλιπες τὴν κοσμικὴν ἀθλητά, οὐράνιον εἴληφας τὴν κληρουχίαν, σοφέ, καὶ στέφος ἀμάραντον, δόξαν ἀποδιώξας βασιλέως γηΐνου, ἄθλους δὲ διανύσας μαρτυρίου γενναίου· διὸ μεγαλομάρτυς Μηνᾶ, πρέσβευε σωθήναι ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.








ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μαρτύρων καλλονή, καὶ Ὁσίων τὸ κλέος, Μηνᾶς ὁ θαυμαστός, ἱερῶς εὐφημείσθω, ὡς ἥλιος γὰρ ἔλαμψε, θαυμασίων ταῖς λάμψεσι, καὶ κατηύγασε, τὰς τῶν πιστῶν διανοίας. Οὗτος σήμερον, τοὺς φιλεόρτους προτρέπει, εἰς αἶνον τοῦ κτίσαντος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε ἁγνή, Παναγία Παρθένε, δυσώπει τὸν Χριστόν, τὸν ἁπάντων Δεσπότην, Αὐτὸν γὰρ ἐκύησας, καὶ ὡς βρέφος ἐθήλασας, ῥῦσαι ἅπαντας, τῆς ἐνεστώσης ἀνάγκης, καὶ τῆς στάσεως, τῶν ἐκλεκτῶν ἀξιῶσαι, τοὺς πίστει τιμῶντάς σε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Οὐρανόθεν ἀληθῶς, καταλαμφθεὶς θαυματουργέ, βίον διήνυες σοφέ, ἀγγελικὸν ἐπὶ τῆς γῆς, ἐν ταῖς ἐρήμοις ὡς ἄσαρκος βιοτεύων. Εἶθ’ οὕτως ἀνδρικῶς, πρὸς ἀγῶνας χωρεῖς, καὶ πᾶσαν τὴν ἰσχύν, τοῦ δυσμενοῦς καθελών, θεοπρεπῶς διήθλησας θεόφρον, Μάρτυς Μηνᾶ ἀξιάγαστε· διὸ τοὺς πίστει σὲ εὐφημοῦντας, πάσης βλάβης ἐκλύτρωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, τὰς τῶν ἄνω στρατιάς, φωταγωγοῦσα θαυμαστῶς, αὐγαζομένη τῷ κάλλει τῷ ἀπροσίτῳ, λυτροῦται καὶ ἡμᾶς, τῶν ψυχοφθόρων παθῶν, καὶ πάντων τῶν δεινῶν, ὡς προστασία ἡμῶν, ἧν μετὰ δέους πάντες εὐφημοῦντες, εὐσεβοφρόνως βοήσωμεν· Θεοκυῆτορ, Ἀγγέλων δόξα, σοὺς ἱκέτας περίσωζε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Ἀπαρνησάσθω ἑαυτὸν προδήλως φάσκει, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς καὶ Λόγος, ὁ βουλόμενος τούτῳ ἐπακολουθῆσαι, προθύμως ὅπερ ὁ μέγας ἐν ἀθληταῖς, τελέσας πρώην ἀσκήσει Μάρτυς Μηνᾶς, καὶ ἀθλήσει τὸ δεύτερον, ἐξέλαμψεν ὥσπερ ἀστήρ, φωτίζων τὴν ὑφήλιον, θαυμασίων ταῖς λάμψεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ γεννηθεὶς ἐκ τοῦ Πατρὸς συναϊδίως, Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀῤῥήτῳ λόγῳ, σαρκοφόρος ἐν χρόνῳ, ἐκ Σοῦ Θεοτόκε, ἐτέχθη ἵνα τὸν κόσμον ὡς ἀγαθός, λυτρώσῃ τῆς κακουργίας, τοῦ πτερνιστοῦ, ὧν χαρίτων αἰτίαν σε, γινώσκοντες πανευσεβῶς, ὑμνοῦμέν Σε πανάχραντε, Παναγία Θεόνυμφε.





Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον σκιρτῶσι τῷ Πνεύματι, Ἀθλητῶν καὶ Ὁσίων, σὺν ἡμῖν τελοῦσαί σου, τὴν μνήμην αἱ χορεῖαι, Μηνᾶ παναοίδιμε, καὶ Ἀσωμάτων τάξεις. Ἰησοῦς ὁ Λυτρωτής, εἰς οὐρανοὺς σὲ ἐκ τῶν γηΐνων, ὕψωσέ σε λαμπρῶς, δωρησάμενος Μηνᾶ, χάριν σοι ἄφθονον.





























Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τιμῶ σε, Μάρτυς Μηνᾶ, πίστεως λόγοις.
ᾨδὴ α'. Ἦχος δ'.  Ἀνοίξω τὸ στόμα μου
Τιμῶντι τὴν μνήμην σου, καὶ τοὺς γενναίους ἀγῶνάς σου, Μηνᾶ παναοίδιμε, αἴγλην ἐξ ὕψους μοι, φωτοδότιδα, πεμφθῆναι ἐκδυσώπει, τὸ νέφος διώκουσαν τῆς ἀγνωσίας μου. 
δεῖν ἐφιέμενος, ἀθανασίαν τὴν μέλλουσαν, θανεῖν τιμωρούμενος, Μάρτυς ἠγάπησας, τοῦ τὸν θάνατον, θανάτῳ καθελόντος, τὸ πάθος μιμούμενος, Μηνᾶ Μακάριε. 
Μὴ φέρων Ἀοίδιμε, Θεὸν ὁρᾶν ὑβριζόμενον, ἐμάκρυνας ὄρεσιν, ἐνδιαιτώμενος, καὶ πρὸς ἄθλησιν, σαυτὸν καὶ πρὸς ἀγῶνας, γυμνάζων οὓς ἤνυσας, γνώμης στεῤῥότητι. 
Θεοτοκίον
ς ἔμψυχος τράπεζα, ἄρτον χωρεῖς τῆς ζωῆς ἡμῶν, ὡς βάτος βαστάσασα, οὐ κατεφλέχθης τὸ πῦρ, καὶ ὦς ἄμπελος, ἀπότιστος βλαστάνεις, τὸν βότρυν Πανάμωμε, τόν ἀγεώργητον. 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Μηνᾶ, πίστει σε προσκυνῶ, ὡς προστάτην.
ᾨδὴ α’. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Μηνᾶ, Μαρτύρων ἀγλάϊσμα, Μηνᾶ τῶν Ἀθλητῶν σεμνολόγημα, Μηνᾶ ἡμῶν ἡ ἀντίληψις, πόθῳ σε εὐφημοῦμεν ὡς νικητήν, κράζοντες συμφώνως· τοὺς τιμῶντάς σε πιστῶς, σῶζε πρεσβείαις σου.
χάρις Μάρτυς τοῦ Πνεύματος, σκηνώσασα ἐν σοὶ παναοίδιμε, ἀστέρα λαμπρόν σε ἔδειξε, λάμψαντα ὡς ἀκτίνων μαρμαρυγάς· ἔνθεν συνελθόντες, εὐφημοῦμέν σε Μηνᾶ, ὡς θεοκήρυκα.
Ναὸς ἐγένου θεόληπτε, Θεοῦ πανευπρεπὴς ἀξιάγαστε, Μηνᾶ Ἀθλητὰ μακάριε, ἅπαντες ἐκτελοῦμεν χαρμονικῶς, σοῦ τὴν θείαν μνήμην, τῶν πταισμάτων ἱλασμὸν ἀντιλαμβάνοντες.
Θεοτοκίον
γνὴ Παρθένε Θεόνυμφε, σεμνὴ ὑπεραγία πανάμωμε, σεπτὸν τοῦ Θεοῦ παλάτιον, πόθῳ Σε προσκυνοῦμεν χρεωστικῶς, κράζοντες Κυρία· Σὺ ἐλπὶς μετὰ Θεόν, ἁπάντων πέφυκας.









ᾨδὴ γ'. Οὐκ ἐν σοφίᾳ
Σεσοβημένος, τοῖς πανσόφοις σου λόγοις ὁ τύραννος, σὲ μαστίζει ἀφειδῶς, ὠμοῖς βουνεύροις οἰόμενος, τούτοις κατακάμπτειν σε, Μηνᾶ μακάριε. 
νατενίζων, νοεροῖς ὀφθαλμοῖς πρὸς τὸν Κύριον, τῆς σαρκὸς τὰ δυσαχθῆ, βασάνων βάρη ὑπέφερες, γνώμης γενναιότητι, Μηνᾶ θαυμάσιε. 
Μὴ δειλιάσας, τῶν βασάνων τὸ λίαν ἐπίπονον, πνέων ζήλου θεϊκοῦ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, κράζων· Μὴ ζητούμενος, ἦλθον αὐτόκλητος. 
Θεοτοκίον
δου πυλῶν με, ὁ ἐκ σοῦ σαρκωθεὶς ἀνηγάγετο, ξύλου βρώσει πονηρᾷ, θανατωθέντα Πανάμωμε, θάνατον ἑκούσιον, καταδεξάμενος. 

Ἕτερος. Τῷ πρὸ τῶν αἰώνων.
Πάντων πρὸ αἰώνων, οὓς προέγνω ὁ πάντα θεώμενος, τούτους προώρισον ἐνθέως, καὶ ἐδόξασε πάνυ, Χριστὸς ὁ Θεὸς πανένδοξε, ὧν σὺ ὑπάρχων, Μηνᾶ παμφαής, παρ’ Αὐτοῦ δεδόξασαι.
λεως σοῖς δούλοις, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ παντέλειος, διὰ τοῦ σοῦ σεπτοῦ οἰκέτου, γίνου πᾶσιν οἰκτίρμων, Μηνᾶ μόνε ὑπεράγαθε, καὶ τῶν κινδύνων ἡμᾶς ἐξελῶν, σῶσον τῷ ἐλέει σου.
Σάλου τρικυμίας, καὶ παθῶν ἀτιμίας ἀπάλλαξον, ἡμᾶς πανένδοξε, προστάτα Ἀθλητὰ γενναιόφρον, Μηνᾶ εὐσεβῶν κραταίωμα, σὺ γὰρ μεγίστην πλουτεῖς πρὸς Χριστόν, παῤῥησίαν ἔνδοξε.
Θεοτοκίον
Τάξεις Σε Ἀγγέλων, ὡς Βασίλισσαν πάντων ὑμνοῦσί Σε, καὶ εὐφημοῦσιν ἀσιγήτως, ὑπερένδοξε Κόρη, Σὺ γὰρ τούτους κατελάμπρυνας, τῷ τοκετῷ Σου ἁγνὴ θαυμαστῶς, ὑπὲρ λόγον ἄχραντε.

Κάθισμα τοῦ Μάρτυρος. Ἦχος πλ. δ. Τὴν Σοφίαν
Ἡ τὸ πρὶν ἀγνωσίας σκότει δεινῷ, κρατουμένη θεόφρον, Μάρτυς Μηνᾶ, Αἴγυπτος ἀνέτειλε, σὲ φωστῆρα παγκόσμιον, ἀθεΐας νύκτα, συντόνως ἐλαύνοντα, ταῖς βολίσι Μάκαρ, τῶν θείων ἀγώνων σου· ὅθεν τὴν φωσφόρον, καὶ σεπτήν σου ἡμέραν, φαιδρῶς ἑορτάζοντες, ἐκτενῶς σοι κραυγάζομεν, Ἀθλητῶν ἐγκαλλώπισμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Δόξα. Καὶ νῦν... Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ
αντισμῷ σου τῶν αἱμάτων, κατεσβέσθησαν ἄνθρακες, τῆς πολυθεΐας, φάλαγξ τῶν δαιμόνων βεβύθισται, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, κατηρδεύθη δέ, Ἀθλοφόρε παμμάκαρ, Μηνᾶ ἀξιάγαστε. 
Τῇ ἐν ξύλῳ ἀναρτήσει, εἰκονίζεις τὸ πάθημα, τοῦ Σταυροῦ τὸν ὄφιν, Μάρτυς τὸν πικρὸν θανατώσαντος, τοὺς δὲ ξεσμοὺς ὑπομένεις, προξενοῦντάς σοι, ἀπολαύσεις, τὰς ἐν οὐρανοῖς γενναιότατε. 
πὲρ φύσιν ἀλγηδόνων, Ἀθλητὰ πεῖραν ἔλαβες· ὁ γὰρ θεῖος ἔρως, σοῦ κατακρατήσας τῆς φύσεως, λήθην Μηνᾶ ἐνεποίει, ἐρεθίζων σε, ἐπεκτείνεσθαι, πρὸς αἰκισμούς ἀγαλλόμενον. 
Θεοτοκίον
Σαρκωθέντα ἀποῤῥήτως, τὸν Θεὸν ἀπεκύησας, ἐκ τῶν σῶν αἱμάτων, οἶκον ἑαυτῷ δομησάμενον, τὸν ἐν δυσὶ ταῖς οὐσίαις καὶ θελήσεσι, γνωριζόμενον, θεοπρεπῶς Ἀπειρόγαμε. 

Ἕτερος. Ῥάβδος ἐκ τῆς ῥίζης.
στης παρανόμου δικαστῶν, πρὸ βήματος μακάριε, Χριστὸν κηρύττων παναοίδιμε, τὸν μόνον δημιουργόν, Θεὸν παντοδύναμον, πᾶσαν ἀντιπάλων κακουργίαν, καθεῖλες νεανικῶς, ἔνδοξε Μηνᾶ ὡς ἀήττητος.
δών σου Θεὸς τὸ εὐγενές, ψυχῆς τε τὸ λαμπρότατον, ἐκ τῶν τοῦ κόσμου ἐξελέξατο, λαβών σε εἰς οὐρανούς, μαρτυρίου στίγμασιν, ᾧ νῦν παριστάμενος ἐν δόξῃ, ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε Ἅγιε.
Πάντες οἱ πιστοὶ χαρμονικῶς, ὑμνοῦμέν σε πανόλβιε, ὡς ἀντιπάλων κατησχύναντα, τὸ θράσος τὸ δυσμενές, ἀηττήτῳ χάριτι μόνου τοῦ Δεσπότου τῶν ἁπάτων, Ὃν ἐκδυσώπει ἀεὶ ὐπὲρ τῶν τελούντων τὴν μνήμην σου.
Θεοτοκίον
όδον Σε εὑρὼν ὁ πλαστουργός, καὶ ἄνθος εὐωδέστατον, πρὸ τῶν αἰώνων ἡρετίσατο, εἰς κατοικίαν Αὐτοῦ, μόνος ὡς ηὐδόκησε, Ὃν νῦν ὡς Υἱόν Σου καὶ Δεσπότην, δυσώπει ὡς ἀγαθόν, σῶσαι τὰς ψυχὰς τῶν ὑμνούντων Σε.








ᾨδὴ ε'. Ἀσεβεῖς οὐκ ὄψονται
Μαρτυρίου ἤστραψας, φαιδρῶς μαρμαρυγαῖς, ἀμαυρώσας τὴν ζοφεράν, ἀθεΐαν πάνσοφε, καὶ κατεφώτισας, τῶν πιστῶν πληρώματα, Ἀθλητὰ Μηνᾶ πανεύφημε. 
φανίσθη ἅπασα, ἐπίνοια ἐχθρῶν, τῇ στεῤῥᾷ σου ὑπομονῇ, οὐ λιμὸς οὐ μάστιγες, οὐδὲ κατάφλεξις, οὐ τριβόλων κάκωσις, σοῦ τὸ πρόθυμον ἠμαύρωσε. 
Θεοτοκίον
Νεουργεῖ φθαρέντα με, τικτόμενος ἐκ σοῦ, ὑπὲρ φύσιν ὁ λυτρωτής, παλαιᾶς κατάρας με, ἐκλυτρωσάμενος, Θεομῆτορ ἄχραντε, ὃν ἱκέτευε σωθῆναι ἡμᾶς. 

Ἕτερος. Θεὸς ὢν εἰρήνης.
σίως τὸν πόθον, Μηνᾶ πρὸς Θεόν, ἐσχηκὼς ἐπὶ γῆς, ὥσπερ ἄγγελος, ἐβίωσας πανεύφημε, εἰς ὄρος ἀνιών, εἶτα τοῦ μαρτυρίου πρὸς ἀγῶνας θεόφρον, δραμὼν ὑπερθλησας, τοῦ Δεσπότου ἀξιάγαστε.
Σὲ πάντες προστάτην πλουτοῦμεν Μηνᾶ, πρὸς Θεὸν ὃν δυσώπει δωρήσασθαι, συγγνώμην παραπτώσεων, καὶ πάντων δυσχερῶν, λύσιν καὶ σωτηρίαν, ὡς φιλάγαθος Μάρτυς, ἵνα πίστει ἔνδοξε, ὑμνολογοῦντές σε γεραίρομεν.
Κωφοὺς μογιλάλους ἰάσω Μηνᾶ, τῷ τεμένει τῷ σῷ προσεδρεύοντας, νεκρόν τε ἐξανέστησας, ὀφθεὶς θαυματουργέ, ἔνθα ὁ νέκυς ἔστη εἰς λεπτὰ τετμημένος, καὶ τύψας τὸν κτείναντα, ἀμφοτέρων Σωτὴρ πέφυκας.
Θεοτοκίον
μνοῦμέν Σε Κόρη Παρθένε ἁγνή, ὡς Μητέρα Θεοῦ ὑπερένδοξον, δοξάζοντες τὸν τόκον Σου, ὡς μόνον κραταιόν, ῥυσάμενον τοὺς πάντας, τῶν τοῦ ᾅδου κευθμώνων, Ὃν ἀεὶ ἱκέτευε, οἰκτειρῆσαι ἡμᾶς Δέσποινα.
















ᾨδὴ . Ἐβόησε, προτυπῶν
νάλγητος, διαμένεις πυρὶ δαπανώμενος, καὶ τριχίνοις, τὰς πλευρὰς προστριβόμενος ῥάκεσιν· ἡ γὰρ θεία χάρις, συμπαροῦσα Μηνᾶ σε ἐνίσχυσε. 
Παρίστασο, πρὸ βημάτων τυράννων κρινόμενος, καὶ τὴν πλάνην, στηλιτεύων Μηνᾶ παναοίδιμε, σεαυτὸν δὲ στήλην, εὐσεβείας πιστοῖς παρεχόμενος. 
δρῶτί σου, τῶν ἀφώνων τὴν πλάνην ἐξήρανας, τῶν εἰδώλων, σεαυτὸν δὲ ναὸν ᾠκοδόμησας, τῆς σεπτῆς Τριάδος, Ἀθλοφόρε Μηνᾶ ἀξιάγαστε. 
Θεοτοκίον
άτρευσον, τὰ ἀνίατα πάθη Πανάμωμε, τῆς ψυχῆς μου, τῇ μοτώσει τῆς σῆς ἀγαθότητος, ἀγαθὸν Σωτῆρα, τὸν Χριστὸν τοῖς ἐν κόσμῳ κυήσασα. 

Ἕτερος. Σπλάγχνων Ἰωνᾶν.
Νίκης σε Χριστός, στεφάνοις ἐστέψατο, Μηνᾶ δυσμενεῖς καταπαλαίσαντα, καὶ ῥυσάμενον, τῆς αὐτῶν κακουργίας, ὡς Μάρτυς στεῤῥός, τοὺς λαοὺς μετ’ εὐφροσύνης ἀνακράζοντας· Σύ μου εἶ Χριστὲ κραταίωμα, ὁ τὸ πᾶν συστησάμενος νεύματι.
σπερ ἀστραπή, ἐν ζόφῳ κατέλαμψεν, ἡ χάρις τῶν σῶν ῥημάτων ἔνδοξε, καὶ ἐφώτισε τοὺς ἐν σκότει ἁγνοίας τελοῦντας τὸ πρίν, τῷ φωτὶ προσαγαγοῦσα ἐνθεώτατα, κράζοντας Μηνᾶ θαυμάσιε· σὺ ὑπάρχεις ἡμῶν ἡ ἀντίληψις.
ς τις καρτερός, ἀδάμας στεῤῥότατος, σὺ ὤφθης Μηνᾶ καταξαινόμενος, καὶ φλεγόμενος, ταῖς λαμπᾶσι, καὶ πᾶσι μαστίγων δεινοῖς, τὸ θαυμάσιον Χριστοῦ, καὶ θεῖον ὄνομα, κράζων τὰς ὀδύνας ἔνδοξε, ὡς οὐδὲν ἐλογίσω θαυμάσιε.
Θεοτοκίον
Σῶσον τοὺς πιστούς, ἁγνὴ παμμακάριστε, ἐκ πόθου ἀεί, δοξολογοῦντάς Σε, καὶ ἀπάλλαξον, τῶν κινδύνων καὶ πάσης ἁγνὴ προσβολῆς, καὶ φωτὸς τοῦ ἀνεσπέρου καταξίωσον, πίστει Παναγία ᾄδοντας, Θεοτόκε Παρθένε ὑμνοῦμέν Σε.










Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος δ'. Ἐπεφάνης σήμερον
Τῆς στρατείας ἥρπασε, τῆς ἐπικήρου, καὶ ἀφθάρτου ἔδειξε, σὲ Ἀθλοφόρε κοινωνόν, Μηνᾶ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος. 
Ὁ Οἶκος
Μεγάλης πρόξενος ἡμῖν, ὑπάρχει θυμηδίας, ἡ μνήμη τῶν Μαρτύρων, κατὰ παθῶν ἀνδρείαν, καὶ ἀριστείαν κατ' ἐχθρῶν ἐπιδεικνυμένη, ἐν φαιδρᾷ καὶ προσηνεῖ ὁμολογίας χάριτι· Δεῦτε οὖν ἐν ταύτῃ, φιλέορτοι πάντες εὐφρανθῶμεν, τῆς προσκαίρου εὐφροσύνης τὴν κρείτονα καὶ τελεωτέραν, Μηνᾶ τοῦ Ἀθλητοῦ τὴν μνήμην τελοῦντες, καὶ λαμβάνοντες παθῶν δῶρον τὴν λύσιν, τούτων δὲ δοτήρ, Χριστὸς ὁ Θεὸς ὑπάρχει, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος. 

Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ.
Αἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα.
τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει.
Μηνᾶς ἑνδεκάτῃ ἔτλη ξίφος γηθόσυνος κῆρ
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, στρατευόμενος ἐν τοῖς Νουμέροις (στρατιωτικοῖς τάγμασι), τοῖς λεγομένοις Ῥουταλικοῖς, ὑπ᾿ Ἀργυρίσκῳ ἡγεμόνι, ἐν τῷ Κοτυαείῳ Φρυγίας Σαλουταρίας (ὑγιεινῆς). Μὴ ἀνεχόμενος δὲ καθορᾶν τὴν τῶν εἰδώλων πλάνην παῤῥησιαζομένην, εἰς τὸ ὄρος ἀνῆλθε, νηστείαις ἑαυτὸν καθαίρων καὶ προσευχαῖς. Ἱκανῶς δὲ στομώσας ἑαυτὸν καὶ τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ τὴν ψυχὴν ἀναφλέξας, ἐκ τοῦ ὄρους κατῆλθε. Καὶ στὰς ἐν μέσῳ τῶν εἰδωλολατρῶν, τὸν Χριστὸν ἀνεκήρυξεν. Ὅθεν αἰκισθεὶς καὶ τριχίνοις ὑφάσματι τὰς σάρκας καταξανθεὶς καὶ καυτῆρσι προσομιλήσας πυρὸς καὶ τριβόλοις, ἐν τῷ ἀφειδῶς ἕλκεσθαι, ἅπαν τὸ σῶμα διαλωβηθείς, τὴν διὰ ξίφους δέχεται τελευτήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος.
Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος,
Πᾶσαν μακράν που καρδίας θεὶς δειλίαν.
Οὗτος ἠγωνίσατο ἐπὶ Ἀντωνίου βασιλέως Ῥωμαίων καὶ Σεβαστιανοῦ τοῦ δουκὸς ἐν Ἰταλίᾳ· Ἀναγκασθεὶς γὰρ τὸν Χριστὸν ἀρνήσασθαι καὶ μὴ πεισθείς, τοὺς δακτύλους πρῶτον θλάττεται, εἶτα εἰς κάμινον βάλλεται· καὶ διαρκέσας ἐν αὐτῇ ἡμέρας τρεῖς, ἐξῆλθεν ἀβλαβής. Καὶ δηλητήρια φάρμακα πιεῖν ἀναγκάζεται· ὧν μηδὲν ἐνεργησάντων, ὁ ταῦτα κερασάμενος, τῷ Χριστῷ προσῆλθε πιστεύσας. Καὶ μετὰ ταῦτα, ἐκσπᾶται τὰ νεῦρα, καὶ πυρωθέντι ἐλαίῳ ἐμβάλλεται. Καὶ ἀναρτηθείς, λαμπάσι καταφλέγεται· καὶ κονίαν μετ᾿ ὄξους ἀναγκάζεται τῷ στόματι δέξασθαι καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται· καὶ κατὰ κεφαλῆς κρεμᾶται ἐπὶ ἡμέρας τρεῖς· εἶτα τὴν δορὰν ἀφαιρεῖται, καὶ τότε τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται.






Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βικέντιου τοῦ Διακόνου.
Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει·
Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς, ἄνω τρέχει.
Οὗτος ὁ ἅγιος Μάρτυς Βικέντιος, ἐν Αὐγουστοπόλει τῆς Ἱσπανίας ὑπάρχων, καὶ διδάσκων τὸν λαὸν μετὰ καὶ τοῦ Ἐπισκόπου Ἱλαρίου (ἢ Οὐαλλερίου), Διάκονος ὤν, κρατηθέντες ἀμφότεροι, ἤχθησαν παρὰ τὸ βῆμα Δατιανοῦ τοῦ ἄρχοντος. Ὃς αὐτίκα σιδήροις αὐτοὺς περιθείς, εἰς πόλιν Βαλεντίαν ἀχθῆναι κελεύει, καὶ δυσωδεστάτῃ φρουρᾷ καθειρχθῆναι. Μετὰ δέ τινας ἡμέρας ἐξαγαγὼν τὸν Βικέντιον, κελεύει ξέεσθαι καὶ σταυρῷ καταπήγνυσθαι καὶ κατὰ μέλος αἰκίζεσθαι· ἐκεῖθέν τε ἀποσπασθείς, στρεβλοῦται καὶ μαστίζεται καὶ τὰς πλευρὰς κατακαίεται. Ἔξαρθρος δὲ γενόμενος ὅλος, ῥάβδους σιδηρᾶς πυρωθείσας ἐπὶ τοῦ στήθους δέχεται. Καὶ ἀποῤῥιφεὶς ἐν τῇ φυλακῇ, βοηθείας θείας καὶ ἀγγελικῆς ἀξιοῦται, καὶ αὐτίκα τῷ Θεῷ τὸ πνεῦμα παρατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος.
Δένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων,
Τῶν Μαρτύρων ἤνθησεν ὡς φοῖνιξ μέσον.
Αὕτη, στρατευομένου τινὸς ὑπάρχουσα γαμετὴ καὶ τὸν Χριστὸν ἄνωθεν σεβομένη, ἐν τῷ βλέπειν τὸν ἅγιον Βίκτωρα ὑπὲρ ἄνθρωπον πάσχοντα, ἤδη τὸν ἄνδρα ἀποβαλοῦσα καὶ ἐν χηρείᾳ τυγχάνουσα, ἐμακάρισε τῆς καρτερίας καὶ τῶν στεφάνων, ὧν ὁ Θεὸς ἔμελλε δωρήσασθαι αὐτῷ· δι᾿ ἣν αἰτίαν τῷ ἡγεμόνι προσάγεται. Καὶ ἐπεὶ τὸν Χριστὸν Θεὸν προαιώνιον ὡμολόγησεν, ἐκτείνεται τὰς χεῖρας καὶ δυσὶ φοίνιξι βίᾳ καμφθεῖσι προσδεθεῖσα, ἀφίεται. Ὧν πρὸς τὴν ἰδίαν ἀποκλινάντων ὁρμήν, αὕτη διαιρεῖται καὶ εἰς δύο μερίζεται τμήματα, καὶ οὕτω τῷ Θεῷ τὴν ψυχὴν ἀποδίδωσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοδώρου, Ἡγουμένου τῶν Στουδίου.
Πολλὰς ἀμοιβάς, Θεόδωρε τρισμάκαρ,
Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Κοπρωνύμου, γονέων εὐσεβῶν, Φωτεινοῦ καὶ Θεοκτίστης. Παιδιόθεν δὲ τὸν ἐνάρετον βίον ἑλόμενος, γράμμασιν ἐκπαιδεύεται καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς γνώσεως ἀνήχθη. Τὸν μονήρη δὲ βίον ὑπελθὼν καὶ πᾶσαν ἰδέαν ἀρετῆς κατορθώσας, χρίσματος τῆς ἱερωσύνης παρὰ τοῦ μεγάλου Ταρασίου ἀξιοῦται. Καὶ τοῦ ὁσίου Πλάτωνος τηνικαῦτα Ἡγουμένου τῆς Μονῆς τῶν Στουδίου τυγχάνοντος, καὶ παραιτησαμένου, ὁ μακάριος οὗτος τὴν ἡγεμονίαν ἀναδέχεται, καλῶς τὸ πιστευθὲν αὐτῷ ποίμνιον ὁδηγῶν καὶ ἐπὶ νομὰς σωτηρίους ποιμαίνων.
Οὗτος οὖν ὁ μέγας Θεόδωρος καὶ Ταράσιος ὁ ἐν Ἁγίοις, ὁ μὲν ἀπωθεῖται τῆς Ἐκκλησίας, ὁ δέ, μαστιχθείς, ἐν τῇ Θεσσαλονίκῃ περιορίζεται, παρὰ Κωνσταντίνου υἱοῦ Εἰρήνης τῆς βασιλίσσης, διὰ τὸ τὴν μὲν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα ἀποβαλεῖν, ἀγαγέσθαι δὲ ἑτέραν καὶ διελεγχθῆναι παρ᾿ αὐτῶν. Ἐπεὶ δὲ Κωνσταντῖνος τυφλωθεὶς τῆς βασιλείας ἀπεῤῥάγη, ἀνακαλεῖται τῆς ἐξορίας Θεόδωρος. Ἀλλὰ καὶ αὖθις ἐξορίζεται ἐν τῇ τῆς Ἀπολλωνιάδος λίμνῃ.
Ἐκεῖθέν τε πάλιν παραπέμπεται ἐν τῷ τῶν Ἀνατολικῶν θέματι, ἐν ᾧ περὶ τὰς ἑκατὸν μάστιγας περὶ τὸν νῶτον δεξάμενος, γενναίως ἐνεκαρτέρει. Καὶ αὖθις παρὰ τοῦ στρατοπεδάρχου σφοδραῖς μάστιξιν αἰκίζεται. Κἀκεῖθεν ἐν τῇ Σμύρνῃ παραπεμφθείς, εἱρκτῇ δυσωδεστάτῃ ἐγκλείεται καὶ τῷ βασανιστηρίῳ ξύλῳ ἐμβάλλεται. Ἐπεὶ δὲ καὶ αὐτὸς τῆς βασιλείας ἀπεῤῥάγη, καὶ Μιχαὴλ τὰ σκῆπτρα ἐδέξατο, ἀνακαλεῖται τῶν δεσμῶν καὶ τῆς ἐξορίας ὁ μέγας Θεόδωρος. Καὶ μικρὸν ἀνεθείς, τοῖς φίλοις συνῆν, καὶ μετὰ χρηστῆς ἐλπίδος ἀνεπαύσατο ἐν Κυρίῳ. Ἦν δὲ τὴν ἡλικίαν κατάξηρος, ὠχρὸς τὴν ὄψιν, μιξοπόλιος τὴν τρίχα καὶ ἐπιφάλακρος.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Δράκωνος.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παύλου, τοῦ σαλλοῦ, τοῦ ἐν Κορίνθῳ.
Ὑποκριθεὶς ὁ Παῦλος ἐν γῇ μωρίαν,
Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀβίβου, ἐπισκόπου Γεωργίας, ἀθλήσαντος ἐν τῷ ἕκτῳ αἰῶνι μ. Χ.

Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος, ὁ διὰ Χριστὸν σαλός, ὁ ἐν Μόσχᾳ, ὁ θαυματουργός, ὁ Ῥώσσος, ἐν εἰρήνῃ ἐκοιμήθη ἐν ἔτει 1434 μ. Χ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ διασώσας ἐν πυρί
Συναπεβάλου ταῖς πληγαῖς, σὺ τοὺς δερματίνους χιτῶνας, τῆς ἁμαρτίας, καὶ στολὴν ἐνεδύσω μηκέτι παλαίωσιν δεχομένην Μακάριε, ἣν ἐξύφανεν ἡ χάρις ἐπιφανεῖσα. 
Τῇ πυρπολήσει τῶν πολλῶν, Μάρτυς καὶ σεπτῶν σου ἀγώνων, ἡ ἀκανθώδης πονηρά, ἀθεΐα τεφροῦται αἱμάτων τε, ταῖς ῥοαῖς ἀποσβέννυται, ἀγνωσίας ἐπηρμένη πυρὰ Παμμάκαρ. 
χων ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς τὴν σεπτήν σου ἑορτήν, ἐκτελοῦσι Μηνᾶ ἀξιάγαστε, καὶ συμπράττεις τοῖς ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ. 
Θεοτοκίον
Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας Εὐλογημένη. 

Ἕτερος. Οἱ Παῖδες εὐσεβείᾳ.
Πόδας σου στηρίξας θεομάκαρ, φαεινῇ κελεύσει τοῦ δεσπόζοντος, πυρὸς ἀπειλὴν οὐκ ἐδειλίασας, ἀλλ’ ἐν μέσῳ τῶν δεινῶν, Μηνᾶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
ύσει τοῦ σοῦ αἵματος θεόφρον, δυσσεβῶν ὠμότητα ἐπόντισας, δεινῶν τὸ σφοδρόν, μὴ πτύξας ἔνδοξε, ἀλλ’ ἀνδρείως ἐνεγκὼν Μηνᾶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
ἔρως ὁ πρὸς Χριστόν σου Μάρτυς ὄντως, μιαρῶν καθεῖλε τὴν κακόνοιαν, θυμὸν ἀσεβῶν κατασεισάμενος, καὶ γενναίως σε Μηνᾶ κραυγάζειν ἔτρεπεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον
Σωτῆρα τετοκυῖα καὶ Δεσπότην, τῆς ἀρᾶς πανάχραντε ἀπήλλαξας, πυρός τε ἀλήκτου τὸ ἀνθρώπινον· ὅθεν πάντες ἀνυμνοῦμέν Σε κραυγάζοντες· ῥῦσαι τοὺς πάντας, ἁγνὴ εὐλογημένη.
ᾨδὴ η'. Παῖδας εὐαγεῖς
ράθης ὡς ἄρτος ἐν τῷ μέσῳ, πυρᾶς ἁπτομένης ἐξοπτώμενος, θῦμα ὡς ἀμώμητον, τέλειον ὡς σφάγιον, ὡς ἱερεῖον ἔμψυχον, ὁλοκαυτούμενος, καὶ θείαν εὐωδίαν ἐκπέμπων, ἣν Θεὸς ὠσφράνθη, Μηνᾶ Θεοῦ θεράπον. 
Συρόμενος Μάρτυς καὶ τριβόλοις, ὀξέσι κεντούμενος συνέτριψας, κέντρα τοῦ ἀλάστορος, ξίφει δὲ τεμνόμενος, ὡς ἐν ἐκτάσει πίστεως, ὅπλοις διέκοψας, ἀνόμων κεφαλὰς Ἀθλοφόρε, μέλπων, εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας. 
Λυθεὶς τῆς σαρκὸς πληγὴ τοῦ ξίφους, στοργῇ συνεδέθης τελειότερον, Μάρτυς τοῦ Δεσπότου σου, πρόσωπον πρὸς πρόσωπον, νῦν δὲ ὁρᾷς θεούμενος, Μηνᾶ καὶ μέλπεις αὐτῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 
Θεοτοκίον
Οἰκεῖ ἐν γαστρί σου ὑπὲρ λόγον, ὁ λόγῳ δημιουργήσας κτίσιν ἅπασαν, βρέφος καθορᾶται δέ, σοῦ ἀποτικτόμενος, ὁ πρὸ αἰώνων ἄχραντε, ἐκ τοῦ Πατρὸς γεννηθείς, ὃν πᾶσα εὐλογεῖ καὶ δοξάζει, κτίσις Θεοτόκε, εἰς πάντας τοὺς αἰῶνας. 

Ἕτερος. Θαύματος ὑπερφυοῦς.
Τάξεις οὐρανίων στρατευμάτων, ὑπεδέξαντο ἔνδοξε Μάρτυς, σὲ εν τοῖς σκηνώμασι, τοῖς ἀΰλοις ὡς τὴν αὐτῶν, βιοτὴν ἐπὶ τῆς γῆς πολιτευσάμενον· διό σε Μηνᾶ, τιμῶντες ψάλλομεν· εὐλογείτω ἡ κτίσις πᾶσαν τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
πασαι τῶν εὐσεβῶν χοροστασίαι, γεγηθότως ὑμνοῦμεν θεόφρον, τὴν σεπτήν σου ἄθλησιν· δι’ ἧς Μάρτυς εἰς οὐρανούς, ἀνελήλυθας παμμάκαρ εὐφραινόμενος· διό σε Μηνᾶ τιμῶντες κράζομεν· εὐλογείτω ἡ κτίσις πᾶσαν τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Τέμενος τὸ σὸν Μάρτυς Κυρίου, ὡς Παράδεισος ἄλλος ἐδείχθη, μέλπον γὰρ τὸν Κύριον, πᾶν τὸ πλῆθος τῶν εὐσεβῶν, ἐν αὐτῷ σε μακαρίζει παναοίδιμε, κραυγάζον σὺν Ἀγγέλοις, Μηνᾶ ἔνδοξε· εὐλογείτω ἡ κτίσις πᾶσαν τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
λιον τὸν νοητὸν Παρθενομῆτορ, ἀπεκύησας κόσμῳ Μαρία, καὶ βροτῶν τὸ φύραμα, ἐκ τοῦ ᾅδου τῶν ζοφερῶν, εἰς οὐράνια ἀνήγαγες σκηνώματα· διό σε πιστῶς ὑμνοῦμεν κράζοντες· εὐλογείτω ἡ κτίσις πᾶσαν τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.







ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι
Γῆ σου νῦν τὸ σῶμα τὸ στεῤῥόν, Μακάριε, ἐναθλῆσαν κατεκάλυψε·φέρει τὸ πνεῦμα οὐρανὸς δέ, σὺν πνεύμασι Μαρτύρων γηθόμενον, καὶ φαιδροτάτῃ δόξῃ λαμπόμενον·ὅθεν σε πάντες μακαρίζομεν. 
Οἰκεῖς μετ' Ἀγγέλων ἐν φωτί, ἰσάγγελον πολιτείαν ἀσπασάμενος, βλέπεις νοΐ κεκαθαρμένῳ, Μηνᾶ τὴν τοῦ Κυρίου τερπνότητα, πλουσίως ταῖς ἐκεῖθεν λαμπόμενος, φωτοχυσίαις ἀξιάγαστε. 
δὼν τὸν ποθούμενον Χριστόν, πανεύφημε ἀπολαύεις τῆς θεώσεως, ἔστης τοῦ πόθου ἐπιφθάσας, Μηνᾶ τῶν ἐφετῶν τὸ ἀκρότατον, ἡμῶν δὲ μνημονεύεις τῶν πόθῳ σου μνήμην τελούντων τὴν πανίερον. 
Θεοτοκίον
Σαρκὶ καθ' ὑπόστασιν ἡμῖν ἐκύησας, Θεὸν Λόγον Μητροπάρθενε· ὅθεν κυρίως Θεοτόκον, καρδίᾳ σε καὶ γλώσσῃ κηρύττοντες, φωνὴν σοι τοῦ Γαβριὴλ προσφθεγγόμεθα· Χαῖρε βοῶντες πάντων Δέσποινα. 

Ἕτερος. Τύπον τῆς ἁγνῆς.
Νόες τὴν σεπτήν σου Ἅγιε, καὶ ὑπὲρ φύσιν καρτερίαν ἐθαύμασαν· διὸ καὶ ἡμεῖς, ὑμνολογοῦντές σε ἔνδοξε, παναοίδιμε Μάρτυς κραυγάζομεν· Μηνᾶ σαῖς ἱκεσίαις τῶν δυσχερῶν, ἡμᾶς ἀπάλλαξον.
Μέγα τῶν Ὁσίων καύχημα, καὶ Ἀθλοφόρων ἀνεδείχθης ἀείμνηστε· διὸ καθ’ ἡμῶν, τῶν πειρασμῶν τὴν σκοτόμαιναν, σαῖς πρεσβείαις ἀπέλασον Ἅγιε, Μηνᾶ Χριστοῦ θεράπων, ἵνα σε πίστει μακαρίζομεν.
Δέξαι Ἀθλητῶν καλλώπισμα, τὸ δέ μοι μάκαρ, πενιχρὸν νῦν ἐφύμνιον, ὅπερ Ἅγιε, ἐξ ἀλλοτρίας προσήγαγον, σοὶ ὡς λίαν θερμῷ ἀντιλήπτορι, Μηνᾶ μετὰ δακρύων, καὶ μὴ ἀπώσῃ με τὸν δείλαιον.
Θεοτοκίον
Μῆτερ τοῦ Θεοῦ πανάχραντε, τὸν Σὸν Υἱόν, μετὰ Μηνᾶ τοῦ θεόφρονος, καθικέτευσον τοῦ οἰκτειρῆσαί με Δέσποινα, τὸν πολλαῖς ἁμαρτίαις ὑπεύθυνον, ἵνα Σε Θεοτόκε, ὑμνολογῶ τὴν ὑπερένδοξον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μηνᾶν τὸν παναοίδιμον, τῶν Ἀθλητῶν τὸν ἔκλαμπρον, τὸν πᾶσαν τοῦ ἀρχεκάκου, μανίαν καταβαλόντα, καὶ πᾶσαν τὴν ὑφήλιον, λαμπρῶς καταφωτίσαντα, τεραστίων ταῖς λάμψεσι, ἡμῶν τὸν μέγαν προστάτην, ἀνευφημήσωμεν πάντες.
Θεοτοκίον
Παρθένε παναμώμητε, πιστῶν τὸ καταφύγιον, ἡ σωτηρία τοῦ κόσμου, ἡ ἀληθῶς Θεοτόκος, παστὰς ἡ ἐπουράνιος, οὐρανὸς ὁ ὑπέρφωτος, Παράδεισος ὁ ἔμψυχος, ἡ Μήτηρ τοῦ Βασιλέως, οἰκτείρησον Σοὺς οἰκέτας


Αἶνοι. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις, οἱ εὐσεβεῖς φθέγμασιν, ἐπαινέσωμεν τὸν ἀριστέα, Μηνᾶν τὸν πανένδοξον Μάρτυρα, τὸν ὑπὲρ Χριστοῦ ἐναθλήσαντα, τὸν τοῦ ὀλετήρος τὴν ἀπάτην, εἰς τέλος καταβαλόντα θείῳ Πνεύματι, καὶ νίκης τὰ τρόπαια ἐγείραντα, ὅνπερ ὁ πάντων Δεσπότης, ἀθανάτου δόξης διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις, εὐφημιῶν ἄσμασιν, εὐφημήσωμεν τοὺς Ἀθλοφόρους, τοὺς ἐπὶ τῆς γῆς ἀναλάμψαντας, καὶ τοὺς εὐσεβεῖς καταυγάσαντας, τὰ θεῖα τοῦ Πνεύματος πυξία, μεγίστους τοὺς θησαυρούς, τῆς θείας χάριτος, πλουτοῦντας θεοπρεπῶς ἄγαν ἐρίτιμα, Μηνᾶ τὸν θεῖον, σὺν τούτῳ, Βίκτωρα τὸν ἔνδοξον, καὶ Βικέντιον τὸν σεπτόν, οὓς δόξης ὁ Κύριος, λαμπρῶς ἐν κόσμῳ ἐδόξασε.

Ποίοις, ὑμνῳδιῶν ἄνθεσιν, ἀνυμνήσωμεν τὸν Ἀθλοφόρον, τὸν τοὺς δυσμενεῖς καταισχύναντα, καὶ εἰδώλων πλάνην ἐλάσαντα, τὸν τῆς ἀσεβείας καθαιρέτην, τὸν μέγαν ἐν Ἀθληταῖς, τὸν ὑπερθαύμαστον τὸν κόσμῳ, ἡλίου δίκην ἐξαστράψαντα, Μηνᾶν τὸν θεῖον συμφώνως, εὐσεβῶν τὸ καύχημα, τὸν δωρούμενον τοῖς πιστοῖς, θεόθεν τὴν ἄφεσιν, σφαλμάτων καὶ μέγα ἔλεος.

Ποίοις, μελῳδικοῖς ᾄσμασιν, ἀνυμνήσωμεν τοὺς Ἀθλοφόρους, τοὺς ἐπὶ τῆς γῆς διαπρέψαντας, καὶ ἐν τοῖς ὑψίστοις ὑπάρχοντας, τοὺς τῆς οὐρανίου Βασιλείας, μετόχους καὶ κληρονόμους θείᾳ χάριτι, τοῖς πᾶσι παρεχομένους δώρα ἔνθεα, λιταῖς αὐτῶν πρὸς τὸν Κτίστην, Μηνᾶν τὸν θαυμάσιον, καὶ Βικέντιον τὸν κλεινόν, Βίκτορά τε ἄριστον, οὓς ὁ Χριστὸς ὑπερύψωσε.

Δόξα... Ἦχος α' Ἀνατολίου
Τὸν ἀριστέα τοῦ Χριστοῦ, Μηνᾶν τὸν ἀοίδιμον, συνελθόντες οἱ πιστοί, ἐγκωμίοις μαρτυρικοῖς, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς ἐχθρούς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, ἀξίως τὸ τῆς νίκης βραβεῖον ἐδέξατο. Καὶ νῦν ἐν οὐρανοῖς μετ' Ἀγγέλων, χορεύων τὴν ἀκατάλυτον χορείαν, αἰτεῖται τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος. 

Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Θαυμασίων πάντων σε ὁ Χριστός, ἀνέδειξε Μάρτυς, καὶ τεράτων ὑπερφυῶν αὐτουργόν· διὸ τοὺς σὲ τιμῶντας, παντὸς κινδύνου σῶζε, Μηνᾶ πανένδοξε.





































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοὶ ὁμοφρόνως, δεῦτε προσπέσωμεν ὁμοῦ ἐκβοῶντες, οἱ ἁμαρτήμασι βαρούμενοι σὺν δάκρυσι· σπεῦσον παναοίδιμε, Ἀθλητὰ τοῦ Κυρίου, σαῖς πρὸς τὸν Οἰκτίρμονα, ἱκεσίαις θεόφρον, παντὸς κινδύνου νόσων χαλεπῶν, Μηνᾶ παμμάκαρ, ἀπάλλαξον ἅπαντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸ δὴ πόθῳ σοὶ νῦν Ἰωάννης, ἄγει.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς πρὸς Χριστόν σου ἱκεσίαις Ἅγιε Μηνᾶ πανεύφημε, ῥῦσαι ἡμᾶς τάχος, τῶν δεινῶν καὶ θλίψεων, καὶ πάσης περιστάσεως, καὶ νοσήματος μάκαρ, σὲ γὰρ προστάτην κεκτήμεθα, πρὸς Θεὸν πανεύφημε ἅπαντες.
λβιος πέλεις παῤῥησίαν κτώμενος πρὸς τὸν Χριστὸν Ἀθλητά, δώρησαι σοῖς δούλοις, τὰς αἰτήσεις τάχιστα, πίστει γάρ σοι κραυγάζουσιν, Ἀθλοφόρων τὸ κλέος, Μηνᾶ Μαρτύρων ἀγλάϊσμα, ῥῦσαι τοὺς πιστῶς εὐφημοῦντάς σε.
Δόξης ἐνθέου ἱεραῖς λαμπρότητος εἰς τὰ οὐράνια, ἀξιωθεὶς μάκαρ, λάμψει τῶν ἀγώνων σου, παράσχου τοῖς ἱκέταις σου, τὰ αἰτήματα Μάρτυς, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου, ἔνδοξε Μηνᾶ ἀξιάγαστε.
Θεοτοκίον.
ὑπὲρ λόγον τὸν Θεὸν κύσασα εὐλογημένη ἁγνή, ἄνθος δωρημάτων, παρθενίας τέμενος, τοῦ οὐρανοῦ ὑπέρτερε, Παραδείσου τὸ κάλλος, τῶν Ἀσωμάτων εὐπρέπεια ῥῦσαι τοὺς πιστῶς προσκυνοῦντάς Σε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παροξύνας ἀμέτρως τὸν Λυτρωτὴν ἔνδοξε, πράξεσιν μυρίοις καὶ κακουργήμασι, νῦν περιπέπτωκα, δεινοῖς παντοίοις ὁ τάλας, ἐξ ὧν με ἀπάλλαξον, ταῖς ἱκεσίαις σου.
Θεός σε παμμάκαρ τῶν Ἀθλητῶν καύχημα, ἔδειξεν ἐν κόσμῳ προστάτην, τῶν εὐφημούντων σε· διὸ οἰκτείρησον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις, τοὺς πιστῶς τιμῶντάς σε, Μηνᾶ θαυμάσιε.
Θαυμασίων σε μάκαρ ὑπερφυῶν ἔνδοξε, γνόντες αὐτουργὸν σὲ θεόφρον, πάντες οἰόμεθα, πλουτεῖν σε Ἅγιε, πρὸς τὸν Χριστὸν παῤῥησίαν, Ὃν ἡμῖν ἱλέωσαι, Μηνᾶ ἀοίδιμε.
Θεοτοκίον.
ς πανάμωμος Μήτηρ τοῦ Ποιητοῦ ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων, τῶν ἄνω Δέσποινα, ὡς πάντων Ἄνασσα, εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνοῦντάς Σε, ἀειμακάριστε.
Διάσωζε, Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε πόθῳ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, κινδύνων ἀδοκήτων καὶ νόσων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ Μηνᾶ θεομακάριστε, παντοίας ἡμᾶς, κολάσεως ἀπάλλαξον, ταῖς λιταῖς σου Ἅγιε, πρὸς Χριστὸν τὸν μόνον φιλάνθρωπον, σὲ γὰρ προστάτην κεκτήμεθα, Ἀθλητῶν ἐγκαλλώπισμα ἀοίδιμε.



ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Σύ με ἀεί, Ἅγιε τῶν περιστάσεων, σὺ κινδύνων, σὺ καὶ τῆς κολάσεως, παντὸς κακοῦ, καὶ τῶν δυσχερῶν, ταῖς πρὸς τὸν Δεσπότην, ἀπάλλαττε ἱκεσίαις σου, Μαρτύρων ἡ λαμπρότης, Ὀρθοδόξων τὸ κλέος, παρασχὼν τὰ αἰτήματα τάχιστα.
λοσχερῶς, ἐπὶ τὴν σὴν παναοίδιμε, θείαν σκέπην, σπεύδω ὁ πανάσωτος, κράζων θερμῶς· Μάρτυς τοῦ Χριστοῦ, ῥῦσαί με ἀνίας καὶ τῆς δεινῆς περιστάσεως, Μηνᾶ πιστῶν προστάτα, ταῖς λιταῖς πρὸς Χριστόν σου, σὲ γὰρ ἔχω θερμὸν ἀντιλήπτορα.
να πιστῶς, σὲ ἀνυμνῶ παμμακάριστε, μετὰ πόθου, Ἀθλοφόρων καύχημα, καὶ πᾶς πιστῶς, σὲ ἀνευφημῇ, παράσχου ἀξίως, ἡμῖν τὸν ἔλεον ἄνωθεν, πλουτεῖς γὰρ παῤῥησίαν, πρὸς Θεὸν οἷα Μάρτυς, Ὀρθοδόξων τὸ κλέος θεόληπτε.
Θεοτοκίον.
Νόες ἁγνή, τῶν Ἀσωμάτων στρατεύματα, τῶν ἀΰλων Τάγματα καὶ ἅπασαι τῶν ουρανῶν Τάξεις ἀγαθή, Σὲ ὑμνολογοῦσιν, ὡς βασιλίδα οὐράνιον, μεθ’ ὧν πᾶσα ἡ κτίσις, προσκυνεῖ Σε Κυρία, τῷ ἐλέει Σου πάντας οἰκτείρησον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω..
πὲρ ἥλιον μάκαρ ἔλαμψας ἐν κόσμῳ ἀκτῖσι τῶν ἔργων σου, καὶ θαυμάτων ὄντως, ταῖς ἐλλάμψεσι πλείστους ἐλάμπρυνας· διὸ πάντες πόθῳ, σὲ εὐφημοῦμεν θεοκῆρυξ, ταῖς λιταῖς σου Μηνᾶ ἡμᾶς φώτισον.
Νῦν σε πίστει καὶ πόθῳ, πάντες εὐφημοῦμεν Μηνᾶ ἀξιάγαστε, ταῖς πρὸς τὸν Δεσπότην, ἱεραῖς μεσιτείαις σου ἔνδοξε, ῥῦσαι τῶν κινδύνων, καὶ τῶν ἐχθίστων τῆς μανίας, ὡς προστάτης ἡμῶν ἀεισέβαστος.
λασμὸν τῶν πταισμάτων, καὶ τῶν ἐνεστώτων κινδύνων πανεύφημε, Ἀθλοφόρων κλέος, τοὺς πιστῶς σε τιμῶντας ἀπάλλαξον, ὡς θερμὸς προστάτης, καὶ βοηθὸς τοῖς ἐν ἀνάγκαις, Ἀθλητῶν ὡραιότης πανεύφημε.
Θεοτοκίον.
Ὦ Μητρόθεε Κόρη, πάναγνε Θεόνυμφε θεοχαρίτωτε, τάξεις Ἀσωμάτων, καὶ Ἁγίων ἁπάντων συστήματα, Σὲ ὑμνολογοῦσιν, ὡς βασιλίδα τῶν αἰώνων, τῷ ἐλέει Σου οἴκτειρον ἅπαντας.










ᾨδὴ στ΄. Τὰ νέφη τῶν λυπηρῶν.
νύψωσον εὐσεβῶν κραταίωμα, τῇ ἐντεύξει σου Μηνᾶ πρὸς τὸν Κτίστην, σὺ γὰρ ἡμῶν, ὁ προστάτης παμμάκαρ, καὶ σὲ ὑμνοῦμεν ἐν πίστει θαυμάσιε, ἀπάλλαξον πᾶσαν ἡμῶν, ἀθυμίαν ἐν τάχει ἀείμνηστε.
Νοοῦντες τὴν πρὸς Θεὸν πανθαύμαστε, παῤῥησίαν σου Μαρτύρων τὸ κλέος, πάντες πιστοί, σὲ ὑμνοῦμεν ἐκ πόθου, ῥῦσαι ἡμᾶς συμφορῶν καὶ κακώσεων, λιταῖς σου πρὸς τὸν Λυτρωτήν, παρασχὼν τὰς αἰτήσεις τῶν δούλων σου.
Ναμάτων ζωοποιῶν τοῦ Πνεύματος, ἐμπλησθείημεν ἐντεύξει σου μάκαρ, ἵνα καρποὺς ἀρετῶν ἐκβλαστῆσαι, Μηνᾶ θεόφρον ἰσχύσωμεν ἅπαντες, τιμῶντές σου τὴν ἱεράν, καὶ σεβάσμιον Μάρτυς ἀντίληψιν.
Θεοτοκίον.
πάνσεμνος, τοῦ Θεοῦ λοχεύτρια, ἡ Παρθένος Θεοτόκος Μαρία, τῇ πρὸς Θεόν, ἑαυτῆς παῤῥησία, τῶν δυσχερῶν ἀπαλλάττει τοὺς κράζοντας· ὑμνοῦμέν Σε μόνη ἁγνή, Παναγία Θεόνυμφε Δέσποινα.
Διάσωζε, Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε πόθῳ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἅγιε, κινδύνων ἀδοκήτων καὶ νόσων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν ὑμνούντων σε Θεόνυμφε, ἱκεσίαις τοῦ Ἀθλοφόρου πανάχραντε, μὴ παρίδῃς τοὺς προσκυνοῦντάς σε ἁγνή, ἀλλὰ σπεῦσον μόνη Ἀγαθή, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· τάχυνον ὑπεραγία, πρόφθασον ἡ προστασία, ἡ ἀπαλλάττουσα ἀεί, τῶν κινδύνων τοὺς τιμῶντάς σε.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Μὴ ἐγκαταλίπῃς με, παραπτωμάτων εἰς βάθη, τυγχάνειν τὸν ἄσωτον, ἀλλ’ ὀξέως ἔγειρον τὸν οἰκέτην σου, τοῦ βυθοῦ Ἅγιε, τῶν πολῶν κακῶν μου, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, χεῖρα ὀρέγων μοι, ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις σου, Μαρτύρων ἐγκαλλώπισμα, ἵνα σε ὑμνῶ παναοίδιμε, ὡς μέαν προστάτην, ῥυόμενον ἁπάντων τῶν δεινῶν, καὶ τῆς ἐνθέου λαμπρότητος, ἀξιοῦντα ἅπαντας.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον τὸ κλέος Ἀθλοφόρων, τοὺς τιμῶντάς σε Μηνᾶ Χριστοῦ θεράπον, παῤῥησίαν γὰρ σύ, πλουτεῖς πρὸς τὸν Δεσπότην, περιφρουρῶν τοὺς μέλποντας, τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
νω χοροῖς τῶν ἀσωμάτων, τὴν ὑπέρθεον ὑμνολογῶν Τριάδα, ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει σε τιμώντων, δυσώπει παμμακάριστε, λυτρωθῆναι τῶν κινδύνων.
Γένος τὸ βρότειον τιμᾷ σου, τὴν ὑπέρφωτον καὶ ἔνδοξον ἡμέραν, ἐν ὑψίστοις λαμπρῶς, μετὰ τῶν Ἀσωμάτων, Τριάδα τὴν ὑπέρθεον, προσκυνῶν ἀεὶ λατρεύεις.
Θεοτοκίον.
χεις ὡς Μήτηρ παῤῥησίαν, πρὸς τὸν Ὕψιστον τὸν Σὸν Υἱὸν Παρθένε, ὑπὲρ πάντων ἡμῶν, δυσώπει Παναγία, Αὐτοῦ τὴν ἀγαθότητα, οἰκτειρῆσαι πάντας Κόρη.












ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
κετεύει Μηνᾶς ὁ Ἀθλοφόρος, Σὲ τὸν πάντων Θεὸν καὶ Βασιλέα, ὑπὲρ ἡμῶν τῶν πίστει κραυγαζόντων Σοι· Κύριε τῆς δόξης, Σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
σωμάτων αἱ τάξεις καὶ Ἁγίων, δυσωποῦσι Χριστὸν τὸν Βασιλέα, μετὰ Μηνᾶ τοῦ θείου καὶ θεόφρονος, Κύριε τῆς δόξης, οἴκτειρον τὸν κόσμον, ἀπείρῳ Σου ἐλέει.
Σὲ ὑμνοῦσιν οὐράνιαι χορεῖαι, τὸν παντάνακτα ὡς Κύριον τῆς δόξης, μετὰ Μηνᾶ Μαρτύρων τὸ ἀγλάϊσμα, ὦ Τριὰς Ἁγία, φρούρει ἡμᾶς πάντας, τῷ θείῳ Σου ἐλέει.
Θεοτοκίον.
παν χεῖλος πνοὴ καὶ πᾶσα κτίσις, ἀνυμνεῖ Σε τὴν ὄντως Θεοτόκον, ὑπερφυῶς κυήσασαν τὸν Κύριον, τὸν Θεὸν τῶν ὅλων, ᾧ λατρεύει κτίσις, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν πάντων Βασιλέα καὶ κραταιόν, ἱκετεύων μὴ παύσῃ ἀοίδιμε, ἐκδυσωπῶν, ὑπὲρ τῶν τιμώντων σε ἐκτενῶς, Μάρτυς Μηνᾶ θεόπνευστε, καὶ ἐκδεχομένων ἀεὶ πιστῶς, ἀντίληψιν τὴν θείαν, τὴν σὴν Χριστοῦ θεράπων, καὶ εὐφημούντων σε ἀείμνηστε.
πίβλεψον ἐξ ὕψους παμβασιλεῦ, τῷ ἀπείρῳ ἐλέει Σου Κύριε, ὡς ἀγαθός, οἴκτειρον τὸν κόσμον σου κραταιέ, λιταῖς τοῦ Ἀθλοφόρου σου, λύων τὴν κατήφειαν τὴν ἡμῶν, ὡς μόνος εὐεργέτης, παρέχων εὐφροσύνην, καὶ αἰωνίαν ἀπολύτρωσιν.
Θεότης ἑνιαία ἡ φοβερά, Τρισυπόστατε Κύριε ἄναρχε, μόνε Θεέ, Ὕψιστε παντάρχα παμβασιλεῦ, Σὲ λιτανεύει κράτιστε, ἅπασα ἡ κτίσις ὡς πλαστουργόν, Μνᾶς τε ὁ γενναῖος, σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ ἀσωμάτων τοῖς στρατεύμασιν.
Θεοτοκίον.
πάναγνε Μαρία Μῆτερ Θεοῦ, Σεραφὶμ ἀνωτέρα Θεόνυμφε, καὶ Χερουβίμ, πάσης οὐρανίου τε στρατιᾶς, Σὲ δυσωπεῖ πανάχραντε, μετὰ τῶν Μαρτύρων ὁ παμφαής, Μηνᾶς ὁ Ἀθλοφόρος, οἰκτείρησον τὸν πίστει, συνθέντα τάδε τὰ ἐφύμνια.










Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Θαυμασίων πάντων σε ὁ Χριστός, ἀνέδειξε Μάρτυς, καὶ τεράτων ὑπερφυῶν αὐτουργόν· διὸ τοὺς σὲ τιμῶντας, παντὸς κινδύνου σῶζε, Μηνᾶ πανένδοξε.
Μὴ παύσῃ δεόμενος Ἀθλητά, τοῦ Θεοῦ τῶν ὅλων, ὑπὲρ πάντων τῶν εὐσεβῶν, σὲ μακαριζόντων, ὡς Μάρτυρα Κυρίου, ὡς ἔχων παῤῥησίαν, Μηνᾶ πανθαύμαστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.












Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προσδραμόντων Ἀθλητά, πίστει τῇ θερμῇ ἀντιλήψει, τῆς προστασίας σου, Ἀθλοφόρε ἔνδοξε, Μηνᾶ θαυμάσιε, προστατεύεις δωρούμενος, αἰτήματα τάχος, ταῖς πρὸς τὸν οἰκτίρμονα, λιταῖς σου ἔνδοξε· ὅθεν, δυσωποῦμέν σε μάκαρ, οἴκτειρον ἡμᾶς ἱκετεύων, Θεὸν τὸν παντάνακτα ἀοίδιμε.
Πάντες, προσκυνοῦμέν Σε πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη ἁγνή, ἄχραντε πανύμνητε, θεοχαρίτωτε, ῥῦσαι πάντας τῶν θλίψεων, τῇ σῇ μεσιτείᾳ, δυσωπεῖ Σε Δέσποινα, Μηνᾶς ὁ ἔνδοξος, μετὰ τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἡμᾶς Σῷ ἐλέει, Παναγία Δέσποινα παντάνασσα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου