Κυριακή 8 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 22. ΟΣΙΟΣ ΙΩΣΗΦ ΣΑΜΑΚΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΙΑΝΟΥΑΡΙΟΣ ΚΒ΄!!

ΙΩΣΗΦ ΟΣΙΟΣ ΣΑΜΑΚΟΣ ΚΡΗΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὸ σεπτὸν καταγώγιον, τῶν χαρίτων τοῦ Πνεύματος, μοναστῶν τὸ καύχημα καὶ ἀπάνθισμα, τῶν ἱερέων τὸ τίμιον, καὶ θεῖον ἀγλάϊσμα, τῶν Κρητῶν τὴν καλλονήν, τὸν γενναίως πατήσαντα, τοῦ ἀλάστορος, μεθοδίας ἁπάσας ἐν αἰνέσει, Ἰωσὴφ τὸν θεοφόρον, μελῳδικῶς εὐφημήσωμεν.

 

Τὸν ἀνδρείως μαράναντα, τῆς σαρκὸς τὰ κινήματα, καὶ ψυχὴν ὁλόφωτον ἀναδείξαντα, τὸν Ἰωσὴφ τὸν ἀοίδιμον, συμφώνως ὑμνήσωμεν, ἐκβοῶντες πρὸς αὐτόν· μὴ ἐλλείπῃς τὸν Κύριον, Ὃν ἠγάπησας, ἱκετεύων ἀπαύστως, τοῦ δοθῆναι σωτηρίαν, τοῖς ἐκ πόθου ἐπιτελοῦσι τὴν μνήμην σου.

 

Τὰ τοῦ κόσμου κατέλειπες, ὑπὲρ κόσμου γενόμενος, ἄγγελος ἐπίγειος· ὅθεν δέδειξαι, καὶ ἐπουράνιος ἄνθρωπος, ζηλώσας τὸν ἔνδοξον, βίον τὸν ἀγγελικόν, καὶ τὴν ἄνω μητρόπολιν, οἰκητήριον, εἰληφὼς θεοφόρε μὴ ἐλλείπῃς, ἱκετεύειν τὸν Σωτῆρα, ὑπὲρ τῶν πίστει ὑμνούντων σε.

 

Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.

Ποίοις, εὐφημιῶν στέμμασι, στεφανώσωμεν τὴν θείαν κάραν; Ἰωσὴφ τοῦ θείου τρισμάκαρος, τὴν σεπτὴν τῷ ὄντι καὶ ἔνδοξον, καὶ τὴν παρ’ Ἀγγέλων ἐστεμμένην, στεφάνῳ τριπλόκῳ νίκης τῆς ἀσκήσεως, τῆς θείας ἱερατείας καὶ ἀθλήσεως, τῆς νοητῆς, καὶ Τριάδι παρεστῶσαν ἄληκτα, ἣν καὶ πρεσβεύει διὰ παντός, εἰρήνην δωρήσασθαι, τοῖς πόθῳ αὐτὸν γεραίρουσι.

 

Ποίοις, οἱ εὐτελεῖς χείλεσιν, ἐπαινέσωμεν τὸ θεῖον στόμα; Τὸ Θεῷ προσάξαν τὸν ἄπαυστον, ὕμνον τὸν σεπτὸν καὶ οὐράνιον, καὶ ὑμνολογῆσαι τὸν παρθένον, καὶ φίλον ἐπιστήθιον Ἀπόστολον, ἐξ οὗπερ, καὶ τὴν σοφίαν ἐκληρώσατο, τὴν νοητήν τε καὶ θείαν· ὅθεν καὶ τῆς δόξης κοινωνήσας τῆς ὑπὲρ νοῦν, Χριστὸν ἱκετεύει νῦν, σωτηρίαν ἡμῖν δωρήσασθαι.

 

Ποῖα, πνευματικὰ ᾄσματα, νῦν προσοίσομέν σοι ἐπαξίως, Πάτερ Ἰωσὴφ παναοίδιμε, δόξα ἱερέων καὶ καύχημα, τύπος καὶ κανὼν τῶν μοναζόντων, οὐκ ἔστιν ἐγκωμιάσαι σου τὰ θαύματα, θαμβοῦσι· διόπερ νοῦν τε καὶ διάνοιαν, τῶν σῶν ἀγώνων οἱ κόποι, ὧν τὰς ἀντιδόσεις, καθορῶντες παρὰ Θεοῦ, ἐν σοὶ μεγαλύνομεν, τὸν ἀξίως σὲ δοξάσαντα.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῶν ἱερέων καλλονήν, καὶ μοναζόντων τύπον, τὸν ὄντως ποιμενάρχην, καὶ τῶν πτωχῶν τὸν δοτῆρα τὸν εὔσπλαγχνον· συνελθόντες οὖν φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις βοήσωμεν ἅπαντες· χαίροις, ὁ τῆς ἐν Κρήτῃ φρουρός, καὶ βάσις ἀσφαλὴς καὶ μέγας ἀντιλήπτωρ· χαίροις, ἀστὴρ φαεινότατε, ὁ τῇ πατρίδι Ὅσιε διαλάμψας ταῖς χάρισι· χαίροις, τῶν θλιβομένων χαρὰ καὶ εὐφροσύνη· καὶ τῶν ἐν ἀνάγκαις θερμότατος προστάτης· καὶ νῦν Πατέρων ἀγλάϊσμα, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀεί, τὴν σεβάσμιον καὶ χαρμόσυνον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Τὴν τοῦ ἀμέπτου σου βίου λαμπρότητα, ἐθαύμασαν ὁρῶσαι τῶν Ἀγγέλων αἱ τάξεις, καὶ ἀνθρώπων τὰ πλήθη· καὶ γὰρ ὼν ἐν τῷ κόσμῳ, κόσμου ὤφθης καὶ σαρκὸς ἔξω μακάριε· καὶ ἄγγελος ἐπίγειος, καὶ νῦν ἐν οὐρανοῖς σὺν Ἀγγέλοις χορεύων μακάριε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος β΄.

Σὲ τὸν θύτην καὶ Ὅσιον Κυρίου, τὸν λύχνον τὸν φαεινότατον, τὸν ἐν τῇ Κρήτῃ λαμπρῶς ἐκλάμψαντα, ἀνευφημοῦντες πόθῳ δεόμεθα· μὴ παύσῃ πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν πιστῶς σου τελούντων τὸ μνημοσύνον.

Ἦχος γ΄.

Ὡς ἰερεὺς πανάριστος, καὶ τῶν Ὁσίων συνεφάμιλλος, ἐν Παραδείσῳ Πάτερ διηνεκῶς αὐλιζόμενος, τὰ τῶν πόνων ἔπαθλα κομίζῃ, καὶ ζωὴν ἀντὶ θανάτου ἀΐδιον εὕρηκας· ὄθεν καὶ ἡμᾶς ὡς συμπαθὴς περιφρούρησον, ἐκ τῶν κινδύνων λυτρούμενος, καὶ ἐξ ἐχθρῶν ἀοράτων, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, τὰς ἐντολὰς τοῦ Κυρίου καλῶς ἐκτελέσας· τὸν πλοῦτον γὰρ σκορπίσας, καὶ ἀκτήμων γενόμενος, ᾖράς σου τὸν σταυρόν, καὶ ἠκολούθησας Χριστῷ, καθ’ ἡμέραν ἀποθνήσκων μακάριε· ὅθεν, πᾶσιν ἐβόας· ἀκολουθήσατε τῷ Χριστῷ, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, μηδὲν προτιμήσητε τῆς ἀκολουθήσεως αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων· ὧν ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Σήμερον πόλις Ζακύνθου χαίρει κατέχουσα, θήκη τῶν σῶν λειψάνων, Ἰωσὴφ θεοφόρε, ἣν καὶ περικυκλοῦντες ψαλμοῖς καὶ ᾠδαῖς, ἀνυμνοῦντες βοῶμέν σοι· μὴ διαλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τὸν δοξάσαντά σε Κύριον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Τίμιος ὄντως ἐφάνη ἐν σοὶ ὁ θάνατος, ὅσιος γὰρ Κυρίου, ἀνεδείχθης παμμάκαρ, νεκρώσας γὰρ τὴν σάρκα μελέτῃ ἀεί, τοῦ θανάτου ἐζώωσας, τὸ πνεῦμα ὅθεν οἰκήσας ἐν οὐρανοῖς, τῶν ἐν γῇ ἡμῶν νῦν μέμνησον.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ὡς φοῖνιξ Πάτερ ἐν οἴκῳ Κυρίου ἤνθησας, καρποὺς τοὺς ἀσυλήτους, ἀρετῶν ἀναθάλλων, εἰς ὕψος ἀναβὰς δὲ στεφάνῳ στεφθείς, ἀμαράντῳ ἀσκήσεως, καὶ στεφηφόρος Κυρίῳ παρεστηκῶς, τῶν τιμώντων σε μνημόνευε.

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἔχε μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἔνδοξος, Ἰωσὴφ ἀοίδιμε· τὰς οὐρανίους μονὰς κατοικητήριον, ὧν τὸ κάλλος ὁ ὑπερύμνητος Θεός, παρὰ τῶν θείων Γραφῶν ἑρμηνεύεται· ἔχει δὲ καὶ τὸ πανθαύμαστον, καὶ καρτερικώτατόν σου σῶμα, τὸν ἀποστολικὸν τοῦτον ναὸν ἐπὶ γῆς, ἄφθονον κρήνην θαυμασίων, νοσημάτων ἀλεξιτήριον, φρούρησον πανεύφημε, τὴν σὲ ἑορτάζουσαν Ζάκυνθον, ἀπὸ παντοίων πειρασμῶν, παῤῥησίαν ἔχων πρὸς τὸν Χριστόν, τὸν σὲ δοξάσαντα.

 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Τῶν Κρητῶν τε τὸν γόνον καὶ Ζακύνθου τὸ καύχημα, τῶν πατέρων κλέος και δόξα, Ἰωσὴφ τὸν ἀοίδιμον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, οὗ δόξῃ ἀῤῥήτῳ ἡ Τριάς, ἐτιμήσατο τὸ σκῆνος διασώσασα ἄφθορον. Δόξα τῷ ἁγιάσαντι αὐτόν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἀναδείξαντι φρουρόν, καὶ ἄμισθον πιστοῖς ἰατρὸν τοῖς κάμνουσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.


 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν βίον ἐὶ γῆς, καθαρῶς ἐκτελέσας, καὶ νεύματος ὀφθείς, καταγώγιον θεῖον, ὡς ἥλιος ἔλαμψας, ἐν τῇ Κρήτῃ μακάριε, τῶν ὑμνούντων σου, ψυχὰς καὶ φρένας αὐγάζων, τὴν πανσέβαστον, καὶ παναγίαν σου μνήμην, Ἰωσὴφ ἀοίδιμε.

Δόξα.

Ἐξήνθησας σεπτῶς, ἐν αὐλαῖς τοῦ Κυρίου, ὡς κρῖνον ψαλμικῶς, τὰς ψυχὰς καθηδύνον, τῶν πίστει ἐκτελούντων σου, τὴν φωσφόρον πανήγυριν, καὶ βοώντων σοι, ὡς παῤῥησίαν πλουτήσας, πρὸς τὸν Εὔσπλαγχνον· μὴ ἐπιλάθου παμμάκαρ, ἡμῶν τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ζωῆς ἐφιέμενος τῆς ἀκηράτου σοφέ, τοῦ κόσμου τερπνότητα ὥσπερ ἐπίβουλον, παρεῖδες καὶ σκύβαλα· ὅθεν ἐν εὐφροσύνῃ, Ἰωσὴφ θεοφόρε, ἦλθες ἐν γυμνασίῳ, Δερμανάτου προθύμως, ἐν ᾧ τῶν μεμνημένων σου μέμνησο πάντοτε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία Θεόνυμφε καὶ παντευλόγητε, πιστῶν ἡ ἀντίληψις καὶ προσφύγιον, πρὸς Σὲ καταφεύγοντα, οἴκτειρόν με καὶ σῶσον, ἐκ χειρὸς πολεμίων, λύτρωσαί με κινδύνων, καὶ παντοίας ἀνάγκης, ἵνα ὑμνῶ σεσωσμένος, Σὲ τὴν πανάμωμον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ’ ὤμων ἀναλαβών, ὅλον ἀνατέθηκας, σεαυτὸν τῷ Κυρίῳ σου, καὶ τὴν σάρκα μισήσας, τὸ πνεῦμα ἠγάπησας, καὶ ἐν κόσμῳ ὑπάρχων, τὸν κόσμον κατέλειπες· ὅθεν ἠμφιάσω, θείαν αἴγλην ὡς κόσμον, Ἰωσὴφ παναοίδιμε, τῶν Ἀγγέλων συνόμιλε, θεοφόρε Πατὴρ ἡμῶν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

  Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικούς, ὁ Υἱός Σου ἀτρέπτως ἐπὶ τοὺς Σούς, νῦν κόλπους καθέζεται, ἀναπλάσαι βουλόμενος, τὸ φθαρὲν κακίᾳ, τοῦ ὄφεως ἄχραντε, καὶ τοῦ Θεοῦ ἐξώσθη, μακρὰν ὡς παρήκοον· ὅθεν σὺν Ἀγγέλοις, νῦν αὐλίζεται χαῖρον, δοξάζον τὸν Κύριον· διὰ τοῦτο βοῶμεν ἁγνή, πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς πιστῶς προσκυνοῦσι τὸν ἄχραντον Τόκον Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιε Πάτερ, ἐκ βρέφους τὸν Κύριον καλῶς ἠγάπησας, καὶ τὴν τῶν ἐντολῶν Αὐτοῦ φύλαξιν, σημεῖον ἀγάπης πρὸς Αὐτὸν ἀνέδειξας· μεθ’ ὧν καὶ δι’ ὧν, ἀνέπτης πρὸς οὐρανόν, μετὰ πάντων τῶν Ἁγίων, Αὐτὸν δοξολογῶν, Ὃν καθικέτευε, σωθῆναι τοὺς ὑμνοῦντάς σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν, εἰς στ΄, καὶ τοῦ Ἁγίου δύο εἰς η΄.

Ὁ α’ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατ’ Ἀλφάβητον.

ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον καὶ σύνεσιν, καὶ νῦν χαρίσαι μοι, τοῦ δυνήσομαι, τὸν Ὅσιον ὑμνεῖσαι, Ἰωσὴφ τὸν δίκαιον, καὶ παμμακάριστον.

Ἁγίως τὸν βίον σου, ἐν γῇ παμμάκαρ διήνυσας, καὶ σταυρὸν ἐβάστασας, τὸν σὸν πανεύφημε, καὶ προσέδραμες, τῷ σῷ Κυρίῳ Πάτερ, καὶ κατηκολούθησας, Αὐτοῦ τοῖς ἴχνεσι.

Βασίλειον κράτος σε, μίαν ἀρχὴν ἐπιστάμεθα, Πατέρα τὸν ἄναρχον, Υἱὸν συνάναρχον, τὸ πανάγιον, καὶ θεῖον πάντες Πνεῦμα, πιστοὶ προσκυνήσωμεν, καὶ μεγαλύνομεν.

Θεοτοκίον.

Γαστρί σου ἐβάστασας, τὸν Βασιλέα τῆς κτίσεως, Παρθένε Θεόνυμφε, καὶ ἀπεκύησας, τὸν λυτρούμενον, τὸν κόσμον τῆς κατάρας, διό Σε δοξάζομεν, τὴν ὑπερένδοξον.

 

Ὁ β’ Κανών, τοῦ Ὁσίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τῆς οὐρανίου Βασιλείας ἄξιος, οἰκήτωρ Πάτερ ὀφθείς, τῷ τοῦ Χριστοῦ θρόνῳ, σὺν Ἀγγέλων Τάγμασι, παριστάμενος πάντοτε, φωτισμόν μοι δοθῆναι, σαῖς ἱκεσίαις ἀξίωσον, ὅπως εὐφημήσω τὴν μνήμην σου.

Πάντα τοῦ βίου τὰ τερπνὰ ἐμίσησας, καὶ ἠκολούθησας, τῷ τοῦ Χριστοῦ πόθῳ, ζέσει δὲ τῆς πίστεως, προείλου τὴν ἐγκράτειαν, καὶ τὴν σκληραγωγίαν, τὰς προσευχὰς καὶ τὰ δάκρυα, μάκαρ Ἰωσὴφ παναοίδιμε.

Τὰς πυριφλέκτους ἡδονὰς τοῦ σώματος, δρόσῳ κατέσβεσας, ἀσκητικῶν πόνων· ὅθεν σοι ἀνέτειλε, τῆς ἀπαθείας ἥλιος, καὶ υἱόν σε ἡμέρας, λαμπρότατον ἀναπέδειξε, Πάτερ Ἰωσὴφ ἀξιάγαστε.

Θεοτοκίον.

Σὺ τὴν ἀρὰν τῶν προπατόρων ἔλυσας, καὶ εὐλογίας ἡμῖν, τὸν τοῦ Θεοῦ Λόγον, ἐδωρήσω τέξασα, ὑπερφυῶς πανύμνητε· Ὃν δυσώπει ἀπαύστως, ἁμαρτημάτων τὴν ἄφεσιν, δοῦναι τοῖς πιστῶς εὐφημοῦσί Σε.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Δῆμος ἱερέων καὶ Ὁσίων, ἠθροίσθη κηδεῦσαι τὸ σεπτόν, σὸν σκῆνος παμμακάριστε, ἰάσεις δὲ ὁ τάφος σου, τοῖς ἀσθενέσι δίδωσι, καὶ εὐρωστίαν πανεύφημε.

Δεύτερον Ἰώβ σε ἐν τοῖς ἄθλοις, γνωρίζομεν Πάτερ Ἰωσήφ, ἐχθροῦ γὰρ δελεάσμασιν, ὑπέμεινας μακάριε, καὶ πειρασμοῖς ἀνάλωτος, ὥσπερ τὶς στύλος ἀκλόνητος.

Τριαδικόν.

Ἓν καὶ τρία ἔστιν ἡ Θεότης, Πατὴρ γὰρ τὸ ἓν καὶ ὁ Υἰός, δυσὶ προσώποις ἔγνωσται, καὶ Πνεῦμα τὸ πανάγιον, ἰδοὺ τὰ τρία ἓν ἐστί, μία οὐσία καὶ δύναμις.

Θεοτοκίον.

Ζάλη τῶν κακῶν με περιέχει, καὶ νὺξ ἁμαρτίας ἀγαθή· διὸ καθικετεύω Σε, τὰ πάθη τὰ ὀλέθρια, ἀπενεκρῶσαι Δέσποινα, ἵνα ὑμνῶ καὶ δοξάζω Σε.

 

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.

Καλῶς ἐκθρέψας Ἰωσήφ, τοὺς πενομένους ἐν Κρήτῃ, ὥσπερ ἄλλος Ἰωσὴφ ἐν Αἰγύπτῳ· ὅθεν νῦν ἐν οὐρανοῖς, τῶν ἔργων τὴν ἀντίδοσιν, εὗρες τρυφᾷν πλουσίως, μετ’ ἀσωμάτων Δυνάμεων.

Ἐνατενίζων ἀκλινῶς, ταῖς τοῦ Κυρίου ὁσίως, παναοίδιμε θεόφρον ἀκτῖσι· καὶ τοῦ πόθου τε τυχεῖν, ἱκέτευε ἑκάστοτε· ὅθεν καὶ τῆς ἐλπίδος, μετ’ εὐφροσύνης ἐπέτυχες.

Τριαδικόν.

Νηφαλεότητι νοός, τῶν οὐρανίων τὰ κάλλη, φαντασθεὶς ταῖς δὲ φροντίσιν οὐδ’ ὅλως, ἐνεπάρης ὑλικαῖς, πτεροῖς δὲ κουφιζόμενος, ἀκτημοσύνης Πάτερ, ὅλος μετάρσιος γέγονας.

Θεοτοκίον.

Σωτηριώδους δι’ ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ Σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς, Σὺ γὰρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ταπείνωσιν σοφέ, ἀσπασάμενος ὄντως, νηστείαν προσευχήν, καὶ παννύχιον στάσιν, ἐγκράτειαν ἄμετρον, καὶ συντόνῳ δεήσει σου, σὺ κατέπληξας, τῶν Ἀσωμάτων τὰς τάξεις, Πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, δυσώπει θεόπνευστε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

 

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος.

Ἡ δυὰς νῦν ἀνυμνείσθω, ἡ ἁγία καὶ πάνσεπτος, ἡ ἱερωτάτη, σὺν τῷ Ἀποστόλῳ καὶ κήρυκι, τῷ Ἰωάννῃ τῷ θείῳ Θεολόγῳ δέ, Ἰωσήφ τε οὗτος, ὁ ἱερὸς καὶ σεβάσμιος.

Ἡ τοῦ θείου Ἀποστόλου, Ἰωάννου εὐφραίνεται, Ἐκκλησία Πάτερ, καὶ ὡς θησαυρὸν ἀνεξάντλητον, τὴν σὴν σορὸν θεοφόρε ἔνδον ἔχουσα, ἰαμάτων τε πᾶσι πιστοῖς ῥῶσιν δίδουσα.

Τριαδικόν.

Θεὸς ἄναρχος ὁ Λόγος, καὶ ὁ Λόγος ἧν ὁ Θεός, καὶ Θεὸς ὁ Λόγος, εὐαγγελικῶς προϋπέγραψεν, ὁ ἱερὸς Ἰωάννης ὁ θαυμάσιος, σὺν Υἱῷ δέ, τῷ μονογενῇ καὶ τῷ Πνεύματι.

Θεοτοκίον.

Ἱερεῖς ἀρχιερεῖς τε, σὺν Ὁσίοις καὶ Μάρτυσιν, Ἱερομαρτύρων, θείων Γυναικῶν ὁ κατάλογος, καὶ Προφητῶν Ἀποστόλων καὶ Δικαίων τε, Κόρη Δέσποινα, ὑμνολογοῦμεν τὸν Τόκον Σου.

 

Ἕτερος. Σύ μου Χριστὲ Κύριος.

Σὺ τὴν ὁδόν, στενὴν τὴν ὄντως ἐβάδισας, σὺ νηστείᾳ, τὴν σάρκα ἐμάρανας, ὑπερφυῶς· ὅθεν δυσμενῶν, στῖφος κατεπλάγη, τὴν ἀκλινῆ καρτερίαν σου, Ἀγγέλων δ’ αἱ χορείαι, σὺν ἀνθρώποις ἐβόων· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Σὺ τῆς ψυχῆς, ἤρδευσας αὔλακας Ὅσιε, καὶ δακρύων, ῥείθροις ἐγκατέσπειρας, τῶν ἀρετῶν σπόρον ἀληθῶς, ὃν καλλιέργησας, ἀσκητικοῖς πόνοις ἔνδοξε, ἐδρέψω τῶν δραγμάτων, τοὺς καρποὺς ἀποθήκαις, ταῖς ἀσύλοις συγκλείσας πανένδοξε.

Σὺ Ἰωσήφ, ἔλαφος ὥσπερ ἐδίψησας, ὃν ἐκ πόθου, Κύριον ἐζήτησας, μετὰ δακρύων καὶ στεναγμῶν, καὶ συντετριμμένης καρδίας ὄντως τρισόλβιε, καὶ ὑπὲρ κόρον τούτου, κορεσθεὶς ἀναμέλπεις· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, Σὺ προστάτης, Σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν Σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν Σε γινώσκοντας.

 

 

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Καλῶς τὸν ἀγῶνά σου, ἐτέλεσας μακάριε, πίστιν δὲ ἐτήρησας ἀμέμπτως, ἱερουργήσας Θεῷ ὡς Ἄγγελος· ὅθεν σὺν Ἀγγέλοις κατοικεῖς, εἰς φῶς τὸ ἀνέσπερον, Ἰωσὴφ παμμακάριστε.

Κηρύξας πανεύφημε, τὸ θεῖον Εὐαγγέλιον ἔννομος ὡς ὄντως ἱερεύς τε, καὶ πληρωτής τε αὐτοῦ γενόμενος· ὅθεν καὶ στεφάνων σε Χριστός, δὲ δισσῶς κατέστεψεν, ὥσπερ θύτην καὶ Ὅσιον.

Τριαδικόν.

Λαμπρύνεται πάντοτε, Τριὰς ἡ ὁμοούσιος, τρεῖς τὰς ὑποστάσεις συνεκφέρει, οὐσία μίαν καὶ κυριότητα, ἄναρχον Πατέρα σὺν Υἱῷ, καὶ τῷ θείῳ Πνεύματι, τούτην πάντες δοξάσωμεν.

Θεοτοκίον.

Μαρία Θεόνυμφε, τοῦ κόσμου τὸ διάσωσμα, λύτρωσαι ἡμᾶς ταῖς Σαῖς πρεσβείαις, ἐκ τῶν σκανδάλων τοῦ πολεμήτορος· ἵνα Σε δοξάζομεν ἁγνή, καὶ μακαριοῦμέν Σε, Θεοτόκε πανύμνητε.

 

Ἕτερος. Ἵνα τί με ἀπώσω.

Ποῖος νοῦς ποῖα γλῶσσα, σοῦ τὸν ὑπερθαύμαστον βίον πανένδοξε, Ἰωσὴφ ἐξείπῃ· καὶ τὴν πάντιμον καὶ μακαρίαν ζωήν, ἥνπερ παραδόξως, πόθῳ τρωθεὶς ὑπὲρ Κυρίου, καρτερῶς καὶ γενναίως διήνυσας.

Τῆς τρυφῆς τὸν χειμάῤῥουν, ἐκπιὼν μακάριε, βλύζουσα δέδειξαι, κρήνη θεῖον ῥεῖθρον, κατανύξεως Πάτερ πανόλβιε· ἐξ οὗ οἱ πιόντες, ἐν εὐφροσύνῃ εὐφημοῦσι, τοὺς ἱδρῶτας καὶ πόνους σου Ὅσιε.

Μετ’ Ἀγγέλων χορεύων, ὧν τὸν βίον Ὅσιε καλῶς ἐζήλωσας, τὸν Θεὸν πρεσβεύειν, μετ’ αὐτῶν μὴ ἐλλίπῃς ἑκάστοτε, ὅπως ἐν αἰνέσει, χαρμονικῶς ἐπιτελοῦντες, τὴν σὴν μνήμην αὐτὸν μεγαλύνομεν.

Θεοτοκίον.

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν Σου, κεκτημένη πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι Σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ναὸς ἐγένου μακάριε, τοῦ θείου καὶ πανσέπτου τε Πνεύματος, βιώσας Ὅσιε, ἐπὶ τῆς γῆς ὥσπερ ἄσαρκος· διὸ σὺν Ἀσωμάτοις, χοροῖς ἠρίθμησαι.

Ναὸς ὁ θεῖος πανόλβιε, τοῦ θείου Ἀποστόλου καὶ κήρυκος, ὃν ἐλειτούργησας, νῦν τὴν σορόν σου κατέχει γάρ, ἣν πάντες προσκυνοῦμεν κατασπαζόμενοι.

Τριαδικόν.

Ξένον βροτοῖς τὸ μυστήριον, Τριάδος τῆς ἁγίας γνωρίζεται, ἀλλ’ ἀληθείᾳ τε Πατὴρ ἀγέννητος πέφυκε, καὶ σὺν Υἱῷ τὸ Πνεῦμα δοξολογήσωμεν.

Θεοτοκίον.

Ὄρος κατάσκιον ἄχραντε, ὁ θεῖος Ἀββακούμ Σε ὑπέγραψεν, λύπην κλεισμένην τε ἄλλος Προφήτης ἐφώνησεν· ἡμεῖς δὲ Θεοτόκον πάντες κηρύττομεν.

 

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.

Σὺ φάλαγγας τοῦ ἐχθροῦ, πᾶσαν ἀνδρείαν ἠφάνισας, ἰσχύϊ θεουργικῇ, ῥωννύμενος ὅθεν σου, Ἄγγελοι ἐθαύμασαν, τὴν ζωὴν τὴν θείαν, Ἰωσὴφ ἀειμακάριστε.

Ἵνα βλαστήσας καλῶς, ὡς εὐθαλὲς κρίνον Ὅσιε, νῦν εὐωδίας πληρεῖς, τὴν πόθῳ κατέχουσαν, θήκην τῶν λειψάνων σου, Ζάκυνθον συντήρει, ταῖς πρεσβείαις σου ἀκλόνητον.

Θήκην λειψάνων τῶν σῶν, Ζάκυνθος πόθῳ κατέχουσα, καυχᾶται διηνεκῶς, σήμερον δὲ ψάλλουσα, πιστῶς περιπτύσσεται, ταύτην καὶ δοξάζει, τὸν δοξάσαντά σε Κύριον.

Θεοτοκίον.

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννήτορ Ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

 

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τῶν πιστῶν προΐστασαι, καὶ ἀπαλάττεις, ἀπὸ πάσης θλίψεως, ταῖς σαῖς πρεσβείαις πρὸς Θεόν· ὦ Ἰωσὴφ παναοίδιμε, κλέος καὶ δόξα, Ὁσίων καὶ καύχημα.

Ὁ Οἶκος.

Σὺ ἀπὸ βρέφους τῷ Θεῷ καθιερώθης Πάτερ, σὺ καὶ τὸν σταυρόν σου ἀράμενος, τῷ ὑπὲρ ἡμῶν τυθέντι, ἠκολούθησας, παρ’ οὐδενὸς τῶν ἐν τῷ κόσμῳ κωλυόμενος Ὅσιε· πάντα γὰρ ὡς σκύβαλα ἡγήσω, καὶ Χριστὸν ἐπόθησας, τῆς ἐφέσεως δὲ τυχών, ἀντεδοξάσθης παρ’ Αὐτοῦ, τῶν θαυμάτων ταῖς ἐπιλάμψεσι· καὶ τὸν διδώξαι πάντας βοᾶν σοι· κλέος καὶ δόξα, Ὁσίων καὶ καύχημα.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωσήφ, τοῦ ἡγιασμένου τοῦ Σαμακοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


 

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.

Πρᾷος γενόμενος σοφέ, ὅσιος ἀμίαντος μάκαρ, καὶ ποιμενάρχης ἀληθής, μελῳδῶν καθ’ ἑκάστην τὸν ὕμνον Θεῷ, ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Πραέων γῆν νῦν κατοικεῖς, ὡς πραΰς τῷ κόσμῳ ἐφάνης, καὶ παραδείσου τῆς τρυφῆς, σὺν Ἀγγέλοις κραυγάζεις γηθόμενος· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τριαδικόν.

Ῥοώδης φύσις γηγενῶν, σὲ τὴν παναγίαν Τριάδα, ἀνευφημοῦμεν οἱ πιστοί, τὸν Πατέρα, Υἱὸν σὺν τῷ Πνεύματι, μελῳδοῦντες καὶ λέγοντες· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Θεοτοκίον.

Στάμνον χρυσῆν καὶ κιβωτόν, τράπεζαν καὶ κλίνην καὶ θρόνον, πύλην καὶ ὄρος νοητόν, οἱ Προφῆταί Σε πάντες ἐκήρυξαν, ἀλλ’ ἡμεῖς Θεοτόκον Σε, οἱ πιστοὶ ὁμολογοῦμεν καὶ προσκυνοῦμεν.

 

Ἕτερος. Θεοῦ συγκατάβασιν.

Ναὸς ἱερώτατος, τοῦ θείου Πνεύματος ἐχρημάτισας, τὰ δωρήματα τούτου, ἐν σῇ καρδίᾳ ἐδέξω γὰρ πάνσοφε, καὶ διὰ τοῦτο ἐβόας γηθόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς κτίσμα τοῦ Κτίστου σου, τὰς ἐντολὰς θεόφρον ἐτήρησας, τὴν γὰρ ὄντος πτωχείαν, πρὸς τὸ τυχεῖν πλουσιότητος ἤσκησας, καὶ τῷ Δεσπότῃ βοῶν ἀνεκραύγαζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τριαδικόν.

Σὲ ὄντως ἐδόξασε, Τριὰς ἡ θεία Πάτερ πανάριστε, ἀμοιβάς σοι πλουσίως, δωρησαμένη τῷ ταύτην δοξάσαντι, καὶ ἐκτενῶς ἐκβοῶντι καὶ ψάλλοντι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἀεὶ χριστιανοί, διὰ Σοῦ γὰρ σωθέντες, τῷ τῶν ἁπάντων Θεῷ πίστει μέλπομεν, ὁ ἐσκηνώσας ἐν μήτρᾳ Παρθένου τε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

Τῶν πεινώντων τροφὴ Πάτερ γέγονας, τῶν ἐν θλίψεσι δὲ παραμύθιον, τῶν ἐν ἀνάγκαις Ὅσιε βοηθὸς καὶ προστάτης· διὸ κραυγάζεις· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Τῶν Ἀγγέλων αἱ τάξεις ἐξέστησαν, πολιτείαν τὴν σὴν μάκαρ βλέποντες, πῶς ἔτι μετὰ σώματος, ὅστις ἄσαρκος μάκαρ, ἐπολιτεύσω καὶ ἐβόας· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Τριαδικόν.

Ὕμνος πρέπει ἡ δόξα καὶ αἴνεσις, τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὡς γὰρ Πατὴρ δοξάζεται, ὡς Υἱὸς προσκυνεῖται πίστει καὶ πόθῳ, καὶ τὸ Πνεῦμα ὑμνεῖται τὸ ἅγιον.

Θεοτοκίον.

Φῶς τεκοῦσα Παρθένε τὸ ἄδυτον, φώτισόν μου τὸν νοῦν καὶ διάνοιαν, ἵνα ὑμνῶ Σε Δέσποινα, καὶ βοῶ Σοι ἐκ πόθου· χαῖρε Μαρία, Παναγία Παρθένε Θεόνυμφε.

 

Ἕτερος. Ἑπταπλασίως κάμινον.

Σὺ τὸν ἀγῶνα ἔνδοξε, τὸν καλὸν ἐτελείωσας, σὺ δὲ καὶ τὴν πίστιν καθαρῶς ἐτήρησας, τὸν δρόμον διήνυσας, τὸν τῶν Ὁσίων Ὅσιε· ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, βοῶν ἀδιαλείπτως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν μέσῳ κόσμου Ὅσιε, καθαρῶς ὄντως ἔζησας· ὅθεν σὺν ἀνθρώποις Ἄγγελοι ἐθαύμασαν, ὁρῶντες ὡς ἄσαρκον, ἐπὶ τῆς γῆς βιώσαντα, θάμβει δὲ τῷ Κτίστῃ ἀνεβόων συμφώνως· σοὶ δόξα ὄντως πρέπει τῷ τῶν ὅλων Δεσπότῃ, Ὃν καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Τὴν τῆς Τριάδος ἔλλαμψιν, κεκτημένως πανόλβιε, ταύτην ὑμνολόγεις, γηθοσύνως πάντοτε, καὶ πόθῳ ἐδόξαζες, καὶ πίστει ἀνεκραύγαζες· σὲ δοξολογοῦμεν, καὶ πιστῶς προσκυνοῦμεν, τὴν μίαν ἐν οὐσίᾳ, καὶ τριτὴν ἐν προσώποις, ὁμολογουμένην, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἐν τῇ Σῇ μήτρᾳ ᾤκησεν, ὁ ἀσώματος Κύριος, σάρκα ἐκ τῶν Σῶν ἁγνῶν αἱμάτων πάνσεμνε, ἀφύρτως λαβόμενος, Σὲ Θεοτόκον ἔδειξεν, ἣν ἀνευφημοῦντες, εὐλαβῶς Σοι βοῶμεν· μὴ παύσῃ ἱκετεύειν, ὑπὲρ τῶν Σὲ τιμώντων, καὶ πιστῶς προσκυνούντων, τὸν ἄχραντόν Σου τόκον.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Χαίρων τὴν ὁδόν, παμμάκαρ διήνυσας, τὴν στενωτάτην τε, καὶ συναυλιζόμενος, ἀΰλων ὄντων χοροῖς πανόλβιε, παρεστηκὼς τῷ θρόνῳ τε τοῦ Βασιλέως Χριστοῦ, τοῦτον Πάτερ πρέσβευε δεόμεθα, λυτρωθῆναι κινδύνων τοὺς δούλους σου.

Χαίρων κατοικεῖς, τὰ ἄνω Βασίλεια καὶ παρισταμένῳ συμβασιλεύεις νῦν, τῷ παμβασιλεῖ Θεῷ, Αὐτὸν δυσώπει τοὺς ἐκτελοῦντάς σου, τὸ ἱερὸν μνημόσυνον ἐκ πόθου Ὅσιε, λυτρωθῆναι, ἐκ παντοίων θλίψεων τῆς ἄνω τυχεῖν, καὶ Βασιλείας τε.

Τριαδικόν.

Ψάλλοντες πιστοί, τὰς χεῖρας κροτήσωμεν καὶ ἀνυμνήσωμεν, ἀσιγήτοις στόμασι, τὴν παναγίαν Τριάδα ἅπαντες, τὴν ἐν μονάδι φαίνουσαν εἰς τρία πρόσωπα, ἐννοοῦντες, ταύτην ἀδιαίρετον, καὶ ἀσύγχυτον μένουσαν ἄτμητον.

Θεοτοκίον.

Ὢ Μῆτερ ἁγνή, τοῦ Λόγου γεννήτρια Παρθένε ἄχραντε, γῆ ἡ ἀγεώργητος, τὸν θεῖον στάχυν ἡ βλαστήσασα, τὸν τὰ τοῦ κόσμου αἴροντα πταίσματα ἅπαντα, τούτον Κόρη, πρέσβευε δεόμεθα, τοῦ σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς Σε.

Ἔτερος. Ἐξέστη ἐπὶ τούτῳ.

Ἐξέστησαν Ἀγγέλων αἱ στρατιαί, καθορῶσαι τὸν ἔνδοξον βίον σου, ὃν ἐπὶ γῆς, Πάτερ ἐτελείωσας καθαρῶς, σὺ γὰρ ἐν θνητῷ σώματι, ἔσχες Ἀσωμάτων διαγωγήν, οἷς νῦν καὶ συναγάλλει, σὺν τούτοις μὴ ἐλλίπῃς, ὑπὲρ ἡμῶν πρεσβεύειν πάντοτε.

Ἐν γῇ νῦν τῶν πραέων μάκαρ οἰκῶν, ὡς πραΰς τε καὶ ἄκακος Ὅσιε, σοὺς ὑμνητάς, φρούρει σαῖς δεήσεσιν, ἐκ παντός, ἀνιαροῦ συμπτώματος, ἔχεις γὰρ ἀξίαν πρὸς τὸν Θεόν, ὡς ὅσιος ὡς θύτης, ὡς ὄντως θεοφόρος, ὡς μοναζόντων ἀκροθίνιον.

Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, μὴ ἐλλίπῃς πρεσβεύειν ἑκάστοτε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων χαρμονικῶς, τὴν ἔνδοξον καὶ πάντιμον, μνήμην σου παμμάκαρ ἐπιτυχεῖν, λύτρου τῶν ἐπταισμένων, καὶ ἐν ἡμέρᾳ δίκης, ἐν δεξιᾷ μερίδι τάξασθαι.

Θεοτοκίον.

Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Κινήσεις τὰς τοῦ σώματος, ὡς ῥυπαρὰς ἐξέφυγας, καὶ ἔξω κόσμου ἐγένου, ἐν κόσμῳ ὢν καὶ ηὔξησας, ψυχῆς σου τὴν λαμπρότητα, καὶ δόξαν τὴν οὐράνιον, ἐπλούτησας ἀοίδιμε· διὸ μὴ παύσῃ πρεσβεύειν, ὑπὲρ ἡμῶν θεοφόρε.

Ἕτερον. Ὅμοιον.

Τὸν Ὶωσὴφ τὸν δίκαιον, καὶ λειτουργὸν πανάριστον, ὑπέρμαχον τὸν ἐν Κρήτῃ, Ζακύνθου τε τὸν προστάτην, τὸν τοὺς πτωχοὺς ἐκθρέψαντα, πιστῶς ἀνευφημήσωμεν· ὃς γὰρ ἡμᾶς ἐκ θλίψεως, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ, πάσης ἀνάγκης λυτροῦται.

Θεοτοκίον.

Χαῖρε ὄρος κατάσκιον, ὁ Ἀββακοὺμ ἑώρακεν, γέφυρα κλίμαξ καὶ θρόνε, παλάτιον Βασιλέως, κλίνη πορφυρόστρωτε, Παντάνασσα πανύμνητε, στάμνε καὶ κούφη νεφέλη, χαῖρε Βασίλισσα κόσμου, χαῖρε ἡ Μήτηρ Κυρίου.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, Ἰωσὴφ πανένδοξε, σὺ τὴν ὁδὸν τὴν στενήν, ἐπαξίως ἐβάδισας· ὅθεν τέλους ἔτυχες, τῆς ζωῆς τῆς ἀμείνονος, μετὰ δικαίων ἁπάντων Ὅσιε· μεθ’ ὧν δυσώπει τοὺς εὐφημοῦντάς σου, μνήμην κληρώσασθαι, λύσιν τε καὶ ἄφεσιν ἁμαρτιῶν, ὅπως εὐφημοῦντές σε, Θεὸν δοξάζομεν.

 

Πάτερ, Ἰωσὴφ ἀοίδιμε, σὺ ταῖς δακρύων πηγαῖς, τὴν ψυχὴν ἀπεκαθάρησας, καὶ δοχεῖον ἄμωμον, ἀπετέλεσας Ὅσιε, Πνεύματος θείου, ᾧ συνιπτάμενος, βλέπεις τὴν τούτου θείαν λαμπρότητα, ἧς ἐπαξίως νῦν, ἀπολαύσας μέμνησο τῶν ἐπὶ γῆς, σοῦ τὴν παναοίδιμον, μνήμην τελούντων πιστῶς.

 

Πάτερ, Ἰωσὴφ ἀείμνηστε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, τὸ τοῦ κόσμου ἄστατον, ἐβδελύξω γενόμενος, ὑπὲρ τὸν κόσμον ζέσει ἀράμενος, σταυρόν σου· ὅθεν καὶ ἠκολούθησας, πόθῳ τῷ Κτίστῃ σου, οὗ καὶ τῆς λαμπρότητος ἐμφορηθείς, ἧσπερ καὶ ἡμᾶς τυχεῖν, Πάτερ ἱκέτευε.

 

Ἄλλος, Ἰωσὴφ γεγένησαι, ὡς σιτοδότης τὸ πρίν, Ἰωσὴφ παμμακάριστε, διαθρέψας πένητας, καὶ τὸν ἄρτον σου δέδωκας· διὸ αὐλίζῃ ἐν οὐρανίοις μοναῖς, σὺν τοῖς Ἀγγέλοις, ἐνδιαιτώμενος· ὅθεν τοὺς πόθῳ σου, ἐκτελοῦντας πάντοτε τὴν ἱεράν, μνήμην σου μακάριε, σῶσον πρεσβείαις σου.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὸν ἐπὶ γῆς ἄγγελον, καὶ οὐρανοῖς ἄνθρωπον Θεοῦ, τῶν ἱερέων τὸ καύχημα, καὶ τῶν Ὁσίων τὸ σεμνολόγημα, καὶ τῶν Κρητῶν τὸ ἐγκαλλώπισμα, Ἰωσὴφ τὸν ἀοίδιμον πιστῶς ἐγκωμιάσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ Κυρίου, ἐξήνθησε δικαίως, ἀρετὰς ἀντὶ καρπῶν προσφέρων τῷ Δεσπότῃ· ὅθεν ἐν σκηναῖς οὐρανίοις ἀναπαυόμενος, μετὰ πάντων τῶν Ἁγίων, πρεσβεύει τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν, τῶν ὑμνούντων αὐτοῦ τὸ ἱερὸν μνημόσυνον.

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Τοὺς ἐπιτελοῦντας τὴν ἱεράν, μνήμην σου ἀτρώτους, διαφύλαττε σαῖς εὐχαῖς, ἔχων παῤῥησίαν, πρὸς τὸν Θεὸν παμμάκαρ, ὦ Ἰωσὴφ Ὁσίων, φαιδρὸν ἀγλάϊσμα.

Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός, χαίροις ὁ Ζακύνθου, ἀπροσμάχητος βοηθός, Ἰωσὴφ τὸ κλέος, Ὁσίων καὶ ἡ δόξα, ἡμᾶς τοὺς σὲ τιμῶντας, δεινῶν περίσωζε.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἱ ὑπ’ όδύνων χαλεπῶν κατεχόμενοι, καὶ συμφορῶν καὶ ἀσθενείαις τρυχόμενοι, μετὰ κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες, Ἰωσὴφ τῷ τεμένει, κράζοντες ἐκ πίστεως· ἰατρὲ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρὸς Θεόν, ῥῦσαι ἡμᾶς πολυτρόπων κακώσεων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Ἰωσὴφ τρισμάκαρ νῦν ἐκτενῶς, δέησιν προσάγων, μὴ ἐλλίπῃς τῷ Λυτρωτῇ, πρεσβεύων κινδύνων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.

Ἡ θεία σορός σου Πάτερ πιστοῖς, βρύει τὰς ἰάσεις, προσιοῦσι τῷ ναῷ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς ἰατρὸς θεραπεύεις πανάριστος.

Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Ἰωσὴφ τρισμάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον.

Θεοτοκίον.

Δυσώπει Παρθένε τὸν Σὸν Υἱόν, σὺν τῷ Ἰωσήφ τε, νεκρωθεῖσάν μου τὴν ψυχήν, ὡς πάλαι ἐζώου τὸν τῆς χήρας, υἱὸν αὐτοῦ θείῳ προστάγματι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἔχοντές σε προστάτην πρὸς τὸν Θεὸν Ἅγιε, οἱ ὀρθοδοξοῦντες τιμῶμεν καὶ ἱκετεύομεν, Πάτερ ἀοίδιμε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον, τῇ μεσιτείᾳ σου.

Ἱκετεύομεν Πάτερ τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης, τάχος θεράπευσον, τὸν εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα, Ἰωσὴφ Ἅγιε.

Εὐμενῆ σε προστάτην πρὸς τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, Ἰωσὴφ δίκαιε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας, τῇ μεσιτείᾳ σου.

Θεοτοκίον.

Παναγία Παρθένε τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια, μόνη πανύμνητε.

 

Διάσωσον, τῇ σῇ πρεσβείᾳ σοὺς δούλους Ἰωσὴφ μάκαρ, ἐκ παντὸς κινδύνου καὶ θλίψεως, σὲ γὰρ ἔσομεν, πρὸς τὸν Κύριον πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Προστάτης θερμὸς ὑπάρχεις ὦ ἀοίδιμε, τοῖς πόθῳ τῷ σῷ τεμένει προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε· ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ πρόμαχος.

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἰωσὴφ θεοφόρε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.

Ἱκετεύομεν Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀναστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν ἀπογνώσεως.

Ὃν ἐπόθησας Ὅσιε, σἀρκα δι’ ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Θεοτοκίον.

Ταῖς Μητρός Σου δεήσεσι, καὶ τοῦ Σοῦ Ὁσίου Κύριε δώρησαι, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὑπεράγαθε.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ἰωσὴφ τοῦ Ὁσίου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεένης τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς Βασιλείας τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε μακρόθυμε.

Παρεστῶς τῇ Τριάδι, Πάτερ παμμακάριστε Ἰωσὴφ Ἅγιε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.

Ἀναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, ἱερεὺς ὑπάρχων, τοῦ Ὑψίστου Ἰωσὴφ ἀοίδιμε, ἀλλὰ τοῦτον Πάτερ, ἐκδυσωπῶν μὴ διαλλίπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.

Θεοτοκίον.

Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτορ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὑμνολογοῦντας τὸν Σὸν Υἱόν, λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Ἡ σὴ παμμάκαρ ψυχή, τοὺς οὐρανοὺς ἐγκατώκησε, τὸ σῶμά σου δὲ τῇ γῇ, ὑπάρχον ἐξαίσια, τελεῖ τὰ τεράστια, ψυχῶν καὶ σωμάτων, θεραπεύον τὰ νοσήματα.

Σαῖς εὐπροσδέκτοις εὐχαῖς, συντήρει μάκαρ σεβάσμιε, τοὺς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντάς σε ἔνδοξε, καὶ προσκαλουμένους, σοῦ τὴν ἄμαχον ἀντίληψιν.

Μεσίτην πρὸς τον Θεόν, σὲ εὐμενῆ προβαλλόμεθα, ὦ ἱερὲ Ἰωσήφ, ὑπάρχεις γὰρ στήριγμα, καὶ καύχημα Ὅσιε, τῶν πιστῶν καὶ κλέος, ἡμῶν Πάτερ παναοίδιμε.

Θεοτοκίον.

Ἡ βάτος τῷ Μωϋσῇ, Σὲ προετύπου πανσεβάσμιε, Σοῦ γὰρ ὁ Λυτρωτής, τεχθεὶς ὡς ηὐδόκησε, διέσωσεν ἄχραντε, τοὺς προσκαλουμένους, Σοῦ τὴν ἄμαχον βοήθειαν.

Διάσωσον, τῇ σῇ πρεσβείᾳ σοὺς δούλους Ἰωσὴφ μάκαρ, ἐκ παντὸς κινδύνου καὶ θλίψεως, σὲ γὰρ ἔσομεν, πρὸς τὸν Κύριον πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, τοῦ Ἰωσὴφ τῷ σεπτῶ τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς αὐτοῦ τῇ θείᾳ σορῷ, μετὰ πόθου κράξομεν αὐτῷ· ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

 

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνῃ αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Προσπίπτωμέν Σοι Κύριε, βοῶντες τὸ ἡμάρτομεν, μὴ παρίδῃς, ἀλλ’ οἰκτείρησον ἡμᾶς, πιστῶς προσπεφευγότας, τῇ σκέπῃ Σου καὶ σῶσον, Ἰωσὴφ ταῖς παρακλήσεσι.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῶν Ἀγγέλων ὑπάρχων ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Ἰωσὴφ θεοφόρε, ἐκλύτρωσαι κινδύνω, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀμυθήτους ἀγῶνας ἐπὶ γῆς ἠγωνίσω Ἰωσὴφ Ὅσιε, καὶ νῦν ταῖς οὐρανίαις, συνὼν χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σεαυτὸν τῷ Κυρίῳ προσενήνοχας Πάτερ θῦμα εὐπρόσδεκτον, Ἰωσὴφ ἀγγελόφρον, καὶ νῦν μὴ διαλίπῃς, ἐποπτεύων τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Πανύμνητε Παρθένε ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

 

 

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τῇ σῇ πρεσβείᾳ, τὰς τῶν ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Ἰωσὴφ θεοφόρε.

Πρὸς τὸν Δεσπότην, σὲ προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις, πρὸς τὸν Θεὸν πρεσβείαις.

Τὰ τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ θεοφόρε τρισμάκαρ, ὅπως σε γεραίρω, ὦ Ἰωσὴφ θεόφρον.

Θεοτοκίον.

Τὴν ἐκτακεῖσαν, ἁμαρτίαις ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσιον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Εἰρήνην οὐρανόθεν, Ὅσιε τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ, σὲ μακαρίζουσιν.

Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον θεόφρον, τοὺς προσίοντας τῷ θείῳ τεμένει σου, καὶ τὸν Δεσπότην ἀεὶ μεγαλύνουσι.

Καταύγασον τὰς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπωρωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας τὸν σὲ μακαρίζοντα.

Θεοτοκίον.

Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρε Σοὶ κράζομεν· Σὺ γὰρ ἐκύησας κόσμῳ τὴν ἀγαλλίασιν.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ὁ τῆς Κρήτης γόνος λαμπρός, χαίροις Ἐκκλησίας, ὁ ἀσύλητος θησαυρός, χαίροις τῆς Ζακύνθου, ὁ φύλαξ καὶ προστάτης, ὦ Ἰωσὴφ τρισμάκαρ, πιστῶν τὸ καύχημα.

Ζακυνθίων νῆσος σκίρτα λαμπρῶς, ἔχουσα τὸ σκῆνος, ἀγγελόφρονος Ἰωσήφ, ἐν ταῖς τοῦ Δεσπότου, αὐλαῖς διηνθισμένον, φωτίζον καὶ μυρίζων πιστῶν τὸ σύστημα.

Ἀπὸ σῶν καμάτων ἀσκητικῶν, αὔρας μυριπνόους, αἰσθανόμενοι ἐν τῷ σῷ, Ἰωσὴφ τεμένει, λαμβάνομεν ἰάσεις, ψυχῶν τε καὶ σωμάτων· ὅθεν τιμῶμέν σε.

Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός, χαίροις ὁ Ζακύνθου, ἀπροσμάχητος βοηθός, Ἰωσὴφ τὸ κλέος, Ὁσίων καὶ ἡ δόξα, ἡμᾶς τοὺς σὲ τιμῶντας, δεινῶς περίζωσε.

Ἔχοντες ἐξάρχουσαν τὴν ἁγνή, Νόες σὺν Προδρόμῳ, Ἀποστόλων θεῖος χορός, Προφητῶν Μαρτύρων, Ἱεραρχῶν Ὁσίων, ὑπὲρ ἡμῶν τὸν Κτίστην καθικετεύσατε.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τὰ ἰάματα, θαυματοβρύτου σοροῦ, Ἰωσὴφ γὰρ ἐκβλύζουσι, ὡς ῥεῖθρα Νειλῶα, σπεύδοντες προσπέσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.

Ὄντως, ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστὴρ ἀντιλήπτωρ, τὰ πάθη πάντων πρὸς σέ, πόθου τε καὶ πίστεως, προσφευγότων θερμῶς, ἀναργύρως ἰώμενος, Ἰωσὴφ παμμάκαρ· ὅθεν σου δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σου σορὸν καὶ βοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.

Πάντας, ἡμᾶς οἴκτειρον ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν Σοί, καὶ Σοῦ τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, Σὸν οἰκέτην προβάλλοντες, Ἰωσὴφ τὸν θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι, καὶ φθορᾶς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, Σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου