Κυριακή 8 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 22. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΤΙΜΟΘΕΟΣ ΑΚΟΛΟΥΘΙΑ



ΙΑΝΟΥΑΡΙΟΣ ΚΒ΄!!
ΤΙΜΟΘΕΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξαἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Ἀκτῖσι τοῦ Πνεύματος σαφῶς, σὺ καταλαμπόμενος, ἱεροφάντα Τιμόθεε, ἀριδηλότατος, ὡς φωστὴρ ἐδείχθης διατρέχων ἅπασαν, τὴν γῆν καὶ καταυγάζων τῇ χάριτι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Θεόφρον Τιμόθεε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, καὶ θεοφρόνως ἐπότισας Θεοῦ ἐπίγνωσιν, τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος· ᾧ νῦν χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον. 

Θεόφρον Τιμόθεε πυκναῖς, ἀρρωστίαις σώματος, καὶ ἀσθενείαις ῥωννύμενος, τὸν νοῦν μακάριε, τὸ τῆς πλάνης κράτος, εὐχερῶς διέλυσας, Χριστοῦ τῇ δυναστείᾳ φραξάμενος, καὶ διεκήρυξας, ὑψηγόρως τὸ θειότατον, τῆς εἰρήνης, ἡμῖν Εὐαγγέλιον. 

Τῷ Παύλῳ πειθόμενος γραφαῖς, ὁμιλῶν τοῦ Πνεύματος, πλησιφαὴς ὅλος γέγονας, ἐργάτης ἄλειπτος, καὶ πιστὸς θεράπων, τοῦ Κυρίου πάνσοφε, σωφρόνως εὐσεβῶς ὦ Τιμόθεε, πολιτευόμενος, καὶ στεφάνων κατηξίωσαι, τῶν τῆς νίκης, ἀθλητὴς ὡς ἔννομος.

Ἐκ ῥίζης λαμπρᾶς καὶ εὐγενοῦς, ἐν τοῖς Λύστροις τίκτεται, φυτὸν καὶ ἄνθος πανεύοσμον, ὁ ἱερώτατος, καὶ σοφίας θείας, ἀνὴρ θεοτίμητος, Τιμόθεος τὸ σκεῦος τῆς χάριτος, μύστης οὐράνιος, Ἀποστόλων ὁ συνόμιλος, Ἰωάννου Θεολόγου, Παύλου τε.

Τοῖς βάκλοις ἐτύφθης ἀλγεινῶς, ἔνθεε Τιμόθεε, στῦλε τῆς πίστεως ἄσειστε, ποιμὴν ἀκοίμητε, νουθετῶν ἀπίστους, μὴ πράττειν τὰ ἄτοπα, τὸ ζῆν δ’ ἐν τῇ Ἐφέσῳ κατέλιπες, στέφος δεξάμενος, καὶ Τριάδι παριστάμενος, ἱκετεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Δόξα. Ἦχος πλ. δ'
Τῷ Θεῷ προωρισμένος, καὶ τῷ σοφῷ Παύλῳ μεμαθητευμένος, ἐμυήθης τὰ θεῖα, καλῶς πολιτευσάμενος, καὶ τὴν πίστιν μέχρις αἵματος, ἀνενδοιάστως σαφῶς ἐνστερνισάμενος, πιστὸς τὰ πρὸς τὸν Θεὸν Ἀρχιερεὺς ἀνεδείχθης, Τιμόθεε Ἀπόστολε, ὅθεν τοὺς εἰδωλομανοῦντας ἐλέγξας, ῥοπάλοις καὶ λίθοις καταικιζόμενος, ἔτυχες τοῦ μαρτυρίου τῶν στεφάνων. Διὸ Παμμάκαρ πρέσβευε, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην σου. 

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (4, 5-8)
Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. 

Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (1, 8-12)
Τέκνον Τιμόθεε, μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.



Πρὸς Τιμόθεον Α’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (6,11-16)
Τέκνον Τιμόθεε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν

Λιτή. Ἦχος α΄.
Ἀκτῖσι καταυγασθείς, τοῦ λαμπροῦ τῆς οἰκουμένης Ἡλίου, Παύλου τοῦ τῶν Ἐθνῶν Διδασκάλου καὶ Χριστοκήρυκος, ἄλλος ἐκείνου παρήλιος γέγονας, Τιμόθεε Ἀπόστολε· ὅθεν, τὴν μὲν διάνοιαν τῶν ἀπίστων, ὡς ἐκεῖνος, φωτὶ τῆς σῆς διδασκαλίας ἐφώτισας, τὴν δὲ καρδίαν αὐτῶν, εἰς πόθον τῆς θεογνωσίας ἐθέρμανας. Καὶ νῦν πρεσβεύεις ἐκτενῶς τῷ Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Τὸν φωστῆρα τῶν πιστῶν καὶ Ἀπόστολον, τὸν ἐν τῷ Εὐαγγελίῳ διαπρέψαντα Τιμόθεον, δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες· Χαίροις, ὁ τῆς ὀρθῆς πίστεως ῥάδαμνος, τῆς τοῦ θείου Παύλου υἱοποιΐας· χαίροις, ὁ σεπτὸς γνώμων τῶν ἀρετῶν, τὸ πολύσοφον στόμα τοῦ Λόγου· χαίροις, ὁ τῶν περάτων θεόλεκτος αὐλός· χαίροις, τὸ τῆς πίστεως ἄγαλμα, καὶ τῆς Ἐκκλησίας στερέωμα.

Ἦχος β΄.
Ὢ τῆς μεγίστης ἀξίας καὶ χάριτος, ἧς ἔτυχες Τιμόθεε Ἀπόστολε. Τοῦ γὰρ εἰς τρίτον Οὐρανὸν ἁρπαγέντος, καὶ ἄῤῥητα ἀκούσαντος ῥήματα, τοῦ σκεύους υῆς ἐκλογῆς, τοῦ ἐν Χριστῷ λαλοῦντος Παύλου. Τοῦ τῶν Ἀποστόλων Κορυφαίου, τῆς ἐξαιρέτως καὶ διαφερούσης, καὶ ἰδιατέρας ἀγάπης, παρὰ τοὺς ἄλλους πάντας ἠξίωσαι. Τέκνον γάρ σε ἀγαπητὸν καὶ γνήσιον, ὡς πατὴρ φιλοστοργότατος, γλυκερώτατα ὀνομάζει, μνείαν σου ποιούμενος, νυκτὸς καὶ ἡμέραις ἐν ταῖς δεήσεσι, καὶ ἐπιποθῶν σε ἰδεῖν, ἵνα χαρᾶς πληρωθῇ, μεμνημένος σου τῶν δακρύων. Καὶ νὺν σὺν αὐτῷ ἐν Οὐρανοῖς αὐλιζόμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν ἱεράν σου πανήγυριν.



Δόξα. Ἦχος γ΄.
Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία· ἧς τινες ὀρεγόμενοι, ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς· πρὸς σὲ ἐπιστέλλων, ὁ μέγας Παῦλος ἔγραφε, Τιμόθεε Ἀπόστολε· ἧς καὶ ἡμᾶς ἐξελοῦ ταῖς πρεσβείαις σου, καὶ οὐρανίους πολίτας ἀνάδειξον πάντας ἡμᾶς παναοίδιμε, πρεσβεύων ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Δεῦτε πόθῳ ἀθροίσθητε, οἱ φιλέορτοι ἅπαντες, καὶ τὴν πανσεβάσμιον ἐκτελέσατε, μνήμη ἐνθέως ἐν ᾄσμασι, Τιμοθέου σήμερον, Ἀποστόλου τοῦ σεπτοῦ, τὸν Χριστὸν μεγαλύνοντες καὶ δοξάζοντες, τὸν Αὐτὸν εἰς τὰ πέρατα τοῦ κόσμου, ὡς φωστῆρα τῶν ἐν σκότει, διαπρυσίως δοξάσαντα.

Στ.: Εἰς πᾶσαν τὴν γῆν έξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ἀποστόλων ὁμότροπον, ἀληθείας τὸν κήρυκα, εὐσεβείας πρόβολον ἀδιάσειστον, Παύλου υἱὸν ἐπιστήθιον, μαθητήν τε γνήσιον, καὶ συνέκδημον ὁμοῦ, τὸν Τιμόθεον ἅπαντες, μακαρίσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· μὴ ἐλλίπῃς, ἀενάως ἱκετεύειν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Διδαχῇ ἠκολούθησας, τῇ τοῦ Παύλου Τιμόθεε, ἀγωγῇ προθέσει τε πίστει ἔνδοξε, μακροθυμίᾳ ἀγάπῃ τε, διωγμοῖς παθήμασιν, ὡς υἱὸς ἀληθινός, μαθητὴς ὥσπερ γνήσιος· ὅθεν Ἅγιε, σὺν τῷ Παύλῳ τῷ θείῳ νῦν ἀγάλλῃ, εἰς αἰῶνας τῶν αἰώνων

Δόξα. Ἦχος δ΄.
Ὡς βέλος τοῦ δυνατοῦ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ Βασιλέως ἐπάγης, Ἀπόστολε Τιμόθεε, καθ’ ἃ ὁ ψαλμογράφος Δαβὶδ προεφώνησεν ὡς βέλος ὅμως ἠκομημένον· ἵνα τῇ μὲν ὀξύτητι, εἰς τὸ βάθος παραδυόμενος, τέμνῃς προθέλυμνον τῆς ἀσεβείας τὴν ἄκανθαν· τῇ δὲ λαμπρότητι, τὴν διάνοιαν φωτίζῃς πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Καὶ τοῖς δυσὶν ὁμοῦ, τοὺς πρώην ἐχθρούς, φίλους ποιῇς υποσπόνδους, Χριστῷ τῷ Βασιλεῖ τῶν δυνάμεων· ᾯ παριστάμενος σὺν παῤῥησίᾳ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον τοῦ Ἀποστολου. Ἦχος δ'
Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα· καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἀπόστολε Τιμόθεε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.


















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη ἡ φαιδρά, Τιμοθέου ἐπέστη, καὶ πάντων δᾳδουχεῖ, τῶν πιστῶν τὰς καρδίας. Αὐτὴν οὖν ἑορτάσωμεν, καὶ ἡμεῖς μετὰ πίστεως, ἵνα λάβωμεν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, χάριν ἔλεος, καὶ ὀφλημάτων τὴν λύσιν, τοῦ τοῦτον δοξάσαντος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε· Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε· Παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν παρθένων, διαφύλαξον, τὸ τῆς ψυχῆς μου ὡραῖον, καὶ σῶσον τὸν δοῦλόν Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Πυκναῖς ἐπάλαισας, νόσοις τοῦ σώματος, κακοπαθείας τε, πολλὰς ὑπέμεινας, Εὐαγγελίου τοῦ Χριστοῦ, χάριν μάκαρ Τιμόθεε, καὶ θάνατον ἔλαβες, δι’ αὐτὸν καρτερώτατε· ὅθεν ἐν ὑψίστοις σε, ὁ Χριστὸς ἐστεφάνωσε, στεφάνοις ἀκηράτοις τοῖς τῆς δόξης, Ἀπόστολον αὐτοῦ ὡς θεῖον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ κοιμήσει Σου, Παρθένε ἄχραντε, καὶ ὁ Τιμόθεος, συνεισελήλυθε, μετὰ τῶν ἄλλων μαθητῶν, εἰς θέαν τοῦ ἱεροῦ Σου, καὶ πανσέπτου σώματος, καὶ ὑμνούντων ἀκήκοεν, ἐνθεαστικώτατα, Ἀποστόλων τὸν τόκον Σου, καὶ ὕμνους τοὺς ἐκείνων ἐκ στήθους, ἔλεγε πᾶσι μετὰ ταῦτα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν λαμπρὰν καὶ εὔσημον, σοῦ ὦ τιμόθεε σοφέ, μνήμην Χριστὸν μεγαλύνουσα, τὸν σὲ ἐν πόλῳ, καὶ γῇ μεγαλύναντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπληγώθην πάθεσιν, ἰάτρευσόν με, ἐκακώθην πταίσμασι, σῶσόν με Μῆτερ τοῦ Θεοῦ, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ ἰατῆρα, τῶν νόσων πανάχραντε.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν έξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, εἰς Ἀπόστολον.
Ὁ Ν’ ψαλμός,
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῷ θρόνῳ τῆς μεγαλωσύνης Χριστοῦ τοῦ Θεοῦ, ἀμέσως παριστάμενος Ἀπόστολε Τιμόθεε. Καὶ μετὰ Παύλου τοῦ σοῦ διδασκάλου, καὶ κατὰ πνεῦμα πατρὸς φιλοστόργου, παῤῥησίαν πρὸς αὐτὸν κεκτημένος, μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου ἱερώτατε. Καὶ πρέσβευε ἀπαύστως, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων: Τιμόθεον τὸν Ἀπόστολον ᾂσμασι τοῖς δε γεραίρω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος δεξιά
Τὰς ἐπαναστάσεις τῶν παθῶν, καὶ τῆς ἀγνοίας τὸν ζόφον πρεσβείαις σου, Μάκαρ διασκέδασον, φωτιστικῇ τῆς ἀπαθείας χάριτι, ὅπως θεοφάντορ, νῦν ἐπαξίως ὑμνήσω σε.
δὼν ὁ προγνώστης καὶ Θεός, σῆς διανοίας τὸ κάλλος Τιμόθεε, θείοις Ἀποστόλοις σε, συλλειτουργεῖν κατηξίωσεν ἔνδοξε, ὁ σοφῇ προνοίᾳ τῶν καθ’ ἡμᾶς προμηθούμενος.
Μίαν ὑπερούσιον ἀρχήν, προνοουμένην τῶν ὅλων γινώσκομεν· Ἕλλην γὰρ ἀπόστολος, τῇ τοῦ Χριστοῦ λελαμπρυσμένος χάριτι, σὺν τῶ θείῳ Παύλῳ, συναριθμεῖται Τιμόθεος. 
Θεοτοκίον
Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σὲ γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα. 










ᾨδὴ γ', τοῦ Ἀποστόλου. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν
χύθη παμμάκαρ δαψιλῶς, ἡ χάρις σοῦ τοῖς χείλεσι, καὶ ποταμοὺς δογμάτων ἀνέβλυσε, τὴν Ἐκκλησίαν Χριστοῦ ἀρδεύοντας, καὶ πολύχουν φέροντας, τὸν καρπὸν Τιμόθεε, χριστοκήρυξ θεόφρον Ἀπόστολε.
Οἱ πόδες οἱ σοὶ προφητικῶς, Παμμάκαρ ὡραιώθησαν· πάντα γὰρ νοῦν σαφῶς ὑπερέχουσαν, εὐηγγελίσω εἰρήνην πάνσοφε, τὴν τὸν πάλαι λύσασαν, τῶν ἀνθρώπων πόλεμον, τὸν Σωτῆρα τῶν ὅλων καὶ Κύριον.
Νεκρῶν σου τὰ μέλη τῆς σαρκός, τῷ λόγῳ καθυπέταξας, τὴν τῶν χειρόνων Μάκαρ Τιμόθεε, ἡγεμονίαν διδοὺς τῷ κρείτονι, καὶ παθῶν ἐκράτησας, καὶ ψυχὴν ἐφαίδρυνας, ῥυθμιζόμενος Παύλου διδάγμασι. 
Θεοτοκίον
Ἐκ σοῦ ἀνεβλάστησεν ἡμῖν, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον πᾶσαν τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον Παρθένε παναμωμε.

Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος δ'. Ὁ ὑψωθείς.
Ὁ τῶν ἐθνῶν σαγηνευτὴς καὶ διδάσκαλος, καὶ μαθητῶν τῶν τοῦ Χριστοῦ ὁ συνόμιλος, τῶν Ἀποστόλων σήμερον ὁ πρόκριτος, κόσμῳ τῶν ἰάσεων, διανέμει τὸν πλοῦτον, σκέπει περιστάσεων, τοὺς αὐτὸν εὐφημοῦντας· διὸ συμφώνως κράζομεν πιστοί· σῶσον τοὺς πάντας, πρεσβείαις σου Ἅγιε.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε
Τοῖς θείοις χαρίσμασιν ἀγλαϊζόμενος, ἐκόσμησας ἔνδοξε, τὴν Ἐφεσίων λαμπράν, μητρόπολιν Ἀπόστολε· κήρυξ γὰρ ἀνεδείχθης, μετὰ Παύλου τοῦ θείου, πᾶσι προκαταγγείλας, τὸν σωτήριον λόγον· διὸ πανηγυρίζομεν πίστει τὴν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὄθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.












ᾨδὴ δ', τοῦ Ἀποστόλου Ὄρος σε τῇ χάριτι
Νομίμως παμμάκαρ ἐναθλῆσαι ἑλόμενος, δι’ ἐγκρατείας παντελοῦς, τὰς τρικυμίας τῶν παθῶν, τῷ νῷ καθυπέταξας, τῶν ἀρετῶν καταλαβὼν τὴν ἀκρότητα, μεγαλοκήρυξ θεόφρον Τιμόθεε.
στράψας ὡς ἥλιος ὁ Παῦλος ἐξέπεμψεν, ὥσπερ ἀκτῖνα φαεινήν, τὴν οἰκουμένην δαψιλεῖ, φωτὶ καταλάμπουσαν, πυρσοφανῶς σε θεοφάντορ Τιμόθεε, πρὸς ὁδηγίαν ἡμῶν καὶ βεβαίωσιν.
Ποθήσας θερμῶς τῶν ἐφετῶν τὸ ἀκρότατον, καὶ δι’ ἀγάπης συγκραθείς, πόθῳ κατάλληλον ζωήν, μετῆλθες Θεόληπτε, διὰ παντός, σοῦ κατοπτεύων τὸν ἔρωτα, καὶ τῆς αὐτοῦ θεωρίας πιμπλάμενος. 
Θεοτοκίον
Χαρὰν σοι σαφῶς οὐρανόθεν ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε. 

ᾨδὴ ε', τοῦ Ἀποστόλου Θεὸς ὤν εἰρήνης
Τοῦ πρώτου καὶ πάντων, αἰτίου Φωτός, ταῖς ἀΰλοις λαμπάσι πυρσούμενος, τὸν κόσμον κατεφαίδρυνας, κηρύγματι σεπτῷ, φωστὴρ τῆς εὐσεβείας, ζωῆς λόγον ἐπέχων, προφανῶς δεδειγμένος, ἱερομύστα παμμακάριστε.
Παύλου τοῦ θείου, στερρὸς μαθητής, διδασκάλου τοῖς ἴχνεσιν ἕπεται τὰ τούτου σπείρων ἅπασι, διδάγματα πιστοῖς, δι’ ὧν τῆς εὐσεβείας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.
Λαμπρότης ὁ Παῦλος, δευτέρα φανεὶς, λειτουργοῦσα τῇ πρώτῃ λαμπρότητι, τῇ ταύτης ἐπιγνώσει, κατεφώτισεν ἡμᾶς· τούτου συστρατιώτης, Τιμόθεος ἐδείχθη, τῇ αὐτοῦ παντευχίᾳ , νικητικῶς περιφραξάμενος. 
Θεοτοκίον
Κατάραν τῆς Εὔας τῆς πάντων μητρός, τῷ σῷ τόκῳ Παρθένε κατήργησας, τῷ κόσμῳ εὐλογίαν, ἀνατείλασα Χριστόν· διὸ σε γεγηθότες, καὶ στόματι καὶ γλώττῃ, Θεοτόκον κυρίως, ὁμολογοῦντες μακαρίζομεν. 











ᾨδὴ ς', τοῦ Ἀποστόλου Σπλάγχνων Ἰωνᾶν
ρμα τοῦ Θεοῦ, ἐφάνης Τιμόθεε, βαστάζων αὐτοῦ τὸ θεῖον ὄνομα, κατ’ ἐνώπιον, τῶν ἀθέων τυράννων θεόληπτε, μὴ πτοούμενος τὴν τούτων ἀγριότητα· σὺ γὰρ τήν ἀκαταμάχητον, τοῦ Σωτῆρος ἰσχὺν ἐνεδέδυσο.
Στέφος εὐπρεπές, ἐδέξω Τιμόθεε, πανόλβιε θεόφρον ἀπόστολε, καὶ διάδημα, Βασιλείας ἀξίως περίκεισαι, καὶ παρέστηκας τῷ θρόνῳ τοῦ Δεσπότου σου, Παύλῳ συναγαλλιώμενος, ἐν σκηναῖς οὐρανίαις μακάριε.
Μύρου νοητοῦ, Τιμόθεε πάντιμε, σαρκὶ δι’ ἡμᾶς τοῦ κενωθέντος, Χριστοῦ ὀσφραινόμενος, εὐωδίας τῆς τούτου μετείληφας, καὶ μετέδωκας, τοῖς πίστει σοι προστρέχουσι, μύστα τῶν ἀρρήτων Ἅγιε, τῆς αὐτοῦ νοητῆς διαδόσεως. 
Θεοτοκίον
Ἅπας ὁ χορός, θεόθεν μιμούμενος, ὁ τῶν Προφητῶν σου προηγόρευσε, τὸ μυστήριον, τῆς ἀφράστου καὶ θείας συλλήψεως, τῆς ἐκ σοῦ τοῦ Θεοῦ Λόγου Μητροπάρθενε· σὺ γὰρ τὴν ἀληθεστάτην τε, καὶ ἀρχαίαν βουλὴν ἐφανέρωσας.

Κοντάκιον. Ἦχος α'. Χορὸς ἀγγελικός
Τὸν θεῖον Μαθητήν, καὶ συνέκδημον Παύλου, Τιμόθεον πιστοί, ἀνυμνήσωμεν πάντες, σὺν τούτῳ γεραίροντες, τὸν σοφὸν Ἀναστάσιον, τὸν ἐκλάμψαντα, ἐκ τῆς Περσίδος ὡς ἄστρον, καὶ ἐλαύνοντα, τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος. 
Ὁ Οἶκος
Ὡς ἁλιεὺς ἐμπειρότατος, τὰ τῆς χάριτος ἥπλωσε δίκτυα Παῦλος ὁ μέγας Ἀπόστολος, καὶ τὸν θεηγόρον, ὥσπερ θήραμα ἅγιον, εἵλκυσε πρὶν Τιμόθεον· καὶ σὺν τούτῳ τὰ πέρατα περιερχόμενος, ἐκ τοῦ φάρυγγος εἵλκυσε τοῦ διαβόλου τοὺς δεξαμένους τῆς Πίστεως τὸν λόγον, ἐν οἷς ἦν καὶ ὁ γενναῖος Ἀναστάσιος· πιστεύσας γάρ, τῶν Περσῶν τὴν πλάνην κατέλιπε πᾶσαν, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἐπ’ ὤμων ἐβάστασεν· ὅθεν χάριτι θείᾳ ἀπελαύνει τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος. 













Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Ἔρωτι θείων Τιμόθεος στεμμάτων,
Τυφθεὶς βάκλοις, ἔβαψε γῆν ἐξ αἱμάτων.
Εἰκάδι δευτερίῃ πνεῦμ’ ἤρθη Τιμοθέοιο.
Οὗτος ἦν ἐκ πόλεως Λύστρας, πατρὸς Ἕλληνος, μητρὸς δὲ Ἰουδαίας, Εὐνίκης καλουμένης. Μαθητευθεὶς δὲ Παύλου τῷ Ἀποστόλῳ, καὶ συνεργὸς τοῦ θείου Εὐαγγελίου καὶ κήρυξ γενόμενος, Ἰωάννῃ τῷ διαφερόντως ἠγαπημένῳ Μαθητῇ συγγίνεται, καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου Παύλου, ἐπίσκοπος Ἐφέσου καθίσταται. Μετὰ γὰρ τὸ ἐκβρασθῆναι τὸν Ἰωάννην ἀπὸ τῆς θαλάσσης, καὶ τῇ Ἐφέσῳ ἀποδοθῆναι, ὕστερον δὲ ὑπὸ Δομετιανοῦ βασιλέως, τρόπῳ ὑπερορίας, τῇ Πάτμῳ νήσῳ ἀπενεχθῆναι, οὗτος ὁ μακάριος Τιμόθεος, τῆς Ἐφεσίων ἀντεποιεῖτο ἐπισκοπῆς.
Τῶν δὲ εἰδωλολατρῶν, κατά τινα πάτριον ἑορτήν, Καταγώγιον οὕτω καλουμένην, ἐν τῇ πόλει Ἐφεσίων, εἴδωλα διὰ χειρὸς ἐχόντων, καί τινα περιτιθέντων ἑαυτοῖς προσωπεῖα, καὶ ἐν τούτοις ἐπᾳδόντων, καὶ ἀνδράσι καὶ γυναιξί, ληστρικῶς ἐπιόντων, καὶ πολὺν φόνον ἐπ’ αὐτοῖς ἐργαζομένων, ὁ μακάριος Τιμόθεος, μὴ φέρων τὸ ἄτοπον τούτων ὁρᾷν, ἀλλὰ τὴν ματαίαν αὐτῶν πλάνην διελέγχων καὶ ἀποστῆναι ἀπὸ τῶν αἰσχρῶν πράξεων παραινῶν, ἀναιρεῖται ὑπ’ αὐτῶν, ῥοπάλοις ἐπιτιθεμένων αὐτῷ. Ὕστερον δὲ τὸ ἅγιον αὐτοῦ μετεκομίσθη λείψανον ἐν Κωνσταντινουπόλει, καὶ κατετέθη ἐν τῷ Ναῷ τῶν Ἁγίων Ἀποστόλων, ἔνθα καὶ ἡ Σύναξις αὐτοῦ τελεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Ἀναστάσιος ἐν τραχήλῳ τὸν βρόχον,
Ὡς λαμπρὸν ὅρμον ὡραΐζεται φέρων.
Οὗτος, ἦν ἐκ Περσίδος, βασιλεύοντος μὲν Χοσρόου τῶν Περσῶν, Ῥωμαίων δὲ Ἡρακλείου, ἐκ πατρίδος Ῥαζήχ, χώρας Νουνῆ. Ἦν δὲ αὐτῷ πρότερον ὄνομα Μαγουνδάτ, υἱὸς Μάγου τινός, καλουμένῳ Βάβ, παρ’ οὗ τὴν μαγικὴν ἐπαιδεύθη, ἄρτι τῇ στρατείᾳ τῶν τυράννων καταλεγείς. Καταδραμόντων δὲ τῶν Περσῶν τοὺς τῆς Ἁγίας Πόλεως τόπους, καὶ πολλῶν αἰχμαλώτων ληφθέντων, συναπήχθη καὶ τὸ Τίμιον Ξύλον τοῦ ζωοποιοῦ Σταυροῦ, ἐν ᾧ ὁ Κύριος ἡμῶν τὸ κατὰ σάρκα πάθος ὑπέμεινε. Καὶ διὰ τὰ παρ’ αὐτοῦ τελούμενα θαύματα, ἐφημίζετο, ὅτι ὁ τῶν Χριστιανῶν Θεός, ἧκεν ἐνθάδε.
Ὁ δὲ Μαγουνδάτ, ὑπὸ τῆς τοῦ Θεοῦ κινούμενοι χάριτος, θερμότερον ἐζήτει μαθεῖν περὶ τοῦ Χριστοῦ. Ὅθεν καὶ παρὰ πιστοῦ τινός, τὴν κατὰ τὸν Σταυρὸν πᾶσαν οἰκονομίαν μαθών, ἐπίστευσεν εἰς Χριστόν. Εἶτα μετὰ τοῦ Περσικοῦ στρατεύματος ἐν Χαλκηδόνι γενόμενος, καὶ πυθόμενος τὴν Περσῶν παρὰ Ἡρακλείου καταστροφήν, παρεγένετο εἰς Ἱεράπολιν. Ἔνθα, ἐντυχὼν ἀργυροκόπῳ τινι, μετ’ αὐτοῦ τὴν τέχνην συνεκπονεῖ.
Ἐκεῖθεν δὲ τὰ Ἱεροσόλυμα καταλαβών, ἐν τῇ Ἁγίᾳ Πόλει λαμβάνει τὸ βάπτισμα, καὶ Ἀναστάσιος ὀνομάζεται. Καὶ γενόμενος ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα, τὸ ἱερὸν τῶν μοναχῶν σχῆμα λαμβάνει. Ἔνθα πᾶσαν ὁδὸν διελθών, εἰς ἀρετὴν φέρουσαν, καὶ τὰ ἱερὰ γράμματα μαθών, καὶ τὸ Ψαλτήριον ἀποστοματίσας καὶ πλείονα τὸν πρὸς Θεὸν πόθεν ἐκκαύσας, τὴν διὰ μαρτυρίου καὶ αἵματος ἐπηύχετο αὐτῷ γενέσθαι τελείωσιν. Ὁρῶν γὰρ ἐν ταῖς συγγραφαῖς οἷον ἐμπνέοντας καὶ ἀγωνιζομένους τοὺς Ἁγίους Μάρτυρας, σφοδρῶς πρὸς τὴν τούτων ἐξεκαίετο μίμησιν. Ὅθεν καὶ ὄναρ ἔδοξε ποτήριον χρυσοῦν, πλῆρες οἴνου, λαβὼν ἐκπιεῖν. Σύμβολον δὲ νομίσας τῆς ἐμφύτου ἐπιθυμίας τοῦ διὰ Χριστὸν μαρτυρίου, τῶν θείων Μυστηρίων μεταλαβών, ἐξῆλθε τῆς Μονῆς.
Καὶ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης γενόμενος, ἰδὼν Μάγους, καὶ τὰ παρ’ αὐτῶν πραττόμενα διαχλευάσας, καὶ Χριστιανὸν ἑαυτὸν ὀνομάσας, συλλαμβάνεται παρ’ αὐτῶν, καὶ ἄγεται πρὸς Μαρζαβανᾶν, ἄρχοντα αὐτῶν, ἐφ’ οὗ προσετάχθη λίθους κομίζειν. Ἔνθα πολλοὶ τῶν ἀπὸ τοῦ γένους προσερχόμενοι, οὐδεμιᾶς ἐφείδοντο παροινίας, ἐναλλόμενοι αὐτῷ, καὶ αὐτοῦ τὸν πώγωνα τίλλοντες, ὕβριν γὰρ τοῦ γένους ἡγοῦντο τὴν εἰς Χριστὸν πίστιν. Εἶτα παρ’ αὐτῶν τύπτεται σφοδρῶς. Ἀχθεὶς δὲ πρὸς τὸν βασιλέα τῶν Περσῶν, καὶ τὸν Χριστὸν ὁμολογήσας, καὶ πρὸς τὴν τῶν Περσῶν θρησκείαν αὖθις ὑπαχθῆναι μὴ καταδεξάμενος, τύπτεται ῥάβδοις ἀφειδῶς, καὶ τῆς μιᾶς ἀναρτᾶται χειρός, κάτωθεν αὐτοῦ λίθου ἐξηρτημένου. Εἶτα βρόχου ἐξαφθέντος αὐτοῦ τῷ τραχήλῳ, κωλύεται ἀναπνεῖν, καὶ μικρὸν ἔτι ἀναπνέων, ἀφαιρεῖται τὴν κεφαλήν. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ Μαρτυρίῳ, τῷ ὄντι ἔνδον τοῦ Ἁγίου Μάρτυρος Φιλήμονος, ἐν τῷ Στρατηγίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Μανουήλ ἐπισκόπου, Γεωργίου ἐπισκόπου Δεβελτοῦ, Πέτρου ἐπισκόπου, Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου πρεσβυτέρου, καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά.
Ξίφος Μανουὴλ εἰς μέρη τέμνει δύω,
Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω.
Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας,
Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.
Ἄῤῥητον εἶχε τὴν προθυμίαν Λέων,
Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα.
Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων,
Μακρὰν Γαβριήλ, καὶ μακρὰν Σιωνίου.
Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφος
Ἰωάννης τε καὶ Λέων οἱ γεννάδαι.
Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,
Ὁδὸν παρῆλθεν ἡδέως τὴν τοῦ βίου.
Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν ξίφος,
Συνῆψεν αὐτὰς ἑνδεκαπλῇ ἑπτάδι.
Οὗτοι, ἐκ διαφόρων ἐπαρχιῶν καὶ τόπων ὄντες, τὴν Ἀνδριανούπολιν κατώκουν. Βούλγαροι δέ, ἦκον Ῥωμαίους καταστρεψόμενοι. Θρᾷκας δὲ καὶ Μακεδόνες αἰχμαλωτίσαντες, καὶ αὐτὴν τὴν Βασιλίδα κατατρέχοντες, ἐν Ἀνδριανουπόλει παρεγένοντο, καὶ αὐτήν, τρισὶν ἡμέραις προσμείναντες, εἷλον. Ἐπράττετο δὲ ταῦτα, Λέοντος τοῦ δυσσεβοῦς Ἁρμενίου βασιλεύοντος, καὶ Κρούμου τοῦ βουλγαρικοῦ κατέχοντος ἔθνους. Ἐπεὶ δὲ Κροῦμος ἐγκρατὴς ἐγένετο τῆς πόλεως, ἐξέβαλεν ἔξω πάντας, χιλιάδας τὸν τεσσαράκοντα. Σὺν αὐτοῖς δὲ καὶ τὸν ἁγιώτατον ἐπίσκοπον ἐκβαλών, κατὰ τοῦ αὐχένος, ἐπὶ γῆν ῥιφέντα, πεπάτηκε.
Κρούμου δὲ τὸ ζὴν ἀποῤῥήξαντος, Δούκουμος τὴν ἀρχὴν διαδέχεται. Καὶ αὐτοῦ κατὰ πόδας τεθνηκότος, Δίτζεγγος ἄρχων τῶν Βουλγάρων γνωρίζεται, ὠμὸς καὶ ἀπάνθρωπος. Ὅς τὸν μέγαν ἀρχιερέα Μανουήλ, μέσον διχάσας, καὶ τὰς χεῖρας σὺν τοῖς ὤμοις ἀποτεμών, βορὰν τοῖς κυσὶ παρέθετο. Καὶ ἀορασίᾳ πληγείς, ὑπὸ τῶν οἰκείων ἀναιρεῖται.
Μουρτάγων δὲ τὴν ἀρχὴν δεξάμενος, ἅπαντας τοὺς Χριστιανούς, τοὺς μὴ πειθομένους τὸν Χριστὸν ἀρνήσασθαι, ἐξ ἀνθρώπων ποιεῖ. Καὶ οὓς μὲν δεσμοῖς καὶ στρεβλώσεσιν ὑπεβαλών, οὓς δὲ ἀπανθρώποις αἰκίαις τιμωρούμενος, τῆς παρούσης ζωῆς ἀπεῤῥίψατο. Τὸν δὲ ἐν Ἁγίοις ἀρχιερέα Δεβέλτου Γεώργιον, καὶ Πέτρον ἐπίσκοπον, ῥάβδοις ἀπανθρώπως κατακόψας, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀπέτεμεν, ὡσαύτως καὶ ἕτερον πλῆθος, τριακοσίους ἑβδομήκοντα ἑπτά, τῇ τοῦ ξίφους τιμωρίᾳ ὑπέβαλε. Καὶ ἕτερον Λέοντα καὶ Ἰωάννην, τοὺς τῶν Χριστιανῶν στρατηγούς. Λέοντος δὲ τοῦ ἐν Ἁγίοις ἐπισκόπου Νικαίας, τῇ θέσει φαινομένου εὐνούχου, ξίφει τὴν γαστέρα διέτεμε. Καὶ Γαβριήλ, καὶ Σιώνιον μαχαίρᾳ ἀπέτεμε. Πάροδον δέ, τὸν ἱερώτατον πρεσβύτερον, λίθοις βληθῆναι κατεδίκασε, καὶ ἑτέρους πολλοὺς διαφόροις αἰκίαις τιμωρησάμενος, ἐθανάτωσεν. Οὐ μόνον δὲ οὗτος ὁ δυσσεβὴς Μουρτάγων, ἀλλὰ καὶ οἱ κατὰ διαδοχὴν Βουλγαρικοὶ γενόμενοι ἄρχοντες, πολλοὺς τῶν Χριστιανῶν διὰ ποικίλων κολάσεων, τῷ θανάτῳ παρέπεμψαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσήφ, τοῦ ἡγιασμένου τοῦ Σαμακοῦ.
Ἰωσὴφ τὸν μέγιστον ἐν σωφροσύνῃ,
Υμνήσωμεν ἅπαντες λαοὶ ἀξίως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀναστασίου τοῦ Διακόνου, τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου, τοῦ ἀσκήσαντος ἐν τῷ ΙΒ΄ αἰῶνι μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ζαμπίνσκιϋ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάσαφ, ἐπισκόπου Ἰρκούτσκ τῆς Σιβηρίας, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῆς εὑρέσεως τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπικαλουμένης Ἐλεηστρίας, γενομένης κατὰ τὸ ἔτος 1897.
Εἰκών Σου Ἁγνὴ ἐκ γῆς ἀναδοθεῖσα,
Δίδωσιν ἡμῖν ἀεί, ἄφθονον χάριν.
Ἔστι τοίνυν πόλις ἐν Ἑλλάδι κατὰ τὴν Πελοπόννησον, Κορώνη καλουμένη. Αὕτη ἐπὶ τὴν θάλασσαν κεῖται καὶ πρὸς Λιβύην ὁρᾷ, κάστρῳ δὲ παλαιῷ ἐστεφάνωται. Κάτωθεν οὖν τῶν τοῦ κάστρου τειχῶν, ἐν ἀποκρήμνῳ τόπῳ καὶ ἀβάτῳ, φῶς καθ’ ἑσπέραν οἱ πιστοὶ καθεώρων, τὸ δὲ φαινόμενον εὐλαβούμενοι αἰτίᾳ τινὶ ἑτέρᾳ ἀπεδίδουν, ἐν ἐκείνῳ γὰρ τῷ τόπῳ κατακεκρήμνισταί ποτε ὑπὸ τῶν ἀπίστων ὁ τῆς πόλεως ἐπίσκοπος Γρηγόριος τοὐπίκλην Μπίστης, ὁ ἐκ τῆς νήσου Ἄνδρου. Ἀλλὰ καὶ γυναικί τινι, ᾗ ὄνομα Μαρία, τῇ μὲν ἡλικίᾳ προβεβηκυίᾳ, εὐσεβείᾳ δὲ καὶ ὁσιότητι κεκοσμημένῃ, ἡ Ὑπεραγία Θεοτόκος καθ’ ὕπνους πεφανέρωται καὶ τοῦ κατὰ τόπον ἐκεῖνον ἀναζητῆσαι τοὺς χριστιανοὺς τῆς ἑαυτῆς ἁγίαν εἰκόνα ταύτην προτέτραπται. Τοῦτο δὴ πολλάκις ἐγένετο, ὅτι ὄκνον τῷ τῆς γυναικὸς λογισμῷ ὁ πονηρὸς ἐνέβαλλε, τοῦ μὴ εἰπεῖν τὸ ὅραμα, ἐφοβεῖτο γὰρ ὀνειδισμὸν καὶ λοιδόρησιν. Ἀλλὰ καὶ αὖθις ὤφθη τῇ γυναικὶ ἡ τοῦ Θεοῦ Μήτηρ, ἐντονώτερον ταύτην προτρεπομένη καὶ οἰονεὶ προσταγὴν διδοῦσα. Τῆς δὲ γυναικός, εἰπούσης ἐπὶ τέλους τὸ πρᾶγμα, πλῆθος ἀνδρῶν εὐσεβῶν ἐξελθόντες, τὸν τόπον ἀνώρυσσον εἰς ἀνεύρεσιν τῆς εἰκόνος· ἦν δὲ ὁ τόπος ἐκεῖνος πετρώδης λίαν, διὸ καὶ καμάτῳ καμφθέντες οἱ ὀρύκται, ἤρξαντο παραιτούμενοι τοῦ ἔργου. Ὅθεν τοῦ ἡλίου ἀμφὶ μεσηβρίαν ὄντως καί τινων μετὰ πίστεως τὴν εἰκόνα ἕως ἄρτι ζητούντων, ἡ Παναγία κορασίδι τινὶ πεφανέρωται, ἣν ἐπὶ τὸν τόπον ἀγαγοῦσα -οὐδενὸς ἑτέρου ὁρῶντος τὸ θαῦμα- ὄπου ἡ εἰκὼν κατεκέχωστο σαφῶς ὑπέδειξε καὶ ἄφαντος αἴφνης ἀπὸ τῆς παιδίσκης ἐγένετο. Ἡ δὲ μετὰ βραχὺ συνελθοῦσα, τοῖς ὀρύσσουσιν ἔδειξεν ἀκριβῶς τὴν τὸν θεῖον θησαυρὸν κατέχουσα κρύπτην. Ὥρυξαν οὖν τὴν εἰκόνα ζητοῦντες καὶ σεισμός τε μέγας καὶ βρόμος ὑποχθόνιος τὴν πόλιν ἅπασαν ἔσεισε, μεθ’ ὃν, ὡς ἥλιος ἐκ γῆς ἀνατείλασα, ἔλαμψε φαιδρῶς εἰς φῶς ἐλθοῦσα ἡ τῆς Θεομήτορος θεία εἰκών. Ἀνώρυκται τοίνυν ἐκ γῆς ὡς θησαυρὸς πολύτιμος ἡ τῆς Θεομήτορος εἰκών, καὶ σὺν αὐτῇ ἐν ταῖς δυσὶν ἐπιούσαις ἡμέραις εἰκόνες ἕτεραι δύο, ἤγουν ἡ τοῦ Σωτῆρος Χριστοῦ ἐπὶ τοῦ Σταυροῦ καὶ ἡ τοῦ Ἀποστόλου Λουκᾶ. Ταῦτα δὲ γέγονεν τῷ 1897 ἔτει μ. Χ., ἐν ἡμέραις ΚΑ΄, ΚΒ΄, καὶ ΚΓ΄. Αὖθις δὲ ναὸς περικαλλῆς τῆς Θεοτόκου ἀνεργέθη, καὶ λαμπρῶς κατακοσμηθῆναι καὶ ἀναθήμασι τῶν εὐσεβῶν ὡραϊσθῆναι καὶ τὸν τόπον ὅλον ἐκχερσωθῆναι, νοσημάτων δὲ καὶ παθῶν παντοίων ἰατρεῖον ἄμισθον ἐγένετο. Ἔκτοτε γὰρ καὶ ἄχρις ἡμῶν πλῆθος θαυμάτων ὁ Θεός, ταῖς πρεσβείαις τῆς Παναγίας τελεῖ ἐν αὐτῷ τῷ τόπῳ. Ὅθεν, τῷ πλήθει τῶν θαυμάτων, καὶ τῷ πλούτῳ τοῦ ἐλέους τῆς Παναγίας, Ἐλεηστρίαν ταύτην ἐκάλεσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ῥώσων Ἁγίων Νεομαρτύρων καὶ Ὁμολογητῶν τῶν ἐπὶ ἀθέου Κομμουνισμοῦ ὁμολογησάντων καὶ ἐν φρικταῖς φυλακαῖς, δειναῖς ἐξορίαις, πικραῖς βασάνοις, ἐν παγετῷ καὶ κρύῳ, ἐν δίψει καὶ πείνῃ καὶ ποικίλοις τρόποις μαρτυρησάντων ἐν ἔτει 1917-1990.
Μάρτυρες ἐδείχθησαν Θεῷ Νέοι,
Ῥωσίας γέννημα, Ὀρθοδοξίας κλέος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', τοῦ Ἀποστόλου Σὲ νοητήν
Συγχορευτής, οὐρανίου τάξεως, σὺ ἐπαξίως γεγονώς, συνευφραίνῃ χαρμονικῶς, αἴγλης φωτοδότιδος Μάκαρ ἐμφορούμενος, ἱερομύστα Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεὸν καὶ ὑπερένδοξον.
ερουργῶν, Χριστοῦ Εὐαγγέλιον, ἐξ ἀρετῶν περιωπῆς, θεογράφους ἐπιστολάς, Παῦλος ὁ θειότατος χαίρων ἐξαπέστειλεν, ὡς μαθητῇ σοι Τιμόθεε, τὸν αἰνετὸν καταγγέλλων, Θεόν, καὶ ὑπερένδοξον.
Τὸ ἀσθενὲς τῆς σαρκὸς ἐρρώννυεν, ἡ εὐτονία τῆς ψυχῆς· ὡς ἀσώματος γὰρ ἐν γῇ, σὺ πολιτευσάμενος, Μάρτυς ἐχρημάτισας, τὴν κεφαλὴν συντριβόμενος, Ἱερουργέ, Μυστηρίων Θεοῦ θεομακάριστε. 
Θεοτοκίον
Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον· ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. 

ᾨδὴ η', τοῦ Ἀποστόλου Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος
Στάσεως Ἀγγελικῆς ἠξιωμένος, ἀνεδείχθης Τιμόθεε μάκαρ· οὐρανῶν τὰ Τάγματα, μυηθεὶς γὰρ ὑπερφυῶς, τὴν λαμπρότητα τὴν τούτων ἐμιμήσω σοφέ· μεθ’ ὧν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Δύναμιν ἐνδεδυμένος οὐρανόθεν, ὡς Ἀπόστολος ὤφθης θεόφρον, τὴν ἐπιδημήσασαν, ξενοτρόπως τοῖς Μαθηταῖς, τοῖς τοῦ Λόγου αὐτόπταις ὧ Τιμόθεε· μεθ’ ὧν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
στης τῆς ἐφέσεως σαφῶς παμμάκαρ, τὸ ἀκρότατον οἷά περ φθάσας, τῶν καλῶν Τιμόθεε, θεοκήρυξ διὰ παντὸς ἐλλαμπόμενος φωτὶ τῶ τῆς Τριάδος τρανῶς· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. 
Θεοτοκίον
ταῖς Ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι' ἡμᾶς ἑπτώχευσε σὲ Μητέρα τὴν καλλονὴν Ἰακωβ εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ', τοῦ Ἀποστόλου Τύπον τῆς ἁγνῆς λοχείας σου
ῆσις τοῦ Δαυῒδ πεπλήρωται· ὡς ἀστραπὴ τῇ οἰκουμένῃ γὰρ ἔφανας, τῷ κηρύγματι, περιαυγάζων τὰ πέρατα, παναοίδιμε μάκαρ Τιμόθεε· διὸ σε θεοφάντορ, ἀκαταπαύστως μεγαλύνομεν.
Αἴγλης ἀρχιφώτου Πάνσοφε, θεαρχικῆς καὶ τρισηλίου ἐλλάμψεως, ἐμπιπλώμενος, καὶ καθαρῶς ἐμφορούμενος, τοὺς ὑμνοῦντάς σε μάκαρ περίσῳζε, ἐκ ζόφου τῶν πταισμάτων, Ἱερομύστα πανσεβάσμιε.
σὸν τῷ Πατρὶ καὶ Πνεύματι, Μονογενὲς ὀρθὰ φρονοῦντες δοξάζομεν, τοῖς διδάγμασι, τῶν Ἀποστόλων σου Δέσποτα, στηριζόμενοι Παύλου τοῦ κήρυκος, τῆς σῆς οἰκονομίας, καὶ Τιμοθέου τοῦ θεόφρονος. 
Θεοτοκίον
Ὢ τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε, μυστήριον τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπόκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῦ διδασκάλου πάσης, τῆς οἰκουμένης γεγονώς, ὡς μαθητὴς πάντα κόσμον, ἐφωταγώγησας τρανῶς, Τιμόθεε διὰ τοῦτο, πιστῶς σε πάντες τιμῶμεν.
Θεοτοκίον
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν δεσπότην.

















Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὴν ἱεράν σου εἰκόνα κατασπαζόμεθα, νῦν αἰσθητῶς παμμάκαρ, νοερῶς δὲ τὸ θεῖον, λείψανόν σου πάντες ἀπὸ ψυχῆς, προσκυνοῦμεν Τιμόθεε, ἐκδυσωποῦντές σε βλάβης παντοδαπῆς, καὶ κινδύνου ἡμᾶς ῥύεσθαι.

Τὸν εὐκλεῆ Ἱεράρχην μέγαν Τιμόθεον, τὸν πρόεδρον Ἐφέσου, Ἀποστόλων τῶν θείων, ἐφάμιλλον καὶ Παύλου τὸν μαθητήν, καὶ υἱὸν γνησιώτατον, καὶ πρεσβευτὴν παντὸς κόσμου χαρμονικῶς, οἱ πιστοὶ ἀνευφημήσωμεν.

Τῆς ὑπερθέου Τριάδος καταστραπτόμενος, φωτουργικαῖς ἀκτῖσιν, ὦ Τιμόθεε μάκαρ, πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶς γεραιρόντων σε, τῶν συνωνύμων σοι μάλιστα τῶν τὴν σήν, ἐκτελούντων μνήμην ἔνδοξε.

Ὢ τῆς μεγάλης ἰσχύος τῆς τῶν δακρύων σου! Τιμόθεε τρισμάκαρ, ὧν ὁ μέγας ἐκεῖνος, Παῦλος μεμνημένος σὲ κατιδεῖν, ἐπεπόθειο ἀοίδιμε, ὧνπερ τὴν χάριν πανεύφημε καὶ ἡμῖν, τοῖς ἱκέταις σου κατάπεμψον.

Δόξα. Ἦχος πλ. α΄.
Ὢ τέκνον ἀγαπητὸν τοῦ Παύλου Τιμόθεε! ὢ παίδων Διονυσίου ἱερῶν ἱερώτατε! ὢ ἄνθρωπε τοῦ Θεοῦ, καὶ Ἀποστόλων ὁμότροπε. Πολλὰς γάρ σοι τὰς κλήσεις ἡ ἀρετὴ πεποίηκε. Ποῖός σε λόγος κατ’ ἀξίαν εὐφημῆσαι δυνήσεται; Σὺ θησαυροφυλάκιον μυστικόν, τῆς οὐρανίου σοφίας καὶ γνώσεως γέγονας· ἃ γὰρ ὁ Παῦλος, εἰς τρίτον Οὐρανὸν ἁρπαγείς, ἤκουσεν ἄῤῥητα καὶ ξένα μυστήρια, ταῦτά σοι ἐνεπίστευσεν ὡς ἱερομύστῃ, ἱερῶς παραθέμενος· ἀλλὰ μετάδος καὶ ἡμῖν τῶν σῶν χαρισμάτων Ἀπόστολε. Καὶ πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Μεγαλυνάριον.
Τοῦ κηρύγματός σου ταῖς ἀστραπαῖς, τοὺς ἐν σκότει ὄντας, κατεφώτισας θαυμαστέ, λάτρας ἀναδείξας, Τριάδος τῆς Ἁγίας, Τιμόθεε παμμάκαρ, μῦστα τῆς χάριτος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου