ΙΑΝΟΥΑΡΙΟΣ ΚΔ΄
ΝΕΟΦΥΤΟΣ ΟΣΙΟΣ ΕΓΚΛΕΙΣΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ’. Ὦ τοῦ παραδόξου θαύματος.
Ὅσιε
Πάτερ Νεόφυτε, τὸν τοῦ Κυρίου Σταυρόν, ἐπὶ ὤμων ἀράμενος, λογισμῷ θεόφρονι,
ἑαυτῷ ἠκολούθησας, νηστείαις μάκαρ καὶ ταῖς δεήσεσι, καθυποτάξας, σαρκὸς τὰ
λήμνια, χαίρων κατώκησας, ἐν ἐγκλείστρᾳ πάνσοφε καὶ μοναστῶν, γέγονας
διδάσκαλος, πᾶσι σωτήριος. (Δίς)
Πάτερ,
θεόφρων Νεόφυτε, ὥσπερ ἀστὴρ φαεινός, ἐκ Λευκάρων ἀνέτειλας, καὶ ψυχὰς
ἐφώτισας, τῶν Κυπρίων πανόλβιε· ἐν τῇ ἐγκλείστρᾳ οἰκήσας Ὅσιε, καὶ τοῦ σοῦ βίου
τὰ κατορθώματα, οὗ ἐμιμήσαντο πολλοί, θείᾳ χάριτι, ἀλλὰ καὶ νῦν, σῶζε τοὺς
προστρέχοντας, ἐν τῇ σῇ λαύρᾳ πιστούς. (Δίς)
Ὦ
τοῦ παραδόξου θαύματος, ὁ ἀσκητὴς τοῦ Χριστοῦ, ὁ στεῤῥός τε Νεόφυτος, ἐν τῷ
σπηλαίῳ ὤκησεν, ἐπὶ ἔτη τριάκοντα, μηδ’ ὅλως ὄντως ἄρτου γευσάμενος, καὶ
καταβάλλει ἐχθρὸν τὸν ἄσαρκον· ὢ καρτερίας τε, δι’ ἧς ῥήσεις ἤκουσεν ἀγγελικάς,
ἀφ’ ὧν προσκαλούμενος, πρὸς τὰς ἀλήκτους μονάς.
Κόσμου
τὰ τερπνὰ κατέλιπες, καὶ ἐν ἐρήμοις φοιτῶν, μοναζόντων ἐζήλωσας, τὴν ζωὴν
ἀοίδιμε, ἀπαθείας κοσμούμενος· μετὰ Ἀγγέλων σύσσωμος ἄγγελος, ὁμοιωθεὶς δὲ
τούτων μυήσεων, νοῦν καθηράμενος, ἄδεις ἀκατάπαυσα χαίρων Χριστῷ, οὗ ἐκ βρέφους
ἔσπευδες, ἐν οὐρανοῖς ἐντυχεῖν.
Δόξα.
Ἦχος πλ. δ’.
Ὅσιε
Πάτερ, τῷ διὰ Σταυροῦ παθόντι ὑπὲρ ἡμῶν ἀκολουθῶν, τῆς κοσμικῆς συχύσεως
φυγαδεύων ἐμάκρυνας· καὶ ἐν σπηλαίῳ καθείρξας σαὐτὸν ἐσταύρωσας, ἐγκρατείᾳ καὶ
σκληραγωγίᾳ τὰ πάθη ἐκνευρούμενος· ὅθεν ζῶν ὡς ἄσαρκος, Ἀγγέλου ἠξιώθης ἀκοῦσαι
φωνῆς, ἐπὶ τὰ ἐνδότερα παλεύειν ἐγκελευομένης σε· καὶ οἶκον σκηνώματος δόξης
Κυρίου ἐνυδρίσαντα, μάνδρας λογικῆς γενέσθαι σε ποιμένα σωτήριον. Ἀλλ’ ὦ
Πατέρων ὁμόσκηνε τὴν σὴν Μονήν, ἐξ ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων διάσωζε, καὶ
πάντας τοὺς ἐν αὐτῇ τὴν σὴν ἐπικαλουμένους ἀντίληψιν, τὰς αἰτήσεις ἐπιχορηγῶν,
καὶ ταῖς ψυχαῖς ἡμῶν συγχώρησιν, ταῖς πρὸς Κύριον πρεσβείαις Σου.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς
προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ
τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν
τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα ὁσιακά.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ
ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος β΄.
Ἀρνησάμενος
κόσμον, καὶ τὰ ἐν κόσμῳ Ὅσιε, καὶ τὸν Σταυρόν σου ἄρας, Εὐαγγελικῶς
ἠκολούθησας, ἐν τῷ κρημνῷ διαιτώμενος, ὡς ἐν Παραδέισῳ μυστικῶς· τῇ ἄκρᾳ
σκληραγωγίᾳ τῆς σαρκός, τὸν βροτοκτόνον δράκοντα ἀπέπνιξας· διὸ ἐν οὐρανοῖς
αὐλιζόμενος, Νεόφυτε μακάριε, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Τῶν
ἐν τῷ βίῳ πραγμάτων καταφρονήσας Πάτερ Νεόφυτε, τὴν ἄνω πολιτείαν ἐπεπόθησας·
πλοῦτον ἐβδελύξω, πτωχείαν ἐνδυσάμενος, τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω τὴν
ἐγκράτειαν· ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνης· διὸ Πάτερ Ὅσιε,
μνημόνευε καὶ ἡμῶν ἐν ταῖς εὐχαῖς σου πρὸς Κύριον.
Ἦχος
πλ. β΄.
Πάτερ
ἀξιάγαστε, τῆς ἐγκλείστρας ὤφθης κάλλιστος πολιοῦχος· ἐν γὰρ τῷ κρημνῷ ἐφεῦρες
οὐράνιον ὕψωμα· ἰαματικῆς χάριτος ἐξ ἀσύλων θησαυρῶν, τοῦ Πνεύματος καταξίωσαι·
ὅθεν δι’ ἀμφοτέρων ὁ Χριστός σε προσήκατο, καὶ τεράτων αὐτουργὸν ἀνέδειξε
Νεόφυτε, ἀλλὰ τοῦτον ἀεὶ ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἡ
καθαρὰ τοῦ Πνεύματος τοῦ Ἁγίου Σοφία, σκηνώσασα ἐν τῇ καθαρᾷ σου καρδίᾳ,
παμμακάριστε Νεόφυτε, τὴν θεόπνευστον Γραφὴν ἐθεολόγεις τρανῶς· τὸ Πνεῦμα τὸ
Ἅγιον ἐπὶ σοὶ ἐσκήνωσε· διὸ παῤῥησίαν κεκτημένος, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῇ
ἀπαύστῳ πρεσβείᾳ σου, τῶν ψυχικῶν ἡμᾶς παθῶν, καὶ σωματικῶς ἐλευθέρωσον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Τὴν
νῆσον κατέλιπας, τὴν σὴν πατρίδα παμμάκαρ, τὴν ἐκθρεψαμένην σε,, καὶ σαὐτὸν
ἐμάκρυνας ὁδηγούμενος, ὐπ’ Ἀγγέλου θείου τε, Ἱεροσολύμων πόλιν θείων σπεύδων
ἔφθασας, καὶ προσεκύνησας ἴχνη Κυρίου τὰ πάνσεπτα, ἐντεῦθεν ὑπεχώρησας πρὸς τὰ
τῆς ἐρήμου ἐνδότερα, καὶ Τιβεριάδος τὰ μέρη ψηλαφῶν ὡς θηρευτής, ἵνα τυχών τινα
σύσκηνον, μυηθεὶς τὰ κρείττονα.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθύσεται.
Πολεύων
εἰς ἔρημον, ἐν ᾗ βλαστὸς Ζαχαρίου, διδάσκων ἀπήγγελλε, λαοῖς τὴν μετάνοιαν καὶ
ἐβάπτιζεν, οὗ τὰς τρίβους ἴχνευες, καὶ τὰ ἐν ὁρίοις, Μαγδαλᾶ καὶ τὸ Θαβώριον,
περινοστήσας δέ, γαίαν τοῦ Σουκᾶ καὶ τὸν χείμαῤῥον· καὶ τοῦ Ἰορδάνου τὰ περὰν
διελθὼν ἐν προσχευχαῖς, καὶ τὸν Θεὸν καθικέτευε, τυχεῖν τῆς ἐφέσεως.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πάντας
τοὺς τὴν ἔνδοξον, καὶ πανσεβάσμιον μνήμην, πίστει ἐκτελούντας σου, πειρασμῶν
καὶ θλίψεων ἀπολύτρωσαι, συμφορῶν βίου τε τῶν ἐπερχομένων, καὶ ποικίλων
περιστάσεων, σὺ γὰρ μακάριε, ἐν τῷ ἐκδημεῖν σε πρὸς Κύριον, τοῦτο θεόφρον
ᾔτησας, καὶ τῆς σῆς αἰτήσεως ἔτυχες, πόθῳ γοῦν τελοῦντας, τὴν μνήμην σου
Νεόφυτε σοφέ, τῶν σωζομένων τῆς στάσεως ἡμᾶς καταξιώσον.
Δόξα.
Ἦχος β΄.
Τῶν
ἀρετῶν ἐδείχθης ὑπογραμμὸς ἐπὶ τῆς γῆς μυστικῶς· διὸ εὐφημοῦμέν σε ὡς ἀσκητῶν
ἐγκαλλώπισμα· ἐξασκήσας γὰρ ἀληθῶς ὥσπερ ὁ μέγας Εὐθύμιος, ταπείνωσιν ἄμετρον
ἐνδείξω, καὶ τοὺςἐμπιστευθέντας σοι ποιμένας ὀρθῶς, εἰς μάνδραν ἁγίαν
ἐνείλασας, ἔνθα ὁ χορὸς τῶν Ἁγίων καθέστηκεν, ἐκτενῶς δὲ πάλιν βοῶμέν σοι·μὴ
ἐπιλάθου καὶ νῦν τῆς ποίμνης σου τῆς σὲ ὡς προστάτην προβαλλομένης, καὶ ῥύου
σκανδάλων, τοὺς τιμῶντάς σε ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α'. Τῆς ἐρήμου πολίτης
Τῶν
Λευκάρων τὸ κλέος καὶ Κυπρίων τὸ καύχημα, Μονῆς Ἐγκλείστρας πολιούχε, θεοφόρε
πατὴρ ἡμῶν Νεόφυτε· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, καὶ ἔγκλειστος ἐν ἄντρῳ
καρτερῶν, θείαν χάριν ἐκομίσω, ἧν πιστοῖς νῦν παρέχει θήκη λειψάνων σου. Δόξα
τῷ ταύτην βραβεύσαντι ἡμῖν, δόξα τῷ σὲ δοξάσαντι· δόξα τῷ χορηγοῦντι, διά σου
πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν,
Κάθισμα. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Θεαρέστως
μονάσας, ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰαμάτων ἐκομίσω Νεόφυτε, θαυμάσια τελέσας
ἐν τῇ γῇ, Μονὴν συγκροτήσας ἱεράν, προσενήνοχας Χριστῷ τῶν σωζομένων πληθὺν
πανόλβιε· δόξα τῷ σὲ φωτίσαντι Θεῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ ἐκτελοῦντι
διὰ σοῦ πιστοῖς ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς
ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς
διὰ τοῦ τόκου σου.
Μετὰ τὴν β’ Στιχολογίαν,
Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐκ
βρέφους τῷ Θεῷ, κολληθεὶς θεοφόρε, τοῦ Πνεύματος σεπτόν, ἀνεδείχθεις δοχεῖον,
καὶ τὰ πονηρότατα, καθυπέταξας πνεύματα, ἐνασκήσας γάρ, ἐμεγαλύνθης ἀξίως· ὅθεν
σήμερον, ἐν τῇ Μονῇ σου, ἐλθόντες, σὴν μνήμην ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας
ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε,
εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ
ἐν κόσμῳ ἐμφρόνως ἐμπορευθείς, καὶ τῶν κάτω τὰ ἄνω ἀντιλαβών, πλοῦτον
ἀναφαίρετον, σεαυτῷ ἐθησαύρισας, πρὸς γὰρ τοῖς αὐθαιρέτοις ἱδρῶσι καὶ πόνοις
σου, καὶ Ἰὼβ ἐδέξω πληγὴν τὴν ἀνύποιστον· ὅθεν οὐρανόφρον, δι’ ἀμφοῖν
ἐκαθάρθης, χρυσοῦ καθαρώτερον, τῇ τοῦ Πνεύματος χάριτι, ἐν ἐγκλείστρᾳ σῇ Ὅσιε·
ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι ἡμῖν, τοῖς πόθῳ
ἀνυμνοῦσι τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθύσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
μαθηταῖς· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πάτερ
ἀξιάγαστε, τῆς ἐγκλείστρας ὤφθης κάλλιστος πολιοῦχος· ἐν γὰρ τῷ κρημνῷ ἐφεῦρες
οὐράνιον ὕψωμα· ἰαματικῆς χάριτος ἐξ ἀσύλων θησαυρῶν, τοῦ Πνεύματος καταξίωσαι·
ὅθεν δι’ ἀμφοτέρων ὁ Χριστός σε προσήκατο, καὶ τεράτων αὐτουργὸν ἀνέδειξε
Νεόφυτε, ἀλλὰ τοῦτον ἀεὶ ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, ὁ ἑξῆς.
ᾨδὴ
α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Νῦν
ἔρωτι θείῳ καθηλωθείς, καὶ βίου ἐξ ὅλης βδελυξάμενος τῆς ψυχης, τοῦ βίου με
ῥῦσαι τῶν σκανδάλων, ἵνα ὑμνῶ σε παμμάκαρ Νεόφυτε.
Νεώσας
ἀρότρῳ τῶν προσευχῶν, τὴν αὔλακα μάκαρ, τῆς ψυχῆς σου καὶ ἐν αὐτῇ, σὺν δάκρυσι
σπείρας ἀπολαύεις, πολλαπλασίως καρποὺς ἀγαλλόμενος.
Ὁ
νοῦς σου παμμάκαρ θεοειδής, ποικίλαις ἐμπρέπων, ἀναβάσεσιν ἀρετῶν, ἐγένετο
θείας ἀπολαύων, καὶ μακαρίας τῆς τερπνότητος.
Θεοτοκίον.
Ὑπέρμαχον
Κόρη καὶ βοηθόν, οἱ Σὲ κεκτημένοι, ἐκλυτροῦται τῶν δυσχερῶν· ἁπάντων γὰρ
ἄχραντε Δεσπότην, ἐν ταῖς ἀγκάλαις ὡς βρέφος ἐβάστασας.
ᾨδὴ
γ’. Οὐρανίας ἁψῖδος.
Θαυμαστὸς
ἀπεφάνθης τοῖς πονηροῖς δαίμοσιν, Ὅσιε διό με τῆς τούτων ῥῦσαι κακώσεως· σὺ γὰρ
ἐδίωξας, πᾶσαν κακόνοιαν Πάτερ, πατέρων Νεόφυτε, καὶ ὀλεθρίαν ἰσχύν.
Ῥώμῃ
καὶ δυναστείᾳ τοῦ παντουργοῦ Πνεύματος, ἴσχυσας δουλῶσαι τὴν σάρκα Πάτερ τῷ
πνεύματι, ἀπαρνησάμενος, τὸ παντελὲς θεοφόρε, ἑαυτὸν Κυρίον δέ, κατηκολούθησας.
Ἵνα
μόνος τῷ μόνῳ προσομιλεῖς Ὅσιε, ἄβατον κρημνοῦ τε μονάζων χαίρων κατώκησας,
χρόνοις πεντήκοντα, πέντε διήρκεσας Πάτερ, βίαις ταῖς τῆς φύσεως ἀντιμαχόμενος.
Θεοτοκίον.
Ὡς
ὡραίαν ὡς ὅλην περικαλλὴ ἄχραντε, μόνος ὁ ὡραίος ἐν Σοὶ κατώκησεν ἄσπορος,
ἀπολυτρούμενος, τῆς εἰδεχθοῦς ἁμαρτίας, ἅπαντας τοὺς πίστει Σε, καὶ πόθῳ
σέβοντας.
Κάθισμα.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀγρυπνήσας
ἐν ὕμνοις καὶ προσευχαῖς, κατεκοίμησας πάθη τὰ τῆς σαρκός, συντόνοις ἀσκήσεσι,
καὶ πολλοῖς ἀγωνίσμασι, καὶ ὑπνώσας ὕπνον δικαίοις ἁρμόζοντας, πρὸς αὐγὴν
μετέβης ἀνέσπερον Ὅσιε· ὅθεν καὶ ἰάσεις, ἀναβλύζων ὑπάρχεις, λιμὴν ἀναψύξεως
τοῖς ἐν ζάλῃ κακώσεως, θεοφόρε Νεόφυτε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ
ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ
τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ
αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα
πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς
πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.
ᾨδὴ
δ’. Εἰσακήκοα Κύριε.
Διανοίας
εὐθύτητι, Ὅσιε τὸν Κύριον ἐξεζήτησας· καὶ ἐῤῥύσατό σε θλίψεων, ἐπακούσας Πάτερ
σῶν δεήσεων.
Ἐν
νυκτὶ καὶ ἡμέρᾳ σε, εὕροιμι συλλήπτορα παμμακάριστε, ἀναγκῶν με ἐξαιρούμενον,
καὶ σκανδάλων πάντων τῶν τοῦ ὄφεως.
Πληθὺς
δὲ τῶν πταισμάτων μου, Ὅσιε καθέλκει με πρὸς ἀπόγνωσιν, τῇ πολλῇ γὰρ μεσιτείᾳ
σου, πεποιθὼς ῥυσθείην πάσης θλίψεως.
Θεοτοκίον.
Σωτηρίας
λιμένα Σε, πάντες ἐπιστάμεθα παναμώμητε, οἱ ἐν βίῳ θαλαττεύοντες, καὶ πρὸς Σὲ
ἐν πόθῳ καταφεύγοντες.
ᾨδὴ
ε’. Φώτισον ἡμᾶς.
Ὅπως
πιστῶς, ἀνυμνῶ Πάτερ Νεόφυτε, καὶ τὴν προστασίαν σου τὴν θερμήν, ἀνακηρύττω, ἐκ
παντὸς κινδύνου ῥῦσαί με.
Σώματος
ὁρμάς, καθυπέταξας Νεόφυτε, ἐγκρατείᾳ καὶ ἀσκήσει πολλῇ, καὶ ἀγρυπνίᾳ τὸ σῶμα
κατέτηξας.
Ὅλην
πρὸς Θεόν, ἀνατείνας τὴν διάνοιαν, θείου Πνεύματος ἐνέργειαν, ἐν σοὶ ἐδέξω,
θεοφόρε παμμακάριστε.
Θεοτοκίον.
Γένος
τῶν βροτῶν, διὰ Σοῦ φθορᾶς λελύτρωται, ἀπειρόγαμε Παρθένε Ἁγνή, καὶ διὰ τοῦτο
ἀνυμνεῖ καὶ μεγαλύνει Σε.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ἐπιβουλὰς
πονηρῶς, δαιμόνων τε διασκέδασον, μερόπων ἐπιβουλάς, ἀπράκτους ἀπεργασον, τὰς
ἐνέδρας Ὅσιε, ἵνα καταχρέως, εὐφημοῦμέν σε Νεόφυτε.
Οὐκ
ἔστις ὅστις τὴν σήν, οὐ προσκαλεῖται βοήθειαν, καὶ οὐ λαμβάνει εὐθύς, τὴν ἴασιν
Ὅσιε, ἱκετεύω πάντοτε, τὴν ἁγνὴν Παρθένον, καὶ Μητέρα τοῦ Υἱοῦ καὶ Θεοῦ.
Ἱδρῶσιν
ἀσκητικοῖς, καὶ ἐργοχείρῳ σχολούμενος, φθονήσας ὁ πονηρός, ὠλέσαι σε ἔσπευσε,
λίθον γάρ σοι ἄνωθεν, κρεμᾷ τοῦ σπηλαίου· ἀλλ’ ἐρύσθης τῇ δυνάμει Χριστοῦ.
Θεοτοκίον.
Ἡ
μόνη πρὸς τὸν Θεόν, καταφυγὴ καὶ ἀντίληψις, Ὃν ἔτεκες ἐν γαστρί, Θεὸν
καθικέτευε, ἀπὸ πάσης ῥύσασθαι, ἐναντίας Κόρη, περιστάσεως τοὺς δούλους Σου.
Κοντάκιον.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὰ
ἄνω ποθῶν τῶν κάτω μεθιστάμενος, λαξεύων ἐν κρημνῷ, θεωρίας ἐπέτυχες· δι’ αὐτῆς
ἀπήστραψας, τῶν θαυμάτων τὴν αἴγλην Ὅσιε· Ὃν ἀεὶ Χριστὸν τὸν Θεὸν πρεσβεύων, μὴ παύσῃ, ὑπὲρ πάντων ἡμῶν.
Ὁ
Οἶκος.
Ἔχων
ψυχὴν ῥυπῶσαν καὶ σῶμα, μολυσμῷ ἀμέτρῳ, καὶ τῇ ζάλῃ δεινῶς, τῆς ἁμαρτίας
ποντούμενος, οὐ τολμᾶ δὲ τοῦ λέγειν, οὐδὲ ἰσχύω σοι προσφέρειν τὸν ἔπαινον,
Πάτερ Νεόφυτε· ἀλλ’ ὡς πηγὴ συμπαθείας ὑπάρχων θεόληπτε, τῷ ῥείθρῳ τῆς σῆς
πρεσβείας, τὰ πολλά μου ἀπόπλυνον πταίσματα, καὶ ἐν ἀνοίξῃ τοῦ στόματος,
δωρηθῆναί μοι λόγον δυνάμωσον, δέξαι δὲ τῶν μικρῶν λειψάνων ἐγκώμιον, ὡς πρὶν ὁ
Δεσπότης τὰ δύο λεπτά, πρεσβεύων μὴ
παύσῃ, ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος.
Ἔχει σε τύμβος, ἀλλὰ μέχρι
σαρκίου,
Καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Πνεῦμα δὲ εἰκάδι δευτερίῃ
σὸν ἔβη πόλεο ὅρμους.
Οὗτος ὁ Ὅσιος, πατρίδα μὲν ἔσχεν τὴν τῶν Λευκάρων πολιτείαν, τὴν
κατὰ τὴν νῆσον τῆς Κύπρου, γονέων εὐσεβῶν χρηματίσας υἱός, ἤκμαζε δὲν ἐν τοῖς
τῶν εὐσεβέων βασιλέων χρόνοις των Κομνηνῶν, ἐν ᾧ καιρῷ οἱ Σαρακηνοί, κρίμασιν
οἷς οἶδε ὁ Θεός, τῆς Ἁγίας τῶν Ἱεροσολύμων Πόλεως ἦσαν κατακρατοῦντες, ἐξ ὧν οὐ
μικρὰς καὶ ἡ νῆσος αὕτη ὑποστᾶσα, φαίνεται, ἐπιδρομάς, ὑπό τε τῶν πρὸς ἀπολύτρωσιν
τῶν ἱερῶν προσκυνημάτων, πανταχόθεν συνδραμόντων θερμῶς φλοχρίστων
στρατευμάτων, θείῳ ζήλῳ τῶν τότε εὐσεβῶν τῆς Εὐρώπης βασιλέως κινηθέντων.
Ὀκτὼ οὖν καὶ δέκα ἐτῶν γενόμενος ὁ θεῖος Νεόφυτος, τῶν γεννητόρων
αὐτοῦ γάμῳ συζεῦξαι τοῦτον διασκεπτομένων, καὶ τὰ πρὸς γάμου σύμφωνα ὡς ἔθος
βουλομέμων ἐκτελέσαι, γνοὺς τὸ γεγονός, λάθρα τῆς πατρικῆς οἰκίας ὑπεξίσταται,
καὶ ἐν τῇ τοῦ ἱεροῦ Χρυσοστόμου Μονῇ, τοῦ Κουτζουβέντη ἐπονομαζομένη, ἑαυτὸν
κατέκρυψε· γονεῖς καὶ ἀῤῥαβῶνας πρὸς τοῖς λοιποῖς τῶν φθειρομένων καταφρονῶν
εἰς οὐδὲν ἐνόμιζεν, ἀλλ’ ὑπὲρ μόνης τῆς τοῦ Κυρίου ἀγάπης ἐφρόντιζεν, ἐκ
βρέφους γὰρ ἦν τὴν ἡσυχίαν ποθῶν, καὶ τὸν ἐρημικὸν βίον ἀσπαζόμενος, ὡς ἐν τῇ
ἐξ ἰδίων χειρῶν συγγραφείσῃ ἱερὰ διατάξει περὶ τῆς αὐτοῦ Μονῆς καὶ ἐν αὐτῇ κατὰ
καιρὸν μονάζουσι, σαφέστατα δείκνυται ἡ αὐτοῦ πρὸς Θεὸν ἀγάπη, καὶ ὁ ζῆλος τῆς
ἡσυχαστικῆς ζωῆς, οἷον κανόνα καὶ ὑπόδειγμα αὐτοῖς τὴν ἔνθεον αὐτοῦ πολιτείαν
προστησάμενος. Οἱ δὲ γονεῖς αὐτοῦ, μετὰ τὴν ἀναχώρησιν, ἐν λύπῃ οὐ μικρᾷ
τυγχάνοντες, καὶ ἀγνοούντες τὴν ὁδὸν ἣν ἔλαβε, πᾶσαν τὴν νῆσον περιήρχοντο
ἀνερευνοῦντες περὶ αὐτοῦ. Τοιγαροῦν καὶ τὴν ῥηθεῖσαν Μονὴν καταλαβόντες, εὗρον
μὲν αὐτόν, μηδ’ ὅλως δὲ βουλόμενον αὐτοῖς ἀκολουθῆσαι, ἔκλαιον ἐπὶ πολλὰς
ἡμέρας καὶ ἐκόπτοντο, καὶ βιασθεὶς ἔπειτα ὑπὸ τῆς πολλῆς αὐτῶν παρακλήσεως μὴ
ἔχων τὶ ποιῆσαι ὑπέστρεψε μεθ’ ἑαυτῶν πάλιν οἴκαδε. Ἵνα γὰρ καὶ τὴν πατρικὴν
ἐκπληρώσω ἐντολὴν τὴν ἐν τῷ ἱερῷ Εὐαγγελίῳ, ὑπακούει καὶ συζεύγνηται τὴν
μνηστευθεῖσαν αὐτῷ, καὶ χαρᾶς οὐ τῆς τυχούσης τοὺς γονεῖς κορέννυσι, καὶ πάντας
γείτονας καὶ γνωστοὺς παστάδος δὲ ἑτοιμασθείσης, ὡς ἔθος τοῖς νεομύμφοις κατὰ
καιρόν, καθ’ ὃν ἔδει τῇ νύμφῃ συγκαθευθῆσαι, ἀφεὶς τὸν δακρύλιον καὶ
ἐπευξάμενος διὰ νυκτὸς τῆς οἰκίας ἐξέρχεται, καὶ πάλιν τὴν τοῦ Κουτζουβέντη
καταλαμβάνει Μονήν, καὶ παραχρῆμα τὸ τῆς μοναδικῆς πολιτείας ἐνδυθῆναι σχῆμα
ἐκτενῶς παρακαλεῖ τὸν ἡγούμενον· ὅθεν κείρεται τὴν κόμην καὶ ἐνδυθεὶς τὸν
πεποθημένον χιτῶνα, ἐσκίρτα καὶ ἔχαιρε.
Καὶ λαβὼν ἐντολὴν πρὸς τοῦ ἡγουμένου ἀπῆλθε φυλάττων τὰς ἐν ταῖς
στοῦπες καλουμένας ἀμπέλους τῆς Μονῆς, ἔνθα καθ’ ὧραν οὐ διέλειπεν
προσευχόμενος, παντελῶς δὲ ὧν τῶν ἱερῶν γραμμάτων ἀμύητος, ἐπὶ πενταετίαν ἐν τῇ
τοιαύτῃ διακονίᾳ τελῶν, καὶ ταῦτα διὰ πόθον ἐμυήθη καλῶς καὶ ἀνεγίνωσκεν, ὥστε
καὶ τοὺς Χαλμοὺς τοῦ Δαβίδ, ἀπὸ στόματος λέγειν ἱκανός. Ἀλλ’ ἐν τούτοις, ἄλλος
ἔρως αὐτοῦ τὴν καρδίαν ὑπέκκαιε τοῦ παραγενέσθαι εἰς προσκύνησιν τῶν σεβασμίων
τοῦ Κυρίου τόπων, καὶ δὴ ἐκπλεύσας ἔφθασεν ὡς ἐφέσεως εἶχε καὶ προσκυνήσας τὰ
ἐν Ἱερουσαλὴμ τοῦ Σωτῆρος ἡμῶν πάνσεπτα σεβάσματα καὶ ὡς εἰκὸς προσευξάμενος,
προσεχώρησε μέχρι τῶν ὁρίων Μαγδάλων, Θαβὼρ καὶ Ἰορδάνου, ἐπὶ ἑξάμηνον χρόνον,
τὰς τρώγλας καὶ σπήλαια ἀνιχνεύων, ἵνα τύχῃ τινὰ τῶν ἀσκούντων καὶ αὐῷ
ὑποταγῆναι· ὅθεν, μὴ ἀπολαύσας τοῦ ποθουμένου καὶ ὑπὸ θείας νεύσεως
προτρεπόμενος, ἐπανέκαμψεν εἰς τὴν ῥηθεῖσαν Μονήν. Ἀλλ’ ὁ τῆς φιλησυχίας ἔρως
οὐδέποτε ἀνέπαυεν αὐτόν· ὅθεν ἀπὸ τῆς Μονῆς αὖθις ἀπάρας πρὸς τὸ τοῦ Λάτρους
ὄρος, ἔσπευδε τὴν πορείαν ποιῶν, δεόμενος τοῦ Θεοῦ ἵνα μὴ της ἐλπίδος ἀποτύχῃ.
Ὅτε δὲ κατέλαβε τὸ ἐν τῇ Πάφῳ φρούριον γνωσθεὶς ὑπὸ τῆς φρουρᾶς, ἐκρατήθη ὡς φυγάς
καὶ δῆλα δέσμιος ἐν φυλακῇ, ἐφ ἱκανὰς ὥρας ἐτηρεῖτο κακουχούμενος, καί τινες
τῶν εὐσεβῶν ἐπὶ τὸ συμβὰν λυπηθέντες καὶ τῶν ἐν τῇ φρουρᾷ περὶ αὐτοῦ δεηθέντες
τῶν δεσμῶν καὶ τῆς φυλακῆς ἠλευθέρωσαν. Ἐπειδὴ οὖν ὅπου ὁ σκοπὸς αυτῷ
ἀπέβλεπεν, οὐ μόνον ἀτελεσφόρητος ἔμεινεν, ἀλλὰ καὶ κακώσεις τούτου χάριν
ὑπέμεινεν, ἔγνω ὡ ςοὐκ ἦν Θεοῦ βούλησις τῆς ἐνεγκαμένης ἀπομακρυνθῆναι, ἐν
ἀπορίᾳ οὔσης κᾂν τότε, ὡς ἔμοιγε δοκεῖ, ἐναρέτων ἀνδρῶν. Καὶ γὰρ ὑπὸ τῶν
δυτικῶν ἧν τότε κυριευομένη ἡ νῆσος, ὡς ἐν τῇ αὐτοῦ διατάξει φαίνεται κατὰ τὸ
χιλιοστὸν ἑκατοστὸν πεντηκοστὸν ἔννατον ἔτος.
Μετὰ τὸ ἀπολυθῆναι τῆς φυλακῆς, ἐν μεγίστῃ ἀπορίᾳ ὑπάρχων, καὶ εἰς
λύπην οὐ μικράν, ὅπου ἂν πορευθείη, καὶ τῆς ἡσυχίας τὸν πόθον ἐπιτύχεις,
συνῆλθεν εἰς ἑαυτὸν καὶ παρατυχούσης ὁδοῦ τινος ἁψάμενος ἐν ὀνόματι τοῦ Κυρίου,
ἐπὶ τὸν τραχύτατον κρημνὸντῆς μετὰ ταῦτα παρ’ αὐτοῦ ὀνομασθεῖσης ἐκλείστρας
χωρεῖ, ἐν αὐτῷ οὖν σπήλαιον, καίτοι κατὰ τὸ μέσον ὃν τοῦ κρημνοῦ εὑρκώς, ἤρξατο
καθαίρειν αὐτόν, καὶ λαξεύειν· πότε τραχῶδες καθομαλίζεν, πότε μὲν μετὰ τῶν
χειρῶν, πότε δὲ μετὰ ξύλων ὁ μαξάριος, ὥστε μόλις μετὰ παρέλευσιν χρόνου, εἰς
κατοίκησιν αὐτῷ ἐχρημάτισεν ἐνταῦθα τοιγαροῦν ἕκαστος λογιζέτω, ὁπόσας θλίψεις
ὑπέμεινε διὰ τὸ ἄβατον καὶ τὴν στενότητα τοῦ κρημνοῦ, τὰς σκληραγωγίας τῆς
σαρκός, τὴν γυμνότητα, τὴν πεῖναν, τὴν χαμευνίαν καὶ πᾶσαν ἄλλην ταλαιπωρίαν
τοῦ σώματος, καὶ ταῦτα ἑκουσίῳ θελήματι, ἐξ ἐναντίας τὰς προσευχάς, τὰς
γονυκλισίας, τὰς παννυχίους στάσεις καὶ ὁλονυκτίους ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ,
ἃς ἐποίει ὁ ἀοίδιμος, ὥστε τῆς φήμης τῶν κατοθρωμάτων αὐτοῦ διαδοθείσης,
συντρέχειν τοὺς πλείονας, εἰς ἀπόλαυσιν αὐτοῦ εὐλογίας, χάριν καὶ εὐχῆς. Διό,
καί τινες μαθηταὶ γενέσθαι αὐτῷ ἐπόθησαν, καὶ τῆς ἀσκητικῆς αὐτοῦ διαγωγῆς
ζηλωταὶ καὶ συμπράκτορες, μὴ βουλόμενος δέ, οὐχ ὡς ἀπεστρέφετο τὴν ἀνθρώπων συνομιλίαν
καὶ τὴν αὐτῶν σωτηρίαν· ἀλλ’ ὡς εἰδὼς τῷόντι ὅτι ὁ εἷς τῶν δύο καὶ πλειόνων
ἡσυχαστικώτερος. Ἐπεὶ οὖ θερμῶς ἐπέκειντο αὐτῷ, καὶ οὐδ’ ὁποσοῦν τινα ἄνεσιν
ἐδίδοσαν συγκατένευσε, τινὰ ςμὲν δεχθῆναι, οὐ μὴν δὲ καὶ πλείονας τῶν δέκα,
ἔνθεντοι διδάσκων αὐτούς, τὰ τῆς ἀρετῆς ἔργα ηὔξανε τὴν ἀκοὴν τῆς αὐτοῦ
διαγωγῆς, καίτοι τοὺς τῶν ἀνθρώπων ἐπαίνους παντελῶς ἐκποδῶν ἧν ἀποστρεφόμενος.
Ἀλλ’ ὁ Θεός, κελεύει δι’ ὁράσεως θείας, τῆς τῶν Παφίων πόλεως
ποιμένα Βασίλειον, εἰς τὸ τοῦ πρεσβυτέρου ἀξίωμα προβιβάσαι τὸν Ὅσιον, καὶ τὰ
ἀρκοῦντα σιτηρέσια αὐτῷ παρεχοντα, διὰ σιγγιλίου αὐτὰ ἐπισφραγίσαι, ἵνα δι’
αὐτῶν τὴν Μονὴν ἔχῃ ἀνεγεῖραι, καὶ ὡς ἐκελεύθη ὁ ἀρχιερεύς, οὕτω πεποίηκε. Μετὰ
δὲ τὸν βαθμόν, τίς εὐπορεῖ λόγων δηλῶσαι τοὺς ἀγῶνας, τὰς προσευχάς, νηστείας
τε καὶ ἀγρυπνίας, ἃς ἐποίοι ὁ μακάριος. Ἀνήγειρε τοιγαροῦν εἰς κάλλος οὐ τὸ
τυχόν, τὴν ἀνωτέραν Μονήν, ἐγκλείστραν αὐτὴν ἐπωνομάσας, διὰ τὸ ἐγκλεισθῆναι
αὐτὸν ἐπὶ χρόνοις ἔικοσι πρὸς τοῖς τέσσαρσιν ἐν τῷ ῥηθέντι σπηλαίῳ καὶ οὕτω
διατάξας τοὺς μετ’ αὐτὸν χρηματίσαντας ἐγκλείστους λέγεσθαι, οὐκ ὀνόματι μόνον,
ἀλλὰ καὶ πράγματι, τὸν αὐτοῦ βίον εἰκόνα προτιθεμένους, καὶ ἀδελφότητα
καταστήσας ἐδίδασκεν, ὡς νεοπαγεῖς αὐτοὺς συχνῶς, καὶ πρὸς τὴν ἐργασίαν καὶ
ἐκπλήρωσιν τῶν ἀρετῶν ἐνίσχυε. Βλέπων δὲ ὡς τῆς φίλης αὐτοῦ ἡσυχίας
ἀποστέρηται, ἄνωθεν τοῦ σπηλαίου, ὁ κλήσει τοῦ Τιμίου Σταυροῦ εἰς ναὸν
προκαθιέρωσε πάνυ σμικρότατον ἄντρον ὑπάρχον, καὶ σχεδὸν ἄβατον, ἐν αὐτῷ
κατακλιθῆναι ἔγνω, καὶ μηδαμοῦ τοῦ λοιποῦ ἐν θορύβῳ διάγειν. Ἔνθα λαξεύοντος
καὶ διορύττοντος, λίθος βαρύς, φθόνῳ τοῦ μισοκάλου ἐκπεσων, συνθᾷ τὴν χεῖρα τοῦ
Ὁσίου, προσωθούμενος αὐτὸν κατὰ τὸ κρημνῶδες, ἀλλὰ προφθάσασα ἡ θεία δύναμις
ἀβλαβὴ διεφύλαξε, πρὸς πεισμονὴν τοῦ δαίμονος, τὸ δὲ σπήλαιον, οἶκον προσευχῶν
καὶ δοξολογίας Θεοῦ πεποίηκεν, ἐν ᾧ κατακλείσας ἑαυτὸν νηστείᾳ καὶ σκληραγωγίᾳ,
ταλαιπωρῶν τὴν σάρκα προσηύχετο, καὶ ἀνὰ πᾶσαν Κυριακὴν διὰ κλίμακος
μεταφερομένης κατείρχετο ἐν τῇ ἐγκλείστρᾳ, διδάσκων τοὺς μαθητὰς καὶ αὐτοὺς
ποδηγετῶν τὰ πρὸς ἀρετήν, πάλιν ἀνείρχετο διὰ τῆς κλίμακος εἰς τὸ ἄντρον. Ζήσας
δὲ ἐν τοιαύτῃ τῆς ἀσκήσεως διαγωγῇ πεντήκοντα καὶ πέντε ἔτη, καὶ τῇ μελέτῃ τῶν
θείων Γραφῶν ἑαυτὸν ἐγγυμνάσας, ἐπὶ τὸ ἄκρον τῆς προελήλυθε. Τεκμήριον δέ, οἱ
συγγραφέντες παρ’ αὐτοῦ λόγοι πρὸς τοὺς αὐτοῦ φοιτητάς, παντοίας παιδεύσεως καὶ
ὠφελείας ὄντες μεστοί, ὡς εἶναι ἐν βίβλοις δεκαὲξ τὰ παρ’ αὐτοῦ συγγραφέντα, ὡς
φαίνονται κατὰ μέρος, τινὰ μὲν αὐτῶν ἤδη σωζόμενα, ἐν τῇ αὐτοῦ Μονῇ καὶ εἰς
τύπον δοθέντα, τινὰ δὲ ὑπὸ τοῦ χρόνου καθυποβληθέντα, ἄλλως τε καὶ ἀπὸ τῆς
ἀμελείας τῶν λαιρὸν ἐπιστατούντων παρωραθέντα.
Ἐν τούτοις, πᾶσι καλῶς ἀγωνισάμενος, γέγονε, σκεῦος τοῦ Παναγίου
Πνεύματος, ὥστεπρογνωρίσαι τὴν αὐτοῦ πρὸς Κύριον ἐκδημίαν, καὶ πρὸ ἡμερῶν τὴν
αὐτοῦ ἀποβίωσιν δηλῶσαι τοῖς μαθηταῖς αὐτοῦ καὶ ὁπαδοῖς. Ὅθεν τοὺς ἀδελφοὺς
καλέσας, ἤρξατο ὁμιλεῖν αὐτοῖ καὶ συμβουλεύειν τὰ ἀνήκοντα τῷ ἀσκητικῷ βίῳ, ἵνα
μέτα τὴν αὐτοῦ ἀποβίωσιν πολιτεύονται ἀμέμπτως, καὶ ὡς αὐτοῖς διέθετο
διαταξάμενος, ἀτρέπτως τηρεῖν τὰ ἐπικυρωθέντα, καὶ παραινῶν αὐτοῖς προσέθετο ἐν
τῷ ἐνδοτέρῳ τοῦ σπηλαίου λαξευθέντι ἰδιοχείρως τάφῳ, μετὰ τὰς ἐξοδίους ᾠδὰς τὸ
νεκρὸν τοῦ σώματος κατακρύψαι, καὶ μετὰ τῶν ἐξ αὐτοῦ νηθέντων νεκροταφείων
ἐνταφιᾶσαι, τὴν τελευταίαν ἐντολὴν ἐπευξαύμενος αὐτοῖς, ἐν εἰρήνῆ καὶ θεαρέστῳ
πολιτείᾳ διάγειν, ἐν ὁμονοίᾳ τε καὶ ἀγάπῃ ἀδελφικῇ τε ἐγκριθέντι γνώμῃ αὐτῶν, μέλλοντι
προστατεῦσαι τῆς Μονῆς ἐγκλείστρῳ ὑπακούειν καὶ ὑποτάσσεσθαι, καθὰ ὁ μοναδικὸς
βίος καὶ κανὼν ἀπαιτεῖ, καὶ μηδὲν τῶν ἐν τῇ διατάξει διορισθέντων παραβαίνειν
καὶ προσευξάμενος περὶ αὐτῶν, τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρέδωκεν. Ὅσος δὲ
κοπετὸς καὶ θρῆνος μετὰ τὴν αὐτοῦ ἀποβίωσιν, ὑπό τε τῶν αὐτοῦ ἀκολούθων καὶ
πνευματικῶν τέκνων, ὑπό τε τῶν ὑπὲρ ἄνθρωπον πολιτείαν αὐτοῦ ἐγνωκότες γέγονεν,
ἀδύνατον γραφῆ παραδοῦναι. Τοιγαροῦν ὡς παρήγγειλεν αὐτοῖς οὕτως ἐποίησαν, καὶ
ἐνταφιάσαντες μετὰ τῶν συνήθων εὐχῶν τε καὶ δεήσεων τὸν τίμιον αὐτοῦ λείψανον,
ἐν ᾧ ἀπήγγειλε τάφῳ, ἐπετέλεσαν παννύχιον ἱκεσίαν ἐπὶ πολλὰς ἡμές εἰς μνήμην
αὐτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης, καὶ τῶν δύο αὐτῆς θεραπαινίδων.
Ἀποξενοῦται τοῦδε τοῦ βίου
Ξένη,
Οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνήσκουσιν ἄμφω τῆς Ξένης αἱ
δουλίδες,
Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Ἡ μακαρία αὕτη καὶ ἀοίδιμος Ξένη ἐκ τῆς μεγαλοδόξου γέγονε πόλεως
Ῥώμης, γένους ἐντίμου καὶ ζηλωτοῦ. Τῶν οὖν γεννητόρων αὐτῆς, γάμῳ ταύτην
ἐκδοῦναι βουλομένων, καὶ τῶν κατὰ τὸν γάμον πάντων εὐτρεπισθέντων, ἐξ αὐτῆς τῆς
παστάδος, μεθ᾿ ἑτέρων γυναικῶν, δύο παιδισκῶν, ἀποφυγοῦσα, καὶ διὰ θαλάσσης τὴν
πορείαν ποιησαμένη, ἄλλους ἀμείψασα τόπους, τὴν πόλιν τῶν Μυλασσῶν κατέλαβε.
Μᾶλλον δὲ παρὰ τοῦ θεσπεσίου Παύλου τοῦ Μοναχοῦ (ὃς αὐτῇ θεόθεν, ἐν Ἀλεξανδρείᾳ
φανείς, ὁδηγὸς γέγονε τῶν κρειττόνων), εἰς τὴν τοιαύτην πόλιν κατέστη. Ἔνθα
μικρὸν εὐκτήριον ἐπ᾿ ὀνόματι τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου πηξαμένη, ἅμα
ταῖς δυσὶ θεραπαινίσι, καί τινων ὀλίγων Παρθένων συνελθουσῶν, πολλὴν ἄσκησιν
ἐπεδείξατο, διὰ πάσης καρτερίας καὶ ἀποχῆς τῶν κατ᾿ αἴσθησιν ἡδονῶν, εἰς τὴν
οὐράνιον ἑαυτὴν ἄγουσα πολιτείαν.
Καλῶς οὖν διεξελθοῦσα τὸν βίον, μετὰ τὴν ὁσίαν ἐκείνην καὶ
μακαρίαν τελευτήν, ἄνωθεν ἔσχε τὴν μαρτυρίαν. Καὶ γὰρ μεσούσης ἡμέρας, ἡλίου
κατὰ γῆν φωτίζοντος, δι᾿ ἀστέρων ὤφθη Σταυρός· ὃν συνέκλειε, καὶ εἰς τὸ μέσον
συνεῖχεν ἕτερος ἀστέρων χορός, ὡς δοκεῖν στέφανον αὐτὸν εἶναι τῆς μακαρίας, τῆς
μακρᾶς ἕνεκα νηστείας καὶ ἀγρυπνίας καὶ ἀφθορίας ἀντιδοθέντα αὐτῇ πρὸς Θεοῦ.
Καὶ τοῦτο δῆλον, ὅτι τῇ τοῦ λειψάνου ταύτης ὑπὸ γῆν ἀποθέσει, οὐκέτι θεατὸς ἦν
ὁ τῶν ἀστέρων χορός τε καὶ κύκλος. Ἐγνώσθη δὲ τὰ κατὰ τὴν Ὁσίαν, μιᾶς τῶν
θεραπαινίδων αὐτῆς, ἐν τῷ μέλλειν τελευτᾶν, διηγησαμένης τὴν τῆς μακαρίας
πατρίδα, καὶ τὸ τοῦ γένους ἐπίσημον, καὶ τὴν ἐκ γονέων προσηγορίαν. Εὐσεβεία
γὰρ ἐκαλεῖτο· καὶ ὅτι λαθεῖν σπουδάζουσα, Ξένην ἑαυτὴν ἐπωνόμασεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Παυσίριον καὶ Παῦλον ἄμφω
συγγόνους,
Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ
ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν Βασιλέων, καὶ
Ἀρειανοῦ ἡγεμόνος, ἐν Κλεοπάτριδι τῆς Αἰγύπτου, ἀδελφοὶ κατὰ σάρκα. Ὑπῆρχον δὲ
χρόνων, ὅτε κατεσχέθησαν, ὁ μὲν Παῦλος τριάκοντα ἑπτά, ὁ δὲ Παυσίριος πέντε καὶ
εἴκοσιν, ἐκ νεαρᾶς ἡλικίας τό σχῆμα τῶν Μοναχῶν περιβεβλημένοι. Μαθὼν δὲ τῆν
κατάσχεσιν αὐτῶν Θεοδοτίων, ὁ ἀδελφὸς αὐτῶν, καταλιπὼν τὰς ἐν ὄρεσι διατριβὰς
τῶν ληστῶν (ἦν γὰρ τρόπων αὐτοῖς κοινωνῶν), ἦλθε θεάσαθαί τε αὐτοὺς ἅμα καὶ
ἀσπάσασθαι. Καὶ ἰδὼν ἀνακρινομένους αὐτούς, προσεγγίσαι μὲν οὐκ ἐτόλμησεν· ἔν
τινι δὲ γενόμενος τόπῳ, καθ᾿ ἑαυτὸν ἐλογίζετο, ποίας ἄρα τεύξονται κληρουχίας
οἱ ἀδελφοί. Καὶ διαθερμανθείς, ὑπέστρεψε, καὶ ὡμολόγησεν ἑαυτὸν Χριστιανόν,
ἐνώπιον Ἀρειανοῦ τοῦ τυράννου· καὶ ἐπιπηδήσας, κατέβαλεν αὐτὸν τοῦ θρόνου.
Εὐθέως οὖν ἥλοις πυρωθεῖσι κατὰ τῶν πλευρῶν διελαύνεται, ἔτι δὲ καὶ κατὰ τῆς
γαστρός· καὶ τὸ τοῦ βίου δέχεται τέλος, ξίφει τὴν κεφαλὴν τμηθείς· Παῦλος δὲ
καὶ Παυσίριος ἐν ποταμῷ βληθέντες, διήνυσαν τὸ μαρτύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου,
τῶν μαθητῶν αὐτοῦ.
Πρὶν Βαβύλας ἤθλησε κατὰ
δαιμόνων,
Ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Τὸν Ἀγάπιον συνάμα Τιμοθέῳ
Σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.
Σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.
Οὗτος ὁ Ἅγιος Μάρτυς Βαβύλας, εὐγενὴς ὤν, κατὰ τὸν μέγαν Ἰώβ, ἐκ
τῶν ἀφ᾿ ἡλίου ἀνατολῶν, γεννᾶται ἐξ εὐγενῶν καὶ φιλοθέων γεννητόρων ἐν τῇ
ἐπισήμῳ Θεουπόλει (τὴν μεγάλην Ἀντιόχειαν ἴσως ἐννοεῖ). Καὶ παιδευθεὶς ἐν αὐτῇ
ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ τὰ ἱερὰ γράμματα, εἰς Θεὸν τάχιον
ἀναφέροντα, ἐπιμελῶς ἐκδιδαχθείς, καὶ ἐκ νεαρᾶς ἡλικίας ποθήσας τὸν Χριστόν,
ἐμίσησε τὸν κόσμον· καὶ τάχιον τῶν γονέων ἀποῤῥαγείς, διεσκόρπισε τὸν πλοῦτον
εἰς πτωχοὺς καὶ χήρας καὶ ὀρφανούς. Καὶ ἀποτινάξας ἑαυτὸν πάσης βιωτικῆς ἰλύος,
ἀνελθὼν πρὸς τὸ ὄρος ἡσύχαζεν, ἔχων μεθ᾿ ἑαυτοῦ καὶ τοὺς δύο μαθητάς αὐτοῦ,
Ἀγάπιον καὶ Τιμόθεον. Γενόμενος δὲ καὶ Ἱερεύς, ἀξίως τὸ τῆς ἱερωσύνης ἀξίωμα
ἐτίμησεν.
Ἐπεὶ δὲ ἀπειθεῖς καὶ αἱμοβόροι Ἕλληνες ἔσπευδον καταπροδοῦναι
τοῦτον τοῖς ἄρχουσιν, ἀφεὶς τὴν Ῥώμην, κατέλαβε τὴν Σικελίαν σὺν τοῖς δυσὶ
μαθηταῖς αὐτοῦ. Καὶ χρονοτριβήσας ἐκεῖσε, πολλοὺς τῇ ἐνοικούσῃ αὐτῷ χάριτι
κατεφώτισεν, εἰς θεογνωσίαν μεταβιβάσας. Ἀλλ᾿ ἐπεὶ πόλις οὐ δύναται κρυβῆναι,
ἐπάνω ὄρους κειμένη, ὡς γέγραπται, οὐδὲ αὐτὸς διέλαθε τὸν ἐκεῖσε Ἄρχοντα· διὸ καὶ κρατήσας αὐτόν,
σὺν τοῖς δυσὶ μαθηταῖς αὐτοῦ, ὡς εἶδε μετὰ παῤῥησίας ὁμολογήσαντας τὸν Χριστόν,
Θεὸν ἀληθινόν, πρῶτον μὲν ἔτυψε, μάστιγας διαφόρους ἐπιθεὶς αὐτοῖς, καὶ
καταπορφυρώσας τὰ σώματα αὐτῶν. Ἔπειτα δέ, κατὰ πόλιν περιάγων αὐτούς,
ποικιλοτρόπως καὶ ἀπανθρώπως ᾔκιζε, πῇ μέν, τὰς τῆς Σικελίας πόλεις ἐκφοβῶν δι᾿
αὐτῶν, πῇ δέ, ἴδιον πάθος ἐκπληρῶν διὰ τῆς μαρτυρίας αὐτῶν. Οἱ δὲ Ἅγιοι
Μάρτυρες ἐνισχύοντο, εἰς τὰ αἰώνια ἀποβλέποντες ἀγαθά. Τῇ δὲ ὑστεραίᾳ, τοῖς
ξίφεσι κατασφάξας αὐτούς, εἰς πῦρ ἐναπέῤῥιψεν. Οὐκ ἐλυμήνατο δὲ τοὺς ἀληθεῖς
Χριστοῦ στρατιώτας τὸ καθόλου τὸ πῦρ, ἀλλὰ σῴους καὶ ἀσπίλους διεφύλαξεν· οὓς
καὶ λαβόντες πιστοί τινες, ἐν τῇ αὐτῇ νήσῳ τῆς Σικελίας ἀξίως ἐκήδευσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μακεδονίου.
Μονῶν ἀπείρων πατρικῆς σῆς
οἰκίας,
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.
Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Μακεδόνιος, παλαίστραν εἶχε καὶ
στάδιον τὰς τῶν ὀρέων κορυφάς, οὐκ ἐφ᾿ ἑνὸς ἱδρυμένος χωρίου, ἀλλὰ νῦν μὲν
τούτῳ ἐνδιαιτώμενος, νῦν δὲ εἰς ἐκεῖνο μεταβαίνων, ἐν Φοινίκῃ, Συρίᾳ, καὶ
Κιλικίᾳ. Ἐποίει δὲ τοῦτο, τῶν εἰς αὐτὸν συντρεχόντων ἐκφεύγων τὴν ὄχλησιν.
Τεσσαράκοντα οὖν καὶ πέντε ἔτη διετέλεσεν οὕτως, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ,
ἀλλ᾿ ἐν ὀρύγματι βαθεῖ τὴν στάσιν ἔχων. Πρεσβύτης δὲ γενόμενος, εἷξε τοῖς ἱκετεύουσι,
καὶ καλύβην ἐπήξατο. Ὕστερον δὲ οἰκιδίοις οὐκ οἰκείοις, ἀλλ᾿ ἀλλοτρίοις
ἐχρήσατο. Πέντε δὲ καὶ εἴκοσι διετέλεσεν ἔτη, τῇ καλύβῃ καὶ τοῖς οἰκίοις
διαιτώμενος· ὡς συνάγεσθαι τοὺς χρόνους τῶν ἀγώνων αὐτοῦ εἰς ἑβδομήκοντα, κριθῇ
καὶ ὕδατι ἐπὶ χρόνοις τεσσαράκοντα τρεφόμενος. Ὕστερον δὲ νόσῳ περιπεσών, ἄρτου
μικρῷ κλάσματι ἐτρέφετο καὶ ὕδατι.
Οὗτος ὁ θαυμάσιος, θαυματουργὸς γενόμενος μέγας, δαίμονας ἐξ
ἀνθρώπων ἀπήλασε, καὶ νοσήματα παντοῖα ἐθεράπευσε, καὶ ἄλλα οὐκ ὀλίγα ἐποίει
παράδοξα. Τούτῳ ποτὲ γυναῖκα προσήγαγον, πλεῖστα εἰς ὑπερβολήν, ἐξ ἐπηρείας
δαιμόνων, ἐσθίουσαν· καὶ πολλὰ περὶ αὐτῆς τῶν οἰκείων θρηνούντων, παρεκάλουν οἱ
προσαγαγόντες τὸν Ἅγιον· ὁ δὲ προσευξάμενος, παρεσκεύασεν αὐτὴν κατὰ φύσιν
ἐσθίειν. Λέγεται δὲ τριάκοντα ὄρνεις ἐσθίειν κατοικιδίους· διὰ δὲ προσευχῆς τοῦ
Ἁγίου, μηδὲ τὸ ἥμισυ δαπανῆσθαι δύνασθαι. Καὶ τῷ Θεῷ γνησίως καὶ ἐπιμόνως
δουλεύσας ἐπὶ χρόνοις ἑβδομήκοντα, ἀπῆλθε πρὸς Κύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ
τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Στεφθεὶς Ἀναστάσιε τῶν ἄθλων
χάριν,
Παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
Παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
Τοῦ Βασιλέως Ἡρακλείου ἀπελθόντος ἐν Περσίδι, καὶ τοῦ Χοσρόου
ἀποθανόντος, μοναχός τις ἐκ τῆς μονῆς τοῦ Μάρτυρος, ἰδὼν τὸν στρατὸν τοῦ
Βασιλέως ἐχάρη, καὶ ἦν μετὰ τοῦ τῶν Χριστιανῶν λαοῦ, ὡς ὑποστρεφόντων εἰς τὰ
ἴδια. Ἐλθὼν δὲ εἰς τὸν Ἡγούμενον αὐτοῦ, ἀπεκόμισεν αὐτῷ τὸ κολόβιον (μανδύαν)
τοῦ Μάρτυρος, καὶ διηγήσατο αὐτῷ, ὅτι ἐν Περσίδι δαιμονῶντα ἰάσατο περιβαλόντα
αὐτό. Καὶ ὁ μὲν Ἡράκλειος, ἐν τῷ εἰκοστῷ ἔτει τῆς αὐτοῦ βασιλείας, ἀνεκόμισεν εἰς
Ἱερουσαλὴμ τὸ τίμιον Ξύλον. Ἐπίσκοπος δέ τις ἀποσταλεὶς παρὰ τοῦ Ἀρχιεπισκόπου
τῶν εἰς Περσίδα Ῥωμαϊκῶν μερῶν, ἀνελάβετο τὰ λείψανα τοῦ Ἁγίου, καὶ ἀνεκόμισεν
εἰς Καισάρειαν· καὶ ἐκεῖ δόντες μικρὰν μερίδα, τὸ λοιπὸν κατέσχον. Ἡ δὲ τιμία
κεφαλὴ τοῦ Μάρτυρος, καὶ ἡ εἰκὼν προσκυνεῖται παρὰ τῶν πιστῶν ἐν τῇ μεγάλῃ καὶ
παλαιᾷ Ῥώμῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμογένους καὶ Μηνᾶ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φίλωνος, Ἐπισκόπου Καλπασίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλίππου Πρεσβυτέρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύο αὐτοῦ ἀδελφῶν.
Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος
εἷς συσχὼν πόθος,
Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.
Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται.
Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος
αὐχένα.
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.
Τίς τοὺς μακρούς σου Ζωσιμᾶ
φράσει πόνους;
Καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη;
Καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη;
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ Ταύρου.
Ἐμή σε γλῶσσα κήρυξ πῶς ἄν
αἰνέσῃ,
Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, τοῦ ἐν Κύπρῳ
ἀσκήσαντος.
Ἔχει σε τύμβος, ἀλλὰ μέχρι
σαρκίου,
Καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Χρυσοπλοκής.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κάντοκ
(Cadoc) Οὐαλίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου τοῦ ἐν Καζάν
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν Ἁγίων τῆς Ἱ. Μ. Φιλοθέου τοῦ Ἁγίου Ὄρους· Φιλοθέου, πρωτίστου δομήτορος τῆς
ἱερᾶς ταύτης ἐπωνύμου αὐτοῦ Μονῆς· Θεοδοσίου ἡγουμένου ταύτης καὶ Μητροπολίτου
Τραπεζοῦντος· Διονυσίου καὶ Συμεῶν ἡγησάντων αὐτῆς· Δομετίου τοῦ ἡσυχαστοῦ καὶ
σημειοφόρου· Δαμιανοῦ, μαθητοῦ αὐτοῦ καὶ Ὁσιομάρτυρος· καὶ Κοσμᾶ τοῦ
Ἰσαποστόλου καὶ Ἱερομάρτυρος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης τῆς Ῥωσσίδος, τῆς διὰ Χριστὸν
σαλῆς.
Ξένον
βίον ζήσασα ἐν κόσμῳ Ξένη,
Ξένων
δωρεῶν παρὰ Θεοῦ μετέσχες.
Αὕτη ἧν Ῥωσὶς καὶ ἔζησεν ἐν Πετρουπόλει, τῷ 18ῳ αἰῶνι. Συνεχεύχθη
ἀνδρί, οὗ ἡ κλῆσις Ἀνδρέας, μεθ’ οὗ ὀλίγῳ χρόνῳ συνέζησεν, αἰφνιδίῳ γὰρ οὗτος
θανάτῳ τὸ ζῆν ἀπέλιπε, καὶ τότε αὕτη ἐβουλεύσατο ἀκολουθῆσαι Κυρίῳ, καὶ ζῆσαι
βίον ἀσκητικὸν ἐν μωρίᾳ ἐπιπλάστῳ. Διανείμασα καλῶς τὸν προσόντα πλοῦτον,
ἤρξατο τῶν πνευματικῶν ἀγώνων. Καὶ δὴ περιβληθεῖσα εὐτελῆ ἱμάτια, ἤ κάλλιον
εἰπεῖν ῥάκη, ἔζη βίον ἀσκητικὸν ἐν ταλαιπωρίᾳ καὶ νηστείαις καὶ διηνεκέσι
προσευχαῖς, καὶ ἐν ὑποκρίσει μωρίας περιέκρυβε τὴν ἑαυτῆς ἀρετήν. Τίς δύναται
διηγήσασθαι οὕς ὑπέστη πόνους, καὶ καμάτους, ἐν πολλῇ πτωχείᾳ ἡ μακαρία; Ἐν
περιόδοις ἀφορήτου χειμῶνος, ὑπέμεινεν ὡς ἀδάμας τὸν δριμύτατον κρυμὸν καὶ
παγετόν, ὑμνοῦσα καὶ δοξολογοῦσα τὸν Κύριον, καὶ ὡς ἔξηχος ἐν ταῖς ὁδοῖς καὶ
ῥύμαις περιάγουσα τῆς Πετρουπόλεως. Διὸ πλουσίας ἠξιώθη παρὰ Κυρίου χάριτος,
προλέγειν τὰ μέλλοντα καὶ προβλέπειν τὰ μακράν. Καὶ μετὰ τὴν ὁσίαν αὐτῆς
τελευτήν, πηγὴ ἰαμάτων ἀναδέδεικται ὁ ἱερὸς αὐτῆς τάφος, τῇ ἐπισκιάσει τοῦ
Παναγίου Πνεύματος. Πᾶς γὰρ ὁ πίστει προστρέχων, λαμβάνει τὸ αἰτούμενον,
δοξάζων τὸν Κύριον, καὶ διαπρυσίως κηρύττων, ἥν δέδωκε χάριν τῇ θεραπαίνῃ Αὐτοῦ
Ὁσίᾳ Ξένῃ· ὄντως θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις Αὐτοῦ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείας, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ. Παῖδες Ἑβραίων
Ἄρτου
οὐδ’ ὅλως ἐπετράφου, ἐκτρεφόμενος ταῖς θείαις θεωρίαις, ἐντρυφῶν ἀληθῶς, Νεόφυτε
ἐβόας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοῦς αἰῶνας.
Ὅλως
ταῖς ἄνω λαμπηδόσι, φωτιζόμενος τὰ μέλλοντα ἑώρας, ὡς παρόντα Χριστῷ, πανόλβιε
κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοῦς αἰῶνας.
Ὕμνοις
σχολάζων καὶ νηστείαις, ἀγρυπνίαις τε καὶ στάσεσι παννύχοις, τῷ τῶν ὅλων Θεῷ ἀνέμελπες
ἀπαύστως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοῦς αἰῶνας.
Θεοτοκίον.
Ἤρθη
τῆς πάλαι ἁμαρτίας, ἡ κατάκρισις τεκούσης Σου Παρθένε, τὸν εἰς δρόσον τὸ πῦρ ἀμείψαντα
τῶν παίδων· διό σε πάντες ἄχραντε, μεγαλύνομεν ἀξίως.
ᾨδὴ
η’. Ἑπταπλασίως κάμινον.
Ὡς
θαυμαστὸς Νεόφυτε, ὡς παράδοξος πέφυκε, πᾶσαν καταπλήττων ἀκοήν, καὶ ἔννοιαν ὁ ἔνθεος
βίος σου, τοὺς πειρασμοὺς οὓς ἔφερες, ἐπὶ τῷ κρημνῷ ἐν τῷ λαξεύειν τὸ σπέος, ἀπαύστως
ἀναμέλπων, ἱερεῖς εὐλογεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν
ἐν ἀβάτοις Ὅσιε, καὶ σπηλαίοις καὶ ὄρεσι, πάντα σου τὸν βίον διελθὼν ἀπείληφας,
τὴν ἄνω μητρόπολιν, ἑορταζόντων ἔνθα φωναὶ τῆς ἐν εὐφροσύνῃ, τοὺς ἐν πίστει·
μεθ’ ὧν σε ῥυσθῆναι πάσης βλάβης, Χριστῷ μὴ διαλλίπῃς, πρεσβεύων εἰς αἰῶνας.
Ῥάκει
νῦν ἅπερ ὥρισας τῆς σαρκὸς τὰ καλύμματα, ἔνδον ἐν τῇ θήκῃ πρὸ τῶν χιόνων ἵστανται,
ἐν τῷ σεπτῷ τεμένει σου, πόθῳ τε καὶ πίστει, ἀκλινῇ προσιόντες, χιτῶνα εὐφροσύνης,
περιθέσθαι δυσώπει, Χριστὸν τὸν ζωοδότην, ἡμᾶς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥάβδος
ἐκ ῥίζης πέφυκας, Ἱεσσαὶ ἡ βλαστήσασα, ἄνθος τὸν Χριστὸν τὸν φυτουργὸν τῆς κτίσεως,
Αὐτὸν οὖν ἱλέωσαι, Θεοκυῆτορ πᾶσιν ἡμῖν, τοῖς ἐξ ἀκανθώδους ἁμαρτίας πληγεῖσι,
καρπούς τε ἐκβλαστάνειν, σωτηρίας ποιοῦσα, ταῖς Σαῖς πρὸς τὸν Δεσπότην, ἀπαύστοις
μεσιτείαις.
ᾨδὴ
θ’. Ἔφριξε πᾶσα ἀκοή.
Γέγονας
οἷάπερ ἀστὴρ φωτοβόλος, λαμπρυνθεὶς τοῖς χαρίσμασιν, ἀγωνισάμενος, καὶ κατὰ κράτος
καταστρεψάμενος ταῖς μηχαναῖς τοῦ πονηροῦ, Πάτερ κοσμοκράτορος, ἀφ’ ὧν ῥυσθῆναι
ἡμᾶς, τὸν φιλάνθρωπον Θεὸν καθικέτευε.
Ἵνα
σε μάκαρ ἀνυμνῶ, καὶ δοξάζω εὐχαρίστως Νεόφυτε, τῶν τυρρανούντων με παθῶν ποικίλων
ψυχῆς καὶ σώματος, ἀπαλλαγὴν ταῖς πρὸς Θεὸν πρεσβείαις σου δώρησαι, καὶ τῶν αὐτοῦ
ἐντολῶν, ἀκαταίσχυντον ἐργάτην με ποίησον.
Ὅλον
σοι Πάτερ ἐμαυτόν, προσκομίζω ἐκ καρδίας Νεόφυτε, θερμῶς κραυγάζω σοι· ἐν τῇ
μελλούσῃ ἡμέρᾳ πρόστηθι, τῆς ταλαιπώρου μου ψυχῆς, καὶ ῥῦσαι κολάσεως τῆς ἐν γεέννῃ,
ἱκετεύων τὸν φιλάνθρωπον Κύριον.
Θεοτοκίον.
Ὕψιστον
ἄχραντον Θεόν, καὶ φιλάνθρωπον τεκοῦσα ἀγάθυνον, κεκαμωμένην μου, ταῖς ἁμαρτίαις
τὴν παναθλίαν ψυχήν, καὶ ἐμπλησθῆναι τῆς Αὐτοῦ χαρᾶς καταξίωσον, ἵνα δοξάζω Σε,
προστασία τῶν πιστῶν ἀκαταίσχυντε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν
μέγιστον Νεόφυτον, τῶν ἀσκητῶν τὸ καύχημα, τὸν τῆς ἐγκλείστρας πολίτην, καὶ ἄγγελον
ἐν σώματι, δεῦτε πιστοὶ ὑμνήσωμεν· αὐτὸς γὰρ τὸν φιλάνθρωπον, Θεὸν πρεσβεύει πάντοτε,
ὑπὲρ τῶν πίστει ὑμνούντων, τὴν ἔνδοξον αὐτοῦ μνήμην.
Ἕτερον.
Ὅμοιον.
Τάξεις
Ἀγγέλων ἅπασαι, ἀγῶνας κατεπλάγησαν, οὓς ἐν ἐγκλείστρᾳ διετέλεις, Νεόφυτε θεοφόρε,
πέντε δὲ πρὸς πεντήκοντα, ἔτεσι Πάτερ ἤσκησας, καὶ νῦν παμμάκαρ Ὅσιε, σὺν τῷ
Χριστῷ βασιλεύεις, εἰς ἀπεράντους αἰῶνας.
Θεοτοκίον.
Ἀξίως
ἐπωφείλεται, ὑμνεῖν Σε τὴν πανύμνητον· δι’ ἧς ἡμῖν ὡμηρεύθη, τῆς σωτηρίας τὰ θεῖα,
ἐνέχειρα καὶ ἕνωσις, ἡ πρὸς Θεὸν ἐγένετο, καὶ οὐρανῶν κατοίκησις· ἀλλ’ ὦ Παρθένε
καὶ Μῆτερ, σῶζε καὶ νῦν τὸν λαόν Σου.
Αἶνοι.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ
Νεόφυτε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑφ’ οὗ σθενούμενος,
τῆς σαρκὸς τὰ πάθη, λογισμῷ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῷ κρείττονι· διὸ ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (Δίς)
Θεόφρων
Νεόφυτε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ
ἐνθέων ἔργων· ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο· διὸ ἱκέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στύλος
ἐχρημάτισας σοφέ, μοναστῶν ἀκλόνητος, ἀπονεκρούμενος ἄπαυστα, σαρκὸς εὐπάθειαν,
ἐν λιμῷ καὶ δίψει, καὶ πολλαῖς ἀσκήσεσι· διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεια χαρίσματα,
ἰατρεύειν ἀῤῥωστήματα, καὶ διώκειν πάθη χαλεπώτατα.
Δόξα.
Ἦχος πλ. β΄.
Τῶν
ὀχληρῶν τοῦ βίου ἐπαναστὰς Νεόφυτε, φιλησυχίαν τὴν ἐγκλείστραν κατέλαβες, καὶ
δι’ αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῷ κόσμῳ ἔλαμψας φωστήρ, καὶ ῥήματα
ζωῆς τοῖς ἀνθρώποις ἐπήγασας· διὸ μὴ παύσῃ ἐν ταῖς εὐχαῖς σου στηρίζων ἡμᾶς, ἐκ
βλάβης τοῦ ἀλλοτρίου, τὰς ψυχὰς ἡμῶν Ὅσιε Πάτερ.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε,
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε
Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου