Τρίτη 3 Ιουλίου 2018

ΝΟΕΜΒΡΙΟΣ 9. ΟΣΙΟΣ ΣΥΜΕΩΝ ΜΕΤΑΦΡΑΣΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΝΟΕΜΒΡΙΟΣ 9!!
ΣΥΜΕΩΝ ΜΕΤΑΦΡΑΣΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μιχαὴλ Ψελλός)(ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκεκράξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄  τῆς Ὀκτωήχου, καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.
Γέρας τὸ λαμπρότατον, σοῦ καὶ περίβλεπον ὕψος, μεγαλοπρεπέστερον, ταῖς μεγαλουργίαις σου ἀπετέλεσας, καὶ τὴν ἐνεγκοῦσάν σε, βασιλίδα πόλιν, καὶ ἐν τούτῳ βασιλεύουσαν, πασῶν τῶν πόλεων, καὶ ὑπερκειμένην ἀπέδειξας, καθ’ ὥραν ἐξανθήσασαν, σὲ τὸν ἀληθῶς περιώνυμον, βίῳ τε καὶ λόγῳ, καὶ πάσαις ταῖς καλλίσταις ἀρεταῖς, τὸ θαυμαστὸν ταύτης γέννημα, καὶ λαμπρὸν στεφάνωμα.

Ὢ τῶν θαυμασίων σου, θαυμασιώτατε Πάτερ, οἷς σε ἐθαυμάστωσεν, ὁ ποιῶν θαυμάσια μόνος Κύριος, ὡς γὰρ ζῶν ἄψαυστον, σαρκικῶν μίξεων, διετήρεις τὸ σαρκίον σου, οὕτως ἐφύλαξας, τάφῳ τυμβευθὲν ἀπροσπέλαστον, τὸ σῶμά σου τὸ ἅγιον, τῆς ἐπιμιξίας τοῦ ὕστερον, τούτῳ συντεθέντος, ἑτέρου σώματος ὃν ἀπρεπῶς, καὶ μαρτυρεῖ τοῦ ἐκβλύζοντος, μύρου σου ἡ ἔκλειψις.

Σοῦ τοῖς θείοις χείλεσιν, χάρις πολλὴ ἐξεχύθη, καὶ σοφίας ἔμψυχον, τῆς ἀκτίστου γέγονας οἰκητήριον, ὡς πυρὸς γλώσσῃ διαστομωθείς, Ὅσιε ἐν τοῖς λόγοις ὑπερηύγασας, τῶν Ἀποστόλων τε, καὶ τῶν Ἀθλοφόρων τὰ σκάμματα, καὶ βίον τὸν ἰσάγγελον, ἀσκητῶν ἑκάστου διέγραψας, καὶ νῦν συνοικήτωρ γενόμενος αὐτοῖς, ἐν οὐρανῷ Τριάδος φῶς τὸ ἀνέσπερον, βλέπεις ἀγαλλόμενος.

Δόξα. Ἦχος ὁ αὐτός.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων, τῶν δαιμόνων ἔλυσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων ἐν τῇ μνήμῃ σου, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.




Καὶ νῦν. Θεοτοκίον.
 Γνώμῃ ὀλισθήσας τε, καὶ ὑποκύψας τῷ πλάνῳ, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος, δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε, Δέσποινα, τὴν ἀειμακάριστον.
Ἢ Σταυροθεοτοκίον.
Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ.

Ἀπολυτίκιον. Ἦχος πλ. Δ΄.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης φωστήρ, τῶν λογογράφων θεόπνευστον ἐγκαλλώπισμα, λύρα τοῦ Πνεύματος, ταῖς διδαχαῖς σου πάντας φωτίσας, Συμεὼν Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ τὴν συνήθη στιχολογίαν, οἱ Κανόνες· τῆς Ὀκτωήχου· καὶ τοῦ Ὁσίου, οὗ ἀκροστιχίς: Μέλπω σε τὸν γράψαντα τὰς μεταφράσεις.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὡς ἐν ἠπείρῳ.
Μέλος μοι εὔρυθμον δίδου, Λόγε Θεοῦ, εὐφημεῖν ὁρμήσαντι, τὸν Συμεῶν δὲ τὸν Μεταφραστήν, τὸν κυρίως λογοθέτην ἀξιάγαστον.
Ἐξ ὑψωμάτων τῶν θείων, καὶ ἐπὶ σὲ Πνεῦμα τὸ πανάγιον κατελήλυθε σοφέ, καὶ καρδίαν εὗρε καθαράν, καὶ ἔνσωμον ἀληθῶς ἀνεπαύσατο.
Λύχνος νόμος Κυρίου, σοῦ τοῖς ποσὶν ἀπὸ βρέφους γέγονε, μελετῶντος ἐν αὐτῷ εὐσεβῶς, ἡμέρας καὶ νυκτός, τῆς ἡμέρας ὡς υἱοῦ, καὶ φῶς ταῖς τρίβοις σου.
Θεοτοκίον.
Πόκον Σε πάλαι προεῖδεν Γεδεών, ἐφὃν καταβέβηκεν Θεός, ὡς ὑετός, καὶ τὴν γῆν πεπλήρωκεν Αὐτοῦ, Μητροπάρθενε ἁγνή, τῆς ἐπιγνώσεως.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.
Ὡς πλήρης Πνεύματος, πληρωτὴς ἀνεδείχθης τῶν Αὐτοῦ προσταγμάτων, τὸ γὰρ παρὰ τοῦ Χριστοῦ ἐμπιστευθέν σοι, καλῶς ἐξειργάσω τάλαντο μακάριε.
Σοφίας θείας ἐραστής, ἀπαλῶν ἐξ ὀνύχων γεγονώς, θεοῤῥήμων περιεπλάκης αὐτήν, καὶ τῶν χαρίτων αὐτῆς τῷ στεφάνῳ μάκαρ ἐστεφάνωσαι.
Ἐνδιαπρέψας ἐν ἀρχαῖς ταῖς τῆς κάτω συγκλήτου, ὡς ἀνὴρ βουληφόρος, τὸ πολίτευμα τὸ σὸν ἐκτήσω ἐν οὐρανοῖς, καὶ τὴν ἄνω σύγκλητον ἐκόσμησας.
Θεοτοκίον.
Τὸν ὑπὲρ φύσιν τοκετόν, τῆς πανάγνου Παρθένου, ὁ σοφὸς λογοθέτης ἀκατάληπτον εἰδώς, Ἀγγέλοις τε καὶ βροτοῖς ἐκδιδάσκει, πίστει μόνῃ σέβεσθαι.

Κάθισμα. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Ἐν οὐρανίοις θαλάμοις νῦν αὐλιζόμενος, νοὶ καθαρωτάτῳ, τῆς Ἁγίας Τριάδος, μάκαρ τὰς ἀκτῖνας περιχαρῶς, ἐποπτεύεις λαμπρότατα, διὸ τιμῶμέν σου πόθῳ τὴν ἱεράν, καὶ χαρμόσυνον πανήγυριν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.
Ἢ Σταυροθεοτοκίον.
Τῷ σῷ Σταυρῷ παρεστῶσα, Λόγε Θεοῦ ἡ ἀμνάς, καὶ ἄμωμός σου Μήτηρ, θρηνῳδοῦσα ἐβόα· Πῶς θνῄσκεις, ὦ Υἱέ μου, ἐπὶ σταυροῦ; οἴμοι φῶς μου γλυκύτατον! ποῦ σου τὸ κάλλος νῦν ἔδυ τὸ τῆς μορφῆς, τὸ ὡραῖον παρὰ πάντας βροτούς;

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ὁ πάντων Κύριος, καὶ πάντων αἴτιος τῶν καλῶν, ἐξ ἁπάντων σε τὸν σοφόν, μάκαρ ἐξελέξατο, τῶν θεραπόντων τῶν ἐξ Αὐτοῦ, ἐπαινέτην ἀξιάγαστον.
Νοὸς ὀξύτητι καὶ καθαρότητι, καὶ λαμπρότητι βίου, τὸ νοερόν σε φῶς καθωράϊσε, καὶ ταῖς τῶν λόγων καλλοναῖς, ὁ Θεός σε ἐχαρίτωσεν.
Γραφαῖς ἐσχόλαζες ταῖς θείαις Ὅσιε, καὶ τῶν Ἁγίων τοὺς βίους ἰχνηλατῶν, τούτων τὰ παθήματα καὶ τοὺς ἀγῶνας ἐξυμνεῖς, ταῖς σοφαῖς σου μεταφράσεσιν.
Θεοτοκίον.
Ῥητόρων στόματα, σαλπίγγων ᾄδοντα εὐηχέστερα μέλη, ἀνευφημεῖν ἐπαξίως ἄχραντε, ἀδυνατοῦσι τοῦ Θεοῦ Σε ὄρος τὸ κατάσκιον.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθή.
Ἀνατολῆς Ἥλιε Χριστέ, τῆς δικαιοσύνης, τῶν ψυχῶν ὁ φωτισμός, τῶν ὑμνούντων σε, τοῦ Μεταφραστοῦ Σου ταῖς παρακλήσεσι, τὸν ζόφον τῆς ψυχῆς μου λῦσον, ὡς εὔσπλαγχνος.
Ψυχωφελεῖς καὶ σωτηριώδεις τοῖς πιστοῖς λόγοις, θεόφρον συντέθεικας ζῆλον πρὸς ἀνδρείαν, ἀρετῆς μίμησιν τῶν εὖ βεβιωκότων τὰ ὑπομνήματα.
Θεοτοκίον.
Ναὸς καὶ θρόνος καὶ κιβωτός, τοῦ παμβασιλέως καὶ Θεοῦ, Σὺ εἶ πανύμνητε Δέσποινα, μόνη Θεοτόκε, τὸν ἱλαστήριον ἡμῶν, τῶν προσφευγόντων ὑπὸ τὴν σκέπην Σου.











ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Τὸ πρῶτόν σου σύγγραμμα, ἐκ προνοίας θεϊκῆς, καὶ ὁμιλίας γέγονε τοῦ ἱεροῦ πρεσβύτου καὶ μοναστοῦ, Συμεὼν θεσπέσιε, ὃν ἐν Πάρῳ τῇ νήσῳ τεθεώρηκας.
Ἀξίως ἐξύμνησας τῆς Λεσβίας τὰ λαμπρά, καὶ θεῖα ἀγωνίσματα, Θεοκτίστης τῆς ὄντως ἀγγελικόν, μικροῦ καὶ ἀσώματον, τελεσάσης πανσόφως τὸ πολίτευμα.
Τὰ ἄδηλα Κύριε, καὶ τὰ κρύφια τῷ Σῷ θεράποντι ἐδήλωσας, τῆς Σῆς σοφίας ἄβυσσον οἰκτιρμῶν, δεικνὺς τὰ ἐλέη Σου, καὶ δοξάζων τοὺς πίστει Σε δοξάζοντας.
Θεοτοκίον.
Ἀνάστα γε Κύριε, ἐκ βυθοῦ με τῶν κακῶν, πρεσβείαις τῆς τεκούσης Σε, καὶ τοῦ Ὁσίου Δέσποτα Συμεών, τοῦ Σὲ θεραπεύσαντος, διὰ βίου καὶ λόγου πολυέλεε.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀμέμπτως ἐν γῇ σοφέ, πολιτευσάμενος, τῶν ἐν οὐρανοῖς Ἁγίων τὰς λαμπρότητας κατιδεῖν ἠξίωσαι, καὶ πανσόφως τούτους ἐξύμνησας, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ μὴ παύσῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Μελωδικῶς πιστοὶ συνελθόντες, εὐφημήσωμεν πάντες ἐπαξίοις ᾠδαῖς, τὸν μέγαν Θεοῦ θεράποντα Συμεῶν, τὸν Ἅγιον λογοθέτην, ὃν ἡ  Χριστοῦ Ἐκκλησία φωστῆρα πεπλούτηκεν ἐπὶ γῆς, τοῖς διδασκάλοις Πατράσιν ἐκλάμψαντα. Σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ, φωτός τε ἀϊδίου πληρούμενος, συγχαίρει πρεσβεύων ὑπὲρ πάντων ἡμῶν. 

Συναξάριον.
Τῇ Θ´ τοῦ αὐτοῦ μηνός, Ὅσιος Συμεὼν Μεταφραστής, ἐν εἰρήνῃ τελειοῦται.
Ἐκκλησία σοι, Συμεών, ὄφλει χάριν,
Ὑπὲρ μεταφράσεως Ἁγίων βίων.
Οὕτος ὁ Ὅσιος Συμεών, πατρίδα εἶχε τὴν Κωνσταντινούπολιν, ἀκμάσας κατὰ τοὺς χρόνους τοῦ εὐσεβεστάτου βασιλέως Λέοντος τοῦ σοφοῦ, ἐν ἔτει ωπς΄ (886)· διὰ δὲ τὴν ἀρετὴν αὐτοῦ καὶ σοφίαν ὑψώθη εἰς τὸ ἀξίωμα τοῦ Μαγίστρου καὶ Λογοθέτου, καὶ ἔχαιρε μεγάλας τιμὰς παρὰ τῷ βασιλεῖ. Ὅταν δέ, ὑπῆγαν εἰς τὴν Κρήτην οἱ Ἄραβες μὲ πλοῖα, καὶ ἐλεηλάτουν διαφόρους πόλεις καὶ κώμας, τότε ὁ βασιλεύς, ἐξέλεξεν ἄρχοντα τὸν μέγαν ἐκεῖνον καὶ στατηγικώτατον Ἡμέρρειον, μετὰ τοῦ ὁποίου ἀπέστειλε καὶ τὸν Ὅσιον τοῦτον Συμεὼν τὸν Μεταφραστὴν πρέσβυν πρὸς τοὺς Ἄραβας, τοὺς τυραννοῦντας τὴν Κρήτην, δώσαςν πληρεξουσιότητα εἰς τοὺς δύο τούτους ἤ νὰ ὐποτάξωσιν εἰρηνικῶς εἰς τὴν βασιλείαν αὐτούς, ἤ νὰ τοὺς ἐξολοθρεύσωσι διὰ τοῦ πολέμου· καθὼς ταῦτα διηγεῖται ὁ ἴδιος Μεταφραστής, ὁ γράφων τὸν βίον τῆς προῤῥηθείσης Ὁσίας Θεοκτίστης τῆς Λεσβίας, τῆς κατὰ τὴν ἡμέραν ταύτην ἑορταζομένης. Καίτοι δὲ ὁ βασιλεὺς ὑπερηγάπα καὶ ἔτίμα πολὺ τὸν Ὅσιον, τόσον διὰ τὴν σοφίαν καὶ ἀρετήν του, ὅσον καὶ διὰ τὴν φυσικὴν ἀνδρείαν καὶ ἐπιτηδειότητα καὶ ἐμπειρίαν του εἰς τοὺς πολέμους, μὀλον τοῦτο ὁ ἀοίδιμος Συμεὼν δὲν προσηλοῦτο εἰς τὰ μάταια ταῦτα, ἀλλ’ ἐμελέτα πρὸ πολλοῦ νὰ παραιτήσῃ τὰ κοσμικὰ πράγματα καὶ νὰ γίνῃ καλόγηρος. Ὅθεν, εἶπε πρὸς τὸν βασιλέα, ὅτι, ἐὰν ἐπανέλθῃ νικητὴς ἐκ Κρήτης, νὰ τῷ ἐκπληρώσῃ χάριν τινά, τὴν ὁποίαν μέλλει νὰ ζητήσῃ· ὁ δὲ βασιλεύς, ὑπεσχέθη, ὅτι ἀναμφιβόλως θέλει πραγματοποιήσει τὴν αἴτησίν του. Ὅθεν, μεταβὰς εἰς τὴν Κρήτην μὲ τὸν Ἡμέρειον, ἐλάλησεν ὡς ἀπεσταλμένος ἑνώπιον τῶν ἀρχηγῶν τῶν Ἀράβων, καὶ τοσοῦτον ἐπράϋνε αὐτοὺς μὲ τὴν σοφίαν τῶν λόγων του, ὥστε, ἀμαχητεὶ τοὺς ἐνίκησε, καὶ κατέπεισε νὰ πληρώνωσι φόρον εἰς τὸν βασιλέαν.
Ὅθεν, ἐπανελθὼν νικητὴς εἰς τὴν Πόλιν, ἐπροσκύνησε τὸν βασιλέα, καὶ τὸν παρεκάλεσε νὰ τῷ δώσῃ τὴν ὑποσχεθεῖσαν χάριν. Ὁ δὲ βασιλεύς μὴ ἠξεύρων τί θὰ ζητήσῃ παρ’ αὐτοῦ, ἔδωκε τὴν χεῖρά του εἰς τὸν Συμεὼν καὶ τὴν ἠσπάσθη (τοιαύτη γὰρ ἦτο συνήθεια), νομίζων ὅτι θὰ ζητήσῃ χρυσόν, ἤ καμμίαν τιμὴν μεγαλυτέραν, καθὼς ποθοῦσι οἱ φιλόκοσμοι. Ὁ δὲ φιλόχριστος μᾶλλον, ἤ φιλόχρυσος Συμεὼν δὲν ἐζήτησεν ἄλλο δῶρον παρὰ τοῦ Βασιλέως, εἰμὴ τὸ νὰ τὸν ἀφήσῃ νὰ γίνῃ καλόγηρος. Τότε, ὁ Βασιλεὺς ἐλυπήθη μὲν διότι ἔμελλε νὰ στερηθῇ τοιοῦτον σοφὸν καὶ στρατηγικώτατον ἄνδρα, ἀλλὰ μὴ δυνάμενος νὰ παραβῇ τὴν ὑπόσχεσίν του, ἐνηγκαλίσθη τὸν θεῖον Συμεὼν μετὰ δακρύων καὶ τὸν ἐφίλησε, λέγων· Ὕπαγε τέκνον, εἰς τὸ ἔλεος τοῦ Θεοῦ, τὸν ὁποῖον παρακάλει καὶ διὰ τὰς ἰδικάς μου ἁμαρτίας.
Ἀφοῦ λοιπὸν ἔγινεν ὁ Ὅσιος μοναχὸς καὶ ἐλυτρώθη ἀπὸ τὴν σύγχυσιν τοῦ κόσμου, τότε συνέγραψεν ὅσους βίους Ἁγίων εὗρεν. Ἔπειτα, ἅτε πλούσιος ὦν, καὶ ἔχων δύναμιν καὶ μέσα, ἔστειλεν ἀνθρώπους εἰς διαφόρους πόλεις καὶ τόπους, καὶ ἔφεραν εἰς αὐτὸν ὅσους βίους Ἁγίων εὗρον, τοὺς ὁποίους, αὐτὸς πάλιν μετέφρασεν εἰς γλυκυτάτην φράσιν, καὶ ἐκ τῆς αἰτίας ταύτης ἐπωνομάσθη Μεταφραστής. Πάντα δέ, ὅσα ἔγραψεν, εἶναι ἀληθῆ καὶ ἀλάνθαστα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920.
Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων,
Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας.
Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη,
Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη.
Αὕτη ἦν ἐκ πόλεως Μηθύμνης, τὸν βίον Μοναχή· ἐκ παιδόθεν γὰρ παρὰ τῶν συγγενῶν ἐδόθη εἰς παρθενῶνα καὶ τὸ μοναχικὸν περιεβάλετο σχῆμα. Ὀκτωκαίδεκα ἐτῶν δὲ γενομένη, εἰς τὴν πλησίον ἐξέδραμε κώμην, τὴν ἰδίαν ἀσπασομένη ἀδελφήν. Ταύτῃ δὲ τῇ νυκτὶ ἐπιδραμόντες Κρῆτες, ὧν ἡγεῖτο ὁ Νήσιρις ἐκεῖνος, πάντας τοὺς ἐγχωρίους ἐκείνους κἀκείνην συνέλαβον. Ἕωθεν οὖν προσώρμισαν τῇ νήσῳ Πάρῳ· καὶ προσαγαγόντες τοὺς αἰχμαλώτους, τὰ τιμήματα διετίθεντο. Ἡ δὲ Θεοκτίστη, λάθρα πρὸς τὴν ὕλην χωρήσασα, ἀνεύρετος ἦν. Αὕτη οὖν ἔκτοτε ἐκεῖσε μείνασα, καὶ λιμῷ καὶ παγετῷ καὶ καύσωνι πολλῷ προσπαλαίσασα, θέρμοις καὶ λαχάνοις ἀγρίοις τρεφομένη καὶ ὑπ᾿ οὐδενὸς βλεπομένη, διήρκεσεν ἔτη τριάκοντα πέντε, Θεῷ μόνῳ προσομιλοῦσα (ᾧ καὶ ἔζη), καὶ τῇ πανάγνῳ Θεοτόκῳ.
Τοῦ δὲ τριακοστοῦ πέμπτου ἔτους τέλος ἔχοντος, κατά τινα θείαν οἰκονομίαν, κυνηγός τις θηρεύων θήραν, εἶτα χωρίσας ἑαυτὸν τῶν ἑταίρων αὑτοῦ καὶ ἀνιχνεύων, εἰσῆλθεν ἔν τινι τῆς Θεοτόκου ναῷ ἱστορίας χάριν· ἔρημος γὰρ ἦν ὁ τόπος· καὶ εὐξάμενος καὶ μικρὸν ἀνανεύσας, εἶδε κατὰ τὸ δεξιὸν τῆς ἁγίας τραπέζης μέρος, ὥσπερ κρόκην ὑπὸ ἀνέμου ῥιπιζομένην, ἢ ὡς ἱστὸν ἀράχνης. Ὡς δὲ προβὰς διαγνῶναι τὸ ζητούμενον καὶ φαινόμενον ἠβουλήθη, ἤκουσε φωνῆς λεγούσης· Στῆθι ἄνθρωπε καὶ μὴ πλησιάσῃς· αἰσχύνομαι γάρ, γυνὴ οὖσα, θεαθῆναί σοι. Αὐτὸς δὲ καταπλαγεὶς καὶ τρόμῳ ληφθείς, ἐβούλετο φυγεῖν· ἀνωρθοῦντο γὰρ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ, καὶ ἀκάνθης ἦσαν ὀξύτεραι. Μόλις δὲ εἰς ἑαυτὸν γενόμενος, ἠρώτα, Τίς, καὶ πόθεν εἴη. Ἡ δέ, Ῥίψον, ἔφη, χιτώνιον, δέομαι, καὶ καλυψαμένη, λέγειν οὐκ ὀκνήσω. Καὶ ὁ μὲν τὸ κελευσθὲν ταχέως ἐποίησεν· ἡ δέ, ὡς ἔλαβε τὸν ἐπενδύτην, τοῦτον περιεβάλετο, καὶ τῷ σταυρῷ ἑαυτὴν τειχίσασα, ἐφάνη τῷ κυνηγέτῃ. Καὶ ἦν μὲν τὸ εἶδος γυναικεῖον, τὸ δὲ φαινόμενον ὑπὲρ ἄνθρωπον· ἡ θρὶξ λευκή, τὸ πρόσωπον μέλαν, δέρματι μόνῳ συνέχουσα τὴν τῶν ὀστῶν ἁρμονίαν· τὸ δὲ ὅλον, σκιὰ ἦν. Ἐξειποῦσα δὲ τὰ ἀνωτέρω λεχθέντα, προσέθηκε καὶ ταῦτα, ἀξιοῦσα τὸν κυνηγέτην δι᾿ ἱερέως κομίσασθαι αὐτῇ μερίδα τοῦ Ἁγίου Σώματος τοῦ Χριστοῦ καὶ οὕτως ἀπηλλάττοντο ἀπ᾿ ἀλλήλων ἑκάτεροι.
Ὡς δὲ πάλιν ὁ ἀνὴρ ἐπανῆκε σὺν ἱερεῖ, φέροντι τὰ θεῖα μυστήρια, αὕτη ἐπευξαμένη, μετέλαβεν, εὐχαριστίαν τῷ Θεῷ ἀναπέμψασα. Αὐτὸς δὲ ἀπελθὼν καὶ θηρεύσας καὶ ταχὺ πάλιν εἰς τὸν τόπον ἐπανελθών, εὗρε κειμένην ταύτην νεκράν· καὶ ὡς αὐτῷ ἦν δυνατόν, ἀνορύξας τὴν γῆν καὶ πολλὰ δεηθείς, τὴν μακαρίαν ἐκείνην κατέθηκεν ἐν αὐτῷ τῷ τόπῳ, ἐν ᾧ κειμένην εὗρεν αὐτήν, δοξάζων καὶ εὐλογῶν τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου.
Ἵπποις, Ὀνησιφόρε, πρὸς Θεὸν τρέχων,
Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην.
Οὗτοι οἱ Ἅγιοι, Πορφύριος καὶ Ὀνησιφόρος, διωγμοῦ καταλαβόντος, διεβλήθησαν ὡς χριστιανοί· καὶ ἀχθέντες ἐπὶ τοῦ βήματος, ἔστησαν ἑδραῖοι καὶ ἀπτόητοι, ὁμολογοῦντες τὸν Χριστόν, Θεὸν ἀληθινόν, οὐρανοῦ τε καὶ γῆς ποιητήν. Διὰ γοῦν τὴν τοιαύτην ὁμολογίαν, μαστίγων πληγὰς διαφόρους ὑπέμειναν καὶ πυρακτώσεις κατὰ παντὸς τοῦ σώματος. Εἶθ᾿ οὕτως, ἐπ᾿ ἐσχάρας φλογιζούσης ἀνέπεσον. Ἐν πᾶσι δὲ τούτοις, τῶν αἰωνίων ἀγαθῶν ἐνοπτριζόμενοι τὴν ἀπόλαυσιν, εἰ καὶ ἔπασχον ὑπὸ τῶν ἀθέων, ἀλλ᾿ ὑπὸ τοῦ Θεοῦ ἐκουφίζοντο. Οἱ δὲ δεινοὶ καὶ δυσσεβεῖς ἐκεῖνοι, ἰδόντες τοὺς Ἁγίους ἀσινεῖς, εἰς μανίαν περισσοτέραν ἀνήφθησαν· καὶ δήσαντες τοὺς τιμίους αὐτῶν πόδας, ἀγρίοις ἵπποις προσέδεσαν· καὶ ὑπὸ στρατιωτῶν διωκόμενοι ἐπὶ πολλαῖς ταῖς ὥραις οἱ ἵπποι, ἐν ἀκάνθαις καὶ τριβόλοις καὶ τραχινοῖς τόποις τὰς σάρκας αὐτῶν κατέξαναν, οἳ καὶ τὰς ψυχὰς τῷ Θεῷ παρέδωκαν. Τότε χριστιανοί τινες, ἐν κρυπτῷ λαβόντες τὰ ἅγια αὐτῶν λείψανα, κατέθεντο ἐν κώμῃ Παγκεανῶν, δοξάζοντες καὶ εὐλογοῦντες τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης.
Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα,
Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως.
Αὕτη ὑπῆρχεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως ἐκ Πέργης τῆς Παμφυλίας. Καὶ συναφθεῖσα ἀνδρὶ καὶ μιᾶς παιδὸς μήτηρ γενομένη, ἀνέρχεται ἐν Κωνσταντινουπόλει μετὰ τοῦ ἰδίου ἀνδρός, δεκαπέντε ἐτῶν οὖσα. Καὶ γενομένη συνήθης παρθένου τινὸς Εὐγενίας καὶ τὴν αὐτῆς ζηλώσασα ἄσκησιν, οὐκ ἀφίστατο τῶν Ἐκκλησιῶν, ἀλλὰ διανυκτερεύουσα, νηστείαις καὶ ἀγρυπνίαις ἐσχόλαζε. Τὸν δὲ εὐσεβῆ περὶ Θεὸν ἔρωτα θερμότερον διανάψασα, παραδίδωσι τὴν θυγατέρα αὑτῆς γνωρίμῳ τινὶ γυναικί, τοὔνομα Σωσσάνῃ· αὕτη δὲ παραγίνεται, ἀνδρικὴν στολὴν ὑποδυσαμένη, εἰς τὸ τοῦ ἁγίου Κασσιανοῦ Μοναστήριον. Καὶ ὑποκριθεῖσα τὸ τῶν εὐνούχων σχῆμα, ἐν τῇ εἰρημένῃ Μονῇ παραδέχεται, καὶ συνῆν τοῖς Μοναχοῖς. Τοῦ δὲ ὁσίου Κασσιανοῦ δι᾿ ἀποκαλύψεως μαθόντος τὰ κατ᾿ αὐτήν, παρεπέμφθη ἐν Ἐμέσῃ τῇ πόλει εἰς Μοναστήριον γυναικῶν· κἀκεῖθεν εἰς Ἱεροσόλυμα μεταβαίνει· ἔπειτα εἰς τὸ Σίναιον ὄρος· εἶτα εἰς Βηρυτόν, ἔνθα διὰ προσευχῆς ἐν ἀνύδρῳ τόπῳ ὕδωρ ἐξήνεγκεν. Ὑποστᾶσα δὲ πολλὰς προσβολὰς δαιμόνων, ἔκ τινος ἐπιφανείας ἀνῆλθεν αὖθις ἐν Κωνσταντινουπόλει. Ὀφθεῖσα δὲ αὖθις τῷ ἁγίῳ Κασσιανῷ, παρ᾿ αὐτοῦ ἐπετράπη μένειν ἐν τῇ Μονῇ, ἥτις κατ᾿ ἐπωνυμίαν αὐτῆς λέγεται τὸ Ματρώνης, μέχρι τοῦ νῦν. Βιώσασα δὲ τὰ ἑκατὸν ἔτη σχεδόν, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων γυναικῶν Εὐστολίας καὶ Σωπάτρας.
Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον,
Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία.
Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου
Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον.
Ἡ ἁγία Εὐστολία ὑπῆρχεν ἐπὶ Μαυρικίου τοῦ βασιλέως, γονέων εὐσεβῶν καὶ τὴν Ῥώμην οἰκούντων. Ἐν ἁπαλῇ δὲ τῇ ἡλικίᾳ σεμνείῳ ἑαυτὴν ἐκδοῦσα, νηστείαις καὶ ἀγρυπνίαις ἐσχόλαζε. Θείῳ δὲ πυρπολουμένη ἔρωτι, καταλιποῦσα τὴν Ῥώμην, τὴν Κωνσταντινούπολιν καταλαμβάνει. Καὶ περιελθοῦσα τοὺς σεβασμίους οἴκους καὶ τὸν πόθον ἀφοσιωσαμένη, Σωπάτρᾳ, τῇ τοῦ Μαυρικίου θυγατρί, εἰς τὸν ἐν Βλαχέρναις ναὸν τῆς Θεοτόκου ἀπιούσῃ, περιτυγχάνει. Καὶ ἐπεὶ ἀρετὴ κρυβῆναι οὐ δύναται, ἱκέτευεν ἡ Σωπάτρα τὴν μακαρίαν Εὐστολίαν, ἔχειν αὐτὴν μητέρα πνευματικὴν καὶ σώματος καὶ ψυχῆς φύλακα. Καὶ δὴ καταλιποῦσα τὴν βασιλείαν, τὸν μονήρη βίον ὑπέδυ καὶ πρὸς ἀγῶνας καὶ πόνους ἐχώρησεν. Αἰτησαμένη δὲ ὑπὸ τοῦ πατρὸς καὶ βασιλέως τόπον τινὰ ἐπιτήδειον, καὶ δειμαμένη οἶκον εὐκτήριον, ἐκεῖσε ἅμα τῇ ἁγίᾳ Εὐστολίᾳ διῆγε. Πολλαὶ δὲ πρὸς αὐτὰς φοιτῶσαι παρθένοι καὶ εὐσεβεῖς, σὺν αὐταῖς τὸν σκληρὸν καὶ ἐπίπονον βίον μετήρχοντο. Ἡ δὲ μακαρία Εὐστολία πλείστοις ἔτεσιν ἀγωνισαμένη, πρὸς Κύριον μετ᾿ εἰρήνης ἀνέρχεται, διάδοχον καταλιποῦσα τὴν μακαρίαν Σωπάτραν· ἥτις τὰ ὅμοια τῇ πνευματικῇ ἐπαγωνισαμένη Μητρὶ καὶ εἰς ἄκρον ἀρετῆς φθάσασα, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου.
Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις,
Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι.
Οὗτος ἦν ἐκ τῆς Σύρων χώρας, λιθοτόμος τὴν τέχνην. Ἰδὼν δὲ τοὺς Ἕλληνας ἀπερχομένους εἰς τὸν ναὸν τῶν εἰδώλων καὶ θύοντας, παρῄνεσεν αὐτοῖς ἀσποστῆναι αὐτῶν. Ὡς δὲ οὐκ εἰσηκούσθη, λυπηθεὶς ἀνεχώρησεν εἰς ἔρημον τόπον καὶ εὑρίσκει δοῦλον Θεοῦ ἀναχωρητήν, ὀνόματι Τιμόθεον· καὶ σὺν αὐτῷ διατρίψας ἔτη δύο καὶ λαβὼν τὰς εὐχὰς αὐτοῦ, κατῆλθε πάλιν πρὸς τὸν πεπλανημένον λαὸν τοῦ χωρίου αὑτοῦ. Καὶ εὑρὼν αὐτοὺς ἑορτὴν ἐπιτελοῦντας τοῖς δαίμοσιν, εἰσελθὼν εἰς τὸν ναὸν αὐτῶν, συνέτριψε πάντα τὰ εἴδωλα. Εἶτα κρατηθεὶς καὶ τυφθεὶς ἰσχυρῶς, ἀπῆλθεν εἰς Ἀπάμειαν τῆς Συρίας. Καὶ δεηθεὶς τοῦ Ἐπισκόπου, τὴν κλῆσιν Ὁσίου, λαβεῖν ἐξουσίαν τοῦ κτίσαι ναὸν ἐπ᾿ ὀνόματι τῆς Ἁγίας Τριάδος, ἤρξατο κτίζειν. Καὶ τοῦτο μαθόντες οἱ ἐγχωρῖται αὐτοῦ, νυκτὸς ἐπελθόντες, τοῖς ξίφεσι μεληδὸν τοῦτον κατέκοψαν, καὶ οὕτω τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαύρα ξίφει τελειοῦνται.
Πλάνην ἀμαυροῖ Μαύρα καρθεῖσα ξίφει,
Χριστοῦ δὲ τμηθεὶς φῶς ὁρᾷ Χριστοφόρος.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες Ναρσῆς καὶ Ἀρτέμων ξίφει τελειοῦνται.
Ναρσῆς σὺν Ἀρτέμονι ἐκκοπεὶς ξίφει,
Σὺν Ἀρτέμονι λαμβάνει καὶ τὰ στέφη.



Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰωάννης ὁ Κολοβός, ἐν εἰρήνῃ τελειοῦται.
Ἰωάννην ἔκρυψε γῆς βραχὺς τόπος,
Ὅς, κἂν βραχὺς τὸ σῶμα, τὴν πρᾶξιν μέγας.
Οὗτος ἦτο εἰς τὴν ἔρημον μὲ τοὺς ἄλλους ἀναχωρητὰς καὶ εἶχε γέροντα Θηβαῖον πολὺ ἐνάρετον. Ἡμέραν τινά, τοῦ ἦλθε λογισμὸς νὰ διέλθῃ ζωὴν ἀμέριμνον ὡς οἱ Ἄγγελοι εἰς τὸν Παράδεισον, καὶ ζητῶν συγχώρησιν ἀπὸ τὸν γέροντα νὰ τὸν ἀφήσῃ νὰ ὑπάγῃ εἰς τόπον ἔρημον τελείως, τὸν ἀφῆκε, διὰ νὰ βασανισθῇ νὰ μὴ μεγαλοφρονῇ ὑπὲρ ἄνθρωπον. Λοιπόν, ἐγυμνώθη τὰ ἱμάτιά του, καὶ ὑπῆγεν εἰς τὴν ἀναχώρησιν, καὶ κάμνων μίαν ἑβδομάδα ἐπείνασε, καὶ ἐπιστρέφων τὴν νύκτα εἰς τὸ κελλίον ἐκτύπα τὴν θύραν· ἀλλὰ ὁ γέρων προσεποιήθη πῶς δὲν τὸν ἐγνώριζεν, διὰ νὰ τὸν ταπεινώσῃ, καὶ τὸν ἠρώτησε, τίς ἦτο. Ὁ δὲ ἀπεκρίνατο· Ἰωάννης ὁ δοῦλός σου. τοῦ λέγει ὀ γέρων ἔσωθεν, ὅτι ἔγινεν Ἄγγελος καὶ δὲν χρειάζεται πλέον ἀνθρωπίνην βοήθειαν. Ὁ δέ, ἐπικαλεῖτο νὰ τοῦ ἀνοίξῃ, ἀλλὰ δὲν ἠθέλησε, τὸν ἀφῆκε νὰ βασανίζεται ὅλην τὴν νύκτα, διὰ νὰ ταπεινωθῇ καλλίτερα, καὶ τὸ πρωΐ, ἀνοίξας τὴν θύραν εἶπεν αὐτῷ· Βλέπεις πῶς εἶσαι ἄνθρωπος καὶ χρειάζεσαι νὰ φάγῃς; Δούλευε λοιπὸν καὶ μὴ ὑψηλοφρονῇς. Ὁ δὲ ἔβαλε μετάνοιαν ζητήσας συγχώρησιν, καὶ ἔγινεν ὕστερα τέλειος, συμπαθητικὸς εἰς ὅλους καὶ εὔσπλαγχνος.
Ἦτο δέ, παρθένος τις Παϊσία ὀνόματι, καὶ ἀφοῦ ἐτελεύτησαν οἱ γονεῖς αὐτῆς ἔκτισεν ξενοδοχεῖον διὰ τὴν ψυχήν της, καὶ ἐδέχετο ὅλους τοὺς πατέρας τῆς σκήτεως, καὶ τοὺς ἐφιλοξένιζεν ὡς ἐλεήμων πλουσιοπάροχα. Μετὰ καιρόν, ἐδαπάνησεν ὅλον της τὸ πρᾶγμα εἰς ξένους καὶ πένητας, καὶ ἐπτώχευσεν τόσον, ὅπου ἔπεσεν εἰς πορνείαν ἀπὸ τὰς κακὰς συναναστροφάς της. Ταῦτα μαθόντες οἱ πατέρες τῆς σκήτεως, ἐλυπήθησαν, διότι τοὺς ἔκαμε πολλὰς εὐεργεσίας καὶ χάριτας. Ὅθεν, συναχθέντες εἶπον ταῦτα πρὸς τὸν ἄνωθεν Ἰωάννην· Ἀββᾶ, ἠκούσαμεν διὰ τὴν Παϊσίαν, ἥτις τοσοῦτον μᾶς εὐεργέτησε, πῶς διάγει μὲ ἀσωτίαν εἰς τὴν πολιτείαν. Λοιπόν, κἀμε διὰ τὸν Κύριον καὶ λάβε τὸν κόπον νὰ τὴν νουθετήσῃς μὲ τὴν σοφίαν ὅπου ὁ Θεὸς σὲ ἐδίδαξε, νὰ τὴν φέρῃ εἰς τὴν μετάνοιαν. Ὁ δὲ Ὅσιος, διὰ τὴν ὑπακοήν, ὑπῆγεν εἰς τὴν οἰκίαν της, καὶ θέλων νὰ είσέλθῃ δὲν τὸν ἀφῆκεν ἡ γραῖα ὅπου ἐφύλαττε τὴν θύραν, ἀλλὰ ἐδίωκεν αὐτὸν λέγουσα· Σεῖς οἱ μοναχοὶ ἐφάγετε τὸν πλοῦτον τῆς κυρίας μου, καὶ τώρα τί θέλεις ἀπὸ ταύτην ὅπου ἔμεινε πτωχὴ καὶ ἄπορος; Λέγει της ὁ Ὅσιος· Διὰ καλόν της ἦλθα, καὶ εἰπέ της το. Ἡ δὲ γραία τὸ εἶπε τῆς Παϊσίας, ἥτις εἶπε πρὸς τὴν γερόντισσαν· Αὐτοὶ οἱ καλόγηροι γυρίζουν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ εὑρίσκουν μαργαρίτας, καὶ ἄφες τον, νὰ ἔλθῃ, μήπως καὶ μοὶ δώσῃ τι. Τότε ἐστολίσθη, καὶ καθίσασα εἰς τὴν κλίνην ἦλθε πρὸς αὐτὴν ὁ Ἰωάννης, καὶ βλέπων αὐτὴν ἔκλαυσεν. Ἡ δὲ εἶπεν αὐτῷ· Διατὶ κλαίεις καλόγηρε; Καὶ ὁ Ὅσιος· Βλέπω νὰ σὲ τριγυρίζει ὁ Σατανᾶς, καὶ δι’ αὐτὸ κλαίω τὴν τῆς ψυχῆς σου ἀπώλειαν. Ἡ δὲ γυνὴ ἐκατανύχθη, καὶ τοῦ λέγει· Εἶναι εἰς ἐμὲ μετάνοια;. Καὶ ὁ Ὅσιος· Ναὶ τέκνον μου, μόνον σπούδασον ἀκολούθει μοι. Ἡ δὲ ἀείμνηστος ἀφῆκεν ὅσα εἶχε παντέρημα καὶ ἀνεχώρησαν. Ὅθεν ἐθαυμάζετο πῶς ἄφηκε τὴν οἰκίαν αὐτῆς ἀνέτοιμον, καὶ ἀδιόρθωτον, χωρὶς νὰ λάβῃ ἀργύριον ἤ χρυσίον ἀπὸ τὸν πλοῦτόν της. Καθὼς λοιπὸν ἔφθασαν εἰς τὴν ἔρημον ἐνύκτωσε, καὶ σωρεύσας ὀλίγην ἄμμον ἔκαμεν προσκέφαλον ὁ Ὅσιος, καὶ τῆς εἶπε νὰ κοιμηθῇ, καὶ παρέκει ὀλίγον ἐκοιμήθη ἐκεῖνος. Καὶ τὸ μεσονύχτιον ἠγέρθη νὰ ἀναγνώσῃ τὴν ἀκολουθίαν του, καὶ βλέπει φῶς ἀπὸ τὸν τόπον ὅπου ἔκειτο ἡ γυὴ ἕως ἄνω εἰς τὰ ουράνια, καὶ ἁγίους Ἀγγέλους, ὅπου ἀνεβιβαζον τὴν ψυχήν της εἰς τὸν παράδεισον, καὶ θαυμάσας, καὶ ἐγγίσας αὐτῆς, ἐγνώρισεν ὅτι ἀπέθανεν. Ὅθεν, ἔκαμε πρὸς Κύριον δέησιν, νὰ τοῦ φανερώσῃ ἐὰν ἐσώθηκεν. Ἄγγελος δὲ τοῦ Θεοῦ ἦλθεν οὐρανόθεν καὶ τοῦ λέγει· Γίνωσκε Ἀββᾶ, ὅτι ἡ ὀλίγη ὥρα τῆς μετανοίας της ἦτο ἰσάξιος διὰ ἔτη πολλά, ἐπειδὴ ἔγινεν ἐξ ὅλης τῆς ψυχῆς της, μὲ κατάνυξιν καρδίας ἀνείκαστον.
Τόσον δὲ ἦτο οὗτος ὁ Ὅσιος ταπεινός, ὅπου μὲ ὅλην του τὴν ἀρετὴν καὶ σοφίαν ἐνόμιζε τὸν ἑαυτόν του πάσης τιμῆς ἀνάξιον, καὶ δὲν ἤθελε νὰ τὸν εὐλαβοῦνται οἱ ἄνθρωποι. Καὶ ὅσον ἐκεῖνος ἔφευγε τὸν ἀνθρώπινον ἔπαινον, τόσον ὁ Θεὸς τὸν ἐδόξαζε, καί τινες τοῦ ἀνήγγειλαν, ὅτι Ἅγιός τι ἔμελλε νὰ κοιμηθῇ, καὶ νὰ ὑπάγῃ νὰ τὸν ἀποχαιρετήσῃ πρὸ τῆς τελειώσεως. Ὁ δὲ Ἰωάννης δὲν ὑπῆγε τὴν ἡμέραν, διὰ νὰ μή τον βλέπουν, νὰ τὸν δοξάζουν οἱ ἄνθρωποι, ἀλλὰ τὴν νύκτα ἐξελθὼν ἀπὸ τὸ κελλίον του, ἔστειλεν ὁ πανάγαθος Κύριος τοὺς Ἀγγέλους μὲ λαμπάδας φωτεινάς, καὶ τοῦ ἔγεγγαν νὰ περιπατῇ εἰς τὸ σκότος. Ὅθεν, οἱ ἄνθρωποι ὅλοι τῆς πόλεως, ἰδόντες τοιοῦτον φῶς ὑπερθαύμαστον, ἐσυναθροίσθησαν, καὶ οὕτως τὸν ἐδόξασαν περισσότερον, καὶ ἐπληρώθη ὁ λόγος τοῦ Κυρίου· Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ἔλεγε δὲ καὶ πολλὰ ψυχοφελῆ λόγια πρὸς ἐκείνους ὅπου τὸν ἐρωτοῦσαν, καὶ πάντες τὸν ἐθαύμαζον, διότι ἦτο πολὺ γλυκόλογος καὶ σοφώτατος, καὶ ὅσα ἔλεγε, σοῦ ἐφαίνετο, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ τὰ ἑρμήνευεν. Μεταξὺ δὲ τῶν πολλῶν νουθεσιῶν, ὅσας ἔδιδε τοῖς ἀδελφοῖς ὁ σοφώτατος, ἦτο καὶ αὐτή· Ὅστις θέλει νὰ γένῃ ἐνάρετος, δὲν ἠμπορεῖ νὰ προκόψῃ μίαν ἡμέραν, ἀλλὰ ὅταν ἐγερθῇ ἀπὸ τὸ στρῶμα, ἄς βάλλῃ ἀρχὴν εἰς μίαν ἀρετήν, ἔχων μεγάλην ὑπομονὴν εἰς τὸν πόλεμον, ὅπου τοῦ δώσει ὁ μισόκαλος, καὶ ἄς προσεύχεται μὲ πολλὴν ταπείνωσιν, μὲ στεναγμοὺς καὶ δάκρυα, νὰ τὸν δυναμώσῃ ὁ Κύριος, νὰ νικήσῃ τὸν πειράζοντα, καὶ οὕτως ἄς βάλλῃ ὑπομονὴν ἡμέρας τινάς, νὰ μὴ πέσῃ εἰς τὸ πάθος ἐκεῖνο, ὅπου ποθεῖ νὰ νικήσῃ, κἄν πορνεία εἶναι, κἄν γαστριμαργία, ἤ ἄλλο ὅμοιον, καὶ ἄς τὸ πολεμῇ μὲ τὴν ἀντίστοιχον ἀρετήν, νὰ τὸ νικήσῃ μὲ τὴν θείαν βοήθειαν, λόγου χάριν ἄν πειράζεσαι ἄνθρωπε ἀπὸ τὴν κοιλίαν σου, στέρησέ την ἄνθρωπε μίαν ἑβδομάδα, τρῶγε ἅπαξ τῆς ἡμέρας, νὰ σοῦ φαίνεται τὸ χοντρὸν φαγῇ γλυκύτερον μέλιτος· ἄν νικᾶσαι ἀπὸ τὴν γλῶσσαν καὶ εἶσαι φλύαρος λέγων αἰσχροὺς καὶ ματαίους λόγους, βάλε λίθον τόσας ἡμέρας, ἤ ξύλον εἰς τὸ στόμα σου, ἕως ἄν ξεμάθῃς τὴν κακὴν συνήθειαν, καὶ ἐὰν εἶσαι ὑπερήφανος, κάμνε τὰς εὐτελεστέρας ὑπηρεσίας, καὶ φορεὶ ἱμάτια ἄχρηστα, καὶ οὕτως κάμνε καὶ εἰς τὰ ἐπίλοιπα πάθη, ἕως νὰ λυτρωθῇς ἀπὸ ὅλα, μὲ ταῦτα καὶ ἄλλα ὅμοια ὠφελήσας τοὺς ἀκροατὰς ὁ Ὅσιος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται.
Εἰ καὶ μετέστης, Ἑλλάδιε, τοῦ βίου,
Πίναξ ἔμεινας ἀρετῶν τοῖς ἐν βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁἱ Ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτήτορες τῆς σεβασμίας Μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται.
Εὐθύμιον συνάμα τῷ Νεοφύτῳ,
Τιμῶ, κτίσαντας τὴν Μονὴν Ἀρχαγγέλων
Οὗτος ὁ Ὅσιος Εὐθύμιος, ἦτο θεῖος μὲν κατὰ σάρκα, πατὴρ δὲ κατὰ πνεῦμα, τοῦ ὁσίου Νεοφύτου, τοῦ καὶ κτίτορος τῆς μονῆς Δοχειαρίου. Οὗτος οὖν ἐκ τῆς Πόλεως καταγόμενος, καὶ γνώριμος καὶ φίλος τοῦ Ἁγίου Ἀθανασίου τοῦ τῆς Μεγίστης Λαῦρας πρώτου. Καὶ πρότερον μὲν μονύδριον οἰκοδομήσας ἐπ’ ὀνόματι τοῦ μεγάλου Νικολάου, ἐν τῷ τόπῳ καλουμένῳ Δάφνη, ἐκεῖ τὸ τῆς ἀρετῆς καὶ ἡσυχίας μέλι εἰργάζετο, μὲ ἄλλους ὁμοῦ ἀδελφούς. Ἐπειδὴ δὲ ἦλθον Σαρακηνοὶ εἰς τὸ Ὄρος, καὶ ἄλλα μὲν πράγματα τοῦ μονυδρίου διήρπασαν, ἄλλα δὲ κατηδάφισαν, καὶ μόλις ὁ Ὅσιος ἐλυτρώθη τῆς ἐκείνων μαχαίρας, κρυφθεὶς μετὰ τῶν ἀδελφῶν εἰς τὸν λόγγον· διὰ ταύτην τὴν αἰτίαν δὲν ἔκρινεν εὔλογον νὰ κάθηται εἰς τοιοῦτον κινδυνώδη τόπον εἰς τὸ ἑξῆς. Ὅθεν, ἀπάρας ἐκεῖθεν μετὰ τῶν σὺν αὐτῷ μοναχῶν, ἔρχεται εἰς τὸν τόπον ὅπου εὑρίσκετο τὸ μοναστήριον τοῦ Δοχειαρίου· ὁ ὁποῖος ἦτον μὲν τότε τραχὺς καὶ εἰς κατοικίαν ἀνώμαλος, εἰς ἡσυχίαν ὅμως πολλὰ ἐπιτήδειος. Καὶ λοιπόν, ἀγοράσας τὸν τόπον παρὰ τοῦ τότε πρώτου Ἰσαάκ, καὶ καθορίσας αὐτὸν ἀπὸ τὴν ὕλην καὶ ὁμαλίσας, οἰκοδομεῖ πάλιν ἐκεῖ ναόν, ἐπ’ ὀνόματι τοῦ μεγάλου Νικολάου, ὁμοῦ καὶ κελλία, μὲ ἀπείρους ἱδρῶτας καὶ πόνους, εἰς κατοικίαν αὐτοῦ καὶ τῶν σὺν αὐτῷ, καὶ ἠγωνίζετο ἐπιμελῶς εἰς τὸ τῆς ἀσκήσεως στάδιον. Ἀφ’ οὗ δὲ μετὰ ταῦτα ἦλθεν καὶ ὁ ἀνεψιός του, ἔκειρεν αὐτὸν μοναχόν, καὶ ἐγχειρίσας εἰς αὐτὸν τὴν προστασίαν καὶ ἐπιμέλειαν τῆς μονῆς, αὐτὸς τοῦ λοιποῦ ἐν ἡσυχίᾳ διῆγεν, ἐν ᾗ καὶ τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, ἑκατονταετὴς γενόμενος γέρων.
Ὁ δὲ Νεόφυτος, ἦτον υἱὸς Δουκός, ἐπὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, καὶ Ἰωάννου τοῦ Τσιμισκῆ (ἐν ἔτει 969), διὰ τὴν εὐδοκίμησιν ἥν εἶχεν εἰς τὴν ἔξω σοφίαν, καὶ μάλιστα διὰ τὰς ἀρετὰς αὐτοῦ, καὶ τὸ ταπεινὸν τοῦ φρονήματος, ἠγαπᾶτο παρὰ πάντων· ὅθεν καὶ ὑπὸ τοῦ βασιλέως κατεστάθη ὑπογραφεὺς πρῶτος τῶν βασιλικῶν ὑπομνημάτων. Ἐπειδὴ δὲ εἶχε θεῖον εἰς τὸ Ὄρος τὸν ἀνωτέρω Εὐθύμιον, ἡγουμενεύοντα τῆς μονῆς Δοχειαρίου, ἠγάπησε νὰ ἔλθῃ πρὸς αὐτὸν νὰ γένῃ μοναχός. Καὶ δὴ καταλιπὼν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἦλθεν εἰς τὴν ἄνωθεν μονὴν καὶ ἔγινεν μοναχός, ἀφιερώσας εἰς αὐτὴν καὶ ὅσα χρήματα καὶ ὑποστατικὰ εἶχεν ὁ ἀοίδιμος. Κατασταθεὶς δὲ ἡγούμενος τῆς αὐτῆς μονῆς παρὰ τοῦ θείου του διὰ τὴν ἀξιότητάτου, ἔκτισεν ἄλλην ἐκκλησίαν μεγάλην καὶ πύργον καὶ φρούριον εἰς τὸ μοναστήριον, καὶ ἐφάνη τῇ ἀληθείᾳ νέος κτίτωρ αὐτοῦ. Ὅτε καὶ διὰ προσευχῆς αὐτοῦ, ἐφανέρωσαν οἱ θεῖοι Ἀρχάγγελοι τὸν κεκρυμμένον θησαυρόν, ὕστερον δ’ ἔγινε καὶ πρῶτος τοῦ Ἁγίου Ὄρους. Εἶτα, παραιτησάμενος καὶ ἡσυχάσας, ἐν εἰρήνῃ ἐκοιμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικηφόρου τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Στηλιτεύονται καὶ δαίμονες καὶ τύραννοι, Μάρτυρας καὶ Ὁσίους Χριστοῦ οἱ κολάσαντες, ταῖς σοφαῖς σου μάκαρ συγγραφαῖς, πιστῶν μελῳδεῖ δὲ ἡ πληθύς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μεταφράσεις ὠνομάσθησαν οἱ λόγοι σου τρισμάκαρ, καθηδύνοντες νοῦν ἡμέτερον ὐπὲρ μέλι, καὶ γλυκασμὸν τοῖς χείλεσι στάζοντες βοᾷν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπαινέσει γενεά, κατὰ τὸν ψάλλοντα, καὶ γενεὰ τοὺς λόγους σου, ὡς ἐξάδοντας τὰ θαυμάσια τὰ τοῦ Θεοῦ, καὶ μέλπειν προτρέποντας ἡμᾶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Τὴν καλήν, ἐν γυναιξί Σε καὶ πανάμωμον Μητέρα τοῦ Θεοῦ, οἱ πιστοὶ ἱκετεύομεν, ἑνεστώσης ῥύσασθαι ἡμᾶς κακίας, τοῦ ψάλλειν ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.














ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἁπασῶν ἡ λαχοῦσα ἄρχειν τῶν πόλεων, σὲ προσήνεγκε θεῖον καρπόν, μακάριε, τρέφοντα αὐτὴν μυστικῶς, καὶ ποτίζοντα νέκταρ ἀμβροσίας, ψυχῶν εἰς σωτηρίαν.
Φυτουργὸν ἐγκρατείας καὶ βίου σώφρονος, γεωργὸν εὐσεβείας καὶ θείας πίστεως, γνώσεως βυθόν, καὶ πηγὴν κατανύξεως, πάντες σε τιμῶμεν, Συμεὼν λογοθέτα.
Ῥητορεύων τὰ θεῖα, θέλγεις τὸ πλήρωμα τῆς σεπτῆς Ἐκκλησίας θεομακάριστε, καὶ διανιστᾷς ἀρετῆς πρὸς τὴν μίμησιν, τῶν ἐν εὐσεβείᾳ καλῶς τελειωθέντων.
Θεοτοκίον.
Ἁγιάσματος θείαν κιβωτὸν ἔχοντες Θεοτόκε Παρθένε, σὲ τὴν χωρήσασαν πανυπερφυῶς τὸν Θεὸν τὸν ἀχώρητον, ἀνυμνολογοῦμεν πιστοί, εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Σεμνῶς βιώσας πρὸς τὸν ποθούμενον εἰρηνικῶς τρισμάκαρ, ἐξεδήμησας Κύριον, κατ’ αὐτὴν τὴν ἡμέραν, καθ’ ἣν ὁ κλεινὸς Στέφανος τελειοῦται ὁ Ὁσιομάρτυς, ᾧ καὶ συνδεδόξασαι.
Ἐκ γῆς ἀπαίρουσα πρὸς οὐράνια, ἡ ἱερὰ ψυχή σου θεοφόρε, σκηνώματα ἀγαλλόμενον, εἶχε τὸ πρόσωπον, βλέπουσα τοὺς Ἁγίους αὐτῇ συγχαίροντας, καὶ πρὸς ὑπερκόσμιον ζωήν, ταύτην προπέμποντας.
Ἰδοὺ συνήφθης Ἁγίων τάγμασι, Πατριαρχῶν, Μαρτύρων, Ἀποστόλων, Ὁσίων τε, Προφητῶν καὶ Διδασκάλων, καὶ Ἱεραρχῶν, οἷσπερ καὶ συγχορεύων, μακαριώτατε μέμνησο πρὸς Κύριον ἡμῶν τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Σιὼν ἁγία θεοχαρίτωτε, πόλις Θεοῦ καὶ κατοχυρωμένον παλάτιον, τὴν πασῶν βασιλεύουσαν πόλεων, ἐν Σοὶ ἀνακειμένην ταύτην περίζωσαι, τοῦ Μεταφραστοῦ ταῖς ἱεραῖς, Κόρη δεήσεσιν.










Εἰς τὸν στίχον τῶν Αἴνων. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Εὐγενοῦς ἀνεβλάστησας, ῤίζης ῥόδον κατέρυθρον, βεβαμμένον χάρισι ταῖς τοῦ Πνεύματος, καὶ τοὺς πιστοὺς εὐωδίασας, ὀσμαῖς συγγραμμάτων σου, Ἀποστόλων Ἀθλητῶν, καὶ Ὁσίων τὰ σκάμματα, συνταξάμενος, ὧν καὶ σύστοιχος ὤφθης θεοφάντωρ, Συμεὼν τρυφῆς ἐν χλόῃ, τῇ ἐν δρόσῳ σκηνούμενος.

Στ.: Τίμιος ἐναντίον Κύριου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Γραφικῶν ἐξεχύση σου, Συμεὼν ἐν τοῖς χείλεσι, τοῦ Ἁγίου Πνεύματος χάρις ἄῤῥητος, διὸ τὸν μάτην καυχώμενον, πλοκαῖς διαλέξεων, ἐξηλέγξας ταπεινοῖς, ὡς καλάμη γὰρ γέγονε, κατὰ πρόσωπον, τοῦ πυρὸς τεφρουμένη καὶ σὲ μᾶλλον, μεγαλύνων ἀνεδείχθη, βρύξας νοός σου τὴν δύναμιν.

Στ: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὡς θεράπων γενόμενος, τοῦ Θεοῦ ἐκ τῶν ἔργων σου, ὡς Ἁγίων σύσκηνος οὓς ἀνύμνησας, ὡς παῤῥησίαν κτησάμενος, ἁγνείᾳ τοῦ βίου σου, θεοῤῥήμων Συμεών, τῶν ὐμνούντων σε μέμνησο, τὸ φιλάγαθον, τῆς ψυχῆς σου δεικνύων ἵνα πάντες, τοῦ Θεοῦ φιλανθρωπίᾳ, πταισμάτων ἄφεσιν εὕρωμεν.

Δόξα. Ὁ αὐτός.
Βίον ἔνθεον κατορθώσας, θεωρίᾳ τὴν πράξιν κατεκόσμησας, Συμεὼν πανάριστε. Τὴν γὰρ σοφίαν φιλήσας ἔρωτι θείῳ, ἐκ στόματος τοῦ Πνεύματος τὴν χάριν κατεπλούτησας, καὶ ὡς κηρίον μέλιτος τὸν γλυκασμόν σου, τῶν λόγων ἀποστάζων ἡμῖν, εὐφραίνεις νοήμασι θείοις τὴν Ἐκκλησίαν Χριστοῦ. Διὸ ἐν οὐρανοῖς ἐμφιλοχωρῶν, αὐλιζόμενος ὑπὲρ ἡμῶν ἀπαύστως, πρέσβευε τῶν ἐκτελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ὡς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.
Ἢ Σταυροθεοτοκίον.
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου