ΦΕΒΡΟΥΑΡΙΟΣ Γ΄!!
ΝΙΚΟΛΑΟΣ ΙΩΑΝΝΗΣ & ΣΤΑΜΑΤΙΟΣ
ΝΕΟΜΑΡΤΥΡΕΣ ΣΠΕΤΣΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(ἱερομονάχου Ἀνθίμου
Πουλάκη & Μητροπολίτου Πρώην Πατρῶν Νικηφόρου Καλογερᾶ)
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῆς Ἑορτῆς γ΄. Ἦχος α' Τῶν
οὐρανίων ταγμάτων.
Ὁ
Ποιητὴς τῶν ἁπάντων, καὶ Λυτρωτὴς ἡμῶν, ὑπὸ Μητρὸς Παρθένου, τῷ ναῷ προσηνέχθη·
ὅθεν ὁ Πρεσβύτης τοῦτον λαβών, μετὰ χαρᾶς ἀνεκραύγαζε· Νῦν ἀπολύεις τόν δοῦλόν
σου Ἀγαθέ, ἐν εἰρήνῃ ὡς ηὐδόκησας.
Ὁ
Συμεὼν ἐν ἀγκάλαις, ἐκ τῆς Παρθένου λαβών, τὸν πρὸ πάντων αἰώνων, γεννηθέντα
Σωτῆρα· Εἶδον, ἀνεβόα, τὸν φωτισμόν, τῆς σῆς δόξης τὰ πέρατα, νῦν ἀπολύεις τὸν
δοῦλόν σου Ἀγαθέ, ἐν εἰρήνῃ, ὅτι εἶδόν σε.
Τὸν
ἐπ' ἐσχάτων τεχθέντα, εἰς σωτηρίαν βροτῶν, ὁ Συμεὼν βαστάσας, ἐν ἀγκάλαις
Σωτῆρα, χαίρων ἀνεβόα· Εἶδον τὸ φῶς τῶν Ἐθνῶν καὶ τὴν δόξαν τοῦ Ἰσραήλ, νῦν
ἀπολύεις, ὡς εἴρηκας ὁ Θεός, ἐκ τῶν τῇδε τῇ κελεύσει σου.
Καὶ
τῶν Ἁγίων γ΄. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δόξα,
τῇ Σῇ ἀγαθότητι, Λόγε Θεοῦ καὶ Θεέ, ὁ πανσόφῳ προνοίᾳ σου, τρόποις οἷς
ἐπίστασαι, τὰ ἡμῶν προνοούμενος, ὁ Σῇ δυνάμει καὶ θείᾳ χάριτι, ἐνδυναμώσας,
τοὺς Νέους Μάρτυρας, καὶ ἐναπέδειξας, ἀπτοήτους ἔμπροσθεν τῶν δικαστῶν, καὶ
λαμπρῶς ἀθλήσαντας, καὶ νίκην στήσαντας.
Νέων,
Μαρτύρων πανήγυριν, σήμερον δεῦτε πιστοί, συνελθόντες τελέσωμεν, καὶ Θεὸν
δοξάσωμεν, Ὅνπερ οὗτοι ἐκήρυξαν, ὁ Ἰωάννης καὶ ὁ Σταμάτιος, σὺν Νικολάῳ, τῷ
συμπολίτῃ αὐτῶν, τὸν ὄντως κύριον, καὶ ἀθέους ἔπληξαν Ἀγαρηνούς· ὐφ’ ὧν
ἀπετμήθησαν, καὶ δόξης ἔτυχον.
Δεῦτε,
συνελθόντες σήμερον, πάντες πιστοὶ εὐσεβῶς, τοὺς λαμπρῶς ἐναθλήσαντας,
νικηφόρους Μάρτυρας, εὐλαβῶς εὐφημήσωμεν, τοὺς ἀπὸ Σπέτσας ἀναβλαστήσαντας, καὶ
ἐν τῇ Χίῳ, στεῤῥῶς ἀθλήσαντας, θεῖον Σταμάτιον, σὺν τῷ Ἰωάννῃ τε τοὺς ἀδελφούς,
καὶ τὸν οὐρανόφρονα, θεῖον Νικόλαον.
Δόξα.
Ἦχος α΄.
Ἐνεθάῤῥυνέ
ποτε ἐν τῷ σταδίῳ τὸν Νέστορα, ὁ Μεγαλομάρτυς Δημήτριος· ἐνθαῤῥύνει νῦν, ἐν
τοῖς μαρτυρικοῖς παλαίσμασι, τοὺς Νεομάρτυρας, ὁ ἱερομάρτυς Πλάτων ὁ τρισόλβιος.
Ἐν τῷ δεσμωτηρίῳ ἐγύμναζε, τῆς Θεσσαλονίκης τὸ ἀγλάϊσμα, τὸν παλαιστήν· ἐκ τοῦ
δεσμωτηρίου ἀλείφει τοὺς ἐκ Σπετσῶν στεφανίτας ὁ κλεινὸς τῆς Χίου Ἱεράρχης. Τοῦ
Μυροβλύτου ἡ προτοπὴ ἐνεδυνάμωσε τὸν Ἀθλητήν, εἰς τὸ καταβαλεῖν τοῦ Λυαίου τὴν
ἔπαρσιν· τοῦ ποιμενάρχου ἡ εὐχή, ταῖς ἀπειλαῖς καὶ ταῖς ἐπαγγελίαις τοῦ
τυράννου, ἀδούλωτον ἀποφαίνει τῶν Νεομαρτύρων τὸ φρόνημα. Τότε, ὁ σθεναρὸς
στρατηλάτης Δημήτριος προέδραμε τοῦ Νέστορος εἰς τῆς ἀϊδίου δόξης τὰ σκηνώματα·
νῦν ὁ γηραιὸς Ἀθλητής, εἰς τοὺς θείους θαλάμους προπέμπει, τῇ μαρτυρικῇ
ἐστεμμένους αἴγλη, τοὺς Νεομάρτυρας. Ὢ τῆς ὑμῶν μακαριότητος, νέοι στεφανῖται,
Ἰωάννη, Σταμάτιε καὶ Νικόλαε· οἵᾳ χορείᾳ ἐν οὐρανῷ ἐμπολιτεύεσθε· οἵῳ κλέει τὴν
ἐπίγειον ὑμῶν περιβάλλετε· νέοι ὄντως ἀστέρες, τοῖς παλαιοῖς ἰσοφεγγεῖς
ἀνεδείχθητε· λαμπρὰ ἡμῖν ὑποδείγματα τῆς ζώσης εἰς Χριστὸν πίστεως κατελίπετε·
Ὃν ἀπαύστως πρεσβεύετε ὐπὲρ τῶν τελούντων εὐλαβῶς τὴν ἑορτὴν ὑμῶν τὴν ἀοίδιμον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σήμερον
ἡ Ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ
κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις
ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε. Νῦν ἀπολύεις τὸν δοῦλόν
σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Δεῦτε
πιστοὶ συνδραμόντες ἐκ πόθου, θεασάμεθα θέμα αξένον, νέους ἀειθαλεῖς ἐν αὐτῷ τῷ
ἄνθει τῆς νεότητος, συμπλακέντας τοῖς αἱμοβόροις καὶ τοῖς ἀπίστοις Ὀθωμανοῖς,
καὶ ἀνδρείως ἐνστάντας τῇ δυνάμει τοῦ Σταυροῦ, τὴν ὀφρὺν τὴν ἐκείνων κατέβαλον,
καὶ στεφάνους λαβόντες μαρτυρικούς, νικηφόροι εἰς οὐρανοὺς ἀνίπτανται,
παριστάμενοι τῷ Βασιλεῖ τοῦ παντός, καὶ πρεσβεύοντες αὐτῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Ἐγκωμίων
ἄνθεσι καὶ ἀμαράντοις στεφάνοις, τὰς ἀθλητικὰς κορυφάς, τῶν νεοθαλῶν Ἀθλητῶν
μελῳδικῶς καταστέψωμεν· χαίρετε, ἐκβοῶντες αὐτοῖς, τῆς ἀληθείας ὁπλῖται, καὶ
τῶν Ὀρθοδόξων στερέωμα· χαίρετε, ἀδελφοὶ συναθληταί, ὡς τῶν συγγενῶν καὶ
πατρίδος τὸ καύχημα· χαίρετε, Σταμάτιε καὶ Ἰωάννη, σὺν Νικολάῳ τῷ στεῤῥῷ, τῶν
Νεομαρτύρων ἡ δόξα καὶ τὸ καύχημα. Διὸ μὴ παύσησθε πρεσβεύειν ἀεί, ὑπὲρ τῶν
ἐκτελούντων τὴν μνήμην ὑμῶν.
Ἦχος γ΄.
Κεκλεισμένοι
ἐν φρουρᾷ, καὶ ἐν ζοφώδει σκότει κατεχόμενοι, ἐν νηστείαις καὶ εὐχαῖς τὸν Θεὸν
τῶν ὅλων ἱκέτευον· καὶ πρὸς ἀλλήλους οὕτως ἔλεγον· ἀντιστῶμεν τοῖς ἐχθροῖς, καὶ
μὴ προδῶμεν πίστιν τὴν ἀμώμητον· δῶμεν σῶμα τὸ φθαρτόν, καὶ ἀπολαύσωμεν στέφος
τὸ ἄφθαρτον· ἀνθιστῶμεν πρὸς καιρόν, ἵνα τύχωμεν τῶν αἰωνίων ἀγαθῶν,
εὐφραινόμενοι εἰς αἰῶνας αἰώνων.
Δόξα.
Ἦχος πλ. α΄.
Ἡ
Ἐκκλησία σήμερον, χαρμοσύνως πανηγυρίζει καὶ ἐγκαυχωμένη βοᾷ· ἐλαμπρύνθη μου τὸ
κάλλος· ἰδοὺ γὰρ καὶ νῦν, Νέοι Μάρτυρες, καὶ ἐρυθρόν μου χιτῶνα, τοῖς
μαρτυρικοῖς αὐτῶν αἵμασιν ἐρυθραίνουσι, καὶ στολὴν δόξης ἐπαμφιέννυνται· ἡ γὰρ
ἐμὴ δόξα, οὐδέποτε γηράσκει· διὸ κἀγὼ τοὺς ἐμὲ δοξάζοντας ἀντιδοξάζω,
καταφέρουσα αὐτοὺς τοῖς ἀμαράντοις στεφάνοις, καὶ συναριθμοῦσα αὐτοὺς ταῖς τῶν
Ἁγίων χορείας, εὐφραίνεσθαι, καὶ τρυφᾶν αἰώνια.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ὁ
παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ
οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· Νῦν ἀπολύεις ἐν
εἰρήνῃ, κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν
σου Ἅγιε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
ἐξεδόθη καθ’ ὑμῶν, ψῆφος ἡ πικρὰ τοῦ θανάτου, καὶ ἡ ἀπόφασις, τότε ἀγαλλόμενοι,
δρόμον ἐτρέχετε, θαρσαλέως κραυγάζοντες, καὶ μεγαλοφώνως, τοῖς παρατυγχάνουσι,
χριστιανοὶ ἐσμέν· καὶ ὑπὲρ Χριστοῦ τὸν αὐχένα ξίφεσι προδίδομεν πόθῳ, ἵνα
Βασιλείας ἐπιτύχωμεν.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅλῇ,
τῇ καρδίᾳ καὶ ψυχῇ, πόθῳ τὴν ὁδὸν τελειῶσαι, τὴν τῆς ἀθλήσεως, ἔφεσιν
κτησάμενοι, ὅτε ἠκούσατε, τὴν φωνὴν τοῦ δικάζοντος, τὴν ἐξενεχθεῖσαν, δόξαν
ἀναπέμψατε τῷ τῶν ἁπάντων Θεῷ· ὅθεν, καὶ τὸ ξίφος ὁρῶντες, ἄφοβοι εὐφραίνεσθε
πᾶσι, καὶ ἀκαταπτόητοι μακάριοι.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δρόμον,
μαρτυρίου τὸν καλόν, χαίροντες ἠνύσατε πόθῳ, ἀξιοθαύμαστοι, ἔνδοξε Σταμάτιε,
καὶ Ἰωάννη σοφέ, καὶ σφαγέντες ἀνίπτασθε, ταῖς ἀνω χορείαις, τῶν Μαρτύρων
Τάγμασι, συνευφραινόμενοι, καὶ σὺν Νικολάῳ τῷ θείῳ, τῷ ὑμῶν στεῤῥῷ συμπολίτῃ,
δέησιν πρὸς Κύριον ποιούμενοι.
Δόξα.
Ἦχος πλ. β΄.
Ἑορτὴ
χαρμόσυνος ἐπέλαμψε τῇ Ἐκκλησίᾳ σήμερον, τῶν νεοφανῶν Ἀθλοφόρων Χριστοῦ· καὶ
τοὺς πιστοὺς συγκαλοῦσα ἅπαντας ἐγκαυχωμένη βοᾷ· ἐλαμπρύνθη μου τὸ κάλλος, τοῖς
τῶν νεοφανῶν Ἀθλητῶν ἀγωνίσμασι, τοῦ Νικολάου, Ἰωάννου καὶ Σταματίου, οἵτινες
ἐν Χίῳ τὴν πάλην ἐνστήσαντες, τῶν Ἀγαρηνῶν τὴν μανίαν κατήσχυναν, καὶ
μαρτυρικῆς τιμῆς ἠξιώθησαν, καὶ πρεσβεύουσι τῷ Χριστῷ ὑπὲρ εἰρήνης τοῦ κόσμου,
καὶ πάντων πιστῶν ἐκ πόθου τελούντων τὴν μνήμην αὐτῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ὁ
ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ' ἅρματος Χερουβίμ, ἀνακλιθῆναι
εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος,
ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄.
Τοὺς εὐκλεεῖς τῶν Σπετσῶν γόνους, καὶ τῆς Χίου τὰ θεῖα
ἐγκαλλωπίσματα, τοὺς πυρσοφεγγεῖς φωστῆρας, τοὺς ἐν τῇ πλειάδι τῶν νέων
Μαρτύρων ἀγλαοφανῶς σελαγίζοντας, Νικόλαον τὸν σεπτόν, σὺν τοῖς κλεινοῖς Ἰωάννῃ
καὶ Σταματίῳ τοῖς ὁμαίμοσι, πάντες οἱ τῶν ἄθλων αὐτῶν θαυμασταί, συνελθόντες
ὕμνοις τιμήσωμεν, Χριστὸν τὸν ἀθλοθέτην καὶ βραβευτὴν αὐτῶν δοξάζοντες.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος
τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ
Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν,
χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ
τῆς πίστεως ἄνθη τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ Ἀθλητάς, Νικόλαον
τιμήσωμεν, Ἰωάννην Σταμάτιον, ὡς τοῦ ἐχθροῦ τῆς πλάνης ἐνθέως πατήσαντας, καὶ
τῶν ἀπίστων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς
νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν· πρεσβεύσατε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην ὑμῶν.
Δόξα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Συνελθόντες
εὐλαβῶς, ἅπας λαὸς τῶν εὐσεβῶν, εὐφημήσωμεν λαμπρῶς, τοὺς αὐταδέλφους Ἀθλητάς,
σὺν Νικολάῳ ἐκλάμψαντας ἀπὸ τὰς Σπέτσας, ἀθλήσαντας λαμπρῶς, ἐν Χίῳ σήμερον,
ἀπίστους δὲ ἐχθρούς, τῇ θείᾳ χάριτι, καταβαλόντας στέψωμεν τοὺς νικηφόρους
ἀναδραμόντας μετ’ εὐφροσύνης, εἰς τὰ ἄνω Βασίλεια.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νηπιάζει
δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν
σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω
τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς
ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μακάρισον
θερμῶς, ὁ Βασίλειος λέγει, τοὺς Μάρτυρας καὶ σύ, Μάρτυς ἔσει τῇ γνώμῃ· τὶς οὖν
μὴ θαυμάσει, τοὺς λαμπρῶς ἐναθλήσαντας, καὶ τῷ αἵματι τῷ σφῶν αὐτῶν
ἐκπλυθέντας, Χριστοῦ θείᾳ χάριτι.
Δόξα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Λαμπρῶς
ἀθλήσαντες, δόξης ἐτύχετε, Μάρτυρες ἔνδοξοι, θεῖε Σταμάτιε, σὺν Ἰωάννῃ τῷ
κλεινῷ, αὐτάδελφοὶ κατὰ φύσιν, κατὰ χάριν πάλιν δέ, πολλῷ μᾶλλον ἐδείχθητε,
ὄντως ὁμογνώμονες τῷ στεῤῥῷ Νικολάῳ τε· διὸ μαρτυρικαῖς ἱκεσίαις, ὑμῶν τὸν
κόσμον εἰρηνεύσατε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἐκ
τῆς Παρθένου Σέ, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών, νῦν
ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν Σου Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ
ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ Σοι· ἡμεῖς δὲ Ζωοδότα βοῶμέν
Σοι· δόξα τῷ οὕτως εὐδοκήσαντι.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει
σήμερον, ἡ Ἐκκλησία, τὴν τιμίαν ἄθλησιν, τῶν πανευφήμων Ἀθλητῶν, εὐφραινομένη
καὶ μέλπουσα, τὰς ἀριστείας αὐτῶν καὶ παλαίσματα.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν
ἀγκάλαις φέρων Σε, ὦ Θεοῦ Λόγε, ἡ Παρθένος Δέσποινα, προσάγει νῦν ἐν τῷ Ναῷ,
καὶ Συμεών Σε δεξάμενος, νῦν ἀπολύεις ἐκραύγαζε Δέσποτα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Σήμερον,
ἡ νῆσος Σπέτσαι, ταῖς τῶν Ἀθλοφόρων αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ
Ἐκκλησία, τοῖς αἵμασιν ὡραϊζομένη, σὺν τοῖς ἐν Χίῳ βοᾷ· Νικόλαε, Σταμάτιε καὶ
Ἰωάννη, Μάρτυρες σεπτοί, μὴ παύσησθε πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, τοῦ Ἁγίου Συμεὼν καὶ τῶν
Νεομαρτύρων.
Ὁ Κανὼν τῆς Ὑπαπαντῆς, οὗ ἡ ἀκροστιχίς: Χριστὸν γεγηθὼς
Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾨδὴ
α' Ἦχος γ' Ὁ Εἱρμός
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος,
ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι,
καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ῥανάτωσαν
ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις
ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ
Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ἰσχύσατε
χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως
κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ
Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Συνέσει
ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ
τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ
πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.
Ὁ Κανὼν τοῦ Δικαίου Συμεών, οὗ ἡ ἀκροστιχίς: Δέχου τὸν ὕμνον
Συμεὼν Θεοδόχε. Ἰωσήφ. ᾨδὴ α' Ἦχος
δ' Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα
μου
Δικαίων
σκηνώμασι, περιχαρῶς αὐλιζόμενος, τὸν δίκαιον Κύριον, Συμεὼν
δίκαιε, τοὺς τὴν θείαν σου, τελοῦντας δικαιῶσαι, μετάστασιν αἴτησαι,
μακαριώτατε.
Ἐν
νόμῳ γενόμενος, Ἱερουργὸς Ἱερώτατε, ὃν νόμος ἐκήρυξε, βρέφος τεθέασαι, καὶ τῆς
φύσεως, τῷ νόμῳ Θεοδόχε, θανὼν πρὸς ἀθάνατον, χαίρων μετέβης ζωήν.
Χειρὶ
τὸν κατέχοντα, τῆς οἰκουμένης τὰ πέρατα, Παρθένου φερόμενον, χερσὶν ἑώρακας,
καὶ τιμίαις σου, δεξάμενος ἀγκάλαις, Μωσέως ἀνώτερος, ὤφθης Πανόλβιε.
Θεοτοκίον
Ὁ
πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Πλάστης πλάττεται,
ὁ ἀχώρητος, χωρεῖται ἐν κοιλίᾳ, τῇ σῇ σωματούμενος, θεοχαρίτωτε.
Τῶν Νεομαρτύρων· ἡ ἀκροστιχίς:
Θεῖοι Μάρτυρες, δωρήσασθέ μοι χάριν. Ἀνθίμου
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Θεὲ
τῶν ὅλων πλαστουργὲ τῆς κτίσεως, ταῖς τῶν Μαρτύρων λιταῖς, πέμψον κἀμοὶ χάριν,
ἀνυμνῆσαι μέλλοντι, τοὺς ἱεροὺς ἀγῶνάς τε, τὴν λαμπρὰν μαρτυρίαν, καὶ τὴν
αἰσίαν τελείωσιν, τῶν νεοφανῶν Ἀθλοφόρων Σου.
Ἔχοντες
πίστιν στεῤῥὰν πρὸς Κύριον, τὰς συμφορὰς τῶν δεινῶν, ὧν αἱ περιστάσεις, καθ’ ὑμῶν
ἐπέφερον, βουλὴν Θεοῦ ἠγήσασθε, καὶ γενναίως ἀθλῆσαι, ὑπὲρ τῆς πίστεως εἵλεσθε,
καὶ τελειωθῆναι δι’ αἵματος.
Ἵνα
σωθῶμεν καὶ Θεὸν δοξάσωμεν, νῦν ἀντιστῶμεν καλῶς, καὶ τὰς τῶν τυράννων, ἀπειλὰς
μὴ πτήξωμεν, συνομιλοῦντες ἔλεγον, οἱ γενναῖοι ὁπλῖται, ὁ γενναιόφρων Νικόλαος, σὺν τῷ Ἰωάννῃ
Σταμάτιος.
Θεοτοκίον
Ὅλον
ἐδέξω ἐν νηδύϊ πάναγνε, τὸν τοῦ παντὸς Ποιητήν, Θεόν τε καὶ Λόγον, σάρκα
χρηματίσαντα, Ὃν οἱ γενναῖοι Μάρτυρες, εὐθαρσῶς καὶ ἀνδρείως, ἐν τῷ σταδίῳ
ἐκήρυξαν, ὡς Θεὸν τῶν ὅλων καὶ Κύριον.
ᾨδὴ
γ' Ὁ Εἱρμός
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων,
στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Ὁ
πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ
χεῖρας προτείνων ἐπέφανε.
Νηπιόφρονα,
τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας
ἐπέφανε.
Γῆς
ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς
ἀτρέπτως νηπιάσας ἀνέδειξε.
Τοῦ
Δικαίου. Ὁ Εἱρμός. Ὅτι στεῖρα ἔτεκεν
Ὑψωθεὶς
ταῖς πράξεσι, ταῖς ἱεραῖς Θεηγόρε, φωτοειδὴς ὡς στῦλος ἐπερειδόμενος σαφῶς, τῷ
Παναγίῳ Πνεύματι γεγένησαι· ὅθεν εὐφημοῦμέν σε.
Τὸν
τοῦ νόμου Κύριον, καθυπανοίξαντα μήτραν, παρθενικὴν καὶ βρέφος σωματοφόρον Συμεών, γεγενημένον ἔβλεψας δωρούμενον, πᾶσιν
ἀπολύτρωσιν.
Ὁ
χειρὶ τὸν ἄνθρωπον, δημιουργήσας χερσί σου, σωματωθεὶς κρατεῖται, καθαγιάζων σε
σαφῶς, καὶ πρὸς τὴν ζωὴν τὴν μέλλουσαν αἰτήσαντα, Μάκαρ ἀπολύει σε.
Θεοτοκίον
Νοητὴν
λαβίδα σε, ἄνθρακα φέρουσαν θεῖον, τὸν ἐκ τῶν σῶν αἱμάτων σωματωθέντα ὑπὲρ
νοῦν, ὁ Συμεὼν ὡς ἔβλεψε Πανάμωμε, χαίρων
ἐμακάριζε.
Τῶν
Νεομαρτύρων. Οὐρανίας ἁψῖδος.
Ἴσον
ἔχοντες ζῆλον, ἴσον καὶ τὸν ἔρωτα τὸν ὑπὲρ πίστεως, ἡ δυὰς ἡ θεία, τῶν καλῶν
ἀδελφῶν ἡ ὁμότροπος, καὶ ὁ γενναιόφρων, Νικόλαος
ὁ θεῖος, εὐθαρσῶς τὸν Χριστὸν ἀνεκήρυξαν.
Μετανοίας
τὸν δρόμον, ἐν τῇ φυλακῇ κεκλεισμένοι διήνυον, προσευχαῖς καὶ ὕμνοις, ἐν νυκτὶ
καὶ ἡμέρᾳ δεόμενοι, τῷ Θεῷ τῶν ὅλων, τοῦ καταπέμψαι αὐτοῖς χάριν, καὶ ἰσχὺν
οὐρανόθεν δωρήσασθαι.
Ἀδελφοὶ
συμφρονοῦντες, καὶ ἀδελφικὸν καὶ τὸν ἔρωτα ἔχοντες, συλλαλοῦντες ἄμφω,
ἀντιστῶμεν ἀνδρείως ἐκραύγαζον· τοῖς πικροῖς διώκταις, καὶ τὸν Σταυρὸν ὡς δόρυ
σχόντες, τοὺς τῆς Ἄγαρ ἐγγόνους αἰσχύνωμεν.
Θεοτοκίον
Ῥητορεύειν
οὐ σθένει, γλῶσσά τε καὶ νοῦς ὦ Παρθένε Θεόνυμφε, τοῦ λαλεῖν τὸ θαῦμα, τῆς
ἀσπόρου λοχείας τοῦ Τόκου Σου, πῶς ὁ ἐν τοῖς κόλποις, τοῦ οὐρανίου Πατρὸς πέλων,
Συμεὼν ἐν ἀγκάλαις κατέχεται.
Κάθισμα Ἦχος
α΄. Τὸν Τάφον Σου Σωτήρ.
Ἀθλήσαντες
καλῶς, ἐκομίσασθε στέφος, ἀθλήσεως λαμπρόν, ὦ αὐτάδελφοι θεῖοι, Σταμάτιε ἔνδοξε, Ἰωάννη
μακάριε, ὄντως Μάρτυρες, τῆς ἀληθείας φανέντες, ἐκομίσασθε, τοῦ μαρτυρίου τὸ
στέφος, ὁμοῦ Νικολάῳ τε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀγκάλες
Συμεών, Σὲ κατέχει ὡς βρέφος, τὸν πάντων Ποιητήν, ἐν Ναῷ προσαχθέντα, ὠλέναις
κρατούμενον, μητρικαῖς ὡς νήπιον, Ὃν οἱ Μάρτυρες, Θεόν Σε τέλειον ὄντα,
ἀνεκήρυξαν, καὶ στέφος δόξης λαβόντες, ἀεὶ συνευφραίνονται.
ᾨδὴ
δ' Ὁ Εἱρμός
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου
Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός,
ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ
πάντα τῆς σῆς αἰνέσεως.
Γηθόμενος
Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι
Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα
τῆς σῆς αἰνέσεως.
Ἣν
ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ
θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν,
κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Θεώμενος
Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ
ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη
τὰ πάντα τῆς σῆς αἰνέσεως.
Τοῦ
Δικαίου. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ
Ὑπερήκμασας
τῷ γήρᾳ, τῇ δὲ πίστει ἐνέαζες, νέον βρέφος θέλων, βλέψαι Συμεὼν τὸν παντέλειον, ἀνακαινίζοντα κόσμον τὸν
γηράσαντα, ἐπιθέσει τοῦ παλαιοῦ πολεμήτορος.
Μακαρίσωμεν
συμφώνως, Συμεὼν τὸν μακάριον, ὡς ἀξιωθέντα,
βλέψαι τὸν Θεὸν τὸν μακάριον, σάρκα φορέσαντα, ὅπως ἀπεργάσηται, μακαρίους,
τοὺς πρὶν ἀθλίους χρηματίζοντας.
Νομοδότην
σε γινώσκω, καὶ νομίμων τῆς φύσεως, σαρκωθέντα δίχα, νόμον τε καινὸν
εἰσοικίσαντα, ὁ Συμεὼν ἀνεβόα, μόνε Κύριε·
Νῦν ἀπόλυσόν με, πρὸς ζωὴν τήν ἀκήρατον.
Θεοτοκίον
Ὁ
χειρὶ τὰ πάντα φέρων, ἐν χερσὶ βασταζόμενος τῆς ἀειπαρθένου, ταύτην Χερουβὶμ
ἀπειργάσατο, καὶ Σεραφὶμ ἀνωτέραν ὡς γεννήτριαν, ἣν ὑμνήσωμεν, καὶ εὐσεβῶς
μακαρίσωμεν.
Τῶν
Νεομαρτύρων. Σύ μου ἰσχὺς Κύριε.
Τὶ
πρὸς αὐτό, ἢ σήμερον ἀποθάνωμεν, ἢ εἰς χρόνους ὕστερον θνηξόμεθα, σήμερον γὰρ
ὑπὲρ Χριστοῦ ὁ ἀγὼν ὑπάρχει, μὴ δειλιάσωμεν, μὴ πτήξωμεν τυράννους, ἀντιστῶμεν
δὲ μᾶλλον, καὶ ὑψώσωμεν πίστιν ὀρθόδοξον.
Ὕμνοις
ἀεί, καὶ προσευχαῖς καὶ δεήσεσι, πεφραγμένοι ὥσπερ θυρεοῖς καλοῖς, μεγαλοφώνως
οἱ Ἀθληταὶ εὐθαρσῶς ἐβόων, ἡ δυὰς ἡ αὐτάδελφος, σὺν τῷ Νικολάῳ,
χριστιανοί ἐσμεν διῶκται, καὶ χριστιανοὶ τεθνηξόμεθα.
Ῥοαῖς
θερμῶν, καὶ γλυκυῤῥόων δακρύων τε, ἱκετεύειν Θεὸν οὐκ ἐπαύσασθε, ἐν τῇ φρουρᾷ
ὄντες τῇ δεινῇ, κατακεκλεισμένοι, ἐπὶ ὀκτὼ ὁλοκλήρους τε ἡμέρας τε καὶ νύκτας,
καὶ Θεὸν λιπαροῦντες, καταπέμψασθαι δύναμιν ἄνωθεν.
Θεοτοκίον
Ἐπὶ
τὴν Σήν, νῦν Θεοτόκε ἀντίληψιν προσφυγόντες, δύναμιν ἐδέξαντο, οἱ Ἀθληταὶ καὶ
καταβαλεῖν ἴσχυσαν δυνάμει, τοὺς ἐκ τῆς Ἄγαρ τροπώσασθαι, καὶ Σὲ Θεοῦ Μητέρα,
καὶ βοήθειαν πάντων, εὐθαρσῶς καὶ ἀνδρείως ἐκήρυξαν.
ᾨδὴ
ε' Ὁ Εἱρμός
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ
ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ
γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Συνεὶς
ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων
Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν
Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προκύψας
ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος,
πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ
εἰρήνης δεσπόζοντα.
Ῥύπτεται
Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ
ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ
εἰρήνης δεσπόζοντα.
Τοῦ
Δικαίου. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα
Νοὸς
καθαρότητι, Θεῷ τῷ παντοκράτορι, Ἄγγελος καθάπερ λειτουργήσας, Μάκαρ ἐναίμοις
θυσίαις ἥγνισας, πάλαι τὸν λαὸν τοῦ Ἰσραήλ, αἷμα τὸ σωτήριον, προδηλούσαις
τρανότατα.
Σαυτὸν
ἀπετέλεσας, ναὸν Θεοῦ πανάγιον, πράξεσιν ἐνθέοις θεηγόρε· ὅθεν ὡς βρέφος ἐν τῷ
ἁγίῳ ναῷ, ἔβλεψας Θεὸν μετὰ σαρκός, σὲ μεταβιβάζοντα, πρὸς τὰ θεῖα σκηνώματα.
Ὑμνήσωμεν
σήμερον, πνευματικῶς χορεύοντες, πάντες Συμεὼν
τὸν Θεοδόχον, καὶ σὺν ἐκείνῳ, Ἄνναν τὴν
σώφρονα, προφήτας ὑπάρχοντας Θεοῦ, τοῦτον κατιδόντας τε, δι' ἡμᾶς νηπιάσαντα.
Θεοτοκίον
Μὴ
φλέξας τὴν μήτραν σου, ὁ φύσει ἀναλλοίωτος, μόνη Χερουβὶμ ἁγιωτέρα, ἄνθρωπος
ὤφθη ἐκ σοῦ τικτόμενος, καὶ τοὺς ἀπωσθέντας τῇ φθορᾷ, πάντας ἀνεσώσατο,
Θεομῆτορ πανάμωμε.
Τῶν
Νεομαρτύρων. Ἵνα τί με ἀπώσω.
Σὲ
Θεὸν τῶν ἁπάντων, Σὲ καὶ Βασιλέα ἁπάσης τῆς κτίσεως, οἱ στεῤῥοὶ ὁπλῖται, Ἰωάννης ὁμοῦ καὶ Σταμάτιος,
σὺν τῷ Νικολάῳ, ἐν εὐτολμίᾳ ἀνεβόων· τὸν
Χριστὸν οὐκ ἀρνούμεθα πώποτε.
Δωρεὰς
παμμεγίστους, καὶ τιμὰς καὶ δόξας τε, καὶ τἆλλα ἅπαντα, ἀπειλάς τε αὖθις καὶ
πικράς τε μωρίας προὐτείνοντο, ἀλλ’ αὐτοὶ οὐδόλως, προσεῖχον ταῖς θωπείαις,
ἀλλὰ πρόσκαιρον θάνατον εἵλοντο.
Ὄντως
αὖθις πληροῦται, εὐαγγελικῶν τε ῥημάτων ἡ ἔννοια, ἡ γὰρ δύναμίς μου, ἀσθενείᾳ
τελειοῦται ὡς εἴρηται, οἱ γὰρ νέοι οὗτοι, καταβαλόντες τοὺς τυράννους, τὴν
ὀρθόδοξον πίστιν ἐκράτυναν.
Θεοτοκίον
Ῥητορεύειν
οὐ σθένει, γλῶσσα καὶ διάνοια τὰ Σὰ θαυμάσια, Παναγία Κόρη, πῶς ὁ ἐν ὑψίστοις
καθήμενος, ταῖς χερσὶ κρατεῖται, τοῦ Συμεὼν καθάπερ βρέφος, καὶ ἀγκάλαις ταῖς
Σαῖς ἐνθρονίζεται.
ᾨδὴ
ς' Ὁ Ειρμὸς
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς,
τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός
μου.
Σιὼν
σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα,
ἀρραγὴς πιστῶν σωτηρία.
Βεβαίως
φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν
ἀσθένειαν περιέθου.
Υἱὸν
Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον
ἐν εἰρήνῃ.
Τοῦ
Δικαίου. Ὁ Εἱρμός
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν
τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ
Βασιλεῦ τῶν δυνάμεων.
Ἐβόησας,
ὁπηνίκα κατεῖδες τὸν Κύριον. Ὡς ὑπέσχου, νῦν τὸν δοῦλόν σου Σῶτερ ἀπόλυσον,
τοῖς ἐν ᾍδῃ πᾶσι, σοῦ τὴν θείαν μηνύσοντα σάρκωσιν.
Ὡραιώθης,
καὶ Μωσέως λαμπρότερος γέγονας, ἐν ἀγκάλαις, τὸν ἐν κάλλει ὡραῖον δεξάμενος, Συμεὼν Πρεσβύτα, δι' ἡμᾶς νηπιάσαντα Κύριον.
Ναμάτων
σε, πεπλησμένον τῶν θείων ἀπάραντα, καὶ πρὸς ᾍδου, τοὺς κευθμῶνας χωρήσαντα
βλέψαντες, οἱ ἐκεῖ δεσμῶται, Συμεὼν θείας
δρόσου ἐπλήσθησαν.
Θεοτοκίον
Θηρεῦσαί
με, καθ' ἑκάστην ζητεῖ ὁ παμπόνηρος, ἀλλ' αἰτοῦμαι, τῶν παγίδων ἐξάρπασον
Δέσποινα, καὶ τῇ θείᾳ σκέπῃ, τῶν πτερύγων σου σῶον συντήρησον.
Τῶν
Νεομαρτύρων. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ
πρόνοια τοῦ Θεοῦ, καὶ ἠ σοφία ἡ πάνσοφος, τρόποις οἷς οἶδεν αὐτή, τὰ πάντα
διέπουσα, καὶ ὑμᾶς ηὐδόκησεν, ἐν ἐσχάτοις χρόνοις, μαρτυρίου στέφος λήψασθαι.
Σὴν
παῤῥησίαν εἰδώς, ὦ Σταμάτιε, καὶ ἄκων
ὁμολογεῖ, τὸν ἔνθερμον ἔρωτα, τὸν ἐν τῇ καρδίᾳ σου, διὰ τοῦτο αὖθις, τὴν
ἀπόφασιν ἐκδέδωκε.
Θεὸν
τῶν ὅλων ἀεί, ἐκλιπαροῦντες ἐδέεσθε, ταχῦναι τὴν τῶν δεινῶν, τελείωσιν Ἅγιοι,
καὶ τέλος δωρήσασθαι, τὸ πεποθημένον, καὶ οὐράνιον ἀπόλαυσιν.
Θεοτοκίον
Ἁγία
Μήτηρ Θεοῦ, τῶν Ἀθλητῶν ἡ βοήθεια, βοήθησον καὶ ἡμῶν, αὐτῶν ταῖς δεήσεσι, καὶ
δώρησαι λύτρωσιν, καὶ δεινῶν τὴν λύσιν, καὶ πταισμάτων τὴν συγχώρησιν.
Κοντάκιον.
Τῆς Ἑορτῆς. Ἦχος α'
Ὁ
μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς
ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν
πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος
φιλάνθρωπος.
Κοντάκιον.
Τῶν Νεομαρτύρων. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει
σήμερον, τῶν Ὀρθοδόξων ὁ δῆμος, τὴν τιμίαν ἄθλησιν, Σταματίου
καὶ Ἰωάννου, μέλποντες, τὰς ἀριστείας καὶ
λαμπροὺς ἄθλους, ᾄσμασι, τῶν αὐταδέλφων καὶ Νικολάου,
καὶ συμφώνως ἐκβοῶντες· Μάρτυρες Νέοι, τῶν Σπετσῶν καύχημα.
Ὁ
Οἶκος.
Ἀνδρείως
ἀγωνισάμενοι, οἱ καρτερόψυχοι καὶ κάλλιστοι αὐτάδελφοι, καὶ εὐθαρσῶς τὸν
Χριστὸν ἐν τῷ σταδίῳ κηρύξαντες, κατέπτυσαν τὰς τῶν τυράννων ἀπειλὰς καὶ
θωπείας καὶ εὐθαρσῶς τὸν Χριστὸν ὁμολογήσαντες Θεὸν τοῦ παντός, τὸν διὰ σπάθης
θάνατον ἐπόθησαν ὁ γενναῖος Ἰωάννης, καὶ ὁ καρτερόφρων Σταμάτιος, σὺν τῷ
Νικολάῳ τῷ αὐτῶν συνοδίτῃ καὶ συμπολίτῃ, οὕς, ἐγκωμίων ἄνθεσιν, καὶ Μαρτύρων στεφάνοις,
Χριστὸς ἔστεψεν ὡς Ἀθλητάς τε καὶ Μάρτυρας, οἷς καὶ ἡμεῖς ἐκ πόθου προσείπωμεν,
μὴ ἐλλίπητε πρεσβεύειν πρὸς τὸν Δεσπότην, τοῦ οἰκτειρῆσαι ἡμᾶς Μάρτυρες Νέοι,
τῶν Σπετσῶν καύχημα.
Συναξάριον
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τῶν Ἁγίων Νεομαρτύρων Σταματίου καὶ Ἰωάννου
τῶν αὐταδέλφων, καὶ τῶν αὐτῶν συντρόφου Νικολάου, τῶν ἐκ Σπετσῶν καὶ ἐν Χίῳ
μαρτυρησάντων.
Βαβαὶ
τοσαύτης ἀδελφῶν εὐθαρσίας.
Σπεύδουσιν
ἄμφω ποῖος ἐκτημηθῆ πρώτον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης
τῆς Προφήτιδος.
Ἤγγειλε
νεκροῖς Πρέσβυς, ὡς Θεὸς Λόγος,
ἄνθρωπος
ὀφθείς, μέχρι καὶ τούτων φθάσει.
Οὐ
γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
ἕως
ἐπ’ αὐτῆς τὸν Θεὸν εἶδε βρέφος.
Ὃς ἐν τῷ παρόντι βίῳ, τὴν
παρατεταμένην ζωὴν δεξάμενος, διὰ τὸ χρηματισθῆναι ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου,
μὴ ἰδεῖν θάνατον, πρὶν ἢ τὸν Χριστὸν θεάσηται, ἐν ἀγκάλαις τοῦτον ὑποδεξάμενος,
καὶ τὰ περὶ αὐτοῦ ἐσόμενα, Πνεύματι Ἁγίῳ θεοφορηθείς, καὶ προμηνύσας, κατὰ τὸν
αὐτοῦ χρηματισμόν, τοῦ βίου πέρας ἐδέξατο.
Ἡ δὲ Προφῆτις Ἄννα, θυγάτηρ
ἦν Φανουήλ, ὃς ἐξ Ἀσὴρ κατήγετο. Συνοικήσασα δὲ ἀνδρὶ ἐπὶ χρόνοις ἑπτά, καὶ
τοῦτον ἀποβαλοῦσα θανάτου νόμῳ, νηστείᾳ καὶ προσευχῇ ἐν τῷ ναῷ σχολάζουσα,
πάντα τὸν βίον αὐτῆς διετέλει. Ὅθεν ἀδιασπάστως τούτων ἐχομένη, κατηξιώθη καὶ
αὐτὴ αὐτὸν τὸν Κύριον ἰδεῖν, ὑπὸ τῆς Παναγίας αὐτοῦ Μητρός, καὶ Ἰωσὴφ τοῦ
δικαίου, τεσσαρακονθήμερον τὸ κατὰ σάρκα τῷ ναῷ προσφερόμενον. Ἀνθωμολογεῖτο δὲ
τῷ Θεῷ, καὶ προεφήτευε τρανῶς περὶ αὐτοῦ, πᾶσι τοῖς ἐν τῷ ναῷ παρατυχοῦσι
λέγουσα· Τοῦτο τὸ βρέφος, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν στερεώσας Κύριός ἐστιν·
αὐτός ἐστιν ὁ Χριστός, περὶ οὗ οἱ Προφῆται προκατήγγειλαν ἅπαντες.
Τούτων τοίνυν τὴν μνήμην
ποιούμενοι σήμερον, τὴν φρικτὴν καὶ ἄῤῥητον τοῦ Θεοῦ πρὸς ἡμᾶς καταγγέλομεν
συγκατάβασιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Ἀνδριανοῦ καὶ Εὐβούλου.
Ἀνδριανόν,
χαίροντα τμηθῆναι ξίφει,
χείρ,
ἡ φόνοις χαίρουσα, τέμνει δημίου.
Ξίφει
θανὼν Εὔβουλε, Κυρίου χάριν,
βουλὴν
ἐπέγνως ὡς ἀρεστὴν Κυρίῳ.
Οὗτοι, τὸ γένος εἷλκον ἀπὸ
τῆς Βανέας. Πόθῳ δὲ τῷ πρὸς τοὺς Ὁμολογητὰς τοῦ Χριστοῦ ἑλκόμενοι, εἰς Καισάρειαν
ἀφίκοντο. Φωραθέντες δὲ διὰ τὸ τῆς παῤῥησίας καθαρόν, ὡς ὄντες Χριστιανοί,
προσάγονται Φιρμιλιανῷ τῷ ἄρχοντι. Καὶ αὐτίκα πληγὰς κατὰ τῶν νώτων καὶ τῶν
πλευρῶν δέχονται, καὶ ἑτέραις μείζοσι βασάνοις ὑποβάλλονται. Ὡς δὲ εἰς τὴν
προτέραν ὁμολογίαν ἀκλινεῖς ἵσταντο, θηρίοις αὐτοὺς εἰς βορὰν ὁ ἄρχων ἐκδίδωσι.
Καὶ ὁ μὲν μακάριος Ἀνδριανός, λέοντι παραβληθείς, ἀνδρικώτατα τὸν ἀγῶνα
διεξῆλθεν, ἔπειτα ξίφει τὴν κεφαλὴν ἀφαιρεῖται. Ὁ δὲ Ἅγιος Εὔβουλος, πολλὰς
παρακλήσεις καὶ θωπείας ὐπομείνας, καὶ μὴ πεισθείς, τὸν αὐτὸν θῆρα
καταγωνισάμενος, τὰ ἶσα τῷ προτέρῳ παθῶν, ὕστατος τοὺς ἄθλους ἐπεσφραγίσατο.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Βλασίου τοῦ βουκόλου.
Βοῶν
ἐπαύλεις Βλάσιον εἶχον πάλαι,
αὐλαὶ
δὲ νῦν ἔχουσιν αὐτὸν Κυρίου.
Οὗτος, ἐκ Καισαρείας τῆς
Καππαδοκίας ἕλκων τὸ γένος, γονέων πλουσίων σφόδρα ὑπῆρχεν υἱός, ἐκ τῆς τῶν
βοσκημάτων πληθύος τῆς περιουσίας αὐτῶν αὐξανομένης, ἐξ ὧν καὶ δαψιλεῖς
παρεῖχον τοῖς πένησι τὰς εὐεργεσίας. Ἐπεὶ δέ, διωγμοῦ γενομένου, ὡς Χριστιανὸς
ὁ μακάριος Βλάσιος ἐζητεῖτο, καὶ οὐχ εὑρίσκετο, καὶ νάπαι καὶ ἐρημίαι
ἐξηρευνῶντο, τοῦτο μαθὼν ὁ γενναῖος, καὶ ὥσπερ ἐπὶ δεῖπνον κεκλημένος
βασιλικόν, προθύμως ἑαυτὸν δίδωσι τοῖς διώκουσι, καὶ ὡς εὐεργέτας ξεναγεῖ.
Ὡς δὲ τῷ δικαστηρίῳ
παρέστη, καὶ ἠρωτήθη, ἐξεῖπε καὶ τὸ ὄνομα, καὶ τὴν πίστιν, καὶ τὸ ἐπιτήδευμα.
Καὶ αὐτίκα αἴρεται ἐκ τεσσάρων καὶ τείνεται, καὶ νεύροις ὠμοῖς μαστίζεται. Εἶτα
κουφίζει ὁ Θεὸς τὰς ὀδύνας αὐτοῦ, καὶ θεραπεύει τὰς πληγάς. Οὗ γενομένου,
γοητείαν τοῦτον καλέσας ὁ ἡγεμών, λέβητι μεγίστῳ, ὕδατος καχλάζοντος πλήρει, τὸν
Ἅγιον ἐμβάλλει. Καὶ ἦν θαῦμα καὶ ἔκπληξις τὸ ὁρώμενον, ἄνθρωπος ὡς ἱμάτιον
ἀναβαλλόμενος τὸ πῦρ, ἐξ οὗ καὶ ἐφθέγγετο. Καὶ τί τὸ μετὰ ταῦτα; ἡμέρας πέντε
ἐνδιατρίβειν ὁ ἅγιος τῷ λέβητι κατακρίνεται. Ἄγγελοι δὲ αὐτὸν θαῤῥεῖν
ἐγκελευσάμενοι, τὴν ἐκ τοῦ πυρὸς ζάλην καὶ βλάβην ἀπεσκέδαζον. Ὅθεν οἱ τοῦ
λέβητος τὸν Ἅγιον ἐξενεγκεῖν στρατιῶται προσταχθέντες, ζῶντα τοῦτον ἰδόντες,
καὶ τοῖς Ἀγγέλοις συμψάλλοντα, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν.
Τοῦτο μαθὼν ὁ ἡγεμών,
ἑτέρους στρατιώτας ἐξέπεμψε, καὶ αὐτοὶ παραγενόμενοι, Χριστιανοὺς ἑαυτοὺς
ἀνηγόρευσαν. Εἶτα, καὶ αὐτὸς ὁ ἡγεμὼν ἐλθών, καὶ τὸν Ἅγιον ἐν τῷ τοῦ λέβητος
βράσματι θεασάμενος, καὶ ὑποτοπάσας ἐψύχθαι τὸ ὕδωρ, τὰς ὄψεις αὐτοῦ ἀντλεῖσθαι
προσέταξε. Καὶ τούτου γενομένου, μετὰ τῶν ὄψεων καὶ τὴν ψυχὴν ἀποβάλλεται. Ὁ δὲ
τοῦ Χριστοῦ Μάρτυς, πάντας τοὺς πιστεύοντας ἐκ τοῦ λέβητος ἐκείνου
περιῤῥαντίσας, εἰς τὸ τῆς ἁγίας Τριάδος ἐβάπτισεν ὄνομα.
Ἐγγὺς δὲ τῆς ἐπαύλεως τῶν
ἑαυτοῦ θρεμμάτων γενόμενος, τῇ τε μητρὶ καὶ τοῖς ἰδίοις ἐπισκήψας τὰ
προσήκοντα, τὸ πνεῦμα τῷ Θεῷ παρατίθησιν. Οἱ δὲ παρατυχόντες τῇ αὐτοῦ
τελειώσει, εἶδον ὡς περιστερὰν φωτοειδῆ, καὶ λευκήν, τοῦ στόματος ἀναπτᾶσαν τοῦ
Μάρτυρος, καὶ πρὸς οὐρανὸν ἀνελθοῦσαν. Διὸ καὶ τὸ ἱερὸν αὐτοῦ σῶμα ἐν αὐτῷ τῷ
τόπῳ κατατίθεται, καὶ ἡ αὐτοῦ ῥάβδος παρὰ τῷ θυσιαστηρίῳ βλαστήσασα καὶ
δενδρωθεῖσα, τὸ θυσιαστήριον κατεσκίασεν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀζαρίας, υἱὸς Ἀδδώ, ἐν εἰρήνῃ τελειοῦται.
Χρησμοὺς
διδόντος πρὶν θανεῖν Ἀζαρίου,
σιγᾷ
προφητεύουσα λοξὰ πυθία.
Οὗτος ἦν υἱὸς Ἀδδώ, ἐκ γῆς
Συμβαθᾶ, ὃς ὑπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα, καὶ θανὼν ἐτάφη ἐν τῷ
ἀγρῷ αὐτοῦ.
Περὶ τοῦ Προφήτου Ἀζαρίου
τούτου, ταῦτα γράφει τὸ Β΄ τῶν Παραλειπομένων ἐν κεφαλαίῳ ΙΕ΄ 1: Καὶ Ἀζαρίας
υἱὸς Ὡδήδ, ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐξῆλθεν εἰς ὑπάντησιν Ἀσὰ καὶ
παντὶ Ἰούδα καὶ Βενιαμίν, καὶ εἶπεν· Ἀκούσατέ μου Ἀσά, καὶ πᾶς Ἰούδα καὶ
Βενιαμίν· Κύριος μεθ’ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ’ αὐτοῦ· καὶ ἐὰν ἐκζητήσητε
αὐτόν, εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν, ἐγκαταλείψει ὑμᾶς. Καὶ
ἄλλα πολλὰ λέγει ἐκεῖ, μὲ τὰ ὁποῖα ἔγινε μὲν εἰς τὸν βασιλέα Ἀσὰ καὶ εἰς ὅλον
τὸν λαὸν τοῦ Ἰούδα καὶ Βενιαμίν, κήρυξ τῆς εὐσεβείας, στηλιτευτὴς δὲ τῆς
δυσσεβείας.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παῦλος καὶ Σίμων, ξίφει τελειοῦνται.
Καὶ
Παῦλον ὧδε, καὶ Σίμωνα γραπτέον,
μὴ
καὶ λάθωσιν, ἐκκοπέντες τὰς κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαύδιος, ἐν εἰρήνῃ τελειοῦται.
Ἔχαιρε
εὑρὼν Κλαύδιος βίου τέλος,
ὡς
εἴ τις εὕροι ψαλμικῶς πολλὰ σκύλα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Κελερίνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σάββα τοῦ Πνευματικού, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ
Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς νήσου τῶν Ἰωαννίνων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Λαυρεντίου, ἀρχιεπισκόπου Καντουαρίας τῆς
Ἀγγλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνσερίου, ἀποστόλου Δανίας καὶ Σκανδιναβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ῥωμανοῦ, τοῦ Πρίγκηπος τοῦ Οὔγκλιχ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἰακώβου, ἀρχιεπισκόπου Σερβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Συμεών, ἐπισκόπου Τβὲρ τῆς Ῥωσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Σιμονὼφ τῆς
Ῥωσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Νικολάου Κασάτσκιν, τοῦ ἐκ Ῥωσίας
ἱεραποστόλου, ἱδρυτοῦ καὶ πρώτου ἱεράρχου τῆς τῶν Ἰαπώνων Ἐκκλησίας.
Μνήμην
γεραίρω τὴν τοῦ Νικολάου,
οὗ
μνήμη κλέος Ἰαπωνίᾳ φέρει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ
ζ' Ὁ Εἱρμός
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας
θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς
μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀδὰμ
ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια,
Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γένος
χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν,
καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Καὶ
σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ
προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Τοῦ
Δικαίου. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν
Ἐννομώτατα
Κυρίῳ παντοκράτορι, σὺ ἐλειτούργησας, δίκαιος ὡς ἀληθῶς, ἐν νόμῳ τε ἄμεμπτος
Μάκαρ γενόμενος· ὅθεν ἔψαλλες, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.
Ἡ
χαρὰ τῶν θλιβομένων ἐπεδήμησεν, ἡ ἀπολύτρωσις, τοῦ Ἰσραὴλ ἀληθῶς, ὡράθη ὡς
νήπιον ἐν τῷ ναῷ αὐτοῦ, ἀπολύων με, πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, Συμεὼν ἐβόα χαίρων.
Διὰ
σπλάγχνα οἰκτιρμῶν σου κεκμηκότα με, νόμου τῷ γράμματι, κατακαμφθέντα τε, τῷ
γήρᾳ ἀπόλυσον Σῶτερ τὸν δοῦλόν σου, ὅτι εἶδόν σε, ὁ Συμεὼν
ἐκραύγαζεν, ἐπὶ γῆς φοροῦντα σάρκα.
Θεοτοκίον
Ὁ
κενώσας ὁ πληρέστατος τὸν ἄχραντον, κόλπον τοῦ φύντος Πατρός, σοῦ ἐν τοῖς
κόλποις Ἁγνή, ὡς βρέφος καθέζεται ἑτοιμαζόμενος, οἷς ἠθέλησεν, ὁμοιωθῆναι
Ἄχραντε, ἱερὰν σαφῶς καθέδραν.
Τῶν
Νεομαρτύρων. Θεοῦ συγκατάβασιν.
Συνέλθωμεν
ἅπαντες πιστοί, συμφώνως συνεορτάζοντες, τοὺς λαμπροὺς ἀριστέας, τὸν Ἰωάννην τε καὶ Σταμάτιον,
καὶ τὸν αὐτῶν συμπολίτην, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντας.
Θανεῖν
ᾐρετίσασθε, ἀθανασίαν ἀπολαβεῖν ἐν Χριστῷ, κοινωνήσαντες δόξης, καὶ τῆς χορείας
τῶν ἱερῶν Ἀθλητῶν, ἐπιποθοῦντες ἀνδρείως ἀντέστητε, καταβαλόντες ἐχθρούς, οἱ
καρτεροὶ Ἀθληταί.
Αἰσχύνθητε
τύραννοι, καὶ καυπτέσθω ὑμῶν τὰ πρόσωπα, ἁπαλοὺς γὰρ καὶ νέους μὴ δυνηθέντες
καταβαλεῖν Ἀθλητάς, ἀλλ’ ἡττηθέντες αἰσχύνης ἐμπλήσθητε, ἀναβοῶντες σαφῶς, τὴν
ἧτταν ἅπασι.
Θεοτοκίον
Μαρία
Θεόνυμφε, ἡ ὀξυτάτη πάντων βοήθεια, τῶν εἰς Σὲ ἐλπιζόντων, καὶ ἐζητούντων τὴν
Σὴν ἀντίληψιν, μὴ ὑπερίδῃς, ἡμᾶς κινδυνεύοντας, ἀλλὰ πρεσβείαις ταῖς Σαῖς,
ῥῦσαι ἡμᾶς τῶν δεινῶν.
ᾨδὴ
η' Ὁ Εἱρμός
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας
προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον·
Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λαὸς
Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς
θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Ἰδού,
Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ
πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
Ζωὴ
πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι,
τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε,
εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ
Δικαίου. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Χηρεύσαντα
κόσμον θείας δόξης, ἐλθόντα νυμφοστολῆσαι τὸν Ὑπέρθεον, χήρα χρηματίζουσα, Ἄννα ἡ πανεύφημος, καὶ Προφητείας χάριτι
περιαστράπτουσα, ἐδόξασεν αὐτὸν καὶ τὸ μέλλον, πᾶσι τοὶς παροῦσιν, ἐδήλου θεῖον
λύτρον.
Ἐναίμους
θυσίας προσηγάγω, ἀμνοῦ τοῦ δι' οἶκτον ἀδιήγητον, αἷμα τὸ σωτήριον, χυθὲν τὸ
ἱερώτατον, προμηνυούσας πόρρωθεν, ὃν σωματούμενον, κρατήσας Συμεὼν ἐδοξάσθης, ὑπὲρ Μωϋσέα, καὶ πάντας τοὺς
Προφήτας.
Ἰδὼν
τὸν ποθούμενον τὴν λύσιν, ὑπέστης τοῦ σώματος θεόπνευστε, καὶ καθάπερ ὥριμος,
σῖτος μεταβέβηκας, πρὸς τοὺς πατέρας ἔνδοξε, τραφεὶς ἐν γήρᾳ καλῷ· διὸ σου τὴν
πανέορτον μνήμην, ἐν ἀγαλλιάσει, ψυχῆς ἐπιτελοῦμεν.
Θεοτοκίον
Ὡς
κρίνον, ὡς εὔοσμον σε ῥόδον, ὡς θεῖον ὀσφράδιον ἐδρέψατο, Λόγος ὁ ὑπέρθεος,
πάναγνε Θεόνυμφε, καὶ σοῦ τὴν μήτραν ᾤκησεν εὐωδιάζων ἡμῶν, τὴν φύσιν δυσωδίας
πλησθεῖσαν, τὴν ἐξ ἁμαρτίας, Μαρία Θεοτόκε.
Τῶν
Νεομαρτύρων. Ἑπταπλασίως κάμινον.
Ἡ
πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, ταῖς ὑμῶν ψυχαῖς, ἀΰλως
ἐσκηνώσασα, ἀθλῆσαι ἐνίσχυσε, καὶ νικηφόρους ἔδειξεν· ὁμολογητὰς καὶ θαυμαστοὺς
τροπαιούχους, Σταμάτιε θεόφρον, Ἰωάννη τε θεῖε, αὐτάδελφοι τῇ φύσει, ὁμοῦ τε καὶ τῇ
γνώμῃ.
Χαρμονικῶς
συνδράμωμεν, εὐσεβῶς φιλομάρτυρες, συγκαλοῦσι γὰρ ἡμᾶς οἱ νέοι Μάρτυρες, ὁ
θεῖος Σταμάτιος, καὶ Ἰωάννης
ὁ θαυμαστός, οἱ ἀπὸ τὰς Σπέτσας ἐκβλαστήσαντες νέοι, αὐτάδελφοι τῇ φύσει, καὶ
ὁμότροποι ὄντες, ὡραῖοί τε τῇ ὄψει, καὶ πάγκαλοι τῇ γνώμῃ.
Ἀναφανέντες
Μάρτυρες, ὥσπερ ῥόδα ἡδύπνοα, πᾶσαν Ἐκκλησίαν εὐκλεῶς φαιδρύνετε, καὶ χάριν
παρέχετε, τοῖς πατριώταις ἅπασι καὶ τοῖς συγγενέσι, καὶ οἰκείοις καὶ ξένοις,
καὶ κλέος οὐρανόθεν, κατεπέμψατε πᾶσι, Σταμάτιε
θεόφρον, καὶ θεῖε Ἰωάννη.
Ῥάβδῳ
Σταυροῦ φραξάμενοι, καὶ ὡς δόρυ κατέχοντες, πίστιν τὴν ὀρθήν, καὶ προσευχὴν ὡς
θώρακα, ἐχθροῖς παρετάξασθε, Ἀγαρηνοῖς τοῦ ἄφροσι, καὶ καταβάλοντες τὴν ὀφρὺν
ἐκείνων, ἠθλήσατε νομίμως, ἐδέξασθε στέφος, χειρὸς ἐκ τοῦ Ὑψίστου, ὡς Μάρτυρες
γενναῖοι.
Θεοτοκίον
Ἵνα
Θεὸν τὸν ἄνθρωπον, ἀπεργάσῃ πανάχραντε, ἄνθρωπος ἐκ Σοῦ γεννᾶται ὁ φιλάνθρωπος,
καὶ Σὲ ἀπειργάσατο Μητέρα ὑπεράμωμον, καὶ ἀγκάλαις Σαῖς, ἐν τῷ Ναῷ ὥσπερ βρέφος
προσήχθη καὶ ὠλέναις, Συμεὼν ὑπεδέχθη, Ὃν πίστει προσκυνοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ
θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ.
Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος γ'
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί,
καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών,
τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν
Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε
Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ
παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς
τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν,
καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα
Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός,
καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ
παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ
αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ,
νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ
Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί,
τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Δόξα...
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς
προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Καὶ νῦν...
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν
Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ὁ
Εἱρμός
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον
κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον
Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Τοῖς
πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ'
ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ
ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν
τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ἀπέδωκάς
μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ
ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν
τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν
αἰνέσει μεγαλύνοντα.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο,
Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα
τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ
ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Τοῦ
Δικαίου. Ὁ Εἱρμός
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν
κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε, Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ
τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Σεπταί
σου αἱ χεῖρες ἀληθῶς προσψαύσασθαι, Θεοδόχε θείοις μέλεσι, τοῦ ἁπτομένου τῶν
ὀρέων, ὡς Δαυῒδ μελῳδεῖ καὶ καπνίζονται, μακάριος τῷ ὄντι σὺ γέγονας· ὅθεν
ἀξίως εὐφημοῦμέν σε.
Ἡ
θήκη σου βλύζει τοῖς πιστοῖς ἰάματα, ἡ δὲ μνήμη μεμακάρισται, λάμπουσα, πλέον
τοῦ ἡλίου, καὶ πάντων τὰς ψυχὰς σελαγίζουσα, πρὸς φῶς θεογνωσίας ἀνάγουσα,
Ἱερομύστα πανσεβάσμιε.
Φωτίζουσι
φέγγει νοητῷ ὡς ἥλιος, καὶ σελήνη τὴν ὑφήλιον, Ἄννα
ἡ σώφρων καὶ προφῆτις, ὁ Πρέσβυς Συμεών τε ὁ
ἔνδοξος· δι' ὧν ἡμᾶς φιλάνθρωπε Κύριε, ἁμαρτημάτων σκότους λύτρωσαι.
Θεοτοκίον
Φανεῖσαν
Μητέρα σε Θεοῦ ὡς ἔβλεψε, Θεοτόκε ὁ πρεσβύτατος, ἔφησεν οἷά περ προφήτης· Ἰδοὺ
ὁ σὸς Υἱὸς εἰς ἀνάστασιν, καὶ πτῶσιν τῶν πολλῶν κεῖται Δέσποινα, καὶ εἰς σημεῖον
δυσερμήνευτον.
Τῶν
Νεομαρτύρων. Ἐξέστῃ ἐπὶ τούτῳ ὁ οὐρανός.
Νῦν
εὕρατε ἀνάπαυσιν τῶν δεινῶν, καὶ χαρᾶς ἠξιώθητε ἔνδοξοι, ἀπολαβεῖν, ὥσπερ
ἐποθήσατε ἐκ ψυχῆς, νῦν καὶ χοροῖς εὐφραίνεσθε, τῶν Νεομαρτύρων καὶ παλαιῶν,
νῦν θρόνῳ τοῦ Ὑψίστου, παρίστασθε ἐν δόξῃ, ὦ Ἰωάννη
καὶ Σταμάτιε.
Ἀξίως
τῶν στεφάνων παρὰ Χριστοῦ, ἠξιώθητε ὄντως ὡς Μάρτυρες, περικαλεῖς,
κατεστολισμένοι περικαλῶς, καὶ ταῖς ῥοαῖς τοῦ αἵματος, νῦν ῥεραντισμένοι ταῖς
ἐρυθραῖς, καὶ στέφει στολισθέντες, χειρὸς ἐκ τοῦ Ὑψίστου, μετὰ Μαρτύρων συνευφραίνεσθε.
Νῦν
εὕρατε ἀνάπαυσιν τῶν δεινῶν, νῦν ἐλάβετε πόθου τὴν ἔκβασιν, ὦ Ἀθληταί, νῦν
ἀπολαβόντες τὰ ἀγαθά, ἃ ὀφθαλμὸς οὐκ ἔβλεψε, καὶ οὖς οὐκ ἐισήκουσε ἀληθῶς, νῦν
χαίρετε ἐν δόξῃ, ὑμνοῦντες σὺν Ἀγγέλοις, τὴν τρισυπόστατον Θεότητα.
Θεὲ
τῶν ὅλων Κύριε τοῦ παντός, χάριν πέμψον ἐξ ὕψους ὡς εὔσπλαγχνος, πᾶσι πιστοῖς,
τοῖς συναθροισθεῖσιν ἐν τῷ Ναῷ, πανηγυρίσαι ᾄσμασι, καὶ δοξάσαι ὕμνοις Σοὺς
Ἀθλητάς, καὶ πέμψον αὐτοῖς χάριν, καὶ δύναμιν ἐξ ὕψους, ταῖς ἱκεσίαις τῶν
μαρτύρων Σου.
Θεοτοκίον
Μαρία
Θεοτόκε Μήτηρ Θεοῦ, ἡ τεκοῦσα τὸν Κτίστην τῆς κτίσεως, ταῖς σαῖς λιταῖς,
φύλαττε καὶ σκέπε πάντας πιστούς, ἐκ πάσης περιστάσεως, ταῖς τῶν Ἀθλοφόρων καὶ
τῶν λοιπῶν, πρεσβείαις Σῶν Ἁγίων, εἰρήνευσον τὸν κόσμον, ἐκ συμφορῶν καὶ
περιστάσεων.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀδελφικῇ
συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ Ἀθλοφόροι Μάρτυρες, ὁ Σταμάτιος ἅμα, σὺν Νικολάῳ
καὶ Ἰωάννῃ, Σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην
δοῦναι τῷ κόσμῳ καὶ Βασιλεῖ, κατ’ ἐχθρῶν βαρβάρων, τρόπαια νίκης, ἡμῖν
πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν.
Ἕτερον.
Ἐν πνεύματι τῷ ἱερῷ.
Ἐδέξασθε
μετὰ χαρᾶς, τὸ μακάριον τέλος, καὶ εὕρατε ἀνάπαυσιν, καὶ τῶν πόνων τὴν λύσιν,
ἀπολαβόντες τοῦ πόθου τὴν τελείαν ἔκβασιν, Σταμάτιε
Ἰωάννη καὶ Νικόλαε στεῤῥέ, ὑπὲρ ἠμῶν
δυσωπεῖτε, πρὸς τὸν Σωτῆρα τοῦ κόσμου.
Καὶ
τὸ τῆς Ἑορτῆς.
Ἐν
πνεύματι τῷ ἱερῷ παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου
Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν
εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Δεῦτε
πάντες συνδράμωμεν, εὐσεβῶς ὦ φιλέορτοι, ἱερὰν εἰκόνα τε προσκυνήσωμεν, καὶ ἐκ
καρδίας βοήσωμεν· καλλίνικοι Μάρτυρες, μὴ ἐλλίπητε ἀεί, τοῦ πρεσβεύειν πρὸς
Κύριον, τὸν φιλάγαθον, εἰρηνεῦσαι τὸν κόσμον ἐκ παντοίων, συμφορῶν ἐπερχομένων,
θείαις ὑμῶν παρακλήσεσιν.
Ὡς
ὡραῖον ὡς ἔντιμον, ὡς τερπνὸν ὡς ἡδύτατον, ὁ Δαβὶδ ἐβόησεν ὁ θαυμάσιος, τὸ
κατοικεῖν ἐπὶ τὸ αὐτό, ἀδελφοὺς ὁμόφρονας, συμπολίτην τὸν στεῤῥόν, σχόντας
θεῖον Νικόλαον, ἀπολαύοντας, τῶνς τεφάνων τῆς νίκης καὶ τῆς ἄνω, κληρουχίας
γεγονότας, συγκοινωνοὺς θείᾳ χάριτι.
Ὡς
καλῶς στρατευσάμενοι, Βασιλεῖ τῶν Δυνάμεων, τὸν τῆς νίκης στέφανον ἐκομίσαντο,
ὁ γενναιόφρων Σταμάτιος, καὶ ὁ Ἰωάννης τε, Νικολάῳ τῷ στεῤῥῷ, οἱ ἀστέρες οἱ
πάμφωτοι, καὶ φαιδρότατοι, οἱ τῆς Σπέτσας ἁπάσης ἐνδειχθέντες, ἐγκαλλώπισμα καὶ
κλέος, εὐφροσύνης ὑπόθεσις.
Ἀπαστράπτετε
ἅπασι, τὰς ἀκτῖνας τῆς χάριτος, χορηγοῦντες πᾶσί τε τὰ αἰτήματα, ὦ Ἰωάννη
πανεύφημε, καὶ θεῖε Σταμάτιε, γλυκυτάτη ξυνωρίς, καὶ αὐτάδελφον σύστημα, καὶ
παρέχετε τὰς αἰτήσεις, τῶν πίστει ἐκζητούντων, ὡς πολλὴν τὴν παῤῥησίαν, πρὸς
τὸν Δεσπότην κτησάμενοι.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀγαλλιάσει
καρδίας, καὶ εὐφροσύνῃ ψυχῆς, τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐπόθησαν, οἱ γενναῖοι
αὐτάδελφοι καὶ ὁ αὐτῶν συνοδίτης Νικόλαος· καὶ ἀνδρικῶς τοῖς τυράννοις,
ἀνθιστάμενοι ἔλεγον· οὐδὲν ἡμᾶς δύναται χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, οὔτε
πῦρ, οὔτε ξίφος, οὔτε τις ἄλλη βάσανος· διὸ καὶ τὰς κεφαλὰς τμηθέντες,
νικηφόροι ἐν οὐρανοῖς ἀνίπτανται, ἀπολάβοντες τῶν ἀγώνων τὰ ἔπαθλα καὶ
παῤῥησίαν ἔχοντες μαρτυρικήν, πρεσβεύουσι Χριστῷ ὑπὲρ ἡμῶν, ἐν πίστει καὶ πόθῳ
τελούντων αὐτῶν τὰ μνημόσυνα.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ὁ
τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ
Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ
εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν
ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ
Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν
Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ
παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς
προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ
Χριστωνύμου λαοῦ.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Τοὺς ἀπὸ τὰς Σπέτσας νεοφανεῖς, λάμψαντας ἀστέρας, Ἰωάννην τὸν
θαυμαστόν, σὺν τῷ Σταματίῳ, ὑμνήσωμεν ἐκ πόθου, γεραίροντες τοὺς ἄθλους, αὐτῶν
φιλέορτοι.
Οὓς
ἡ φύσις ἔδειξεν ἀδελφούς, καὶ ἡ γενναιότης, ἀδελφόφρονας θαυμαστούς, θεῖον
Ἰωάννην, ὁμοῦ σὺν Σταματίῳ, οὓς ἤνεγκαν αἰ Σπέτσαι, ἡ Χίος δ’ ὕψωσεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου