ΚΥΡΙΑΚΗ 22-28 ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμην πάντων τῶν Ῥώσων Ἁγίων Νεομαρτύρων καὶ Ὁμολογητῶν
τῶν ἐπὶ ἀθέου Κομμουνισμοῦ ὁμολογησάντων
καὶ ἐν φρικταῖς φυλακαῖς, δειναῖς ἐξορίαις, πικραῖς βασάνοις,
ἐν παγετῷ καὶ κρύῳ, ἐν δίψει καὶ πείνῃ
καὶ ποικίλοις τρόποις μαρτυρησάντων. 1917-1990
ΑΚΟΛΟΥΘΙΑ
Δημοσιεύομεν
ἐν ἀπόσπασμα ἀπὸ κείμενον τοῦ Ἁγίου Ἰωάννου Μαξίμοβιτς, τὸ ὁποῖον ἐγράψε τὸ
1938, ὅταν ὁ Ἅγιος ἦτο Ἐπίσκοπος εἰς τὴν Σαγγάην τῆς Κίνας, καὶ φέρει τὸν γενικὸν
τίτλον: Ἡ χιλιετηρὶς τοῦ Βαπτίσματος τῆς Ῥωσίας.
Ὅπως ἀκριβῶς μετὰ τὴν πτῶσιν τοῦ Ἑωσφόρου καὶ τῶν
ὀπαδῶν του, οἱ ὑπόλοιποι Ἅγιοι Ἄγγελοι ἀνεφλέχθησαν ἀκόμη περισσότερον ἀπὸ ἀγάπην
πρὸς τὸν Θεὸν καὶ ἔλαμψαν ἐκθαμβοτικώτερον εἰς τὸν οὐρανόν, κατὰ τὸν ἴδιον
τρόπον ἐνεφανίσθησαν οἱ ἄθεοι ἀνάμεσα εἰς τὸν Ῥωσικὸν λαόν, ἀλλὰ ἡ ἀποστασία των
ἀπεκάλυψε ἀκόμη περισσότερον τὴν Ἁγιότητα τῆς Ῥωσίας καὶ τὴν ἐδόξασεν εἰς τὸν Οὐρανὸν
καὶ εἰς ὁλόκληρην τὴν ὑφήλιον.
Ἕνας ἀναρίθμητος χορὸς νέων Μαρτύρων ἐπέδειξε τὴν
ἀφοσίωσίν του εἰς τὸν Χριστόν. Ὁ Ῥωσικὸς λαὸς εἰς τὴν ὁλότητά του, ὑπομένων μὲ ἀνέκφραστον
ὑπομονὴν τὰ βάσανά του, ὅμοια τῶν ὁποίων οὐδεὶς ἄλλος λαὸς ἔχει ὑποστῆ εἰς τὸν
κόσμον, ἔχει δώσει ἕν ἀναρίθμητον πλῆθος μαρτυριῶν σταθερότητός του εἰς τὴν πίστιν.
Παρὰ τὸν ὠμότατον διωγμόν, ἡ ·Ἐκκλησία παραμένει
ἀνίκητος. Παρ᾿ ὅτι ἕν πλῆθος Ναῶν ἔχει καταστραφεῖ, τόσον ὥστε εἰς πολλὰς
πόλεις, τὰς ὁποίας ἐκόσμουν πρότερον μεγαλοπρεπεῖς ναοί, δὲν ἔχει ἀπομείνει οὔτε
ἕνας, ὅμως οἱ πιστοὶ συνέρχονται μυστικῶς καὶ προσεύχονται εἰς τὸν Κύριον καὶ
Θεόν. Ἀνεβίωσεν εἰς τὴν Ῥωσίαν ἡ ἐποχὴ τῶν κατακομβῶν, τὴν ὁποίαν δὲν εἶχε
γνωρίσει ἐνωρίτερον, διότι ποτὲ πρὶν δὲν εἶχε δοκιμάσει διωγμὸν πίστεως.
Εἰς τὸν μεχὰλογ χορὸν τῶν Ἁγίων τῆς Ῥωσίας ὑπῆρχαν
πολλοὶ Ἱεράρχαι, Ὅσιοι, δίκαιοι καὶ διὰ Χριστὸν σαλοί. Ἀλλὰ Μάρτυρες εἰς τὴν ῥωσικήν
γῆν ὑπῆρξαν ἐλάχιστοι ἀπὸ τὴν παλαιὰν ἐποχήν.
Ἡ ἔνδοξος στρατιὰ τῶν Ἁγίων Μαρτύρων, τῶν ὁποίιυν
τὸ αἷμα ἔγινε ὁ σπόρος διὰ τὸν Χριστιανισμὸν εἰς ὅλον τὸν κόσμον, μία στρατιὰ
ποὺ δοξάζεται σχεδὸν καθημερινῶς ἀπὸ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, δὲν εἶχε σχεδὸν μέλη
εἰς τὴν οὐράνιον Ἐκκλησίαν τῆς Ῥωσίας. Ἦλθε ἡ ἐποχὴ νὰ πληρωθοῦν αἱ τάξεις της.
Εἰς τὸν μικρὸν ἀριθμὸν τῶν Μαρτύρων καὶ παθοφόρων, οἱ ὁποῖοι ἐμαρτύρησαν εἰς τὴν
παλαιὰν ἐποχὴν εἰς τὴν Ῥωσίαν, προσετέθη ἕν ἀναρίθμητον πλῆθος νέων Παθοφορων
καὶ Μαρτύρων.
Μεταξὺ αὐτῶν ὁ ἐστεμμένος Τσάρος, ἀπόγονος τοῦ
βαπτιστοῦ της Ῥωσίας, μὲ ὅλην τὴν οἰκογένειάν του καὶ ὁ ὁμώνυμος τοῦ βαπτιστοῦ
τῆς Ῥωσίας, ὁ Ἱεράρχης τῆς βαπτιστηρίου πόλεώς της Μητροπολίτης Κιέβου Βλαδίμηρος
καὶ ἱεράρχαι, πρίγκηπες, βογιάροι, στρατιῶται, κληρικοί, μοναχοί, σοφοὶ καὶ ἰδιῶται,
κάτοικοι τῶν πόλεων καὶ τῶν χωριῶν, ἐπιφανεῖς καὶ ἁπλοῖ ἄνθρωποι. Κάθε ἡλικία,
κάθε καταστάσῃ, κάθε γωνιὰ τῆς Ῥωσίας ἔδωσε νέους παθοφόρους.
Ὁλόκληρη ἡ Ῥωσία ἐπλημμύρισε μὲ αἷμα Μαρτύρων· ὁλόκληρη
ἡγιάσθη ἀπὸ αὐτό!
Ὤ θαυμασία καὶ ἔνδοξο στρατιὰ τῶν νέων Μαρτύρων!
Ποῖος δύναται νὰ σὲ δοξάσῃ ἀξίως; Ὄντως μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἱμασιν ὑμῶν,
καὶ ἅγιαι αἱ σκηναὶ αἱ δεξάμεναι τὰ σώματα ὑμῶν!
Μακαρία εἶσαι, γῆ τῆς Ῥωσίας, καθαρθεῖσα διὰ τοῦ
πυρὸς τοῦ Μαρτυρίου!
Σαββάτῳ ἑσπέρας
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Δόξα. Ἦχος
πλ. Δ΄.
Ἡ τῆς Ῥωσίας
γῆ, παράδεισος γέγονεν ἐπίγειος, ὡς ἐν ταῖς ῥωγμαῖς αὐτῆς, τὰ σώματα κρύπτουσα,
τῶν ἐν αὐτῇ Νεομαρτύρων φωτιζόμενη ἅμα, ἐκ τῆς οὐρανίου δόξης Αὐτῶν, ῥανάντων
ταύτην, τῷ ἰδίῳ αἵματι αὐτῶν, κατακρεουργηθέντων, χερσὶ τῶν τοῦ σατὰν ζιζανίων,
διὰ τὴν Πίστιν εἰς Χριστόν, καὶ λυτρωθέντων, ἀπὸ τῆς ἁμαρτίας, τῆς ἀποστασίας· ὧν
ταῖς πρεσβείαις καὶ ἡμεῖς, πάσης πλάνης ῥυσθείημεν, καὶ τύχοιμεν, τῆς αἰωνίου
σωτηρίας.
Καὶ
νῦν. Θεοτοκίον. Τὸ Δογματικὸν τοῦ μικροῦ Ἑσπερινοῦ τοῦ ἤχου.
Ἀποστιχα, Ἦχος α´. Νεφέλην τε φωτός,
Ῥωσίας οἱ
κλεινοὶ Νεομάρτυρες πάντες, καὶ ἐν ἄθλοις παμμέγιστοι, Χριστοῦ πάθους μιμηταί,
καὶ τῆς δόξης κοινωνοί, ἐνώπιον ὑμῶν, γόνυ κλίνοντας πίστει, ἐν πόθῳ δοζάζομεν,
ἀγῶνας καὶ σκάμματα, δι᾿ ὧν ἐκηρύξατε, Χριστὸν τὸν Θεάνθρωπον, εὐθαρσῶς ὀρθοδόξως,
δεόμενοι, μὴ παύσησθε δυσωπεῖν, Αὐτὸν ὑπὲρ τῶν τιμώντων, ὑμᾶς πανεύφημοι.
Στίχος
(ψαλ. Ξε΄ 10):
Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεός, ἐπύρωσας ἡμᾶς
ὡς πυροῦται τὸ ἀργύριον.
Ὦ ἔνδοξοι
Χριστοῦ Νεομάρτυρες ἄρτι, ἐν Ῥωσίᾳ ἀσκήσαντες, ὑμεῖς ὅτε ἐν αὐτῇ, ὑπ’ ἀθέων
διωγμῶν, ἐξέλιπε πολλῶν, ἡ Ὀρθόδοξος πίστις, αὐτὴν ἐνισχύσατε, ἀτρόμως κηρύξαντες,
τυράννων ἐνώπιον, σαρκὸς ἀφειδήσαντες, τῇ ἀγάπῃ τρωθέντες, τῷ ἔρωτι τῷ Θεῷ, πρὸς
τὸν Χριστόν, ὃν δυσωπεῖτε τοῦ σῷσαι τοὺς ὑμνητὰς ὑμῶν.
Στίχος
(ψαλ. Λγ΄ 18):
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν
αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.
Οὐκ ἄνθρωποι
εἰσὶν Ἐκκλησίας σωτῆρες, ἥν ἐχθροὶ οὐκ ἐνίκησαν, ἀλλ’ αὐτὴ σῴζει πιστούς, τῇ
δυνάμει τοῦ Χριστοῦ, ὡς δέδεικται σαφῶς, ἐν ὑμῶν τοῖς ἀγῶσιν, ἀήττητοι
Μάρτυρες, Ῥωσίας οἱ Νέαθλοι, ὡς δόξα καὶ καύχημα, ἀεὶ χρηματίζοντες, τῆς Χριστοῦ
Ἐκκλησίας, δεόμενοι, ἀπαύστως ὑπὲρ αὐτῆς, ἄχρι Χριστοῦ παρουσίας, μεῖναι ἀσάλευτον.
Δόξα. Ἦχος
β΄.
Ὦ θαυμαστὴ
στρατιά, τῶν Νέων Ἀθλητῶν τῆς Ῥωσίας! τίς δύναται, ὑμᾶς δοξᾶσαι ἐπαξίως; Ἀληθῶς
εὐλογημένη ἐστὶν ἡ γῆ, ἡ ποτισθεῖσα τῷ αἵματι ὑμῶν, καὶ αἱ πόλεις καὶ κῶμαι,
μυστικῶς ἡγιασμέναι, ὅτι ἐδέξαντο, τὰ πάντιμα Λείψανα ὑμῶν, πολλάκις ὑπὸ τῆς Ἐκκλησίας,
οὐχ ὑμνηθέντα, οὐδὲ ἐντίμως ταφέντα. Ἀλλ᾿ ὅμως εὔξασθε, Ἅγιοι, ὑπὲρ τῆς χώρας ἡμῶν,
καὶ πάντων τῶν τιμώντων ὑμᾶς.
Καὶ νῦν,
Θεοτοκίον. (Μικροῦ Ἑσπερινοῦ β᾿ ἤχου ὀκταήχου).
Τίς Σε
κατ’ ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ Σοῦ γεγονυίας τῷ
κόσμῳ ἀπολυτρώσεως; Εὐχαριστοῦντες οὖν κραυγάζομέν Σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ
θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρῳ Ἀναστάσει
τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.
Ἀπολυτίκιον.
Τὸν Συνάναρχον. πλ. Α΄ .
Τῆς Ῥωσίας
ἁπάσης οἱ Νεομάρτυρες, Ἀρχιεράρχης ὁ Τύχων, Ἱεραρχῶν ἡ πληθύς, Ἱερέων Διακόνων
καὶ Μοναχῶν, πάντες πιστοὶ καὶ λαϊκοί, ὡς γενναῖοι Ἀθληταί, ἐῤῥίφθητε εἰς ἀγῶνας,
καὶ μαρτυρήσατε πάντες, Θείᾳ δυνάμει τοῦ Στεφοδότου Χριστοῦ.
Ἕτερον. Ἦχος
δ΄. Ταχὺ προκατάλαβε
Κλεινοὶ
Νεομάρτυρες, οἱ τῆς Ῥωσίας βλαστοί, ἀθέων τὸ φρύαγμα, ὑπομονὴ αἰκισμῶν, θανάτῳ
βιαίῳ τε, ἅπαν καταβαλόντες, Ὀρθοδόξῳ τῇ πίστει, εὕρατε παῤῥησίαν, πρὸς Χριστὸν
ὃν αἰτεῖσθε, τοῦ σῷσαι τοὺς ὑμᾶς ὕμνοις, πάντως γεραίροντας.
Δόξα. Ἕτερον,
Ἦχος δ´.
Ἅγιοι
Μάρτυρες Ἱεράρχαι ποιμένες καὶ Μοναχοί, καὶ Λαϊκῶν ἡ πληθύς, ἄνδρες ὁμολογηταί,
καὶ γυναῖκες καὶ παῖδες, τῆς Ῥωσίας, τοῦ πνευματικοῦ λειμῶνος ἄνθη, οἱ θαυμαστῶς
ἀνθήσαντες, ἐν ὥρᾳ θλιβερῶν διωγμῶν, καρποὺς ἐνεγκόντες, τῶν βασάνων ὑπὲρ
Χριστοῦ, τοῦ ὑμᾶς φυτεύσαντος, ὃν ἱκετεύσατε, ῥύσασθαι τὸν Λαὸν Αὐτοῦ, ἐξ ἀθέων
καὶ κακῶν ἀνθρώπων, τοῦ ἀκλόνητον μεῖναι, τὴν Ἐκκλησίαν τῆς Ῥωσίας, ἐρηρεισμένην
ὑμῶν τῷ αἵματι καὶ ταῖς αἰκίαις, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον αὐτομέλον.
Τὸ ἀπ᾿ αἰῶνος
ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά Σου Θεοτόκε τοῖς ἐπὶ γῆς
πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν
καταδεξάμενος· δι· οὐ ἀναστήσας τὸν πρωτὸ πλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Δ᾿ Ἀναστάσιμα καὶ στ᾿ τῶν
Νεομαρτύρων. Ἦχος ἀ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Δεῦτε εὐλαβῶς
ὑμνήσωμεν, τοὺς Θεοῦ ἐκλεκτούς, καὶ νεάθλους Μάρτυρας, ἁγνίσαντας ἑαυτούς,
φρικταῖς κολάσεσι, Ἀμπέλου τῆς τοῦ Χριστοῦ, ἀναδειχθέντας πολύκαρπα κλήματα, τῆς
Χάριτος ὑετῷ, ἀρδευομένης γλυκεῖς ὄντως βότρυας, ἁγιότητος εὐώδεις, τοῖς ἀγῶσι
πίστεως, ἐκφυούσης λιταῖς ὧν, τὴν μετάνοιαν κτησώμεθα.
Ὅρη τοῦ
Κιέβου τίμια, εὐλογίας Σταυροῦ, Ἀποστόλου μέτοχα, Ἀνδρέου καὶ νῦν φρικτοῦ,
καινοῦ Βαπτίσματος, Ῥωσίας δι’ οὗ ἡ γῆ, κατεβαπτίσθη Μαρτύρων τοῖς αἵμασιν, ὡς ὕδατι
ἐν τῷ πρίν, λαὸς Ῥωσίας Ἁγίῳ τε Πνεύματι, ἐβαπτίσθη, αὖθις ἄρτι, Βλαδίμηρου αἵματι,
τοὺς σφαγεῖς συγχωροῦντος, ἐβαπτίσθητε Συνάθλοις τε.
Νέῳ
Βλαδιμήρῳ Μάρτυρι, ὡς Στεφάνῳ τῷ πρίν, στέφος Πρωτομάρτυρι, ἐδόθη ὡς κατ᾿ αὐτόν,
συγγνώμην νείμαντι, σφαγεῦσι τοῖς ἑαυτοῦ, ἐξ ἀμπελῶνος αὐτὸν τοῖς ἁρπάσασι, διά
τε πύλης ὠμῶς, Ἁγίας Λαύρας Σπηλαίων ἑλκύσασι, πρὸς σφαγὴν καὶ τοὺς δημίους, εὐλογοῦντα
ἑαυτοῦ, καὶ Χριστὸν δυσωποῦντα, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θρῆνος,
μέλος ἅμα καὶ οὐαί, ὁ Προφήτης κράζει, κεφαλίδα γράφουσαν, κατέφαγες κορεσθείς,
γλυκείας γεύσεως, ὦ Τύχων μαρτυρικῆς, ὁμολογίας ὀτρύνων τὸ ποίμνιον, καὶ πάντας
Ἀρχιερεῖς, πρὸς ὑπεράσπισιν θείας τῆς Πίστεως, ἀναθεματίσας πάντας, τοὺς ναοὺς
κρημνίζοντας, καὶ ἀναίδην καλοῦντας, ἑαυτοὺς πιστοὺς ὡς ἄφρονες.
Ἄναξ ὦ πολύτλα
Ἅγιε, ὁ πολλὰ πεπονθώς, Νικόλαε ἔνδοξε, καὶ Ἄνασσα εὐσεβής, σὺν Ἀλεξίῳ τε, σὺν Ὀλγᾳ
τε τῇ σεμνῇ, καὶ Τατιάνῃ ὁμοῦ σὺν Μαρίᾳ τε, μεθ᾿ ὧν καὶ ἡ εὐκλεής, Ἀναστασία ἡ
σύναθλος ἤθλησεν, οἱ ἑπτὰ ὑπὲρ τῆς θείας, Ὀρθοδόξου πίστεως, ὡς σφαγέντες αἰτεῖσθε,
τὸν Χριστὸν ἡμᾶς λυτρώσασθαι.
Ἦχος δ´. Ὁ ἐξ
Ὑψίστου κληθείς.
Σὺ ταπεινὸς
μὲν ἀλλ᾿ ἄσειστος ὡς πύργος, ὤφθης Πετρουπόλεως, κᾄν κατακέκρισαι, Βενιαμὶν Ἱερόαθλε,
ἐκ προδοσίας, ὑφ’ Ἱερέων ψευδῶν τοῖς ἄρχουσι, νέοις κοπρωνύμοις τε, καὶ
θεομάχοις, φεῦ! ὁ γὰρ Θεὸς σὲ ἀτρόμητον, ἔδειξε πᾶσι, σταυρὸν σημείῳ
καθυπογράφοντα, μὴ δειλιῶντα τοὺς δικάζοντας, οὓς σοῖς λόγοις ἐκπλήξας ἐδόξαζες,
τὸν Θεὸν ὃν δύσωπει, τοῦ σωθῆναι τοὺς τιμῶντάς σε.
Ἐν βαθεῖ
λάκκῳ τῷ φρέατι ὁμοίῳ, ζῶντες ἐνετάφητε, Θεοῦ ὡς θύματα, ὧν Ἐλισάβετ
πριγκίπισσα, ἡ ἐλεήμων, καὶ γενομένη πιστὴ ὀρθόδοξος, πρώτη ἠγωνίσατο, ὑπὲρ τῆς
Πίστεως, τῆς ἀμωμήτου ἐν Νέᾳ δέ, αὐτῆς πατρίδι, Ῥωσίᾳ οὖσα Γερμανὶς πρότερον,
χριστομιμήτως συγχωρήσασα, τοὺς σφαγεῖς τοῦ συζύγου καὶ χαίρουσα, σὺν Βάρβαρᾳ
συνάθλῳ, ὑποστᾶσα τὸ μαρτύριον.
Ὑπὲρ ἡμῶν
νῦν δεήθητε βοῶμεν, Νέοι Χριστοῦ Μάρτυρες, πρίγκηπες Ἅγιοι, ἡ Ἐλισάβετ καὶ σύναθλος,
πιστὴ Βάρβαρα, ἡ ἐν ἀδήλῳ ταφεῖσα μνήματι, ἐν Γεθσημανῇ, ὁμοῦ, συνδυσωπήσατε, σὺν
τῶν Ἑπτὰ τῇ θεόφρονι, σεπτῇ ὁμάδι, μεθ᾿ ὧν οὐράνιοι ὑπεδέξαντο, χοροὶ Ἀγγέλων
καὶ Μαρτύρων τε, τὸν Χριστὸν τὸν σωθῆναι τοὺς ᾄσμασιν, ἐτησίως τιμῶντας, τὴν
σεπτὴν ὑμῶν πανήγυριν.
Δόξα. Ἦχος
πλ. Δ΄.
Τὸ ὑμῶν ἀκλόνητον
θάῤῥος, ἡ δόξα ἐστί, τῆς Ἐκκλησίας τῆς Ῥωσίας, ὦ Νέοι Μάρτυρες, οἱ ὑπομείναντες
τὰ πάθη, καὶ ὁμολογήσαντες, τὴν Ὀρθόδοξον πίστιν, οἱ ὄντες μαθηταί, τοῦ
Φιλίππου καὶ Ἑρμογένους, καὶ ἀκόλουθοι, τοῦ πολύτλα Πατριάρχου Τύχωνος, τοῦ
δεδωκότος ὑμῖν καὶ τὸ ὄνομα. Δεδιωγμένοι καὶ ἐσφαγμένοι, τῶν μαρτυρίων τὴν
δοκιμασίαν, ἀπτοήτως ὑπεμείνατε. Καὶ τίς ἀριθμήσαι δύναται, τὸ πλῆθος τῶν
βασάνων ὑμῶν, καὶ τῶν πικρῶν θανάτων; Ὅμως ἀνεδείχθητε Χριστοῦ κήρυκες, τοῖς
συνδεσμώταις ὑμῶν, τοῖς οὖσι πρότερον ἀπίστοις, καὶ τελεσταὶ τῶν Ἁγίων
Μυστηρίων. Μεγάλη ἡ ἀγάπη ὑμῶν πρὸς τὸν Χριστόν, μεγάλη ὑμῶν ἡ πίστις! Ἐν πᾶσι ἀνεδείχθητε,
ὑπηρέται τοῦ Θεοῦ, πρὸς ὃν πρεσβεύετε, ὑπὲρ τῶν τιμώντων ὑμᾶς.
Καὶ νῦν, τοῦ
ἤχου
Εἴσοδος. Φῶς
ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη
συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς,
ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος
ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ
εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ
Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ
ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ
εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ
ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος πλ. Δ΄.
Συναγαγέτωσαν
ἡμᾶς πάντας, οἱ φαιδροὶ Ἄγγελοι τοῦ Θεοῦ, καὶ συνευφρανθείημεν αὐτοῖς, ὡς καὶ αὐτοὶ
ἐπὶ ἑνὶ ἐξ ἡμῶν, ἁμαρτωλῷ μετανοοῦντι, χαίρουσιν ὡς εἶπεν ὁ Χριστός, μάλιστα δὲ
χαίρουσιν, διὰ τὸ πλῆθος τῶν Νέων Ἁγίων, Μαρτύρων τε καὶ Ὁμολογητῶν, τῆς Ὀρθοδόξου
Ἐκκλησίας τῆς Ῥωσίας, τῶν διαλαμψάντων ἐν μαρτυρίοις, ὧν ὑπὲρ Χριστοῦ ὑπήνεγκαν,
βασάνους τε καὶ πόνους. Ἰδοὺ γὰρ ὁ Ἄναξ, σὺν τῇ Ἀνάσσῃ τε καὶ τέκνοις, καὶ ὁ
Πατριάρχης, οἱ Ἅγιοι ἅμα Ἱερὰρχαι, Ἱερεῖς τε καὶ Μοναχοί, καὶ ἄνθρωποι παντὸς ἐπιτηδεύματος,
δεδοκιμασμένοι διὰ δουλείας, πολλῶν τε στερήσεων, καὶ ἀνηκεστάτων βασάνων,
μαρτυρικοῦ τε θανάτου, ζωῆς προξένου αἰωνίου, δι’ ὅ καὶ δέδοται αὐτοῖς, ἡ χάρις
τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, ὅτι γεγόνασι βασίλειον ἱεράτευμα, καὶ ἐλπὶς ἀνακαινίσεως,
τῆς νέας καθ᾿ ἡμᾶς γενεᾶς, ὡς κήρυκες τοῦ ἐλέους, τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τοῦ
καλέσαντος αὐτούς, ἐν χώρα ζώντων, καὶ θείου δείξαντος μετόχους φωτός.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ὦ ἔνθερμε
βοηθέ, ἑτοίμη χαρὰ τῶν τεθλιμμένων, ἀναψυχὴ καὶ παράκλησις, τῶν ἐν πειρασμοῖς σὲ
ἐπικαλουμένων, ὦ Παναγία Κυρία Θεοτόκε, ἰδὲ τοὺς ἐρειπωμένους Ναοὺς τοῦ Υἱοῦ Σου,
ἐνώτισαι τοὺς χλευασμούς, οὓς ὑπομένουσιν οἱ δοῦλοι Αὐτοῦ, ὑπὸ ἀθέων τῶν
βλασφήμων· εἰσακοῦσαν τῶν στεναγμῶν, τῶν δούλων Αὐτοῦ, καὶ Σὺ μετὰ τῶν
Μαρτύρων, βοήθησον αὐτοὺς καὶ ἐλέησον.
Ἀποστιχα τὰ
Ἀναστάσιμα.
Δόξα. Ἦχος
πλ. Β΄.
Ὤ Ἃγιοι
καὶ μάλα ταπεινοὶ Ἱερεῖς, καὶ Ὁμολογηταί, εἴδομεν ὑμᾶς ἐν καιρῷ τῶν διωγμῶν, τῶν
οἰκιῶν ὑμῶν μακρὰν ἐκδιωχθέντας· εἴδομεν ὑμᾶς λιμοκτονοῦντας, προσβεβλημὲνοῦς ὑπὸ
σκορβούτου, εἴδομεν ὑμᾶς τὸ κάλλος ἀπωλέσαντας, καὶ ὁλοσωμάτοις καὶ αἱμασσούσαις,
ἐκ τῶν μαστίγων πληγαῖς κεκαλυμμένους, ὑπὸ δὲ τῶν ὑμῶν φυλάκων, ὕπνου τε
κωλυομένους. Ἀκηκόαμεν θρηνοῦντας ὑμᾶς, διὰ τὰ ἐγκαταλειφθέντα τέκνα ὑμῶν, καὶ
τὰς αὐτῶν ἀπροστατεύτους μητέρας. Τίς ὑμῶν τοῦ πλήθους τῶν ὀνομάτων, δυνηθείη
μνησθῆναι; Τίς ἂν διηγήσαιτο τῷ κόσμῳ, πάσας ὅσας ὑπὲρ Χριστοῦ, ὑπεμείνατε αἰκίας;
Ἀλλ᾿ ἔγνω ὁ Θεὸς τοὺς ἐκλεκτοὺς Αὐτοῦ τοὺς τὰς τοῦ Θείου Βαπτίσματος, πρὸς Αὐτὸν
ὑποσχέσεις φυλάξαντας, καὶ δὴ μέχρι θανάτου, ἐξ οὗ τὴν παῤῥησίαν ἐκτήσαντο, τοῦ
πρεσβεύειν Αὐτῷ ὑπὲρ ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον Ἀναστάσιμον.
Ἀπολυτίκια ὡς
ἐν μικρῷ ἑσπερινῷ.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμο, τὸ Θεὸς Κύριος εἰς
τὸν ἦχον τῆς Κυριακῆς. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Τὸ πρῶτον τῶν Μαρτύρων. Δόξα
τὸ δεύτερον τῶν Μαρτύρων Καὶ νῦν. Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον
Εἰς α΄ στιχολογίαν καθίσματα τὰ Ἀναστάσιμα
καὶ Ἦχος α´. Τοῦ λίθου σφραγισθεντος.
Διήλθετε ἀνδρείως
διὰ πυρὸς βασάνων, ὕδατός τε ἅμα δακρύων, Ῥωσίας Ἀθλοφόροι, οἱ νέοι καὶ ·Ὁμολογηταί,
Ἁγίων τοῖς χοροῖς ὑπὸ Χριστοῦ, ἐνταχθέντες ὡς ἐν τόπῳ ἀναψυχῆς, πρεσβεύοντες ὑπὲρ
πάντων· δόξα τῷ ἀνάδείξαντι ὑμᾶς, δόξα τῷ ὑμᾶς στέψαντι, δόξα τῷ χορηγοῦντι δι’
ὑμῶν, ἡμῖν τὸ ἔλεος.
Εἰς β΄ στιχολογίαν καθίσματα τὰ Ἀναστάσιμα
καὶ Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
Θεὸν ἠγαπηκότες
ὑπὲρ Αὐτοῦ προθύμως, ἐπὶ γῆς βασάνους δριμείας πρὸς τὸ ὑμῖν συμφέρον, ὑπέστητε
καὶ ὡς ἐκλεκτοί, ἐλάβετε θείας δωρεάς, αἰωνίαν εὐλογίαν τε παρ’ Αὐτοῦ, ὑμῖν ὡς
προυπισχνεῖτο. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ
ἡμῖν τὴν σωτηρίαν ἡμῶν.
Πολυέλεος καὶ ἡ εἰς Μάρτυρας ἐκλογὴ
καὶ τὰ Εὐλογητάρια, (ἄνευ δοξαστικοῦ τοῦ πολυελέου, διότι τὰ εὐλογητάρια ἔχουσὶ
Τριαδικὸν δοξαστικὸν καὶ Θεοτοκίον) Εἶτα ἡ ὑπακοὴ τοῦ ἤχου καὶ Καθίσματα τῶν
Μαρτύρων τὰ μετὰ τὸν πολυέλεον. Ἦχος γ. Θείας πίστεως
Ἐξελάμψατε,
ἐν Ἐκκλησίας, στερεώματι, ὦ Ἱεράρχαι, τῆς Ῥωσίας δι᾿ ἀθλήσεως Ἅγιοι, ὁ
Πατριάρχης ὁ Τύχων ὁ πάνσεπτος, ὡς κατ᾿ ἐχθρῶν τοῦ Σταυροῦ τὸ ἀνάθεμα, ζήλῳ
πίστεως, καθάπερ πυρὶ φλογίζοντι, τυπώσας αἰωνίως τὸ ἀνέκκλητον.
Δόξα. Ὅμοιον.
Βλαδίμηρος,
ὁ τοῦ Κιέβου, νέος νῦν καρπὸς Ῥωσίας κήπου, καί φωστὴρ Βενιαμὶν Πετρουπόλεως, ὁ
παιδιόθεν πουῶν τὸ μαρτύριον, οὗ ἠξιώθη δι’ ὅ συνευφράνθητε, σὺν Συνάθλοις νῦν,
βοῶμεν ὑμῖν πρεσβεύσατε, ὑπὲρ ἡμῶν Χριστῷ Ἱερομάρτυρες.
Καὶ νῦν. Ἦχος
ὁ αὐτός. Θεοτοκίον. Αὐτομέλον.
Τὴν ὡραιότητα,
τῆς παρθενίας Σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς Ἁγνείας Σου, ὁ Γαβριὴλ καταπλαγεὶς
ἐβόα Σοι Θεοτόκε· ποῖόν Σοι ἐγκώμιον, πρασαγάγω ἐπάξιον; Τί δὲ ὀνομάσω Σε; ἀπορῶ
καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Ἐν Κυριακῇ οἱ ἀναβαθμοὶ τοῦ ἤχου, τὸ
προκείμενον καὶ ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου.
Ἐὰν ὁ Ναὸς τιμᾶται ἐπὶ τῇ Μνήμῃ τῶν Νεομαρτύρων, μετὰ τὸ
προκείμενον τῆς Κυριακῆς καὶ προκείμενον, Ἦχος δ΄, Ψαλ. μγ´. 23: Ἕνεκά σου, ὁ Θεός, θανατούμεθα ὅλην τὴν ἡμέραν (Δίς). Στίχος: Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς καὶ πάλιν: Ἕνεκά σου, ὁ Θεός..
Εὐαγγέλιον Ἑωθινὸν ἔνδον τοῦ βήματος καὶ τῶν Μαρτύρων ἐν ὡραίᾳ
Πύλῃ Τετάρτης Γ᾿ ἑβδομάδος τοῦ Ματθαίου (Ματθ. Γ. 1622): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...
Μετὰ τὸν Ν΄ ψαλμόν. Ἦχος β´. Δόξα: Ταῖς
τῶν Ἀποστόλων καὶ τῶν Νεομαρτύρων... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου. Ἀναστὰς ὁ Ἰησοῦς... Καὶ τὸ λοιπὸν τοῦ στίχου. Ἦχος δ´: Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σοῦ ἐξάλειψον τὸ ἀνόμημά
μου. Ἦχος δ´. Ἰδιόμελον.
Οἱ ὑπομείναντες
τὰ πάθη, Ὁμολογηταί, ἀπεφάνθησαν ἀληθεῖς Μάρτυρες, τῆς Ἀναστάσεως τοῦ Χριστοῦ,
δι᾿ οὓς καὶ προτεθήκαμεν, ταύτην τὴν πανδαισίαν· πῶς γὰρ ἂν ᾔραντο, τὸν σταυρὸν
ἑαυτῶν, εἰ οὐκ ἐγίνωσκον, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν
μέλλουσαν αὐτοῖς, δόξαν ἀποκαλνφθῆναι, ὡς ἔφη τὸ Σκεῦος τῆς ἐκλογῆς; ὧν ταῖς
πρέσβειαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν. (Τὸ ὡς ἄνω ψάλλεται, ὅταν ὁ Ναὸς
τιμᾶται ἐπ᾿ ὀνόματι τῶν Νεομαρτύρων).
Εἶτα ἡ στιχολογία τῶν ᾠδῶν καὶ οἱ Κανόνες, ὁ Ἀναστάσιμος, ὁ τῆς
Θεοτόκου, τοῦ Τριωδίου εἴ ἔστι, καὶ τῶν Νεομαρτύρων.
ᾨδὴ α´. Ἦχος
πλ β´. Ὁ εἱρμὸς (Μ. Σαββάτου). Κύματι θαλάσσης.
Κύριε Θεέ
μου, τὴν δόξαν ἀτύφως βοήθει ᾆσαί με, Νέων Μαρτύρων Σου, τῶν τῆς Ῥωσίας οἷς
πύλας, οὐρανοῦ Αὐτὸς ἠνέῳξας, ἐξ ἀγάπης ἕνεκεν, ὀδύνης ἧς ὑπέμειναν.
Κύριε Θεέ
μου, ὁ ἐκπαλαι δόξῃ τιμῶν Σοῦ Μάρτυρας, ὧν καὶ τὰ λείφανα, ἐν ἐκκλησίαις ἁπάσαις,
δι’ Ἐγκαίνια νενέμηνται, καὶ Μαρτύρων Νέων Σου, τὰ λείφανα νῦν δόξασον.
Ἅγιε Μάρτυς,
Νικόλαε ἄναξ ὁ θρόνου ἔκπτωτος, βίᾳ γενόμενος, ὡς Βασιλεῖ οὐρανίῳω, μείνας ὄντως
πιστὸς πρέσβευε, ἐν δεινοῖς δωρήσασθαι, ἡμῖν θείαν παράκλησιν.
Τύχων
Πατριάρχα, παιδεύσας ὁ τέκνα σου τὰ ἀνήκοα, ξυλίνην ῥάβδον τε, λαβὼν παρὰ
Βλαδίμηρου, τοῦ πριμάτου Πέτρου σύ, πλανηθέντα ὄρεσιν, ὡς πρόβατόν με ζήτησον.
Θεοτοκίον.
Γῆθεν
μεταστᾶσα, τὸν κόσμον Παρθένε οὐκ ἐγκατέλειψας, γῆν τῆς Ῥωσίας δέ, οὐκ ἀπηρνήσω
ἀλλ᾿ ἐἔι, δοξασθῆναι ἐπηυδόκησας, ἐν Νεάθλοις Μάρτυσι, τοῖς τούτων ἀγωνίσμασι.
ᾨδὴ γ´. Εἱρμός.
Σὲ τὸν ἐπὶ ὑδάτων.
Ἔπαινον ὑμῖν
ποῖον, προσοίσωμεν Μάρτυσι τοῖς τοῦ Λόγου, γενναίοις καὶ Ποιμέσι, τοῖς λογισθεῖσιν
ὡς πρόβατα, τὰ πρὸς σφαγὴν ἐπάξιον; οὐκ ἔστι ῥᾴδιον, ἀλλ᾿ ἐν ὕμνοις ὑμᾶς
στέφομεν.
Σοὶ ὡς
πρωθιεράρχῃ, Βλαδίμηρε ὁμώνυμε Ἁγίου, τοῦ φωτιστοῦ Ῥωσίας, ἥρμοζε πρώτω ἐνάρξασθαι,
ἄθλων ὑπὲρ τῆς πίστεως, πρὸς θείαν ἅμιλλαν, θεοστέπτους ἕλξαι Μάρτυρας.
Ἐν τῇ
γενναίων τάξει, τῆς πόλεως τῆς τοῦ Ἁγίου Πέτρου, ὁρῶμεν Ἱεράρχα, Βενιαμίν σε
φιλούμενε, ὑπὸ σῆς ποίμνης ὡς ὁ πρίν, υἱὸς τοῦ Ἰακώβ, σοῦ συνώνυμος πεφίληται.
Πρῶτος ἐν
παρατάξει, σὺ δέδειξαι τῶν νέων Ἱεροάθλων, Θεοῦ στὰς πρὸ τοῦ θρόνου, ὦ Ἰωάννη
πανάριστε, τοῦ Τσαρσκογιε Ἱερουργέ, λόγῳ ἀνδρείᾳ τε, πρὸ δημίων ἀπαράμιλλος.
Σὺν τοῖς
μνημονευθεῖσιν, ἡ σύμπασα τῶν Ἱεροομαρτύρων, τῶν Νέων θεοδεκτοῖς, ὑμῶν
πρεσβείαις δεόμεθα, χεῖρας ἡμῖν ὀρέξατε, πρὸς τὴν βοήθειαν, τοῖς ὑμνούσιν ὑμᾶς ἔνδοξοι.
Θεοτοκίον.
Εὔσπλαγχνε
Θεομῆτορ, ἀπείρανδρε μόνη Ἁγνὴ Παρθένε, ἡ ἐν τῇ τοῦ Υἱοῦ σου, σταυρώσει Τούτῳ
συμπάσχουσα, ἄλγει ψυχῆςΣὲ ἔγνωμεν, ἐν τῇ Ῥωσίᾳ τε, καὶ διασπορᾷ μεσίτριαν.
Κοντάκιον τῶν
Νεομαρτύρων. Ἦχος β. Χειρόγραφον εἰκόνα
Ὑμεῖς ὦ
Νέοι Μάρτυρες τῆς Ῥωσίας, οἱ ἐν γῇ τὸν βίον ὁμολογίᾳ, Ὀρθοδόξου τῆς πίστεως, ἐν
βασάνοις τελέσαντες, δι᾿ ὧν καὶ πρὸς Χριστόν, τὴν παῤῥησίαν ἐκτήσασθε, Αὐτὸν ἐκδυσωπεῖτε,
δοῦναι ἡμῖν τὸ σθένος, ὑμᾶς τοῦ ἐκμιμεῖσθαι, οὓς οὐ δεσμὰ οὐδὲ σφαγαί, τοῦ Θεοῦ
χωρῖσαι ἰσχῦσαν.
Ὁ οἶκος, πρὸς τό: Ἔκτεινόν σου τὴν
χεῖρα,
Ὅτὲ ἐν τῇ
Ῥωσίᾳ, ἡ θλῖψις κατ᾿ Ἐκκλησίας, πυρὶ διωγμῶν ἐπέστη, καὶ ὁ Κύριος οὐκ ἤθελε, δῶρα
ἐξ ὕλης φθαρτά, καὶ ἀναθήμασιν οὐκ ἠρέσκετο, Ἱερεῖς πολλοί, Ἱεράρχαι τε οὐ προσέφερον,
τοιαῦτα τῷ Θεῷ, νοοῦντες τὴν Θεοῦ βουλήν, ἐαυτοὺς δ’ ὡς θυσίαν ἤνεγκαν, ἄμωμον
καθάπερ, Χριστῷ δι᾿ ἧς εἰς Ἅγια, τῶν Ἁγίων Αὐτὸς εἰσβεβήκασι· δοξάσωμεν οὖν
μιμούμενοι, μέλποντες τοὺς ἀγῶνας αὐτῶν, οὓς οὔτε θλίψεις, οὐ δεσμά, οὐδὲ
σφαγαί, τοῦ Θεοῦ χωρῖσαι ἴσχυσαν.
Κάθισμα, Ἦχος
πλ. δ´. Τῆν Σοφίαν καὶ λόγον.
Τῆς σαρκὸς
ἀσθενείᾳ ὥσπερ ἡμεῖς, ὑποκείμενοι ὕψει τῶν παλαιῶν, Πατέρων ἐφθάσατε, τῆς Ῥωσίας
πανεύφημοι, οἱ Ὁμολογηταὶ νῦν, Μονῇ τοῦ Σολόφσκι τε, καὶ φυλακαῖς ἐν ἄλλαις, εἱρχθέντες
ἐξόριστοι, ἔνθα καὶ αἱ θλίψεις, ὑμῶν ηὔξηνται πλέον, σὺν αἷς καὶ παράκλησις, πρὸς
ὑμᾶς ἡ θεόπεμπτος, καὶ εἰς χώραν εἰσήλθετε μακαρίας ἀνέσεως, ἄφθαρτον ὁρῶντες τὸ
φῶς, τῆς Βασιλείας Χριστοῦ ὃν μὴ παύσησθε, ἱκετεύοντες, τὰς ψυχὰς ἡμῶν ῥύεσθαι.
Δόξα. Ἦχος α´.
Τῆς ἐρήμου πολίτης.
Ἀγροτῶν ἦν
γονέων Ἱερεὺς ὁ Ἀλέξιος, ὃς καὶ τὴν ζωὴν αὐτοῦ θύσας ἀντὶ ἄλλου συλλειτουργοῦ,
τὸ στέφος ἐκομίσατο λαμπρῶς ὡς Πέτρος ὁ ὁμόφρων Ἱερεύς, ὃς εἰς στόμα αὐτοῦ ἔλαβε
τὴν βολήν, Μαρτύρων κατέστη κλέος. Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, τούτους πρὸς τὸ
Μαρτύριον. Δόξα τῷ Ἀθλοθέτῃ αὐτῶν τῶν πρεσβευτῶν δι᾿ ἡμᾶς.
Καὶ νῦν. Ἦχος
α´. Γυναῖκες πρὸς τὸ Μνῆμα.
Ἡμῶν τῆς
γενεᾶς οἱ Νεομάρτυρες χαίρουσι, πρὸς τὴν τοῦ Κυρίου χωροῦντες ὑπαντὴν ὃν ὑπήντησεν,
ὁ πρέσβυς τῷ πάλαι Συμεών, ἀπόλυσιν βίου ἐκζητῶν, ὧν λιταῖς ἡμῖν παράσχου,
Χριστὲ βεβαίαν τῶν πταισμάτων ἄφεσιν, λιπεῖν ἐν εἰρήνῃ τὴν ζωήν, μεθ᾿ ὧν καὶ
Θεοτόκου ταῖς εὐχαῖς, καί τῶν ᾧδε νῦν ὑμνουμένων, ἐκλεκτῶν Ὁμολογητῶν Σου,
πάντων δ’ Ἁγίων ὁμοῦ.
ᾨδὴ δ´. Εἱρμός.
·Ἦχος πλ. β´. Τὴν ἐν Σταυρῷ Σου θείαν κένωσιν.
Ἡ μιανθεῖσα
γῆ ταῖς πράξεσι, τῶν ἀθέων ἐχθρῶν, ηὐλόγηται καὶ πάλιν, αἵματι ραντισθεῖσα σῶν,
Σῷτερ Ἀθλητῶν, ποταμῶν τε θαλάσσης, πνιγέντων ὕδασι.
Ἱερομάρτυς
λύχνε τοῦ Τομπόλσκ, ὁ συνώνυμος ὧν, τῆς Μόσχας Ἑρμογένους, ὡς φλὸξ σὸς βίος ἐλαμψε·
Τούρα ποταμός, οὐκ ἴσχυσε σβέσαι, ἡμῶν μνημόνευε.
Φρικτὰς
βασάνους καθυπέμεινεν, ὁ ποιμὴν ὁ τοῦ Πέρμ, Ἀνδρόνικος ὀτρύνας, τὸ ποίμνιον ὁμόσαι
τε, κατὰ τῶν ἀρχῶν, τῶν ἀθέων τυράννων, Μάρτυς γενόμενος.
Καὶ Ἱεράρχης
ὁ τὸν Τσέρνιγκοφ, ἐρευνῶν σὺν πολλοῖς, Βασίλειος τὸν τρόπον, σφαγῆς τοῦ Ἀνδρονίκου,
ἤθλησαν ὁμοῦ, πρὸ Κυρίου ἑστῶτες, ὡς Νεομάρτυρες.
Ὑπὸ Ῥαζὶν
σφαγέντα Ἰωσήφ, Ἱεράρχην τὸ πρίν, δοξάσας Μητροφάνης, καὐτὸς σφαγὴν ὑπήνεγκεν,
σὺν τῷ Λεοντίῳ, Ἀστραχὰν Ἱεράρχαι, οὖν οἱ τρισμακάριοι.
Θεοτοκίον.
Ἐκ τῶν
χειρῶν πιστῶν ἡρπάγησαν, ὑπ᾿ ἀθέων Ἁγνῆς, παρθένου Θεοτόκου Εἰκόνες ἐκ καρδίας
δέ, Ὁμολογητῶν, ἐν δεσμοῖς καὶ βασάνοις, οὐκ ἀνεσπάσθησαν.
ᾨδὴ ε´. Εἱρμός.
Θεοφανείας Σου Χριστέ.
Πέτρε καὶ
Κύριλλε ὑμεῖς, κᾄν οὐ ταὐτοῦ, τοῦ χαρακτῆρος ὅμως, ἡνωμένοι πίστει ἐν τῷ πνεύματι,
ἐξορίας τόπῳ ἐτηρήσατε, Ἐκκλησίας τὸ ἀκραιφνές, δίκαιον ὤφθητε, Θεοῦ βασιλείας,
πολῖται ὑπὲρ ἡμῶν, ἀεὶ πρεσβεύοντες.
Τῆς Ἐκκλησίας
Γιαροσλάβ, Ἄγγελος σὺ, Ἀγαθάγγελε ὤφθης, καὶ εὐφραίνου νῦν μετὰ τῶν φίλων σου ἀδελφῶν
τῶν σῶν γὰρ κεχώρισαι, μὴ στοιχούντων ὡς σὺ στεῤῥῶς θεσμοῖς δικαίοις τε, τοῖς τῆς
Ἐκκλησίας, Ἀγγέλων φανεὶς χαρά, σταυρῷ στερήσεων.
Σὺ τοῦ
Μεγάλου Νόβγκοροντ, κλέος νῦν εἶ, Ἀρσένιε ὡς στῦλος, Συμβουλίου ἁπασῶν τῶν Ῥωσιῶν,
ἡ ψυχή σου σφόδρα γὰρ τέθλιπται ὡς εὑρέθης ἐν τῇ εἱρκτῇ, ἀλλὰ προβέβληται, ἡ
στεῤῥά σου πίστις, νικῶσα τῶν πειρασμῶν, τὸ ἀγριώτατον.
Βίος ὁ τοῦ
Δαμασκηνοῦ, ὡς θαυμαστός, τοῦ ἐν νήσοις Σολόφσκι! Σιβηρίας ποταμοῦ ἐν ὄχθῃ γάρ,
καὶ δεινῶς τῷ ψύχει τρυχόμενος, ῥάσον δέδωκεν Ἱερεῖ, τινὶ μὴ ἔχοντι, θανὼν ἐν
σχεδίᾳ, οὐκ ἄξιος ἦν αὐτοῦ, κόσμος ὡς γέγραπται.
Θεοτοκίον.
Ἡ ὁδηγὸς Ἱεραρχῶν,
μόνη Ἁγνή, Ἀειπάρθενε κόρη, Θεοτόκε τῶν στεῤῥὼν φρονήματι, καὶ ἡμᾶς νῦν δίδαξον
σκέπτεσθαι, πράττειν ἅμα τε κατ’ αὐτούς, ὀρθῶς τὸ θέλημα, τοῦ ἐκ Σοῦ τεχθέντος
Χριστοῦ τοῦ Θεοῦ σαρκός, μηδὲν φειδόμενοι.
ᾨδὴ στ´. εἱρμός.
Συνεσχέθη, ἀλλ᾿ οὐ κατεσχέθη.
Κληρονόμους,
Ἐδὲμ τοῦ γενέσθαι, ὑμῖν ἐδόθη τῆς τερπνῆς, ἡ χάρις ὦ Ῥωσίας, Νεομάρτυρες εὐλογημένοι,
ἐν μέσῳ πόνων, ὑμῶν τὴν κατάπαυσιν, εὑρηκότες καὶ δικαιοσύνην, ἥν ἐδιψήσατε ὧδε
ἐπὶ τῆς γῆς καὶ παρὰ Θεοῦ νῦν ἐδοξάσθητε.
Ἐν ἀφύκτοις,
δεσμοῖς αἱ τοῦ Τσάρου, κόραι αὐτοῦ σὺν τῇ Μητρί, λόγων ἀνδρῶν Ἁγίων, ὑπομνήσεσι
παρηγοροῦντο, Χριστοῦ γενέσθαι, νύμφαι ὡς γλιχόμεναι, ὧν Ἀλέξιος ἐν μαρτυρίῳ, αὐτῶν
ὁμαίμων χερσὶ πατρὸς κομισθεὶς ἔσφακται πρεσβεύων σὺν αὐταῖς τῷ Χριστῷ.
Ὀρυχείου,
φρέαρ ἐστὶ τάφος, τῆς Ἐλισάβετ καὶ ὁμοῦ, τῆς ἀδελφῆς Βαρβάρας, καὶ τῶν ἕξ
Συναθλητῶν ἑτέρων, τοῦ Ἰωάννου, τὰς πληγὰς ἔνθα ἔδησε, τοῦ Ἀλαπὲφσκ Μάρτυρες
Νέοι, εὐχῶν μοτώσει ἡμῶν τὰ ἕλκη ψυχῶν δήσατε ἀγάπῃ τοῦ Θεοῦ ἡμῶν.
Οἱ
παθόντες, ἐν γῇ τῆς Ῥωσίας, ἐν ταῖς ἡμέραις διωγμῶν, γνωστοὶ σὺν τοῖς ἀγνώστοις,
ἐκλεκτοὶ Θεοῦ, γυναῖκες, ἄνδρες, οἱ Μοναχοί τε, καὶ τῶν παίδων ἡ πληθύς, ἐνισχύσατε
τοὺς μεμνημένους, ὑμῶν τῶν ἄθλων ὁμαλυνθῆναι ἡμῖν, τὴν πρὸς τὸν Θεὸν ὁδὸν
δεόμεθα.
Θεοτοκίον.
Ἡμῶν
γένος, τῶν δεινῶν πολλάκις, εὗρε τὴν λύτρωσιν εὐχαῖς, πρὸ σῶν σεπτῶν Εἰκόνων,
Θεοτόκε πιστῶς δεομένων, καὶ νῦν Κυρία, σαῖς πρεσβείαις σύναψον, τὰς πρὸς Σὲ ἡμῶν
δεήσεις πάντων, πρὸς τὸν Υἱόν Σου σῷσαι ἡμᾶς συμφορῶν, Τοῦτον δυσωποῦσα ὡς
Πανεύσπλαγχνον.
Κοντάκιον
καὶ οἶκος
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμην ἐπιτελοῦμεν πάντων τῶν Ῥώσων Ἁγίων Νεομαρτύρων καὶ Ὁμολογητῶν τῶν ἐπὶ ἀθέου
Κομμουνισμοῦ ὁμολογησάντων καὶ ἐν φρικταῖς φυλακαῖς, δειναῖς ἐξορίαις, πικραῖς
βασάνοις, ἐν παγετῷ καὶ κρύῳ, ἐν δίψει καὶ πείνῃ καὶ ποικίλοις τρόποις
μαρτυρησάντων.
Μάρτυρες ἐδείχθησαν Θεῷ
Νέοι,
Ῥωσίας γέννημα, Ὀρθοδοξίας
κλέος.
ᾨδὴ ζ´. Εἱρμός.Ἄ
φραστον θαῦμα.
Ἡ Ἐκκλησία,
ἡ τῆς Ῥωσίας δεδόξασται, ταῖς βασάνοις Νέων Ἀθλητῶν, ἡμῶν συγγενῶν, πάσης ἡλικίας
τε, τάξεως πάσης τε τῶν σφαγιασθέντων, Λυτρωτά, ὑπὲρ Σοῦ ὑπὸ ἀθέων.
Ἰωάννης ἀπὸ
τὴν Ῥήγα, ὁ χαριτώνυμος, Ἱεράρχης μέγας καὶ λαμπρός, καὶ Τύχων ποιμὴν Βορονὲζ
θαυμάσιος, ἐν Συμφερουπόλει Ἀλέξιος ὁ θεῖος, πρεσβευτάς, ἀεὶ ἔχομεν πάντας.
Ὡς τὰ πτηνὰ
οὐρανοῦ τὰ ἁγνότατα, εἰς φωλεὰς Παράδεισον τὰς τερπνάς, τοὺς νέους Ῥωσίας
παράλαβε Μάρτυρας, ἵνα δοξάζουν ἀεὶ τὸ ὄνομά Σου, Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Παρθένε
Μήτηρ Ἁγνὴ Ἀειπάρθενε, τὸν λαόν σου ῥῦσαι ἀπειλῆς, καὶ δίωξον πάντα ἐχθρὸν καὶ
πολέμιον, πρὸς τὸν Υἱόν Σου μὴ παύσῃς δυσωποῦσα, Παναγία, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου.
ᾨδὴ η΄. Εἱρμός.
Ἐκστῆθι φρίττων οὐρανέ.
Θεῖον
λουτρὸν ἀμόλυντον, ἐλάβετε Μάρτυρες τοῦ Θεοῦ οἱ ἀθληταί, καὶ αἵμασι τοῖς σοῖς ἠλούσθητε,
καὶ ἱματίοις λευκοῖς ἐνδύσασθε καὶ Χριστοῦ χιτῶνα, διὸ Θεὸν ὑμνεῖτε, Ἱερεῖς εὐλογεῖτε,
λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν Ἱεράρχην Ἰωσήφ, τὸν Πετρουπόλεως γόνον θεῖον
καὶ βλαστόν, ἁγνότητος ἐγκαλλώπισμα, μύστην Χριστοῦ τοῦ Θεοῦ, ἀσπλάγχνως αὐτὸν ἀφορισθέντα,
ἀδίκως διωχθέντα, ἄσπιλον φυλαχθέντα, διὸ αὐτὸν ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ποιμένες ἔνδοξοι
Χριστοῦ, τοῦ Ἀρχιποίμενος γλυκυτάτου Ἰησοῦ, ἰδοὺ γὰρ Ἱεράρχαι Ἅγιοι, ὁ Σεραφεὶμ
τοῦ Οὔγκλιτς, καὶ Μάξιμος Σερπούκωφ, οὓς πάντες ἀνυμνεῖτε, Ἱερεῖς εὐλογεῖτε, Θεὸν
δοξολογεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Παρθένε
Νύμφη τοῦ Θεοῦ, τὸν κόσμον λύτρωσαι ἐκ βελῶν τοῦ πονηροῦ, Ῥωσίας τὸν καρπὸν εὐλόγησόν,
Θεῖον Μαρτύρων χορόν, καὶ νέφος Ἁγίων καὶ δικαίων, διὸ σὲ ἀνυμνοῦμεν, καὶ σὲ
δοξολογοῦμεν, Ἀνύμφευτε Παρθένε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Μὴ ἐποδύρου
μου Μῆτερ.
Νεομάρτυρες
πάντες, τῆς Ῥωσίας τὸ θαῦμα! ὅπερ ἐχάρισε Χριστός, μεγάλη δωρεά, ἀνυψούμεθα νῦν
ἀπολαμβάνοντες τὴν χαρὰν τὴν ὑψίστην, γευόμενοι αὐτήν, ταῖς πρεσβείαις ἁπάντων
Νεομαρτύρων ἡμῶν.
Ὤ τῆς
γενναίας ψυχῆς των, τῶν Μαρτύρων ἁπάντων οὓς ἐστεφάνωσε Χριστός, ἐδόξασεν αὐτούς,
τὴν ἀμώμητον γὰρ Πίστιν ἐτράνωσαν, ὑπερύψωσαν πόθῳ, ἐτίμησαν λαμπρῶς, καὶ νῦν
χαίρουσιν πάντες, Θεὸν δοξάσαντες.
Ὤ γενναιόφρων
Λυδία, σὺ καὶ Κύριλλον πἄντως παρεδειγμάτισας σαφῶς, μὲ πίστιν κραταιάν, καὶ Ἀλέξιον
καλῶς ἐπεστήριξας, μὲ τὸν Θεῖόν σου λόγον ἐπύρωσας αὐτόν, τὴν τριάδα Ἁγίων ὕμνοις
τιμήσωμεν.
Θεοτοκίον.
Τὸν σὸν ἀκάθιστον
ὕμνον, εὐλαβῶς ἐκελάδει Ἱερομάρτυς ὁ λαμπρός, Βλαδίμηρος σοφός, Σὲ ἐπόθει σφοδρῶς,
εἰς Σὲ ἐδέετο, ἵνα δείξῃς Παρθένε τὴν σὴν βοήθειαν, καὶ λαόν σου πιστόν,
διαφυλάξῃς Ἁγνή.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Γενναῖοι
Νεομάρτυρες, τρανῶς ὡμολογήσατε, ἐν μέσῳ τῶν κακοτρόπων, ἀπίστων καὶ τῶν
τυράννων, τὴν Πίστιν ἐδοξάσατε, πάντας ἡμᾶς στηρίξατε, ἐν τῷ παρόντι αἰῶνι, ὡς
μιμηταὶ τοῦ Κυρίου.
ΑΙΝΟΙ. Τροπάρια δ΄ τῶν αἴνων Ἀναστάσιμα,
καὶ δ΄ τῶν Νεομαρτύρων. Ὅλην ἀποθέμενοι. Ἦχος πλ. Β΄.
Πόνον
δυνατώτατον ἡ Ῥωσικὴ Ἐκκλησία, ἐκ τοῦ ἀπηνοῦς διωγμοῦ ἐμπόνως αἰσθάνεται εἰς τὰ
βάθη της, καὶ ὁ πιστὸς λαὸς δέεται γοερῶς, τῶν Μαρτύρων τὰ παθήματα, πάντοτε
σκέπτεται, πέμπει καὶ δεήσεις πρὸς Κύριον, Αὐτὸν καθικετεύει νῦν, καὶ τοῦ Ἱεράρχου
τοῦ Βλαδίμηρου, τὸ μαρτύριόν του, θαυμάζοντες Ῥωσίας οἱ πιστοί, πρὸς τὸν Θεὸν ἱκετεύουσιν,
ἵνα ἐνισχύῃ αὐτούς.
Τύχων ὁ
μακάριος, καὶ ζηλωτῆς Πατριάρχης, πρῶτος ἐμνημόνευσε, καὶ δεήσεις ἔπεμψε πρὸς τὸν
Κύριον, διὰ τοὺς Μάρτυρας, ὡς καὶ τὸ ποίμνιον, Ἱεράρχας καὶ Ποιμένας του, καὶ τὸν
Βλαδίμηρον, τὸν ἀμνὸν σπηλαίων τὸν Ἅγιον, Πέτρον καὶ Γερβάσιον, Ἱερομάρτυρας
διακόνους τε, Πέτρον Παῦλον πάντας, Ῥωσίας τὰ σεπτὰ καυχήματα, ἀεὶ πρεσβεύσατε
Μάρτυρες, πρὸς Θεὸν τὸν Ὕψιστον.
Ὅλοι θεῖοι
Μάρτυρες, τῶν αἱμάτων τοῖς σοῖς ῥείθροις, ψυχὴν ἐλευκάνατε, πάγχρυσα ἐνδύσασθε
τὰ ἱμάτια, χαρὰν λαμβάνετε εἰς τὸν Παράδεισον, ἐπαξίως ἠγωνίσθητε, ἐκοπιάσατε
καὶ νῦν ἡγιάσθητε ἅπαντες, ὑμᾶς δὲ νῦν γεραίρομεν καὶ καθικετεύομεν τὸν Σωτῆρα
καὶ Δοτῆρα πάντων, χαρίτων τε καὶ Θείαν δωρεῶν, ὑπὲρ ἡμῶν ἱκετεύσατε πρὸς Θεὸν
τὸν εὔσπλαγχνον.
Συγκλονιστικώτατον,
τῶν σῶν Μαρτύρων τὸ τέλος, Στεφοδότα Κύριε, δήμιοι ἐθαύμασαν καὶ ἐτρόμαξαν,
φρικτὰ μαρτύρια, μετὰ χαρᾶς πολλῆς, τὰ ἐδέχθησαν οἱ Μάρτυρες, οὐδὲ γογγίσαντες,
ἀλλὰ καρτερῶς τὰ ὑπέμειναν! Πάντοθεν πολεμούμενοι καὶ παραμυθίαν εἶχον κρυφίαν,
τὸ Χριστὸς Ἀνέστη! ἔψαλλον μὲ γλυκεῖαν τὴν φωνήν, Χριστὲ Θεὲ Παντοδύναμε, λαβὲ
τὰς ψυχὰς ἡμῶν.
Δοξαστικόν.
Ἦχος πλ. β´.
Σήμερον ἅπασα
ἡ Ῥωσία, ἐγκωμιάζει φαιδρῶς τοὺς ἄθλους τῶν Νεομαρτύρων, τοῦ Πατριάρχου
Τύχωνος, τῶν Ἱεραρχῶν καὶ Ἱερέων, τῶν διακόνων τε καὶ μοναχῶν, τῶν δοκίμων καὶ
λαϊκῶν, τῶν ἐρασμίων αὐτῶν ψυχῶν. Καὶ γεραίρει γηθοσύνως καὶ πανευκλεῶς τὰς
νίκας αὐτῶν, κατὰ τῶν ἀπίστων, τῶν ἀθέων καὶ μηδενιστῶν, τῶν ἀσεβεστάτων
τυράννων, τῶν πιστῶς ὑπηρετούντων τὸ θέλημα τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. Ἅπαντες
οἱ Νεομάρτυρες μὲ τὸ αἷμά των ἐπορφύρωσαν τὴν γῆν τῶν Ῥωσιῶν. Ὡς θυσία ἄμωμος
καὶ θυμίαμα εὐωδέστατον, ἀνῆλθεν εἰς Οὐρανοὺς ἡ Ὁμολογία καὶ τὸ Μαρτύριον αὐτῶν,
εἰς τὰ σκηνώματα τοῦ Κυρίου τὰ ἀγαπητὰ καὶ περιπόθητα. Καὶ νῦν ἐν Οὐρανοῖς ὡράϊσαν
τὴν Θριαμβεύουσαν Ἐκκλησίαν οἱ τῆς Ῥωσίας πάνσεμνοι βλαστοί. Ἐδωρησαν δὲ ὑμῖν τὴν
πάντερπνον αὐτῶν εὐωδίαν τῆς Ἁγιότητας. Κύριε πρεσβείαις αὐτῶν καὶ πάντων τῶν Ἁγίων,
φύλαττε ἀλώβητον τὴν μαρτυρικὴν Ἐκκλησίαν Σου καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ἀναστάσιμον.
Δοξολογία
Μεγάλη.
Μεγαλυνάριον
πρὸς τό: τὴν τιμιωτέραν.
Μάρτυρες Ῥωσίας
οἱ εὐκλεεῖς, οἱ νεοφανέντες, καὶ στεῤῥοὶ Ὁμολογηταί, ὑμᾶς εὐφημοῦμεν, ὑπὲρ
Χριστοῦ βασάνους, φρικτὰς ὡς ὑποστάντας, ὑφ᾿ Οὗ ἐστέφθητε.
Ἕτερον
Μεγαλυνάριον.
Τῶν
Νεομαρτύρων ἡ καλλονή, καύχημα Ῥωσίας, οἰκουμένης ἀγλάϊσμα, Τύχων ὁ παμμάκαρ, σὺν
τοῖς λοιποῖς Ἁγίοις, πρὸς Κύριον ἀπαύστως ἀεὶ πρεσβεύσατε.
Μίαν εἰκόνα
τοῦ τεραστίου Μαρτυρικοῦ ἄθλου τῶν ἑκατομμυρίων Ῥώσων Νεομαρτόρων δίδουν τὰ
βιβλία τῶν συγγραφέων M. Polsky,
I. Andreyev, Σ. Νινίκα, Π. Βασιλειάδη,
Μ. Μέλινου, Ἀρχιμ. Ν. Ἀντωνοπούλου, Δρος Ἀρ. Ἀνδρονίκου, Ἡσυχίου Μοναχοῦ κ. ἄ.
Ζητεῖστά τα, διὰ νὰ λάβετε μεγάλην ψυχικὴν ὠφέλειαν. Περὶ αὐτοῦ ἔχει γράψει καὶ
τὸ Ὀρθόδοξον περιοδικόν: Ἡ Ἄμπελος ἡ Ἀληθινή· εἰς 3 τεύχη του.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου