ΦΕΒΡΟΥΑΡΙΟΥ 2!!
ΙΟΡΔΑΝΗΣ ΝΕΟΜΑΡΤΥΣ ΤΡΑΠΕΖΟΥΝΤΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
(π. Μελέτιος Συρίγος Κρῆς)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄·
γ΄ τῆς ἑορτῆς, καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάλαι, Ἰορδάνης ποταμός,
ἰδὼν τοῦ Χριστοῦ τὴν Εἰκόνα, ἐν τῇ σεπτῇ κιβωτῷ, ῥεῖθρον ἀνεχαίτισεν, εἰς τὰ
ὀπίσω στραφείς, Ἰορδάνης ὁ Μάρτυς δέ, Χριστὲ κατιδών Σε, ποταμὸν τῆς χάριτος,
καὶ ἀληθείας μεστόν, πόθῳ, προσδραμὼν ἐχορτάσθη, ἐκ τοῦ Σοῦ πληρώματος ὅθεν,
ῥεῖθρα ζῶντος ὕδατος ἀνέβλυσε.
Ὅσα, περισπούδαστα εἰσί,
τοῖς ἐν γῇ ἀνθρώποις σὺ Μάρτυς, οἷάπερ σκύβαλα, πάντα ἐναπέβλεπες, πλοῦτον
εὐγένειαν, δόξαν κάλλος φιλίαν τε, τρυφὴν ἡδονάς τε, πᾶσάν τε εὐπάθειαν, ὅπως
κερδήσειας, μόνον, τὸ σεπτὸν μαργαρίτην, Κύριον τῆς δόξης Ὃς πάντα, ἐν Αὐτῷ
συνέχει τὰ τρυφήματα.
Πλοῦτον, μείζων πάντων
θησαυρῶν, τῶν ἐν γῇ νομίζων θεόφρον, τὸν τοῦ Χριστοῦ καὶ Θεοῦ, θάνατον
ἐπώδυνον, καὶ ἐπονείδιστον, τοῦτον ἤρπασας ἄριστα, προκρίνας τὸ πᾶσι, ζωὴν τὴν
ἀθάνατον, ἐπαγγελόμενον, πάθος, δι’ οὗ ἥττηται κόσμος, καὶ ἡ ἁμαρτία ἐσβέσθη,
καὶ ὁ κοσμοκράτωρ ἀπελήλαται.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Ὁ κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἰορδάνου ἀγῶνας στεῤῥούς, αἰνέσω. Μελέτιος.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ἰορδάνου ἄθλους ἱερούς, αἰνέσας προθέμενος, σοὶ τῇ πηγῇ τῶν χαρισμάτων Δέσποτα, προσπίπτω δεόμενος· τοῦ δοθῆναί μοι σταλαγμὸν τῆς σοφίας σου, ὅπως μὴ σμικρύνω, τῇ ἀνίκμῳ γλώσσῃ μου τὸν Μάρτυρα.
Ὁ πλήρης ὑδάτων ποταμός, Ἰορδάνης ῥεύμασι, Σὴν κορυφὴν ἐναπέλουσε Κύριε, τὴν ἐμὴν καθαίρεντος, ἐν τοῖς ὕδασι ἁμαρτίαν ὁ Μάρτυς δέ, Ἰορδάνης Σῶτερ, χεύμασιν αἱμάτων Σοὶ καθαίρεται.
Ῥωμαλαῖον φρόνημα λαβών, παρὰ τοῦ γεννήτορος, τοῦ σοῦ καλῶς τὸν ἀγῶνα τελέσαντος, μάκαρ τῆς ἀθλήσεως, ὥσπερ γνήσιος υἱὸς ὄντως κεκλήρωσαι, ὄλβον τὸν πατρῶον, καὶ μαρτυρικὴν δόξαν τὴν ἄληκτον.
Δοκιμασθεὶς ὡς σίδηρος στεῤῥός, ἐν καμίνῳ θλίψεων, τῇ τοῦ Χριστοῦ ἀγαπήσει πεπύρωσαι, ἀλλὰ τὸ στερέμνιον, οὐκ ἐχαύνωται τῆς πολλῆς καρτερίας σου, οὔτε κολακείαις, οὔτε τῶν μαστίγων ἐπιτάσεσι.
Θεοτοκίον.
Ἀνατείλας ἥλιος Χριστέ, πρὸ ἡλίου κτίσεως, ἐκ τοῦ Πατρὸς συνανάρχως ὡς ἔξαλμα, φωτὶ συναΐδιον, ἐκ τῆς μήτρας Σου ἐπ’ ἐσχάτων ἀνέτειλεν, ὥσπερ ἐκ νεφέλης, Κόρη καταυγάζων τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας
Νεόσμηκτον ὡς κάτοπτρον ἀνεδείχθης, δεχόμενον ἐμφάσεις
ἠκριβωμένως, διὸ κατοπτριζόμενος τοῦ Κυρίου, τὸ πάθος δέδεξαι ἐπὶ τὸν νῶτόν
σου, μαστιγώσεις ἔνδοξε καὶ τὸν θάνατον.
Οὐκ ἔστι τοῦ Κυρίου αὐτοῦ τὶς δοῦλος, ὑπέρτερος ὡς ἔφης
ᾧ Θεοῦ Λόγε, διὸ καὶ τοὺς Δεσπότην ἐπιβοῶντας, σὲ πάσης κτίσεως σοὶ παραπλήσια,
κόσμος ἐκδιώκει τε καὶ ἀπόλυσιν.
Ὑπέκλινας τῷ ξίφει τὴν κεφαλήν σου, ἵνα μὴ κάμψης γόνυ
Θεῷ ἑτέρῳ, ἀντέλαβες δὲ Μάρτυς ζωὴν ἀγήρω, καὶ ἀτελεύτητον ὁ γὰρ ζωὴν ἀφείς,
φθαρτὴν διὰ Κύριον ἀθανατίζεται.
Ἀκλόνητος ὡς ἄκμων ἵστασο Μάρτυς, γενναῖος τὰς αἰκίσεις
τε καὶ θωπείας, ψόφους κενοὺς ἡγούμενος καὶ γὰρ ἔσχες, πρὸ ὀφθαλμῶν ἀεὶ τὴν
θείαν εὔκλειαν, καὶ μακαριότητα τὴν οὐράνιον.
Θεοτοκίον.
Γεννήτριαν τοῦ πλάσαντός Σε εἰδότες, τροφόν τε τοῦ
τροφέως πνοῆς ἁπάσης, ὑμνοῦμέν Σε Παρθένε Θεοκυῆτορ, γλώσσῃ καὶ πνεύματι ὡς γὰρ
προέφησας, γενεαί Σε ἅπασαι μακαρίζουσιν.
ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ὡς εὔχρηστον, εὑραμένη ἡ χάρις τοῦ Πνεύματος, σκεῦος
τὴν καρδίαν σου, ἐν σοὶ κατώκησε δόμον τε, ὅλον τῆς Θεότητος, σὲ Ἰορδάνη,
ἀνέδειξεν ἐν χάριτι.
Νενίκηκας, τὰς ἐπάρσεις τοῦ ὄφεως πτώματι, σοῦ σώματος
ἔνδοξε, καὶ γὰρ πατεῖσθαι ὑψαύχενα, κάραν κατακέκριται, εἰ καὶ τὴν πέτραν
τιτρώσκει, τὴν σαρκικὴν τῷ δήγματι.
Ἀδάμαντι, ὡμοιώθης πρὸς πλήττοντας ἔνδοξε, διὰ τοῦτο
Κύριος, σὴ κορυφὴ ἐπιτέθηκε, στέφανον ἀθλήσεως, ὥσπερ ἐκ λίθων τιμίων, χαρίτων
πλουσιότητα.
Θεοτοκίον.
Σταγόνα μοι, κατανύξεως ὄμβρισον Δέσποινα, ὑετὸν ἡ
τέξασα, τὸν οὐρανόθεν ἐρχόμενον, ὅπως μὴ ἡ ἄβυσσος, τῆς ἁμαρτίας, ποντίσῃ με
τὸν ἄθλιον.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Σὺ τῶν πιστῶν ἑδρασμός, καὶ ἀσεβούντων ἀῤῥαγὴς ἔλεγχος,
ὤφθης σοφὲ πλάνην στηλιτεύων, ἐνθέοις διδαχαῖς, καὶ ἔργοις στηρίζων, τὴν πίστιν
τὴν ἄμωμον.
Τὸν ποταμὸν τοῦ Θεοῦ, τὸν Ἰορδάνου τὴν κλεινὴν ἔχοντα,
κλῆσιν πιστοὶ δεῦτε ἐν εὐφήμοις, ὑμνήσωμεν ᾠδαῖς, καὶ γὰρ ἐπληρώθη, ὑδάτων
ἀθλήσεως.
Ἐν σωφροσύνῃ πολλῇ, ὅλον τὸν βίον διελθὼν Ἅγιε, τέλος
σεπτὸν εὕρηκας παμμάκαρ, θυσία καθαρά, ἀχθεὶς τῷ Δεσπότῃ, ἀμνὸς ὡς ἐπίσημος.
Ῥοῦν τὸν γλυκύτατον, ὁ Ἰορδάνης ποταμὸς ὄλλυσιν, ἐν τῇ
Νεκρᾷ θαλάσσῃ, εἰσρέων ὁ Μάρτυς δέ, Χριστοῦ Θεῷ εἰσελαύνων, ἡδύτητος πίμπλαται.
Θεοτοκίον.
Ῥώννυται φύσις βροτῶν, Σοῦ τετοκυίας τὴν κοινὴν ἴασιν,
τὸν Ἰησοῦν τὸν πλάσαντα, κόσμον καὶ σώσαντα, πιστοὺς πάθεσιν οἰκείοις, Πανάμωμε
Δέσποινα.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὁλοψύχως Θεῷ ἀνακείμενος, ὅλον καθιερώσας σαυτὸν
πανεύφημε, αὐτῷ ὡς ὁλοκαύτωμα, τὴν οὐσίαν, τὸ σῶμα καὶ τὸ πνεῦμά σου.
Ὑπελθὼν μαρτυρίου τὸ στάδιον, οἷα στρατιώτης γενναῖος
τοῦ κτίσαντος, τὸν ἀλαζόνα τύραννον, ἐτροπώσω, ἰσχύϊ τῆς πίστεως.
Συμπλακεὶς μετὰ σώματος ἔνδοξε, πρὸς τὰς ἐξουσίας ἀρχάς
τε τοῦ δαίμονος, τὰς ἀσωμάτους ἔτρωσας, θαῦμα μέγα, τὰ τούτων στρατεύματα.
Ἀπαράτρωτος ἔμεινας πάντοθεν, ὥσπερ σιδηροῦς στρατιώτης
ἀήττητε, τοῖς ἐναντίων βέλεσι, πανοπλία, Θεοῦ συμφραττόμενος.
Θεοτοκίον.
Ἰορδάνης τὸ Σὸν Μητροπάρθενε, τόκον παῤῥησίᾳ κηρύττων
ἐνώπιον, τῶν βασιλέως ἔστεπται, Σὲ γὰρ εἶχε, βοήθειαν ἄμαχον.
Συναξάριον.
Τὸ τοῦ Μηναίου
καὶ τοῦ Ἁγίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ἅγιος Νεομάρτυς Ἰορδάνης ὁ Τραπεζούντιος, ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1650,
ξίφει τελειοῦται.
Ἰορδάνην
δὲ μὴ ποταμὸν ἐννόει,
Χριστοῦ
δ’ Ἀθλητήν, ἐσχάτοις ἐν τοῖς χρόνοις.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Νοὸς σταθερότητι τοῖς τοῦ πατρός σου, γεωργίου ἴχνεσιν,
ἑπόμενος ἠγώνισαι, ἀνδρικῶς Ἰορδάνη ὡς γὰρ ὁπλίτης στεῤῥός, ἔχων ταξιάρχην
ἰσχυρόν, αὐτὸν ἐν ἄθλοις καλῶς ἐζήλωσας.
Ἐξῆλθες ὡς πρότερον ὁ Πατριάρχης, ἐκ γῆς τῆς πατρώας
σου, καὶ οἴκου καὶ οἰκείων σου, καὶ ὡς ξένος διάγων ἐν ἀλλοτρίᾳ τῇ γῇ, βῆμα οὐκ
ἀπέκτησας ποδός, πρὸς γὰρ τὴν ἄνω πατρίδα ἔσπευδες.
Σὲ πάντες προσάγομεν πρὸς τὸν Δεσπότην, ὡς Μάρτυρα
ἔννομον, ὅπως δικαιωθείημεν, μὴ ἔχοντες οἴκοθεν τῆς σωτηρίας καρπούς, οὕτω γὰρ
ἐκέλευσε Χριστός, ὦ Ἰορδάνη ἐν τοῖς Προφήταις Αὐτοῦ.
Θεοτοκίον.
Ὠλίσθησα πάθεσιν ἀκολασίας, ὁ τάλας καὶ πέπτωκα, εἰς βάραθρον
ἐπίκρημνον, μηκέτι δυνάμενος ἐπικρατῆσαι φορᾶς, πρόφθασον Παρθένε βοηθός, πρὶν
μὲ συγκλείση τὸ φρέαρ τῆς κολάσεως.
ᾨδὴ η΄. Κάμινος ποτὲ πυρός.
Μῆλον νοητόν, ἐξήνθησεν ἐν τόπῳ, τῆς Ἐκκλησίας τῷ
χλοάζοντι, ὁ μέγας ἐν Μάρτυσιν, Ἰορδάνης Τραπεζούντιος, τούτου ἐπαπολαύσωμεν
τῆς θείας εὐωδίας, ὦ φιλομάρτυρες σήμερον.
Ἔσχηκας Χριστόν, ἐν σοὶ λαλοῦντα μάκαρ, ἐν τῷ καιρῷ τῆς
ἀθλήσεως, διὸ οὐκ ἐμίανας, οὐ διάνοιαν οὐ γλῶσσάν τε, ἀλλ’ ἄτρεπτος ἀνέμελπες
κράζων· ὑπερυψούτω, πᾶσα ἡ κτίσις τὸν Κύριον.
Τριαδικόν.
Λόγον τοῦ Θεοῦ, τὴν ἀρχὴν τῶν κτισμάτων, καὶ τὸν
Συνάναρχον Γεννήτορα, καὶ Πνεῦμα τὸ Ἅγιον, τὴν ἀμέριστον Θεότητα, καὶ Βασιλείαν
σύνθρονον φωναῖς ἐν Τρισαγίαις, θεολογοῦντες δοξάζομεν.
Θεοτοκίον.
Ἔσχες ἐν γαστρί, τὸν πλάττοντα τὰ βρέφη, ἐν τῇ κοιλίᾳ
τῆς Μητρὸς αὐτῶν, καὶ δέδωκας ὕπαρξιν, ἀνθρωπίνην τῷ Σὲ κτίσαντι, Παρθενομῆτορ
Ἄχραντε ὅθεν καὶ προσκυνοῦμεν, τὸν ὑπὲρ ἔννοιαν τόκον Σου.
ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.
Τὸν ἔνθεον βίον σου, τῷ αἵματι ἐσφράγισας, τοῦ σεπτοῦ
μαρτυρίου διόπερ Κύριος, σοῦ τὴν τελευτὴν τὴν ὁσίαν, μάκαρ τιμῶν φωτί σε τῆς
δόξης, τρανῶς περιήστραψεν, Ἰορδάνη μεγαλώνυμε.
Ἱκέτην πρὸς Κύριον, σὲ Μάρτυς προβαλλόμεθα, ἐξιλάσασθαι
τούτου ἀγανάκτησιν, ἣν ἡμεῖς ἠγείραμεν ἔργοις, τοῖς πονηροῖς ἡμῶν καὶ ἀλογίστοις,
σοῦ δὲ δυσωπούμενος, τὸ μαρτύριον ἱλάσκεται.
Οἰκτείρησον Δέσποτα, χειρῶν Σου τὸ πλαστούργημα,
εὐμενεῖ τε προσώπῳ ἴδε τὴν κάκωσιν, ἴδε τὴν ἀνάγκην τὴν βίαν, τοὺς στεναγμοὺς
καὶ λῦσον ἐν τάχει, τὸν σάλον τῶν θλίψεων, ἱκεσίαις τοῦ Σοῦ Μάρτυρος.
Θεοτοκίον.
Στολὴν περιέθηκας, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, τῷ
κοσμοῦντι τὰ πάντα Λόγῳ Πανάχραντε, ἣν αὐτὸς ἐν πόνῳ ἐκπλύνας, τῷ τῶν παθῶν
Μαρτύρων χορείας, καθαίρει ἐν Πνεύματι, καὶ τῷ αἵματι τῆς χάριτος.
Δεν υπάρχει απολυτίκιο του Αγίου?
ΑπάντησηΔιαγραφή