ΙΑΝΟΥΑΡΙΟΣ ΚΒ΄.
ΑΝΑΣΤΑΣΙΟΣ ΠΕΡΣΗΣ
ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἱερ. Ἀναστασίου Σπυρόπουλου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
δ΄. Ἔδωκας σημείωσιν.
Πάσαν καταλέλοιπας, τὴν τῶν Περσῶν ματαιότητα, καὶ φθαρτῶν
τὴν τερπνότητα, καὶ Χριστοῦ τοῖς ἴχνεσι, διὰ πολιτείας, θεοειδεστάτης, καὶ
μαρτυρίου ταῖς ποιναῖς, ἀγαλλιώμενος ἠκολούθησας, Ὁσίων ἰσοστάσιε, καὶ Ἀθλοφόρων
ἰσότιμε, Ἀναστάσιε ἔνδοξε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Σῶμα καὶ διάνοιαν, ἀσκητικῶς καθηράμενος, ὑπεδέξω
θεόπνευστε, τὴν θείαν ἐνέργειαν, δι’ ἧς ἐπτερώθης, πρὸς τῆς εὐσεβείας, τὴν ὑψηλὴν
περιωπήν, καὶ μαρτυρίου τὴν θείαν ἔλλαμψιν, ἣς ἔργω κατηξίωσαι, καταπαλαίσας τὸν
δόλιον, Ἀναστάσιε ἔνδοξε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ἤνεγκας ὡς ἄσαρκος, θεία ἀγάπη ῥωννύμενος, τῆς σαρκὸς τὰ ἐπίπονα,
μαστίγων τὴν ἔφοδον, εἱρκτὰς καὶ στρεβλώσεις, καὶ τὸν δι’ ἀγχόνης, καὶ ἐκτομῆς
τῆς κεφαλῆς, θάνατον Μάρτυς τὸν πολυώδυνον· διὸ Χριστὸς ὁ Κύριος, ἐν δωρεαῖς ἀθανάτοις
σε, εὐκλεῶς ἀντημείψατο, Ἀναστάσιε πάντιμε.
Ἤνυσας στεῤῥότατα, τὸν δρόμον Μάρτυς τὸν κάλλιστον, καὶ
Χριστῷ προσεπέλασας, οἰκείοις παλαίσμασι, κατηγλαϊσμένος, καὶ φωτοδοσίαις, καὶ
θεϊκαὶς μαρμαρυγαῖς, καταλαμπόμενος καὶ θεούμενος, καὶ βλύζεις Ἀναστάσιε, χάριν
θαυμάτων τοῖς μέλπουσι, τὴν ἁγίαν σου ἄθλησιν, καὶ τὴν μνήμην τὴν ἔνθεον.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς εὐσεβείας τὸ πῦρ ἀναφθὲν ἐν τῇ ψυχῇ σου, τῆς Περσικῆς
σε ἀπάτης, ὁλοσχερῶς ἀπεμάκρυνε· τοῦ Σταυροῦ γὰρ τὴν δύναμιν, τοῦ σταυρωθέντος
τὰ μεγαλεῖα, ἐν ἀποῤῥήτῳ δόξῃ βεβαιοῦσαν, κατανοήσας ἀληθῶς, τῆς αὐτοῦ ἀναστάσεως,
τὸ μυστήριον μεμύησαι· διὸ Χριστῷ ἀκολουθήσας, ἐν ἀσκήσει καρτερώτατος, καὶ ἐν ἄθλοις
Μαρτύρων, ἀῤῥαγῆς ἐχρημάτισας. Καὶ νῦν Ὁσιομάρτυς Ἀναστάσιε, τῆς θείας δόξης ἀπολαύων,
ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τὸν τῆς πλάνης σκοτασμόν, καὶ πυρσολατρῶν τὰς
τερθείας, πάσας κατέλιπες, τότε προσεπέλασας, φέγγει τῆς χάριτος, καὶ τῆς δόξης
τὸν Ἥλιον, ἀγωγῇ καὶ πίστει, καὶ πλείστοις παλαίσμασι, κόσμῳ ἐδόξασας· ὅθεν τῆς
Αὐτοῦ Βασιλείας, μέτοχος ἐνδίκως ἐδείχθης, Μάρτυς οὐρανόφρων Ἀναστάσιε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅτε, πρὸς Σιῶν τὴν εὐαγῆ, ἧκες καὶ τὴν θείαν ἐκτήσω, υἱοθεσίαν
σοφέ, τότε καὶ κατάλληλον, βίον κατόρθωσας, μοναστῶν τῷ συστήματι, σαυτὸν
καταλέξας, καὶ τύπος γενόμενος, ὁσίων πράξεων· ὅθεν τῇ τελείᾳ ἀγάπῃ, τοῦ Χριστοῦ
τρωθεὶς τῇ καρδίᾳ, πρὸς μαρτυρικοὺς ἀγῶνας ἔσπευσας.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν
τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄτε, ὡμολόγησας λαμπρῶς, ἐπὶ δυσσεβούντων ἀρχόντων,
πίστιν τὴν ἔνθεον, τότε χαίρων ἤνεγκας, στεῤῥῷ φρονήματι, ἀνυποίστων κολάσεων, ἅπσαν
ἰδέαν, καὶ τὸν βρόχον ἔνδοξε, ἀγαλλιώμενος· ὅθεν Ἀθλητῶν καὶ Ὁσίων, ὡς ἐν ἀμφοτέροις
ἐκλάμπων, ὤφθης Ἀναστάσιε συνόμιλος.
Δόξα. Ἦχος β΄.
Ἐμεγάλυνας Χριστέ, ὡς ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν Βαβυλώνι, τοῦ
τιμίου Σταυροῦ τὴν δύναμιν· ἔμαθον γὰρ δι’ αὐτοῦ, τὴν ζωοποιὸν τῆς Ἀναστάσεως ἑορτήν,
καὶ γέγονεν ἐν αὐτοῖς ὁ αἰχμάλωτος, ἐλευθερωτής εἰδωλομανίας καὶ Μάρτυς ἀπαράγραπτος
τῶν θαυμάτων, ὁ νῦν εὐφημούμενος Ἀθλητής, Ἀναστάσιος ὁ ἔνδοξος, σὺν Ἀγγέλοις
χορεύων, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδαν μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α'
Τῶν Μαρτύρων τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν
θησαυρὸν τῆς Περσίας, τὸν σοφὸν Ἀναστάσιον· τὸν μέγαν ἀντιλήπτορα πιστῶν, τὸν κήρυκα
τῆς πίστεως ἡμῶν· ταῖς ἀγγελικαῖς ὑμνῳδίαις, εὐφημοῦμέν σε λέγοντες·Δόξα τῷ
δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν πλάνην ἀφέμενος τὴν τῶν Περσῶν νουνεχῶς, τῇ πίστει
προσέδραμες τῇ τοῦ Χριστοῦ εὐσεβῶς, σοφὲ Ἀναστάσιε· ὅθεν καὶ ἐν ἀσκήσει,
διαπρέψας ἐνθέως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὸν ὄφιν καθείλες· διὸ διπλῷ στεφάνῳ,
θεόθεν ἐστεφάνωσαι.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ
τό· Μακάριος ἀνήρ. Εἰς
τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν
Στιχηρὰ προσόμοια τοῦ Μάρτυρος. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Τοῦ κόσμου τὰ πέρατα τὰ σά, νῦν ἐξᾴδει θαύματα,
θαυματουργὲ Ἀναστάσιε· θαυματουργίαις γάρ, ἀμειβόμενός σε, ὁ Χριστὸς ἐκόσμησε,
βασάνους δι' αὐτὸν ὑπομείναντα, καὶ μετὰ θάνατον, ἀθανάτου κατηξίωσεν, εὐδοξίας
καὶ μακαριότητος.
Μαρτύρων τὸ καύχημα λαμπρά, ἀναστήσας τρόπαια, κατὰ τῆς
πλάνης ὁμώνυμον, παμμάκαρ εὔκλειαν, τῇ σῇ κλήσει φέρεις, Πανταχοῦ φερόμενος
στερρὸς ὡς νικητὴς Ἀναστάσιε· καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως, τοὺς
ἐν πίστει τιμῶντας τὴν μνήμην σου.
Μάρτυς Ἀναστάσιε στερρά, ἀναστήσας τρόπαια, κατὰ τῆς πλάνης
ἀπείληφας, διπλοῦν τὸν στέφανον, τῆς ἀσκήσεώς σου, καὶ στερρᾶς ἀθλήσεως, καὶ τῆς
μέχρι θανάτου ἐνστάσεως, καὶ τῶν θαυμάτων σοι, ἐπαξίως τὴν ἐνέργειαν, ὁ Δεσπότης
Χριστὸς ἐδωρήσατο.
Ἔτερα. Ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἀθλοφόρον Κυρίου καὶ ἀξιάγαστον, Ἀγγέλων συμπολίτην,
καὶ πιστῶν τὸν φωστῆρα, Ὁσίων τε τὸ κλέος καὶ Ἀθλητῶν, τὸν σοφὸν Ἀναστάσιον·
πάσης Περσίας καὶ πλοῦτον τὸν καθαρόν, καὶ ὑπέρμαχον δοξάσωμεν.
Χοροστασίαι Μαρτύρων καὶ τῶν Ὁσίων πληθύς· ἀγάλλονται
πανσόφως, ἐν τῇ μνήμῃ σου μάκαρ· ὅθεν ἁπας δῆμος τῶν εὐσεβῶν, εὐμενῶς
μακαρίζουσι, τὴν πολιτείαν σου Πάτερ καὶ τὴν ψυχήν, ὡς κειμήλιον τοῦ Πνεύματος.
Πρὸς τὸ οὐράνιον κάλλος ἔχων θεσπέσιε, τὴν ἔφεσιν
παμμάκαρ, εἰς οὐδὲν ἐλογίσω, τερπνότητα τοῦ βίου καὶ κοσμικήν, φαντασίαν
κατήσχυνας, καὶ ποθουμένων ἐπέτυχες ἐκ Θεοῦ, Ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Δόξα... Ἦχος β'
Τὴν κοσμικὴν τοῦ βίου τερπνότητα ἀπαρνησάμενος Ὅσιε,
παμμάκαρ Ἀναστάσιε· τὸν νοῦν σου πρὸς ὀρεκτῶν τὸ ἀκρώτατον κατὰ τῶν τυράννων, τὸν
Χριστὸν ὁμολογήσας οὐ τὸ πῦρ τῶν βασάνων δειλιάσας, σεαυτὸν ἔδωκας εἰς θάνατον,
διὸ Χριστὸς ὁ Θεός, βραβείοις σε ἀθανάτοις ἐστεφάνωσεν ἐν οὐρανοῖς· καὶ ἐν γῇ
θαύμασι κατεκόσμησεν, ὡς ἔχων οὖν παῤῥησίαν πρὸς Αὐτόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν
πίστει καὶ πόθῳ, τελούντων ἀεὶ τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος
ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ
παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως
Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Φῶς νοερὸν τοῦ ἀνεσπέρου ἡλίου Χριστοῦ, ἐν διανοίᾳ σου
μάκαρ λαβών, Ἀναστάσιε πάντιμε, τὴν κεχυμένην σκοτόμαιναν τῆς ἡλιακῆς
πυρσολάτρου θρησκείας ἀθρόως ἐξέκλινας, ἀλλοιωθεὶς θείᾳ χάριτι. Ὅθεν πόθῳ
διακαεῖ πρὸς πάντα τὰ εἴδη τῶν βασάνων χωρῶν, ὡς εὐσταλὴς σταδιοδρόμος, τῷ ὄρει
τοῦ μαρτυρίου προσεπέβης ἀνενεχθεὶς εἰς ἀκρώρειαν, καὶ τῶν ἀγώνων τὰ γέρα
κομισάμενος, πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Τὸν γενναῖον Ἀθλητήν, Ἀναστάσιον, τὸν ὑπὲρ τῆς εὐσεβείας
καλῶς ἀγωνισάμενος· δεῦτε λαοὶ ὑμνήσωμεν λέγοντες· χαίροις ὁ στεῤῥὸς τῆς
πίστεως πρόμαχος, κατὰ τοὺς Προφήτας καὶ Ἀποστόλους· χαίροις ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ,
μιμησάμενος ἔργῳ τὸν Παῦλον· χαίροις ὁ τῶν καμνόντων, ἀχείμαστος λιμήν· χαίροις
τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.
Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, νικητὴς Μήδων καὶ Χαλδαίων, γέγονας τῶν νοητῶν·
πᾶσαν Βαβυλῶνος πλάνην καθελὼν τῇ δυνάμει τοῦ Σταυροῦ· οὐ τῷ λείῳ τῶν ἡδονῶν ἐθέλχθης,
οὐ τὸ πῦρ τῶν πειρασμῶν ἐδειλίασας. Διὸ Χριστὸς ὁ Θεὸς ἡμῶν βραβείοις σε
νικητικοῖς ἐστεφάνωσεν· ὅθεν σὺν Ἀγγέλοις παριστάμενος, πρὸς Κύριον ἱκέτευε αἰτούμενος
εἰρήνην· καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὰς ἀριστείας σου στεῤῥέ, ἢ τίς ἐξαριθμήσει τῶν
ἀγώνων σου τὰ πλήθη; Πολλὰ καὶ ὑπὲρ φύσιν ὥσπερ ἄσαρκος ὑπήνεγκας, πλείονα τὰ
βραβεῖα ἀσυγκρίτως ἐκομίσω ἐκ τῆς ἀνακτορικῆς δεξιᾶς, Ἰησοῦ τοῦ Θεανθρώπου
παντοκράτορος, Ἀθλητὰ Ἀναστάσιε· οὐ μόνον γὰρ τῶν ζωηῤῥύτων παθημάτων Αὐτοῦ,
κοινωνὸς ἠξιώθης γενέσθαι, ἀλλὰ καὶ τῆς ἀφθάρτου δόξης ὡς Μάρτυς ἀξιοθαύμαστος.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις, νοῦν τε καὶ καρδίαν
καθάρωμεν· δεῦτε αἶνον ᾄσωμεν τῷ στεφοδότῃ Βασιλεῖ, ἐπὶ τῇ πολυωδύνῳ σφαγῇ Ἀναστασίου
τοῦ σοφοῦ· σήμερον γὰρ ἡ τῶν πραέων γῆ τοῦτον δέχεται, ὡς μιμητὴν τοῦ σωτηρίου
πάθους, καὶ τῶν ἀγώνων τὸ πλῆθος τὸ ἄπειρον εὐλαβουμένη, τῷ νικοποιῷ Θεῷ δόξαν ἀπονέμει.
Ὅσιοι λευχειμονοῦντες σὺν Ἀθλοφόροις, περιχαρῶς εὐφημοῦσι τὸν τέμοντα τὰς ἐπινοίας
Περσῶν· πάνητες οὖν προσείπωμεν αὐτῷ δεόμενοι· εὐσεβῶν θείαν ἄθροισιν Ἅγιε
περιφύλαττε, τὴν ἐκ πόθου τελοῦσαν τὴν φωτοφόρον σου ἄθλησιν.
Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον.Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν ἀληθῶς.
Χαίροις, ὁ τῆς Περσίας φωστήρ, ὁ τοὺς ἀπίστους ταῖς βολίσι
τοῦ Πνεύματος· παμμάκαρ διαχλευάζων, καὶ τῶν τυράννων ὁρμάς, ὑπὲρ τῆς ἀγάπης τοῦ
ποιήσαντος, οὐδὲν λογισάμενος, εἰς πολύπλοκα βάσανα, αὐτομολήσας, πᾶσαν πλάνην ἐδίωξας,
καὶ τὰς φάλαγγας, τῶν δαιμόνων κατήσχυνας· χαίροις ὁ τὴν ἐνέργειαν, Χριστοῦ καὶ
Θεοῦ ἡμῶν, καὶ πᾶσαν δόξαν διδάξας, τοῖς μελιῤῥύτοις σου ῥήμασιν, Αὐτὸν οὖν
δυσώπει, Ἀναστάσιε τρισμάκαρ, ὑπὲρ τῶν δούλων σου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς Ἁγίοις Αὐτοῦ.
Οἶκος, τῶν ἀρετῶν γεγονώς, καὶ τῶν χαρίτων τῶν ἀφθάρτων
τοῦ Πνεύματος, ἀστράπτεις ἐκ τῆς ἑώας, ὥσπερ ἀστὴρ φαειν΄΄ος, πρὸς δυσμὰς ἀκτίσι
τῶν θαυμάτων σου· διὸ μεγαλύνομεν, τὴν σὴν μνήμην μακάριε, καὶ μελῳδοῦμεν, καὶ
πλουσίως γεραίρομεν, τὸν Φιλάνθρωπον, τὸν σεπτῶς σε δοξάσαντα· πάσης εἰς γῆς τὰ
πέρατα, σοφὲ Ἀναστάσιε, καὶ ἀθανάτοις βραβείοις, ἐν οὐρανοῖς στεφανώσαντα, Αὐτὸν
οὖν δυσώπει, ταῖς ψυψαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν
τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Φέρων, τὸν τοῦ Κυρίου Σταυρόν, ὡς φυλακτήριον παθῶν ηὐτομόλησας, ἀνδρείως πρὸς τοὺς ἀγῶνας, τοῦ
μαρτυρίου ζητῶν, πιεῖν τοῦ θανάτου τὸ ποτήριον· κατ’ ὄναρ ὡς εἴρηκας, εἰς χρυσοῦν
εἶδος Ἅγιε, δι’ ὀνείρατος ὅθεν ἔχων τὴν ἔφεσιν, πρὸς ἀκρότατον, θεῖον κάλλος τοῦ
κτίσαντος. Τίς μὲ χωρίσει ἔκραζες, ἐκ θείας ἀγάπης τε; Οὔτε λιμὸς οὔτε θλίψις,
οὔτε τοῦ βίου ἀφαίρεσις· διὸ πρὸ τὸ τέλος, σεαυτὸν τὸ τοῦ θανάτου, μάκαρ
μετέδωκας.
Δόξα. Ἦχος β΄.
Ἐμεγάλυνας Χριστέ, ὡς ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν Βαβυλῶνι, τοῦ
Τιμίου Σταυροῦ τὴν δύναμιν· ἔμαθον γὰρ δι’ αὐτοῦ, τὴν ζωοποιὸν τῆς Ἀναστάσεως ἑορτήν·
καὶ γέγονεν ἐν αὐτοῖς ὁ αἰχμάλωτος, ἐλευθερωτὴς εἰδωλομανίας, καὶ Μάρτυς ἀπαράγραπτος
τῶν θαυμάτων, ὁ νῦν εὐφημούμενος Ἀθλητής, Ἀναστάσιος ὁ ἔνδοξος, σὺν Ἀγγέλοις
χορεύων, καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι
θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν,
τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε,
σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ
δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α'
Τῶν Μαρτύρων τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν
θησαυρὸν τῆς Περσίας, τὸν σοφὸν Ἀναστάσιον· τὸν μέγαν ἀντιλήπτορα πιστῶν, τὸν κήρυκα
τῆς πίστεως ἡμῶν· ταῖς ἀγγελικαῖς ὑμνῳδίαις, εὐφημοῦμέν σε λέγοντες·Δόξα τῷ
δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν πλάνην ἀφέμενος τὴν τῶν Περσῶν νουνεχῶς, τῇ πίστει
προσέδραμες τῇ τοῦ Χριστοῦ εὐσεβῶς, σοφὲ Ἀναστάσιε· ὅθεν καὶ ἐν ἀσκήσει,
διαπρέψας ἐνθέως, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὸν ὄφιν καθείλες· διὸ διπλῷ στεφάνῳ,
θεόθεν ἐστεφάνωσαι.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν
Συνάναρχον Λόγον.
Τὸν ὁπλίτην Κυρίου τὸν ὑπερθαύμαστον, ἐκ Περσίας ὀφθέντα ὡς
ῥόδον ἔκλαμπρον, τὸν τοὺς πολλοὺς πειρασμοὺς ὑπομείναντα· Ἀναστάσιον πιστοί, ὑμνολογοῦντες
εὐσεβῶς, δοξάσωμεν κατὰ χρέος, πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχᾶς ἡμῶν.
Δόξα. Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον,
χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα
θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν
σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄.
Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Περσίας τὸν μέγαν φωταγωγόν, τὸν
τροπώσαντα σκότος τῶν δυσσεβῶν, ἀθεΐας τὴν νύκτα συντόνως ἐλαύνοντα, καὶ πρὸς φῶς
χαρίτων δραμόντα τοῦ Πνεύματος, ὅθεν καὶ τὰς τρίβους, ἀγγελικῆς πολιτείας, ἐνθέως
διδάξαντα, ἀνυμνοῦντες δοξάσωμεν, καὶ συμφώνως βοήσωμεν· πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης
σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν
φαιδρὰν πανήγυριν, τοῦ Ἀθλοφόρου καὶ σεπτήν, Ἀναστασίου τοῦ Μάρτυρος, ὅνπερ ὑμνοῦντες,
ἐν πίστει δοξάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, ἐν
γαστρὶ συνέλαβες, τὸν ἀθεώρητον Θεόν, ἁγνὴ Παρθένε πανάμωμε, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν
τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὕψωσιν.
Ὀ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. α΄. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Ὅσιε Πάτερ, νικητὴς Μήδων καὶ Χαλδαίων, γέγονας τῶν νοητῶν·
πᾶσαν Βαβυλῶνος πλάνην καθελὼν τῇ δυνάμει τοῦ Σταυροῦ· οὐ τῷ λείῳ τῶν ἡδονῶν ἐθέλχθης,
οὐ τὸ πῦρ τῶν πειρασμῶν ἐδειλίασας. Διὸ Χριστὸς ὁ Θεὸς ἡμῶν βραβείοις σε
νικητικοῖς ἐστεφάνωσεν· ὅθεν σὺν Ἀγγέλοις παριστάμενος, πρὸς Κύριον ἱκέτευε αἰτούμενος
εἰρήνην· καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Κανὼν τοῦ Μάρτυρος
ᾨδὴ α' Ἦχος α' Σοῦ ἡ τροπαιοῦχος δεξιά
Ὄρθρῳ λαμπροτάτῳ σου Χριστέ, τῆς ἀναστάσεως περιλαμπόμενος,
ταύτης ὁ ἐπώνυμος, Ἀνατολῆς ἐξορμηθεὶς ὡς ἥλιος, νῦν τὴν Ἐκκλησίαν, περιαυγάζει
τοῖς θαύμασι.
Θείας ἀγαπήσεως πλησθείς, καρτερικῶς τὰς βασάνους ὑπέμεινας,
μάρτυς Ἀναστάσιε, καὶ τῷ Χριστῷ ἀσκητικοῖς ἠγλαϊσμένος κάλλεσι, χαίρων προσηνέχθης,
εὐῶδες θῦμα πανάριστε.
Θεοτοκίον
Ἵλεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον,
Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σὲ γὰρ προστασίαν, καὶ σωτηρίαν
κεκτήμεθα.
ᾨδὴ γ' Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν
Τὴν τρίβον ὁδεύσας τὴν στενὴν ἐν πρώτοις δι’ ἀσκήσεως, πρὸς
μαρτυρίου κλέος προέκυψας διὰ βασάνων τρυφὴν εὑράμενος, διὰ πόνων ἔνδοξε Μάρτυς
Ἀναστάσιε, τήν οὐράνιον τέρψιν δρεπόμενος.
Ὁ τόνος τῆς ἀθλήσεως τῆς σῆς, εἰς πᾶσαν ἐξελήλυθε, τὴν οἰκουμένην
Μάρτυς ἀήττητε· πρὸς ἁμαρτίαν γὰρ μέχρις αἵματος, ἀντικαθιστάμενος, νικηφόρος γέγονας,
καὶ στεφάνῳ τῆς νίκης κεκόσμησαι.
Ἀγώνων τῶν σῶν θεουργικῶς, εἰς πᾶσαν τὴν ὑφήλιον, ὑπομονὴ
καὶ καρτερία ἐπέδραμεν, ὡς τὸν πανοῦργον ὄφιν ἐπάτησας, καὶ ἀπίστους εἵλκυσας,
πρὸς φῶς τὸ ἀνέσπερον, καὶ πρὸς τρίβον τῆς θείας ἐλλάμψεως.
Θεοτοκίον
Ἐκ σοῦ ἀνεβλάστησεν ἡμῖν, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον
πᾶσαν τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὐτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ
σοῦ γενόμενος, ὑπὸ χρόνον Παρθένε παναμωμε.
Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐν δόξῃ τελειότητος, ὤφθης ὑπέρτιμος, ὡς θείαις λαμπόμενος,
φωταγωγίαις τὸν νοῦν, καὶ γνοὺς τοῦ Σταυροῦ τὴν ἰσχύν, ὅσιος ἐν ἀσκήσει, καὶ ἐν
αἵματι Μάρτυς, γέγονας θεοφρόνως Ἀναστάσιε Μάρτυς· διὸ καὶ τῶν θαυμάτων ἐν σοί,
βλύζει τὴν χάριν Χριστός.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι,
τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας·
ὄθεν σε κατὰ χρέος μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι
Οὐδὲν σε τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρησεν, οὐ τῶν μελῶν ἡ
ἐκκοπή, οὐ τῶν βασάνων ἀπειλή, οὐ ξίφος οὐ θάνατος, ἀλλ’ οὐδὲ πῦρ, οὐδὲ λιμὸς Ἀναστάσιε,
τῆς οὐρανίου χορείας ὁμόσκηνε.
Συντόνως ἐπ’ ὤμων τὸν σταυρόν σου ἀράμενος, κατηκολούθησας
Χριστοῦ, ταῖς σωτηρίοις ἐντολαῖς· καὶ τούτου γενόμενος, ἐκμιμητής, μέχρι θανάτου
Πανάριστε, νῦν ἀπολαύεις αὐτοῦ τῆς λαμπρότητος.
Θεοτοκίον
Χαρὰν σοι σαφῶς οὐρανόθεν ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή,
εὐηγγελίσατο εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς
σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.
ᾨδὴ ε' Θεὸς ὤν εἰρήνης
Ὁ μέγα καυχώμενος, ἄμετρα πρίν, καὶ τὴν γῆν ἀπειλῶν καταλήψεσθαι,
καὶ μάτην φρυαττόμενος, τὴν θάλασσαν σοφέ, εἰσάπαν ἐξαλείφειν ταῖς σαῖς ἀνδραγαθίαις,
Ἀναστάσιε Μάρτυς, καταπατεῖται ὁ ἀντίθεος.
Νομίμως ἀθλήσας, μάρτυς Χριστοῦ, καὶ νικήσας τῶν ἄθλων τὰ
ἔπαθλα, θαυμάτων τὴν ἐνέργειαν, κομίζεται σαφῶς· νόσους γὰρ θεραπεύει, καὶ δαίμονας
ἐλαύνει, τοῦ Χριστοῦ τῇ δυνάμει, τερατουργῶν ὁ Ἀναστάσιος.
Θεοτοκίον
Κατάραν τῆς Εὔας τῆς πάντων μητρός, τῷ σῷ τόκῳ Παρθένε
κατήργησας, τῷ κόσμῳ εὐλογίαν, ἀνατείλασα Χριστόν· διὸ σε γεγηθότες, καὶ στόματι
καὶ γλώττῃ, Θεοτόκον κυρίως, ὁμολογοῦντες μακαρίζομεν.
ᾨδὴ ς' Σπλάγχνων Ἰωνᾶν
Αἴγλῃ τοῦ Σταυροῦ, σοφῶς λαμπρυνόμενος, τῆς πλάνης τὸ ζοφῶδες
διέλυσας, καὶ νενίκηκας, συμπλακεὶς τῷ τυράννῳ πανένδοξε, καὶ χαίρων ἐκομίσω
σου τὰ τρόπαια σοφέ, Μάρτυς Χριστοῦ Ἀναστάσιε, συγχορεύων Μαρτύρων στρατεύμασιν.
Ἔνδοξος ἐν γῇ, ὁ σὸς βίος γέγονε, θεόφρων τρισμάκαρ Ἀναστάσιε·
καταίσχυνας γάρ, τὸν βελίαρ τὸν ἄτιμον αἵμασι· πρὸς θάνατον ἐχώρησας γενναίῳ
λογισμῷ, ὅθεν καὶ Χριστῷ ἐκραύγαζες· τῇ δυνάμει Σου δόξα φιλάνθρωπε.
Οἶκος σεαυτόν, τρισμάκαρ ἐτέλεσας, Πατρὸς καὶ Υἱοῦ, καὶ
θείου Πνεύματος, τῆς θεότητος, τῆς μιᾶς καὶ ἁγίας τε φύσεως, ἣν ἐκήρυξας τοῖς αἵμασι
καὶ ῥήμασι· ταύτην καὶ ἡμεῖς δοξάζομεν, καὶ συμφώνως πιστοὶ μεγαλύνομεν.
Θεοτοκίον
Ἅπας ὁ χορός, θεόθεν μιμούμενος, ὁ τῶν Προφητῶν σου προηγόρευσε,
τὸ μυστήριον, τῆς ἀφράστου καὶ θείας συλλήψεως, τῆς ἐκ σοῦ τοῦ Θεοῦ Λόγου
Μητροπάρθενε· σὺ γὰρ τὴν ἀληθεστάτην τε, καὶ ἀρχαίαν βουλὴν ἐφανέρωσας.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν ἀσκήσει πρότερον, ἐνδιαπρέψας, καρτερῶς διήνυσας, τοῦ
μαρτυρίου τὴν ὁδόν, ὅθεν ἀξίως δεδόξασαι, Ὁσιομάρτυς Χριστοῦ Ἀναστάσιε.
Ὁ Οἶκος.
Σταυροῦ τὴν δύναμιν ὁρῶν, εὐθύτητι καρδίας, ἐκλάμπουσαν
περιφανῶς, ἐν τῇ πατρίδι σου σοφέ, τοῦ σταυρωθέντος δι’ ἡμᾶς, τὴν θείαν εὐσπλαγχνίαν,
ὅλος κατηύγασαι τὸν νοῦν, τῇ τούτου φωταυγείᾳ· ὅθεν πίστει καὶ σπουδῇ, Αὐτῷ ἀκολουθήσας,
περιφανείας κοσμικῆς, ἀπέῤῥιψας τὸν ὄγκον· ἔνθεν ἐν ἀσκήσει, δι’ ἐναρέτων ἔργων
στομωθείς, τὸ ὑπὲρ Χριστοῦ μαρτύριον, νομίμως ἀνεδέξω, πυρσολατρῶν τὴν πλάνην
καταισχύνας, Ὁσιομάρτυς Χριστοῦ Ἀναστάσιε.
Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.
Ἀναστάσιος
ἐν τραχήλῳ τὸν βρόχον,
ὡς
λαμπρὸν ὅρμον ὡραΐζεται φέρων.
Οὗτος, ἦν ἐκ Περσίδος,
βασιλεύοντος μὲν Χοσρόου τῶν Περσῶν, Ῥωμαίων δὲ Ἡρακλείου, ἐκ πατρίδος Ῥαζήχ,
χώρας Νουνῆ. Ἦν δὲ αὐτῷ πρότερον ὄνομα Μαγουνδάτ, υἱὸς Μάγου τινός, καλουμένῳ
Βάβ, παρ’ οὗ τὴν μαγικὴν ἐπαιδεύθη, ἄρτι τῇ στρατείᾳ τῶν τυράννων καταλεγείς.
Καταδραμόντων δὲ τῶν Περσῶν τοὺς τῆς Ἁγίας Πόλεως τόπους, καὶ πολλῶν αἰχμαλώτων
ληφθέντων, συναπήχθη καὶ τὸ Τίμιον Ξύλον τοῦ ζωοποιοῦ Σταυροῦ, ἐν ᾧ ὁ Κύριος
ἡμῶν τὸ κατὰ σάρκα πάθος ὑπέμεινε. Καὶ διὰ τὰ παρ’ αὐτοῦ τελούμενα θαύματα,
ἐφημίζετο, ὅτι ὁ τῶν Χριστιανῶν Θεός, ἧκεν ἐνθάδε.
Ὁ δὲ Μαγουνδάτ, ὑπὸ τῆς τοῦ
Θεοῦ κινούμενοι χάριτος, θερμότερον ἐζήτει μαθεῖν περὶ τοῦ Χριστοῦ. Ὅθεν καὶ
παρὰ πιστοῦ τινός, τὴν κατὰ τὸν Σταυρὸν πᾶσαν οἰκονομίαν μαθών, ἐπίστευσεν εἰς
Χριστόν. Εἶτα μετὰ τοῦ Περσικοῦ στρατεύματος ἐν Χαλκηδόνι γενόμενος, καὶ
πυθόμενος τὴν Περσῶν παρὰ Ἡρακλείου καταστροφήν, παρεγένετο εἰς Ἱεράπολιν.
Ἔνθα, ἐντυχὼν ἀργυροκόπῳ τινι, μετ’ αὐτοῦ τὴν τέχνην συνεκπονεῖ.
Ἐκεῖθεν δὲ τὰ Ἱεροσόλυμα
καταλαβών, ἐν τῇ Ἁγίᾳ Πόλει λαμβάνει τὸ βάπτισμα, καὶ Ἀναστάσιος ὀνομάζεται.
Καὶ γενόμενος ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα, τὸ ἱερὸν τῶν μοναχῶν σχῆμα λαμβάνει.
Ἔνθα πᾶσαν ὁδὸν διελθών, εἰς ἀρετὴν φέρουσαν, καὶ τὰ ἱερὰ γράμματα μαθών, καὶ
τὸ Ψαλτήριον ἀποστοματίσας καὶ πλείονα τὸν πρὸς Θεὸν πόθεν ἐκκαύσας, τὴν διὰ
μαρτυρίου καὶ αἵματος ἐπηύχετο αὐτῷ γενέσθαι τελείωσιν. Ὁρῶν γὰρ ἐν ταῖς
συγγραφαῖς οἷον ἐμπνέοντας καὶ ἀγωνιζομένους τοὺς Ἁγίους Μάρτυρας, σφοδρῶς πρὸς
τὴν τούτων ἐξεκαίετο μίμησιν. Ὅθεν καὶ ὄναρ ἔδοξε ποτήριον χρυσοῦν, πλῆρες
οἴνου, λαβὼν ἐκπιεῖν. Σύμβολον δὲ νομίσας τῆς ἐμφύτου ἐπιθυμίας τοῦ διὰ Χριστὸν
μαρτυρίου, τῶν θείων Μυστηρίων μεταλαβών, ἐξῆλθε τῆς Μονῆς.
Καὶ ἐν Καισαρείᾳ τῆς
Παλαιστίνης γενόμενος, ἰδὼν Μάγους, καὶ τὰ παρ’ αὐτῶν πραττόμενα διαχλευάσας,
καὶ Χριστιανὸν ἑαυτὸν ὀνομάσας, συλλαμβάνεται παρ’ αὐτῶν, καὶ ἄγεται πρὸς
Μαρζαβανᾶν, ἄρχοντα αὐτῶν, ἐφ’ οὗ προσετάχθη λίθους κομίζειν. Ἔνθα πολλοὶ τῶν
ἀπὸ τοῦ γένους προσερχόμενοι, οὐδεμιᾶς ἐφείδοντο παροινίας, ἐναλλόμενοι αὐτῷ,
καὶ αὐτοῦ τὸν πώγωνα τίλλοντες, ὕβριν γὰρ τοῦ γένους ἡγοῦντο τὴν εἰς Χριστὸν
πίστιν. Εἶτα παρ’ αὐτῶν τύπτεται σφοδρῶς. Ἀχθεὶς δὲ πρὸς τὸν βασιλέα τῶν
Περσῶν, καὶ τὸν Χριστὸν ὁμολογήσας, καὶ πρὸς τὴν τῶν Περσῶν θρησκείαν αὖθις
ὑπαχθῆναι μὴ καταδεξάμενος, τύπτεται ῥάβδοις ἀφειδῶς, καὶ τῆς μιᾶς ἀναρτᾶται
χειρός, κάτωθεν αὐτοῦ λίθου ἐξηρτημένου. Εἶτα βρόχου ἐξαφθέντος αὐτοῦ τῷ
τραχήλῳ, κωλύεται ἀναπνεῖν, καὶ μικρὸν ἔτι ἀναπνέων, ἀφαιρεῖται τὴν κεφαλήν.
Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτοῦ Μαρτυρίῳ, τῷ ὄντι ἔνδον τοῦ
Ἁγίου Μάρτυρος Φιλήμονος, ἐν τῷ Στρατηγίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου
Ἀποστόλου Παύλου.
Ἔρωτι
θείων Τιμόθεος στεμμάτων,
Τυφθεὶς
βάκλοις, ἔβαψε γῆν ἐξ αἱμάτων.
Οὗτος ἦν ἐκ πόλεως Λύστρας,
πατρὸς Ἕλληνος, μητρὸς δὲ Ἰουδαίας, Εὐνίκης καλουμένης. Μαθητευθεὶς δὲ Παύλου
τῷ Ἀποστόλῳ, καὶ συνεργὸς τοῦ θείου Εὐαγγελίου καὶ κήρυξ γενόμενος, Ἰωάννῃ τῷ
διαφερόντως ἠγαπημένῳ Μαθητῇ συγγίνεται, καὶ ὑπ’ αὐτοῦ τοῦ Ἀποστόλου Παύλου,
ἐπίσκοπος Ἐφέσου καθίσταται. Μετὰ γὰρ τὸ ἐκβρασθῆναι τὸν Ἰωάννην ἀπὸ τῆς
θαλάσσης, καὶ τῇ Ἐφέσῳ ἀποδοθῆναι, ὕστερον δὲ ὑπὸ Δομετιανοῦ βασιλέως, τρόπῳ
ὑπερορίας, τῇ Πάτμῳ νήσῳ ἀπενεχθῆναι, οὗτος ὁ μακάριος Τιμόθεος, τῆς Ἐφεσίων
ἀντεποιεῖτο ἐπισκοπῆς.
Τῶν δὲ εἰδωλολατρῶν, κατά
τινα πάτριον ἑορτήν, Καταγώγιον οὕτω καλουμένην, ἐν τῇ πόλει Ἐφεσίων, εἴδωλα
διὰ χειρὸς ἐχόντων, καί τινα περιτιθέντων ἑαυτοῖς προσωπεῖα, καὶ ἐν τούτοις
ἐπᾳδόντων, καὶ ἀνδράσι καὶ γυναιξί, ληστρικῶς ἐπιόντων, καὶ πολὺν φόνον ἐπ’
αὐτοῖς ἐργαζομένων, ὁ μακάριος Τιμόθεος, μὴ φέρων τὸ ἄτοπον τούτων ὁρᾷν, ἀλλὰ
τὴν ματαίαν αὐτῶν πλάνην διελέγχων καὶ ἀποστῆναι ἀπὸ τῶν αἰσχρῶν πράξεων
παραινῶν, ἀναιρεῖται ὑπ’ αὐτῶν, ῥοπάλοις ἐπιτιθεμένων αὐτῷ. Ὕστερον δὲ τὸ ἅγιον
αὐτοῦ μετεκομίσθη λείψανον ἐν Κωνσταντινουπόλει, καὶ κατετέθη ἐν τῷ Ναῷ τῶν
Ἁγίων Ἀποστόλων, ἔνθα καὶ ἡ Σύναξις αὐτοῦ τελεῖται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Μανουήλ, Γεωργίου, Πέτρου, Λέοντος, Σιωνίου,
Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου, καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά.
Ξίφος Μανουὴλ εἰς μέρη τέμνει δύω,
Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω.
Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας,
Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.
Ἄῤῥητον εἶχε τὴν προθυμίαν Λέων,
Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα.
Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων,
Μακρὰν Γαβριήλ, καὶ μακρὰν Σιωνίου.
Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφος
Ἰωάννης τε καὶ Λέων οἱ γεννάδαι.
Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,
Ὁδὸν παρῆλθεν ἡδέως τὴν τοῦ βίου.
Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν ξίφος,
Συνῆψεν αὐτὰς ἑνδεκαπλῇ ἑπτάδι.
Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω.
Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας,
Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν.
Ἄῤῥητον εἶχε τὴν προθυμίαν Λέων,
Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα.
Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων,
Μακρὰν Γαβριήλ, καὶ μακρὰν Σιωνίου.
Ὄντως στρατηγοὶ μὴ πτοούμενοι ξίφος
Ἰωάννης τε καὶ Λέων οἱ γεννάδαι.
Βληθεὶς Πάροδος χειροπληθῶν ἐκ λίθων,
Ὁδὸν παρῆλθεν ἡδέως τὴν τοῦ βίου.
Τρεῖς πενταρίθμους εἰκάδας κτεῖναν ξίφος,
Συνῆψεν αὐτὰς ἑνδεκαπλῇ ἑπτάδι.
Οὗτοι, ἐκ διαφόρων ἐπαρχιῶν
καὶ τόπων ὄντες, τὴν Ἀνδριανούπολιν κατώκουν. Βούλγαροι δέ, ἦκον Ῥωμαίους
καταστρεψόμενοι. Θρᾷκας δὲ καὶ Μακεδόνες αἰχμαλωτίσαντες, καὶ αὐτὴν τὴν
Βασιλίδα κατατρέχοντες, ἐν Ἀνδριανουπόλει παρεγένοντο, καὶ αὐτήν, τρισὶν
ἡμέραις προσμείναντες, εἷλον. Ἐπράττετο δὲ ταῦτα, Λέοντος τοῦ δυσσεβοῦς
Ἁρμενίου βασιλεύοντος, καὶ Κρούμου τοῦ βουλγαρικοῦ κατέχοντος ἔθνους. Ἐπεὶ δὲ
Κροῦμος ἐγκρατὴς ἐγένετο τῆς πόλεως, ἐξέβαλεν ἔξω πάντας, χιλιάδας τὸν
τεσσαράκοντα. Σὺν αὐτοῖς δὲ καὶ τὸν ἁγιώτατον ἐπίσκοπον ἐκβαλών, κατὰ τοῦ
αὐχένος, ἐπὶ γῆν ῥιφέντα, πεπάτηκε.
Κρούμου δὲ τὸ ζὴν
ἀποῤῥήξαντος, Δούκουμος τὴν ἀρχὴν διαδέχεται. Καὶ αὐτοῦ κατὰ πόδας τεθνηκότος,
Δίτζεγγος ἄρχων τῶν Βουλγάρων γνωρίζεται, ὠμὸς καὶ ἀπάνθρωπος. Ὅς τὸν μέγαν
ἀρχιερέα Μανουήλ, μέσον διχάσας, καὶ τὰς χεῖρας σὺν τοῖς ὤμοις ἀποτεμών, βορὰν
τοῖς κυσὶ παρέθετο. Καὶ ἀορασίᾳ πληγείς, ὑπὸ τῶν οἰκείων ἀναιρεῖται.
Μουρτάγων δὲ τὴν ἀρχὴν
δεξάμενος, ἅπαντας τοὺς Χριστιανούς, τοὺς μὴ πειθομένους τὸν Χριστὸν
ἀρνήσασθαι, ἐξ ἀνθρώπων ποιεῖ. Καὶ οὓς μὲν δεσμοῖς καὶ στρεβλώσεσιν ὑπεβαλών,
οὓς δὲ ἀπανθρώποις αἰκίαις τιμωρούμενος, τῆς παρούσης ζωῆς ἀπεῤῥίψατο. Τὸν δὲ
ἐν Ἁγίοις ἀρχιερέα Δεβέλτου Γεώργιον, καὶ Πέτρον ἐπίσκοπον, ῥάβδοις ἀπανθρώπως
κατακόψας, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀπέτεμεν, ὡσαύτως καὶ ἕτερον πλῆθος,
τριακοσίους ἑβδομήκοντα ἑπτά, τῇ τοῦ ξίφους τιμωρίᾳ ὑπέβαλε. Καὶ ἕτερον Λέοντα
καὶ Ἰωάννην, τοὺς τῶν Χριστιανῶν στρατηγούς. Λέοντος δὲ τοῦ ἐν Ἁγίοις ἐπισκόπου
Νικαίας, τῇ θέσει φαινομένου εὐνούχου, ξίφει τὴν γαστέρα διέτεμε. Καὶ Γαβριήλ,
καὶ Σιώνιον μαχαίρᾳ ἀπέτεμε. Πάροδον δέ, τὸν ἱερώτατον πρεσβύτερον, λίθοις
βληθῆναι κατεδίκασε, καὶ ἑτέρους πολλοὺς διαφόροις αἰκίαις τιμωρησάμενος,
ἐθανάτωσεν. Οὐ μόνον δὲ οὗτος ὁ δυσσεβὴς Μουρτάγων, ἀλλὰ καὶ οἱ κατὰ διαδοχὴν
Βουλγαρικοὶ γενόμενοι ἄρχοντες, πολλοὺς τῶν Χριστιανῶν διὰ ποικίλων κολάσεων,
τῷ θανάτῳ παρέπεμψαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀναστασίου τοῦ Διακόνου, τῆς Μεγάλης Λαύρας τοῦ
Κιέβου, τοῦ ἀσκήσαντος ἐν τῷ ΙΒ΄ αἰῶνι μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσήφ, τοῦ ἡγιασμένου τοῦ Σαμακοῦ.
Ἰωσὴφ τὸν μέγιστον ἐν σωφροσύνῃ,
Ὑμνήσωμεν ἅπαντες λαοὶ ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Ζαμπίνσκιϋ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάσαφ, ἐπισκόπου Ἰρκούτσκ τῆς Σιβηρίας, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῆς εὑρέσεως τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπικαλουμένης Ἐλεηστρίας, γενομένης κατὰ τὸ ἔτος 1897.
Εἰκών Σου Ἁγνὴ ἐκ γῆς ἀναδοθεῖσα,
Δίδωσιν ἡμῖν ἀεί, ἄφθονον χάριν.
Ἔστι τοίνυν πόλις ἐν Ἑλλάδι
κατὰ τὴν Πελοπόννησον, Κορώνη καλουμένη. Αὕτη ἐπὶ τὴν θάλασσαν κεῖται καὶ πρὸς
Λιβύην ὁρᾷ, κάστρῳ δὲ παλαιῷ ἐστεφάνωται. Κάτωθεν οὖν τῶν τοῦ κάστρου τειχῶν,
ἐν ἀποκρήμνῳ τόπῳ καὶ ἀβάτῳ, φῶς καθ’ ἑσπέραν οἱ πιστοὶ καθεώρων, τὸ δὲ
φαινόμενον εὐλαβούμενοι αἰτίᾳ τινὶ ἑτέρᾳ ἀπεδίδουν, ἐν ἐκείνῳ γὰρ τῷ τόπῳ
κατακεκρήμνισταί ποτε ὑπὸ τῶν ἀπίστων ὁ τῆς πόλεως ἐπίσκοπος Γρηγόριος
τοὐπίκλην Μπίστης, ὁ ἐκ τῆς νήσου Ἄνδρου. Ἀλλὰ καὶ γυναικί τινι, ᾗ ὄνομα Μαρία,
τῇ μὲν ἡλικίᾳ προβεβηκυίᾳ, εὐσεβείᾳ δὲ καὶ ὁσιότητι κεκοσμημένῃ, ἡ Ὑπεραγία
Θεοτόκος καθ’ ὕπνους πεφανέρωται καὶ τοῦ κατὰ τόπον ἐκεῖνον ἀναζητῆσαι τοὺς
χριστιανοὺς τῆς ἑαυτῆς ἁγίαν εἰκόνα ταύτην προτέτραπται. Τοῦτο δὴ πολλάκις
ἐγένετο, ὅτι ὄκνον τῷ τῆς γυναικὸς λογισμῷ ὁ πονηρὸς ἐνέβαλλε, τοῦ μὴ εἰπεῖν τὸ
ὅραμα, ἐφοβεῖτο γὰρ ὀνειδισμὸν καὶ λοιδόρησιν. Ἀλλὰ καὶ αὖθις ὤφθη τῇ γυναικὶ ἡ
τοῦ Θεοῦ Μήτηρ, ἐντονώτερον ταύτην προτρεπομένη καὶ οἰονεὶ προσταγὴν διδοῦσα.
Τῆς δὲ γυναικός, εἰπούσης ἐπὶ τέλους τὸ πρᾶγμα, πλῆθος ἀνδρῶν εὐσεβῶν
ἐξελθόντες, τὸν τόπον ἀνώρυσσον εἰς ἀνεύρεσιν τῆς εἰκόνος· ἦν δὲ ὁ τόπος ἐκεῖνος
πετρώδης λίαν, διὸ καὶ καμάτῳ καμφθέντες οἱ ὀρύκται, ἤρξαντο παραιτούμενοι τοῦ
ἔργου. Ὅθεν τοῦ ἡλίου ἀμφὶ μεσηβρίαν ὄντως καί τινων μετὰ πίστεως τὴν εἰκόνα
ἕως ἄρτι ζητούντων, ἡ Παναγία κορασίδι τινὶ πεφανέρωται, ἣν ἐπὶ τὸν τόπον
ἀγαγοῦσα -οὐδενὸς ἑτέρου ὁρῶντος τὸ θαῦμα- ὄπου ἡ εἰκὼν κατεκέχωστο σαφῶς
ὑπέδειξε καὶ ἄφαντος αἴφνης ἀπὸ τῆς παιδίσκης ἐγένετο. Ἡ δὲ μετὰ βραχὺ
συνελθοῦσα, τοῖς ὀρύσσουσιν ἔδειξεν ἀκριβῶς τὴν τὸν θεῖον θησαυρὸν κατέχουσα
κρύπτην. Ὥρυξαν οὖν τὴν εἰκόνα ζητοῦντες καὶ σεισμός τε μέγας καὶ βρόμος
ὑποχθόνιος τὴν πόλιν ἅπασαν ἔσεισε, μεθ’ ὃν, ὡς ἥλιος ἐκ γῆς ἀνατείλασα, ἔλαμψε
φαιδρῶς εἰς φῶς ἐλθοῦσα ἡ τῆς Θεομήτορος θεία εἰκών. Ἀνώρυκται τοίνυν ἐκ γῆς ὡς
θησαυρὸς πολύτιμος ἡ τῆς Θεομήτορος εἰκών, καὶ σὺν αὐτῇ ἐν ταῖς δυσὶν ἐπιούσαις
ἡμέραις εἰκόνες ἕτεραι δύο, ἤγουν ἡ τοῦ Σωτῆρος Χριστοῦ ἐπὶ τοῦ Σταυροῦ καὶ ἡ
τοῦ Ἀποστόλου Λουκᾶ. Ταῦτα δὲ γέγονεν τῷ 1897 ἔτει μ. Χ., ἐν ἡμέραις ΚΑ΄, ΚΒ΄,
καὶ ΚΓ΄. Αὖθις δὲ ναὸς περικαλλῆς τῆς Θεοτόκου ἀνεργέθη, καὶ λαμπρῶς
κατακοσμηθῆναι καὶ ἀναθήμασι τῶν εὐσεβῶν ὡραϊσθῆναι καὶ τὸν τόπον ὅλον
ἐκχερσωθῆναι, νοσημάτων δὲ καὶ παθῶν παντοίων ἰατρεῖον ἄμισθον ἐγένετο. Ἔκτοτε
γὰρ καὶ ἄχρις ἡμῶν πλῆθος θαυμάτων ὁ Θεός, ταῖς πρεσβείαις τῆς Παναγίας τελεῖ
ἐν αὐτῷ τῷ τόπῳ. Ὅθεν, τῷ πλήθει τῶν θαυμάτων, καὶ τῷ πλούτῳ τοῦ ἐλέους τῆς
Παναγίας, Ἐλεηστρίαν ταύτην ἐκάλεσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ῥώσων Ἁγίων
Νεομαρτύρων καὶ Ὁμολογητῶν τῶν ἐπὶ ἀθέου Κομμουνισμοῦ ὁμολογησάντων καὶ ἐν
φρικταῖς φυλακαῖς, δειναῖς ἐξορίαις, πικραῖς βασάνοις, ἐν παγετῷ καὶ κρύῳ, ἐν
δίψει καὶ πείνῃ καὶ ποικίλοις τρόποις μαρτυρησάντων ἐν ἔτει 1917-1990.
Μάρτυρες
ἐδείχθησαν Θεῷ Νέοι,
Ῥωσίας
γέννημα, Ὀρθοδοξίας κλέος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ' Σὲ νοητήν, Θεοτόκε κάμινον
Ὁ Ἀθλητής, τοὺς Πιστοὺς προτρέπεται, σαφὲς ὑπόδειγμα
δεικνύς, τὴν ἀνδρείαν τὴν ἑαυτοῦ, θεῖον νῦν μιμήσασθαι, πάθος τὸ ἑκούσιον, ὑπὲρ
ἡμῶν ὃ ὑπέμενεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἰσοσθενής, Τριὰς πιστεύεται, τοῖς εὐσεβείας ἐρασταῖς· οἱ
γενναῖοι γὰρ Ἀθληταί, ταύτης ὑπερήθλησαν, αἵματα ἐκχέοντες, μαρτυρικῶς συμπλεκόμενοι,
καὶ τὰς ψυχάς προδιδόντες, σαφῶς καὶ ἀναιρούμενοι.
Θεοτοκίον
Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον· ἐξ οὗ προῆλθεν ὁ Ποιμήν,
ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, δι’ εὐσπλαγχνίαν ἀκατάληπτον,
ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ᾨδὴ η' Θαύματος ὑπερφυοῦς
Γῆθεν σὺ πρὸς οὐρανούς στεφανηφόρος, Ἀναστάσιε Μάρτυς ἀνέπτης,
τὴν ἀπάτην ἅπασαν, τῶν δαιμόνων διεκφυγὼν καὶ πατήσας τῶν εἰδώλων τὰ σεβάσματα·
διὸ καὶ κραυγάζεις νῦν γηθόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας.
Ἔβαψας μαρτυρικῶς σου ἐξ αἱμάτων, τὴν σὴν χλαῖναν πονόβλιε
Μάρτυς, τὸ Σταυροῦ δὲ σύμβολον, σκῆπτρον φέρων σὺ τῷ Χριστῷ , βασιλεύεις εἰς αἰῶνας
Ἀναστάσιε· καὶ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὁ ταῖς Ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος,
δι' ἡμᾶς ἑπτώχευσε σὲ Μητέρα τὴν καλλονὴν Ἰακωβ εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντές
σε κραυγάζομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ θ' Τύπον τῆς ἁγνῆς λοχείας σου
Ῥείθροις σῶν αἱμάτων Ἔνδοξε, τὴν τῶν εἰδώλων πλάνην πᾶσαν
κατέσβεσας· τὸ δὲ πλήρωμα, τῆς Ἐκκλησίας ἐφαίδρυνας· ὑπὲρ ἧς ἱκετεύων πανάριστε,
μὴ παύσῃ τόν Δεσπότην, ἵνα σε πάντες μακαρίζωμεν.
Ὢ τῆς ὑπὲρ λόγον δόξης σου, καὶ τῆς ἀρρήτου θείας ὄντως ἐλλάμψεως!
ἧς μετέσχηκας, ὡς νικητὴς Ἀναστάσιε, τῷ Δεσπότῃ, Χριστῷ παριστάμενος, ὃν καὶ νῦν
ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.
Θεοτοκίον
Ὢ τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε, μυστήριον
τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπόκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα
Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Ἐν ἄνθραξι ἀσκητικοῖς, σεαυτὸν ἐκκαθάρας, πρὸς Ἀθλητῶν τὰ
σκάμματα, ἀνδρικῶς ἀπεδύσω, καὶ τῶν Περσῶν τὴν ἀπάτην, ἐν Χριστῷ κατήσχυνς, ἀθλήσας
ἀνδρειοφρόνως, ὅθεν στέφανον διπλοῦν, Ἀναστάσιε σοφέ, παρὰ Θεοῦ ἐκομίσω.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε
Τῶν μοναστῶν τὸ στήριγμα, καὶ τῶν Μαρτύρων ἔρεισμα, τῶν Ὀρθοδόξων
τὸ κλέος, καὶ γόνον τὸν τῆς Περσίας, τὸν μέγαν Ἀναστάσιον, πιστῶς πιστοὶ
τιμήσωμεν, ἐν ὕμνοις καὶ αἰνέσωμεν, συμφώνως ὅπως προστάτην, καὶ ῥύστην ἔχοιμεν
πάντες.
Θεοτοκίον, ὅμοιον
Πανάμωμε Μητρόθεε, τὸ μέγα περιήχημα, τῶν Ἀποστόλων Μαρτύρων,
καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἵόν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν
Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστῳ.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις, Ἀθλητῶν τὸ καύχημα, καὶ τῶν Ὁσίων φωστήρ,
χαίροις Πάτερ θεόσοφε, μοναστῶν ἑδραίωμα, καὶ Μαρτύρων ἀγλάϊσμα, Πνεύματος
θείου οἶκος γενόμενος, εὗρες τὸ τέλος, μακαριώτατον, ὦ τῆς ἑδραίας σου, καὶ
βεβαίας πίστεως δι’ ἧς Θεοῦ, ἔτυχες θεούμενος, Μάρτυς πολύαθλε.
Ὁσιομάρτυς πανόλβιε, ἐκ τῆς Περσίας φωστήρ, φωταυγὴς ἀνατέταλκας,
τῶν χαρίτων λάμψεσι, τὴν ὑφήλιον ἅπασαν, καταφωτίζων, Πάτερ θεόσοφε, τῶν σῶν
θαυμάτων, θείοις πυρσεύμασιν, ὦ Ἀναστάσιε, μοναστῶν στερέωμα και Ἀθλητῶν, καὶ Ὁσίων
ἔρεισμα, θεομακάριστε.
Τῶν ἐφετῶν τὸ ἀκρότατον, ἐπιποθήσας στεῤῥῶς, ἐβδελύξω τὰ
πρόσκαιρα, καὶ τυράννων ἔπαρσιν, Ἀθλοφόρε πανεύφημε, καὶ ἀπειλάς τε οὐκ ἐδειλίασας,
πρὸς τοῦτο ἔχων ψυχῆς τὰ ὄμματα, ὦ Ἀναστάσιε, διὸ Μάρτυς γέγοναςτοῦ Ποιητοῦ, ὦ
νῦν παριστάμενος, ἡμῶν μνημόνευε.
Ὢ τοῦ παραδόξου θαύματος!
Τοῦ Σταυροῦ ἡ ἰσχύς, ἐν Περσίδι ἐκλάμψασα, κηρύττει λαμπροφανῶς, τοῦ
Χριστοῦ τὴν Ἀνάστασιν, ὃν σταυρὸν φέρων, ὁ Ἀναστάσιος, τὸ τῶν Περσῶν τὸ σκότος ἐμίσησε,
καὶ φέγγος πίστεως, ἐν ψυχῇ ἐδέξατο δι’ ἧν ἀθλῶν, λόγοις τε καὶ πράξεσι, Θεὸν ἐδόξασε.
Δόξα. Ἦχος πλ. δ΄.
Τὰ τῶν Ἀγγέλων στρατεύματα σήμερον ἀγάλλονται, ἐπὶ τῇ
μνήμῃ τοῦ Μάρτυρος Ἀναστασίου, καὶ τῶν ἀνθρώπων τὸ γένος πιστῶς πανηγυρίζει, καὶ
χαρμονικῶς μέλπεται· χαίροις πανεύφημε τῶν Ὁσίων ἐγκαλλώπισμα, καὶ τῶν Μαρτύρων
τὸ ἀγαλλίαμα· χαίροις ὁ τοῦ πολυπλόκου βελίαρ τὰ ἔνεδρα τροπωσάμενος, καὶ τῆς
νίκης τὸν στέφανον παρὰ Χριστοῦ ἀναδυσάμενος· ὡς παῤῥησίαν οὖν ἔχων πολλὴν
τρισόλβιε Μάρτυς, πρέσβευε λυτρωθῆναι ἀπὸ πάσης ἀνάγκης τοὺς ἐν πίστει ἐκτελοῦντας
τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐκ τῆς Περσίας, ἀπαστράψαντα
μυστικῶς, ἀρετῶν ἀσκήσει, καὶ ἄθλοις μαρτυρίου, τὸν θεῖον Ἀναστάσιον
μακαρίσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου