Δευτέρα 9 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 1. ΤΡΥΦΩΝ ΑΝΑΡΓΥΡΟΣ ΠΑΡΑΚΛΗΣΕΙΣ 2, & ΕΥΧΕΣ ΥΠΕΡ ΤΩΝ ΚΗΠΩΝ


ΠΑΡΑΚΛΗΣΙΣ ΥΠΕΡ ΥΓΕΙΑΣ


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν τροπαιοῦχον ἐν ἀγῶσιν ὀφθέντα, καὶ τὸν ἐπώνυμον τρυφῆς τῆς ἐνθέου, Τρύφωνα τὸν ἔνδοξον Μάρτυρα Χριστοῦ, πόθῳ ἀνυμνήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· ῥῦσαι τοὺς οἰκέτας σου, ἐκ δεινῶν ἀδοκήτων, τοὺς μετὰ πόθου Ἀνάργυρε τὸ σόν, ἐπικαλουμένους, θαυμάσιον ὄνομα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Τρυφῶν τῆς ἐνθέου ἐν οὐρανοῖς, τρυφῆς Μάρτυς Τρύφων, ὡς πανάριστος Ἀθλητής, ταῖς σαῖς ἱκεσίαις τὴν ψυχήν μου, τῆς ἐνηδόνου τρυφῆς ἐλευθέρωσον.
Ῥημάτων τῶν θείων ἐνωτισθείς, ἐτέλεσας ταῦτα, μάκαρ Τρύφων σὺ πρακτικῶς, τὸν ἅγιον βίον ἀγαπήσας· διὸ ἁγίως κᾀμὲ ζῆν ἀξίωσον.
Ὑπῆρξας ὦ Τρύφων ποιμαντικός, ποιμαίνων ψυχῆς σου, ἐν σοφίᾳ τοὺς λογισμούς, κᾀμὲ οὖν εὐδόκησον ὦ Μάρτυς, ἀεὶ τῇ θείᾳ σοφίᾳ ποιμαίνεσθαι.
Θεοτοκίον.
Φωτίζεις με φέγγει τῷ νοητῷ, ἀπαύγασμα δόξης, ἡ τεκοῦσα τὸ πατρικόν, πανάσπιλε Κόρη καὶ τὸ σκότος, τῆς ἁμαρτίας μου Σὺ διασκέδασον.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἤμβλυνας τὴν δύναμιν, τοῦ πονηροῦ Τρύφων ἔνδοξε, σθένει Θεοῦ· διὸ νῦν τῆς τοῦτου, δολιότητος μὲ λύτρωσαι.
Σάρκα περικείμενος, ὀφρὺν ὦ Τρύφων κατέπαυσας, τοῦ πονηροῦ, καὶ νῦν ὅθεν κτεῖνον, αὐτὸν θείαις ἱκεσίαις σου.
Μόνῃ Τρύφων πνεύματα, τὰ πονηρὰ φυγαδεύονται, τῇ σεπτῇ ὄντως παρουσίᾳ, καὶ δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἔχων Σε βοήθειαν, οὐ μὴ προσκόψω πανάμωμε, βίῳ παντί, ἔχων Σε προστάτιν, ἐκ τῶν νόσων σωθήσομαι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεοφόρε Ἀνάργυρε, πάντας τοὺς τιμῶντάς σε περιφρούρησον, καὶ ταχέως δὸς τὴν ἴασιν, ταῖς πρὸς τὸν Σωτῆρα μεσιτείαις σου.
Ἐντρυφῶν Τρύφων ἔνδοξε, δόξης ἀϊδίου καὶ ἀγαλλόμενος, ὑπὲρ πάντων τῶν ὑμνούντων σε, πρέσβευε ῥυσθῆναι πάσης θλίψεως.
Ξενωθέντα με ἔνδοξε, τῆς Θεοῦ ἀγάπης δόλῳ τοῦ ὄφεως, σαῖς πρεσβείαις ἀνακάλεσαι, καὶ ἐκ τῶν χειρῶν αὐτοῦ ἀπάλλαξον.
Θεοτοκίον.
Ἐπὶ Σὲ τὴν ἐλπίδα μου, πᾶσαν ἀνατίθημι Ἀειπάρθενε, καὶ βοῶ Σοι· διαφύλαξον, ἐκ παντὸς κινδύνου με πρεσβείαις Σου.







ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵνα σε ὑμνῶ, ὡς προστάτην Τρύφων ἔνδοξε, δεινῶν παντοίων ταῖς σαῖς λιταῖς, τὸν σὸν ἱκέτην ἀεὶ ἐλευθέρωσον.
Νίκην κατ’ ἐχθροῦ, τοῦ δολίου μοι χορήγησον, Τρύφων παναοίδιμε σοῦ ταῖς εὐχαῖς, ἵνα σωζόμενος δοξάζω σε πάντοτε.
Ἄνοσον ζωήν, Τρύφων Μάρτυς δὸς τῷ δούλῳ σου, ὡς τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, σὲ γὰρ γινώσκω, ἰατῆρα νόσων ἄμισθον.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τὸ γλυκύτατόν μου ὄνομα, Σῇ προστασίᾳ σῶσον τῇ ἰσχυρᾷ, τὸν ἐπὶ Σοὶ ἀδιστάκτως καταφεύγοντα.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ξηράνας τὰς μυσαράς, σπονδάς τε καὶ τὰ μιάσματα, μανίας εἰδωλικῆς, κατήρδευσας ἔνδοξε, σοῖς αἵμασιν ἅπαντα, τὰ τῆς εὐσεβείας εὐγενῆ Τρύφων βλαστήματα.
Ἰχώρ σου μαρτυρικός, ὡς μῦρον εὐωδίαζει νῦν, τὸ αἷμά σου Ἀθλητά, πηγάζει ἰάματα, ἡ κονὶς τοῦ σώματος, ψυχὰς ἁγιάζει, τῶν πιστῶς προσπελαζόντων σοι.
Ἰάσεων αὐτουργόν, ειδότες σε Τρύφων ἔνδοξε, ξηραινομένων παθῶν, πηγὴν ἀνεξάντλητον, ἐξ ἧς ἀπαντλοῦμεν νῦν, ἰαμάτων ῥεῖθρα, καὶ σωτήρια χαρίσματα.
Θεοτοκίον.
Ὡς Μήτηρ οὖσα Χριστοῦ, τοῦ Ποιητοῦ πάσης κτίσεως, Σὲ ἱκετεύω θερμῶς, πανάσπιλε Δέσποινα, ἱλασμόν μοι δώρησαι, τῶν πολλῶν πταισμάτων, καὶ κινδύνων με ἐξάρπασον.
Διάσωσον, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου Τρύφων, ἀπὸ κινδύνων καὶ νόσων Ἀνάργυρε, τοὺς πόθῳ σε καὶ πίστει εὐφημοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄.
Ἐνθέου τρυφῆς ἐν οὐρανοῖς ἀπολαύων Ἀνάργυρε, τὰς ψυχὰς τῶν σῶν οἰκετῶν, ταῖς πρὸς Θεὸν ἀπαύστοις πρεσβείαις σου, τῆς τῶν παθῶν πάσης ῥῦσαι συγχύσεως, ὡς Ἀθλητὴς ἀήττητος, Τρύφων παναοίδιμε.









Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, Αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ Αὐτοῦ, Εὐλογητὸς ὁ Θεός.
Στ.: Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Ι΄. 19-21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τὸ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναὶ ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα: Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β΄. Οὐδεὶς προστρέχων. Στ.: Ἐλέησόν με ὁ Θεός...
Οὐδείς, προστρέχων ἐν τῇ σκέπῃ σου, ἀνίσχυρος ἐκπορεύεται, κατὰ παθῶν καὶ δεινῶν, Τρύφων Μάρτυς Κυρίου, ἀλλὰ τῶν ἰαμάτων τὴν χάριν ἐκζητῶν, λαμβάνει ταῖς πρὸς Θεὸν λιταῖς σου, σωτηρίαν καὶ ἴασιν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στεφηφόρος χορεύων καὶ χοροῖς τῶν Μαρτύρων συναγαλλόμενος, τοῖς σὲ Τρύφων τιμῶσι, καὶ πίστει ἀνυμνοῦσιν, ὡς Ἀνάργυρος δώρησαι, ἀσθενειῶν καὶ παθῶν, τὴν μείωσιν εὐχαῖς σου.
Ὁ Δεσπότης τῶν ὅλων καὶ Θεὸς οὐρανίῳ στέφει σε ἔστεψε, καὶ ἐν ἐπουρανίοις, σκηναῖς νῦν ἐναυλίζειν, κατηξίωσεν Ἅγιε. Τοῦτον ὑπὲρ ἡμῶν, ὦ Τρύφων ἐκδυσώπει.
Ὅμβροις ἐμῶν δακρύων πλῦνον ὦ Ἀνάργυρε Τρύφων, καρδίαν μου πηγήν τε, σῆς Εἰκόνος ἰάματα ῥεούσης, κατανύξεως πλήρωσον, ἵν’ ἀποπλύνω παθῶν, τὸν βόρβορον τρισμάκαρ.
Θεοτοκίον.
Νέον φέρουσα βρέφος τὸν πρὸ αἰώνων Θεὸν παναμώμητε, ταῖς Σαῖς σεπταῖς ἀγκάλαις, μὴ παύσῃ δυσωποῦσα, λυτρωθῆναι τοὺς δούλους Σου, πυρὸς σεισμοῦ καὶ λιμοῦ, καὶ νόσων ἀνιάτων.








ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μυρίοις νόσοις, πιεζόμενος μάκαρ, σοὶ προστρέχω αἰτῶν σωτηρίαν, σὺ γὰρ εἶ ὦ Τρύφων, ἡ ῥῶσις τῶν νοσούντων.
Ἐν οὐρανίοις, τοῖς σκηνώμασι Τρύφων, ἐντρυφῶν καὶ χαίρων σὺν Ἀγγέλοις, πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Τὸν σὸν οἰκέτην, ὡς ἰατρὸς τῶν νοσοῦντων, Τρύφων Ἅγιε παθῶν ἐνοχλούντων, κόπασον τὸν σάλον, ταῖς θείαις σου πρεσβείαις.
Θεοτοκίον.
Ῥεῖθρα δακρύων, ψυχικῶν δός μοι Κόρη, ἵνα πλύνω παθῶν μου τὸν ῥύπον, καὶ ὁδήγησόν με, πρὸς τρίβους σωτηρίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπὲρ ἡμῶν δυσώπει, Θεὸν τῶν ἁπάντων, τρυφῶν ἐνθέου τρυφῆς Τρύφων ἔνδοξε, ἵνα παράσχῃ πτασιμάτων ἡμῖν συγχώρησιν.
Φωτὶ ὡς προσπελάσας, τῷ πρώτῳ ὦ Τρύφων, καὶ τῇ αὐτοῦ θείᾳ αἴγλῃ πυρσούμενος, αὐτῆς λιταῖς σου σὸν δοῦλον μέτοχον ποίησον.
Ὦ Τρύφων τῆς ἐνθέου, τρυφῆς ἀπολαύων, σὺν τοῖς Ἀγγέλοις ἀεὶ ἐνηδόμενος, ὑπὲρ σῶν δούλων τὸ Κτίστην μάκαρ ἱκέτευε.
Θεοτοκίον.
Νοσοῦντες Θεοτόκε, καὶ δεινοῖς παντοίοις, οἱ Σοὶ οἰκέται ἀεὶ συνερχόμενοι, Σοὶ καταφεύγοντες λύσιν αὐτῶν αἰτούμεθα.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Μάρτυρα Κυρίου τὸν θαυμαστόν, καὶ τὸν τῆς Λαμψάκου ἑτοιμότατον βοηθόν, φύλακα καὶ ῥύστην, τῶν ἐπικαλουμένων, Τρύφωνα τὸν θεῖον πάντες τιμήσωμεν.
Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, Τρύφωνος τοῦ θείου τὴν Εἰκόνα τὴν ἱεράν, τὴν ἀποσοβοῦσαν, παθῶν τὰς δυσοσμίας, καὶ ἴασιν καὶ ῥῶσιν, πᾶσι παρέχουσαν.
Ἴχνεσιν ἑπόμενος ἀκλινῶς, Τρύφων Ἀθλοφόρε τοῦ φανέντος ἐπὶ τῆς γῆς, τῶν αυτοῦ χαρίτων, δοχεῖον ἀνεδείχθης, καὶ ἱεροις ἀγῶσι Μάρτυς διέπρεψας.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, Τρύφωνα τὸν θεῖον, εὐφημήσωμεν οἱ πιστοί, ἵνα ταῖς πρεσβείαις, αὐτοῦ ταῖς εὐπροσδέκτοις, πρὸς Κύριον ῥυσθῶμεν, πάσης κακώσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Τρύφων, εἰληφὼς παρὰ Θεοῦ, χάριν χορηγεῖς τὰς ἰάσεις, τοῖς εἰς τὴν σκέπην σου, πίστει καταφεύγουσιν, καὶ σοὶ προστρέχουσι, καὶ ποικίλα ἀνίατα, θεραπεύεις πάθη, χάριτι τοῦ Πνεύματος, τοῦ Παναγίου σοφέ· ὅθεν, καὶ ἡμεῖς δυσωποῦμεν, δέου πρὸς τὸν Κύριον πάντων, τῶν δεινῶν ῥυσθῆναι τοὺς τιμῶντάς σε.

Δι’ εὐχῶν.

















ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΤΡΥΦΩΝΑ
ΥΠΕΡ ΕΥΦΟΡΙΑΣ ΤΩΝ ΚΑΡΠΩΝ ΤΗΣ ΓΗΣ
(ποίημα Ἁγίου Νικοδήμου Ἁγιορείτου)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ τοῦ Χριστοῦ θείῳ Τρύφωνι, μετ’ εὐλαβείας οἱ πιστοὶ νῦν προσέλθωμεν, καὶ Κάραν προσκυνήσωμεν αὐτοῦ τὴν ἱεράν, ἐκ ψυχῆς κραυγάζοντες· συμπαθέστατε Μάρτυς, πρόφθασον καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης, σοῦ γὰρ πρεσβεία ἡ πρὸς τὸν Θεόν, μεγάλην ἔχει τὴν δύναμιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Καλῶς παραγέγονας Ἀθλητά, διὰ τῆς σῆς Κάρας, εἰς ἡμᾶς τοὺς ἁμαρτωλούς, ἁγίασον τοίνυν ἡμᾶς πάντας, καὶ τὰς αἰτήσεις ἡμῶν πλήρου Ἅγιε.
Ὁρᾷς οἷα πάσχομεν ἀλγεινά, Μάρτυς τοῦ Κυρίου, τὰς γὰρ χώρας πᾶσας ἡμῶν, πληθὺς κατεβόσκησεν ἀκρίδων, ἃς τῇ πρεσβείᾳ σου τάχος ἀφάνισον.
Πολλαῖς παρεδόθημεν συμφοραῖς, ὑπὸ τοῦ Κυρίου διὰ πλῆθος αμαρτιῶν, ἀλλὰ σὺ ὦ Τρύφων ταῖς εὐχαῖς σου, τοῦτον ἡμῖν ὀργισθέντα ἱλέωσαι.
Θεοτοκίον.
Ὥσπερ τῆς παιδίσκης οἱ ὀφθαλμοί, βλέπουσιν εἰς χεῖρας τῆς κύριας αὐτῆς Ἁγνή, οὕτω πρὸς σὲ βλέπομεν Κυρία, ἕως ἡμᾶς οἰκτείρησῃς τοὺς δούλους Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Τῶν θαυμάτων τὴν χάριν ὡς εἰληφὼς Ἅγιε, παρὰ τοῦ Χριστοῦ ἡμῖν πᾶσι ταύτην ἐφάπλωσον, καὶ ἐλευθέρωσον, τῆς ἐνεστώσης ἀνάγκης, ἵνα κατὰ χρέος σε, πάντες γεραίρωμεν.
Ὡς ὀξεῖα δρεπάνη καὶ τμητικὴ μάχαιρα, πάσας τὰς αμπέλους καὶ χώρας ἡμᾶς ἐθέρισε, καὶ κατεξήρανεν, ἀκρὶς καὶ βροῦχος καὶ κάμπη, ὧνπερ ἡμᾶς λύτρωσαι, τῇ παρουσίᾳ σου.
Τῶν ἀγρῶν καὶ τῶν κήπων πάντα χλωρὰ λάχανα, ἔφθειραν ἀσπαλακες σκώληκες και ζωύφια, ἄλλα διάφορα, ἃ ἐκ τῶν ὧδε ὁρίων, πόῤῥω ἀποδίωξον Μάρτυς πρεσβείαις σου.
Θεοτοκίον.
Ὡς ὁ σκῦλα εὑρίσκων καὶ θησαυρὸν τέρπεται, οὕτως εὑρηκὼς ἐγὼ Κόρη Σὸν θεῖον ὄνομα, καὶ τὴν Εἰκόνα Σου, καταφυγὴν ἐν ἀνάγκαις, χαίρων ὀνομάζων Σε καὶ ἀσπαζόμενος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Αθλοφόρε, ὅτι πάντες πρὸς τὸν Θεὸν σὲ προβαλλόμεθα, ῥύστην καὶ πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλοῖς ἐν δεινοῖς κυκλούμενοι οἱ δοῦλοί σου, πρὸς σὲ τὸν ἡμῶν προστάτην καταφεύγομεν, Ἀθλοφόρε Κυρίου πανσεβάσμιε, δράμε πρόσπεσον Χριστῷ τῷ Θεῷ, καὶ ἵλεων Αὐτὸν ἡμῖν ποίησον.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺ παθῶν διὰ Κύριον, Τρύφων γενναιότατε χάριν εἴληφας, ἰατρεύειν πάθη ἅπαντα, ἣν ἡμῖν παράσχου τοῖς ὑμνοῦσί σε.
Σοῦ καὶ μόνον τὸ ὄνομα, Τρύφων ἐκφωνούμενον καίει δαίμονας, οὓς μακρὰν ἀπὸ τῶν δούλων σου, τῶν πασχόντων Μάρτυς δίωξον.
Τῇ συνήθει σου Ἅγιε, καὶ χριστομιμήτῳ ἀγάπῃ χρώμενος, ἡμᾶς οἴκτειρον τοὺς πάσχοντας, πολλαῖς ἐπηρείαις καὶ κακώσεσι.
Θεοτοκίον.
Βασιλέα γεννήσασα, Οὗ ἡ βασιλεία ἐστὶν αἰώνιος, βασιλεύειν τοῦτον αἴτησαι, ἐν ἡμῖν τοῖς δούλοις Σου Βασίλισσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πῦρ τῶν πειρασμῶν, ἡμᾶς φέρειν ἐνδυνάμωσον, ὥσπερ λαμπάδων σὺ τὴν φλόγωσιν, ἐν τῇ ἀθλήσει σου Τρύφων στεῤῥῶς ὑπέφερες.
Πράϋνον ὁρμάς, τῶν θελόντων ἡμᾶς Ἅγιε, κακοποιῆσαι σὺ γὰρ ἔνδοξε, ὁρμὰς τῶν ἵππων, γενναίως χαίρων ὑπέμεινας.
Λύσιν τῶν δεινῶν, ἡμῖν δίδου ταῖς ἱκεσίαις σου, Μάρτυς Κυρίου ὥσπερ ἔλυσας, εἰδώλων πλάνην, τὸν Χριστὸν κηρύττων ἔνδοξε.
Θεοτοκίον.
Ζῶντί μοι φρουρός, καὶ ἐκλείποντι βοήθεια, καὶ κρινομένῳ ρύστης φάνηθι, Θεογεννῆτορ, ὅπως πίστει μακαρίζω Σε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐφθάρησαν, οἱ καρποὶ καὶ στάχυες, τῶν σπορίμων καὶ ἁπάντων τῶν δένδρων, καὶ νῦν ἡμεῖς, ὡς παισὶν οἱ πατέρες, παρακαθήμενοι τούτοις στενάζομεν, ἀλλ’ οἴκτειρον Μάρτυς ἡμᾶς, καὶ λιμοῦ πανδαμάτορος λύτρωσαι.
Ἡ Κάρα σου, ἡ σεπτὴ πολύαθλε, ἄλλη πέτρα ὡς ἀκρότομος ὤφθη, ποταμηδόν, ἀναβλύζουσα πᾶσι, τοῖς προσιοῦσιν ἰάσεις καὶ θαύματα, ὧν ἔμπλησον καὶ νῦν ἡμᾶς, τοὺς διψῶντας οἰκέτας σου Ἅγιε.
Μεγάλη σου, καὶ φρικτὴ ἡ δύναμις, ἀποδείκνυται στεῤῥότατε Τρύφων, τοῦ γὰρ Θεοῦ, δύναμις ἡ μεγάλη, κάμπη καὶ ἄλλα ποικίλα ζωύφια, τὰ βλάπτοντα καρποὺς τῆς γῆς, παρουσίᾳ σκορπίζει τῆς Κάρας σου.
Θεοτοκίον.
Ἀγκάλας Σου, καὶ μαστοὺς ὦ Δέσποινα, τῷ Υἱῷ Σου μεσιτεύουσα δεῖξον, μεῖξον τοῖς Σοῖς, τὰς Ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον, καὶ οὕτως ἱλέωσαι Αὐτόν, ἐφ’ ἡμῖν τοῖς πολλὰ ἁμαρτήμασι.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Αθλοφόρε, ὅτι πάντες πρὸς τὸν Θεὸν σὲ προβαλλόμεθα, ῥύστην καὶ πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἰατρὲ τῆς ψυχῆς καὶ τοῦ σώματος ἄμισθε, τῶν ἐν ζάλῃ λιμὴν καὶ παρήγορε θλίψεων, Ἀθλοφόρε Τρύφων ἀοίδιμε, τοὺς δούλους σου ἡμᾶς, σπεῦσον θεράπευσον ταχύ, τοὺς κατ’ ἄμφω ἀσθενεῖς, πρὸς σὲ γὰρ καταφεύγομεν, πράϋνον τρικυμίας, λῦσον τὴν ἀθυμίαν, τῶν νῦν συνεχόντων ἡμᾶς, κινδύνων καὶ περιστάσεων.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Ι΄. 19-21)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τὸ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναὶ ὁ Πατήρ, ὅτι οὕτως ἐγενετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα: Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἑκάστῳ μὲν δέδοται, Ἁγίων ἄλλη τις χάρις, σοὶ δὲ τρύφων δέδοται, χάρις ὡς ἐξαίρετος αὕτη Ἅγιε, τοὺς καρποὺς ἅπαντας, δένδρων καὶ ὀσπρίων, ἀπὸ πάσης βλάβης ῥύεσθαι, καὶ καταβρώσεως, ζωϋφίων πάντων πολύαθλε, διό σε ἱκετεύομεν, ταύτην σου τὴν χάριν ἐνέργησον, εἰς ἡμᾶς τρισμάκαρ, τοὺς σὲ προσκαλουμένους εὐσεβῶς, καὶ προσκυνοῦντας ἐκ πίστεως, τὴν ἁγίαν Κάραν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὰ γεννήματα πάντα ὡς ὁ χόρτος δωμάτων ἐψύγη Ἅγιε, διὸ οὐκ ἔσται θέρος, οὐ δράγμα οὐ θημῶνες οὔτε ἅλως γενήσεται, εἰ μὴ σὺ Μάρτυς Χριστοῦ, προφθάσας βοηθήσης.
Τῆς ἀμπέλου τὰ φύλλα, ὑπὸ κάμπης συγκέκαυται πάντα Ἅγιε, διὸ οὐ βότρυς οὐ τρυγητὸς οὐκ οἶνος οὐ ληνὸς τοῖς οἰκέταις σου, εἰ μὴ σὺ Μάρτυς Χριστοῦ, προφθάσας βοηθήσεις.
Τῶν λαχάνων τὰ εἴδη και τῶν κήπων η χάρις πᾶσα ἠφάνισθη, ὑπὸ τῶν ζωϋφίων, λοιπὸν παρηγορία, ἀφ’ ἡμῶν ἀποστήσεται, εἰ μὴ σὺ Μάρτυς Χριστοῦ, προφθάσας βοηθήσεις.
Θεοτοκίον.
Χριστοῦ Μήτηρ Παρθένε, καὶ χριστιανῶν σὺ ὑπάρχεις φιλόστοργος, διὸ ταῖς πρὸς τὸν φύσει, Υἱόν Σου ἱκεσίαις, τὰ τῇ χάριτι τέκνα Σου, ἡμᾶς παντοίων κακῶν, ἐξάρπασον καὶ σῶσον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κάρα ἡ θεία, σοῦ ὥσπερ σφαῖρα ἡλίου, καταυγάζει τῶν πιστῶν τὰς καρδίας, καὶ τὸ σκότος λύει, τῶν θλίψεων καὶ νόσων.
Πνεῦμα τὸ θεῖον, τὴν καθαράν σου καρδίαν, εὑρηκὸς πρὸς ἀδελφῶν τὸν οἶκτον, ῥέουσαν παρέσχε, τὴν χάριν ἰαμάτων.
Μὴ αἰσχυνθῶμεν, οἱ ἐπὶ σὲ ἡμῶν πάσας, τὰς ἐλπίδας ἔχοντες ὦ Μάρτυς, ἀλλὰ βοηθείας, τῆς σῆς ἀξιωθῶμεν.
Θεοτοκίον.
Τὸ τῶν χαρίτων, πλήρωμα Σὺ Θεοτόκε, τὸ κακῶν πλήρωμα ἐμὲ σῶσον, ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πρεσβείαις σου ὦ Μάρτυς, ἄνωθεν μὲν δώη, ἡμῖν χρηστότητα πᾶσαν ὁ Κύριος, ἡ γῆ δὲ κάτωθεν βρύοι καρπὸν σωτήριον.
Τὰ κάρπιμα τῶν δένδρων, χαρείησαν πάντα, καὶ αἱ κοιλάδες τοῦ σίτου πλησθείησαν, τῇ παρουσίᾳ τῆς θείας κάρας σου Ἅγιε.
Τῆς γῆς τὴν ἀφορίαν, τὴν νῦν ὁρωμένην, εἰς εὐφορίαν μετάβαλε Ἅγιε, ἵνα ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνωμεν.
Θεοτοκίον.
Παράλαβε Παρθένε, Τρύφωνα τὸν θεῖον, καὶ μετ’ αὐτοῦ τῷ Υἱῷ Σου πρεσβεύσατε, ἵνα ῥυσθῶμεν ἐκ πάσης θλίψεως.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε τῆς Τριάδος τὸν ἐραστήν, καὶ Χριστοῦ τὸν μέγαν, στρατιώτην καὶ ἀθλητήν, τὸν θερμὸν προστάτην, τῶν Ὀρθοδοξων πάντων, Τρύφωνα τὸν γενναῖον, ὕμνοις τιμήσωμεν.
Γένοιτο τὸ ὕδωρ ἁγιασμοῦ, τῇ σεπτῇ σου Κάρᾳ, ἀποτρόπαιον τῶν δεινῶν, ἑρπετῶν θηρίων, καὶ ζωϋφίων πάντων, τῶν τοὺς καρποὺς βλαπτόντων, ἡμῶν πολύαθλε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.






Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ νῦν Ἀθλητὰ προσκυνοῦντας, Κάραν ἐκ πίστεως, πάσης ἀπολύτρωσαι, βλάβης καὶ θλίψεως, ζωϋφίων κακώσεως, καρποὺς τῶν φθειρόντων, λιμοῦ λοιμοῦ νόσου τε, καὶ παντὸς ἄλλου κακοῦ, ὅπως, ὡς θερμόν σε προστάτην, καὶ παντοδαπὸν εὐεργέτην, ἡμῶν κατὰ χρέος μεγαλύνομεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.















Περὶ τῆς Τιμίας Κάρας τοῦ Ἁγίου καὶ τῶν θαυμάτων αὐτῆς.
Περὶ αὐτῆς τῆς Τιμίας Κάρας γράφει ἡ Ἱ. Μονή, σε ἔκδοσή της:
«Ἡ παρουσία τῆς Τιμίας Κάρας τοῦ πανενδόξου καὶ μακαρίου θείου Τρύφωνος τοῦ Μεγαλομάρτυρος στὴν Ἁγία Μονή μας, προσδίδει ἐξαίρετη εὐλογία καὶ τιμὴ σὲ αὐτήν, καὶ ἀποτελεῖ πηγὴ θείων δωρεῶν καὶ χαρισμάτων, ἀλλὰ καὶ φυγαδεύει τὶς ἀσθένειες τῶν ἀγρῶν καὶ τῶν κήπων.
Ἐπίσης, στὴν μοναστηριακὴ περιοχή, διασώζεται ἱερὸ κελλίο, ἀφιερωμένο στὸν μεγάλαθλο Ἅγιο Τρύφωνα τὸν Ἀνάργυρο.
Τὸ σεπτὸ ὄνομα τοῦ Ἁγίου Τρύφωνος πάντοτε διατηρεῖται στὴν ἀδελφότητά μας καὶ δίδεται στὴν κουρὰ ἀδελφοὺ πρὸς τιμὴν τοῦ Ἁγίου.
Απὸ τὶς ἀναμνήσεις ποὺ μᾶς παρέδωσαν οἱ παλαιοὶ πατέρες γνωρίσαμε ἀρκετὰ θαυμαστὰ γεγονότα ποὺ ἀναφέρονται στὸν ἀμάραντο της Λαμψάκου θεῖο βλαστό, Ἅγιο Τρύφωνα.
Ὁ γέροντας Βαρλαὰμ ὁ Ξενοφωντινός, ἔζησε περίπου 80 χρονια στὴν Μονή μας. Ἦταν μιὰ κινητὴ ἱστορία. Ἦλθε στὴν Μονή μας τὸ 1908 καὶ κοιμήθηκε το 1983. Κοσμημένος μὲ ἁπλότητα καὶ ταπεινοτητα, ἔζησε ὅλα τὰ χρόνια του στὸ Μοναστήρι, ὑπομένοντας κάθε δοκιμάσια γιὰ τὴν ἀγάπη τοῦ Χριστοῦ. Διακονησε χρόνια πολλὰ στὶς ἀγροτικὲς ἐργασίες τῆς Μονῆς καὶ εἶχε πολλὲς ἐμπειρίες μὲ τὸν Ἅγιο Τρύφωνα, τὸν προστάτη τῶν γεωργῶν.
Μᾶς διηγήθηκε, πὼς κάποτε, στοὺς ἐπάνω κήπους τῆς Μονῆς, σὲ μιὰ περιοχὴ που λέγεται Ζαχαρᾶς, ἔπεσε ἀκρίδα καὶ κάμπιες, μὲ συνέπεια νὰ γίνεται μεγάλη ζημιὰ στον λαχανόκηπο. Ὁ γέροντος εἰδοποίησε τὸν καθηγούμενο γιὰ τὴν συμφορα καὶ ζήτησε να ἀνεβάσουν τὴν Ἁγία Κάρα τοῦ Μεγαλομάρτυρος Τρύφωνος καὶ νὰ γίνει ἁγιασμὸς μὲ τὶς εὐχὲς τοῦ Ἁγίου.
Ἀμέσως ἀνταπροκρίθηκε ἡ Μονή, καὶ μόλις ἔφθασε ἡ Τιμία Κάρα τοῦ Ἁγίου καὶ διαβάστηκε ὁ Ἁγιασμὸς καὶ οἱ εὐχές, σὰν ἕνα σύννεφο ἔφυγαν ὅλα τὰ ἔντομα καὶ σώθηκε ἡ σοδειὰ τῶν κήπων μὲ τὴν θαυμαστὴ ἐπέμβασι τοῦ Ἁγίου.
Ἀκόμη μᾶς διηγεῖτο ὁ γέρων Βαρλαάμ, γιὰ τὸν ἐλαιῶνα:
-Ἐμεῖς πατέρες, δὲν ξέραμε ἀπὸ ῥαντίσματα καὶ τέτοια πράγματα. Ὅταν παρουσιάζονταν ἀσθένειες, παίρναμε τὴν Ἁγια Κάρα τοῦ προστάτου μας Ἁγίου Τρύφωνος, κάναμε ἁγιασμό, καὶ λιτανεύαμε τὸ Ἅγιο Λείψανο μέσα στὸν ἐλαιῶνα, ῥαντίζοντας μὲ τὸν ἁγιασμὸ τὰ δενδρα, καὶ ἡ συγκομιδὴ ἦταν θαυμαστή. Σκεφθῆτε, ἔσπαζαν τὰ κλαδιὰ ἀπὸ τὸν καρπό. Εἴκοσι πεντε χιλιάδες ὀκάδες λάδι βγάζαμε τὸν χρόνο ποὺ εἶχε ἐλαιοκαρπία. Δόξα τῷ Θεῷ καὶ στὸν Ἅγιο Τρύφωνα τὸν προστάτη μας!
Ἀλλὰ καὶ σὲ σωματικὲς ἀσθένειες ἦταν ἀρωγὸς καὶ ἰατρός, ὁ Ἅγιος Τρύφων, καὶ δὲν παύει νὰ μᾶς προστατεύει ἀπὸ κινδύνους καὶ πειρασμούς.»


ΕΥΧΕΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΤΡΥΦΩΝΑ
ΥΠΕΡ ΕΥΦΟΡΙΑΣ ΤΩΝ ΚΑΡΠΩΝ ΤΗΣ ΓΗΣ

Ὁ Ἱερεύς· Εὐλογητός ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τρυφὴν τὴν ἀκήρατον, ἰχνηλατῶν ἐκ παιδός, βασάνους ὑπήνεγκας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ ἤθλησας ἄριστα, ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, λύτρωσαι πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, Τρύφων Μεγαλομάρτυς, τοὺς σὲ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος α'. Χορός Ἀγγελικός
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπί γῆς, καί φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρός ναόν τόν πρωτότοκον, πάσης κτίσεως, ὑπό Μητρός ἀπειράνδρου, προεόρτιον, νῦν σύν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.

Τοῦ Κυρίου δεηθῶμεν.
Πανένδοξε Μάρτυς τοῦ Χριστοῦ καὶ στρατιῶτα τοῦ ἐπουρανίου Βασιλέως, Τρύφων παμμακάριστε, τῆς ἀκηράτου τρυφῆς ὁ ἐπώνυμος. Ὁ γενναίως τὸν Χριστὸν ἐπὶ γῆς ὁμολογήσας, καὶ διὰ τοῦτο νῦν ἐν οὐρανοῖς τῆς ἀϊδίου ἀπολαύων μακαριότητος, καὶ μετὰ παῤῥησίας τῷ θρόνῳ τῆς Τρισηλίου Θεότητος παριστάμενος. Σοῦ τῇ μαρτυρικῇ μεγαλειότητι προστρέχομεν μετὰ Θεὸν παντες ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί σου. Καὶ ἱκετεύομεν τὴν συμπαθεστάτην καὶ χριστομίμητόν σου φιλανθρωπίαν, ἵνα σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς τοὺς ἐν ἀνάγκῃ ὄντας καὶ περιστάσει, ἀποδιώξῃς μακρὰν τῶν χωραφίων καὶ κήπων καὶ ἀμπελώνων ἡμῶν πάντα τὰ ἑρπετὰ καὶ ἀκρίδας καὶ κάμπιας καὶ πολυειδῆ ζωύφια καὶ θηρία, τὰ βλάπτοντα τοὺς καρποὺς καὶ φύλλα καὶ ῥίζας τῶν δένδρων καὶ πάντων τῶν λαχάνων τε καὶ γεννημάτων καὶ ὀσπρίων ἡμῶν. Σὺ γὰρ ἐξαίρετον εἴληφας τὴν χάριν ταύτην πολύαθλε, παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ μόνο πρώην, ἔτι ζῶν διὰ τὴν θεάρεστον πολιτείαν σου, ἀλλὰ πολλῷ μᾶλλον νῦν, διὰ τὸ μαρτυρικὸν καὶ δι’ αἵματος τέλος, ὃ ὑπὲρ τῆς Αὐτοῦ ὁμολογίας καὶ πίστεως ὑπέμεινας. Ναί, ὁμολογοῦμεν ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν, ταυταις ταῖς συμφοραῖς παρεδόθημεν, καὶ τῇ τοῦ Θεου ὀργῇ ὑπεπέσαμεν. Ἀλλὰ σὺ γενναῖε Ἀθλητά, εἰ μόνον θελήσεις τῇ μαρτυρικῇ σου παρῥησίᾳ χρήσασθαι, πιστεύομεν ὅτι ῥαδίως κατασβέσεις τὴν καθ’ ἡμῶν ἐξαφθεῖσαν ταύτην τοῦ Θεοῦ ἀγανάκτησιν, καὶ τὴν ἀθυμίαν ἡμῶν εἰς εὐθυμίαν μεταβαλεῖς. Ὅθεν, ἐπειδὴ διὰ το πλῆθος τῶν ἀνομιῶν καὶ ἁμαρτιῶν ἡμῶν οὐκ ἔχομεν παῤῥησίαν στῆναι ἐνώπιον τῆς ἀθλοφορικῆς σου δόξης καὶ ἀμέσως τὴν ἱκεσίαν ποιήσασθαι, διὰ τοῦτο μεσίτην ἀντὶ ἡμῶν πρὸς σὲ προβαλλόμεθα αὐτό σου τὸ αἷμα, ὃ ὑπὲρ Χριστοῦ ἐξέχεας, πανεύφημε, καὶ αὐτὰ τὰ μαρτυρικὰ ἀγωνίσματα, ἃπερ ὑπήνεγκας ἐν τῷ ἀθλητικοτάτῳ σου σώματι. Ἔπιδε τοίνυν, εὐσπλαγχνικώτατε Μάρτυς, ἐπ’ αὐτά, δι’ ὧν τὸν Χριστὸν ὡμολογήσας, καὶ τὸν ἀμαράντινον τοῦ μαρτυρίου ἔλαβες στέφανον, καὶ ἐπακουσον τῆς δεήσεως ἡμῶν τῶν ταπεινῶν ἱκετῶν σου, καὶ τῆς ἐνεστώσης ἀνάγκης τῶν ἑρπετῶν καὶ ἀκρίδων καὶ θηρίων καὶ πολυειδὼν ζωϋφίων, τῶν λυμαινομένων τοὺς καρποὺς τῶν χωραφίων καὶ ἀμπελώνων καὶ κήπων ἡμῶν ἀπολύτρωσαι. Ὅτι κινδυνεύομεν ὑπ’ αὐτῶν λιμῷ καὶ θανατῳ καὶ παντελεῖ παραδοθῆναι ἀφανισμῷ, ἡμεῖς τε καὶ πᾶσα ἡ ὕπαρξις ἡμῶν, ἐὰν μὴ οἱ οἰκτιρμοί σου ταχέως ημᾶς προκαταλάβωσιν. Ἵνα διὰ τῆς σῆς ὀξείας πορστασίας, τοῦ ἐπικειμένου κινδύνου ἀπαλλαγέντες, ἀκαταπαύστως καὶ χρεωστικῶς τὸν σὸν μεγαλύνωμεν ὄνομα, σωτῆρα ἡμῶν καὶ εὐεργέτην, καὶ ἀντιλήπτορα μετὰ Θεὸν σὲ ἐπιγραφόμενοι. Καὶ διὰ σοῦ δοξάζομεν τὸν κοινὸν Δεσπότην, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐν γῇ καὶ οὐρανῷ σὲ δοξάσαντα. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.
Ὂντος μου ἐν Λαμψάκου κώμῃ, καὶ τὰς χῆνας ἐπιμελουμένου μου καὶ βόσκοντος, ὀργὴ κατῆλθεν ἀπὸ Θεοῦ παντοκράτορος, οὐκ εἰς τὸν τόπον ἐκεῖνον μόνον, ἀλλὰ καὶ εἰς τὰς κύκλῳ περιχώρους τουτέστιν ὀργὴ πρὸς πᾶσαν ἄμπελον, χώραν τε καὶ κῆπον, ἀθρόως τῶν φύλλων καὶ τῶν καρπῶν βριθομένων, μαραινομένων καὶ ἀφανιζομένων. Ὁρῶν οὖν ἐγὼ ὁ ἐλάχιστος Τρύφων, οὕτω τηκομένους τοὺς καρπούς, καὶ διὰ ταύτην τὴν αιτίαν δαπανωμένους τοὺς ἀνθρώπους, τῷ παντελεῖ ἀφανισμῷ τῶν καρπῶν τῆς γῆς, τῶν τε χωραφίων, ἀμπέλων, κήπων, καὶ λαχάνων, καὶ παντοίων δένδρων τῇ τοιούτῳ ὀλέθρω παραδιδομένων, διαπονηθείς, ἐδεήθην πρὸς τὸν Κύριον καὶ Θεόν μου, τοῦ γενέσθαι ἀφανῆ πάντα τὰ θηρία, τὰ πρὸς ἀδικίαν καὶ φθορὰν ὑπάρχοντα τῶν τε κήπων καὶ χωραφίων καὶ ἀμπέλων, καὶ παντοίων δένδρων τε καὶ λαχάνων, καὶ μάλιστα τῶν τὴν κώμην ἐκείνην οἰκούντων τῆς παρακειμένης λίμνης, καὶ πρὸς ὑποκλισιν καὶ πρόσκλησίν μου παραγενομένων. Καὶ δὴ εἰς προσευχὴν κλίναντός μου τὸ γόνυ, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν ἐκπετάσαντος, ὁ εἰσακούων τῶν εἰς αὐτὸν πεποιθότων Θεός, αὐτὸς ἐξαπέστειλεν ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ Ἄγγελον τοῦ πατάξαι πᾶν φῦλον καὶ πᾶν γένος κακούργων θηρίων, τῶν ἀδικούντων τὴν ἄμπελον, τὴν χώραν τε καὶ τὸν κῆπον τῶν δούλων αὐτοῦ, ὁ καὶ τῶν θηρίων τούτων τὰ ὀνόματα σαφῶς ἐπιστάμενος· οἷα κάμπη, σκώληξ, σκωληκοκάμπη, σκάνθαρος, βροῦχος, ἀκρίς, ἐπίμαλος, καλιγάρις, μακρόπους, μύρμηξ, φθείρ, ρυγίτης, ψυλλίτης, καυσοκόπος, ἐρυσίδη, κοχλοί, ψαλίτης, καὶ εἴτι ἄλλο προσφυσοῦν καὶ μαραῖνον τὸν καρπὸν τῆς σταφυλῆς καὶ τῶν λοιπῶν εἰδῶν καὶ λαχάνων. Οὐ μὴν δέ, τῶν ἐμὲ προσκαλουμένων, ἐπιβαίνειν τούτους καὶ διατρίβειν, ἀλλ’ ἐπὶ ἀβάτων τόπων ἐπέταξα ἀπελθεῖν. Ὁ δὲ ὅρκος τοιοῦτός ἐστιν· Ὁρκίζω ὑμᾶς κατὰ τῶν Ἁγίων πολυομμάτων Χερουβίμ, καὶ τῶν ἐξαπτερύγων Σεραφίμ, τῶν ἱπταμένων κύκλῳ τοῦ θρόνου καὶ κραζόντων τό· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, εἰς δόξαν Θεοῦ Πατρός, Ἀμήν. Ὁρκίζω ὑμᾶς κατὰ τῶν Ἁγίων Ἀγγέλων καὶ πάσης Δυνάμεως καὶ τῶν μυρίων μυριάδων, καὶ χιλίων χιλιάδων, τῶν φόβῳ πολλῷ ἱσταμένων κατενώπιον τῆς δόξης Κυρίου· μὴ ἀδικήσητε τὴν ἄμπελον, μήτε τὴν χώραν, μήτε τὸν κῆπον τῶν δένδρων τε καὶ λαχάνων τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος), ἀλλὰ ἀπέλθετε εἰς τὰ ἄγρια ὄρη, εἰς τὰ ἄκαρπα ξύλα, εἰς ἃ ἐχαρίσατο ὑμῖν ὁ Θεὸς τὴν καθημερινὴν τροφήν. Ὁρκίζω ὑμᾶς κατὰ τοῦ τιμίου Σώματος καὶ Αἵματος Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι’ Οὗ καὶ ἡ σωτηρία ἐδόθη ἡμῖν καὶ ἀπολύτρωσις, καὶ ὑπὲρ οὐ μέλλομεν ἀποθνήσκειν· μὴ ἀδικήσετε μήτε τὴν χώραν, μήτε τὴν ἄμπελον, μήτε τὸν κῆπον, μήτε πᾶν δένδρον κάρπιμόν τε καὶ ἄκαρπον, ἤ φύλλον λαχάνων ἀδικήστε ἐκ τοῦ περιορισμοῦ καὶ τόπον του δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος), εἰ δὲ παρακούσητέ μου καὶ παραβῆτε τὸν ὅρκον, ὃν ὥρκισα ὑμᾶς, οὐχ ἔχετε πρὸς ἐμὲ τὸν ταπεινὸν καὶ ἐλάχιστον Τρύφωνα, ἀλλὰ πρὸς τὸν Θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Διό, καθὼς προεῖπον ὑμῖν, ὑπάγετε εἰς τὰ ἄγρια ὄρη, εἰς τὰ ἄκαρπα ξύλα. Εἰ δὲ μὴ ἀκούσητέ μου, ἱκετεύειν μέλλω τὸν φιλάνθρωπον Θεόν, τοῦ ἀποστεῖλαι τὸν Ἄγγελον αὐτοῦ ἐπὶ τῶν θηρίων καὶ σιδήρῳ καὶ μολύβδω δεήσει δήσει ὑμᾶς καὶ ἀποκτενεῖ, ἀνθ’ ὧν τοὺς ὅρκους καὶ τὴν προσευχὴν ἐμοῦ τοῦ ταπεινοῦ ἠθετήσατε Τρύφωνος· ἀλλὰ καὶ οἱ στρουθοί, πεμπόμενοι δι’ ἐμῆς προσευχῆς καταφάγονται ὑμᾶς. Ἔτι ὁρκίζω ὑμᾶς κατὰ τοῦ μεγάλου ὀνόματος, τοῦ ἐπὶ τῆς πέτρας ἐπιγραφέντος, καὶ μὴ βαστασάσης ἀλλὰ διαῤῥαγείσης, ὡσεὶ κηρὸς ἀπὸ προσώπου πυρός. Ἐξέλθετε ἐκ τῶν καθ’ ἡμᾶς, εἰς οὓς προεῖπον ὑμῖν, τόπους ἀβάτους καὶ ἀνύδρους καὶ ἀκάρπους ἐξέλθετε ἐκ τοῦ τόπου καὶ περιορισμοῦ τῶν δούλων τοῦ Θεοῦ, τῶν κἀμὲ προσκαλουμένων εἰς βοήθειαν αὐτῶν, καὶ ἀντίληψιν, καὶ σωτηρίαν, ἵνα καὶ ἐν τούτοις δοξασθῇ τὸ πανάγιον ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, καὶ αἱ προσευχαὶ καὶ αἱ αἰτήσεις τοῦ ταπεινοῦ Τρύφωνος ἐκπληρωθῶσι. Ὅτι, τῷ Θεῷ πρέπει δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σημείωσις: Ἐν τῇ ἀπολύσει, μνημονεύονται καὶ τὰ ὀνόματα τῶν Ἁγίων· Εὐσχήμου ἐπισκόπου Λαμψάκου, καὶ Μέμνονος Ὁσίου θαυματουργοῦ, διότι καὶ αὐτοὶ ἔλαβον χάριν παρὰ τοῦ Θεοῦ νὰ διώκωσι τὰ ἐπιβλαβὴ ζωύφια ἐκ τῶν κήπων.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου