Κυριακή 8 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 21. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΕΟΦΥΤΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ 21!!
ΝΕΟΦΥΤΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Νεοφύτου ἱερομονάχου Βαρβαρέσου)


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος. Ἦχος πλ. δ' . Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! Περιστερὰ ὁμιλεῖ, Νεοφύτῳ τῷ Μάρτυρι, ἀνθρωπίνῳ φθέγματι, ἐκ τῶν ἄνω φοιτήσασα· δι’ ἧς ἀστράπτει, βίον ἰσάγγελον, ὑφ’ ἧς νεάζων, ἀθλουργεῖ κράτιστα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.

τοῦ παραδόξου θαύματος! ἀπὸ σπαργάνων αὐτοῦ, ἀρτίφρων Νεόφυτος, ἐκτελεῖ θαυμάσια, ἐνεργείᾳ τοῦ Πνεύματος· ἐκ πέτρας ὕδωρ, εὐχαῖς ἀρύεται, νεκρὰν ἐγείρει, ἧς ὤφθη γέννημα. θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος.

τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ ἐναθλῶν, γενναῖος Νεόφυτος, τοὺς ἐχθροὺς ἐξίστησιν, ἐξαισίοις ἐν θαύμασι, τὸ πῦρ κοιμίζει, τούτῳ βαλλόμενος, ἀγρίους θῆρας, πτήσσοντας δείκνυσιν. κράτος ἄμαχον, ἐν τεθαυμάστωται, Ἀθλητής! ἀλλὰ ταῖς εὐχαῖς αὐτοῦ, σῶσον ἡμᾶς Θεός.

τοῦ παραδόξου θαύματος! ἐκ βρέφους τὰς δωρεάς, οὐρανόθεν δεξάμενος, σοφὸς Νεόφυτος, τοὺς τυράννους ἐξέπληξε, λεόντων στόματα ἐχαλίνωσεν, τῆς τούτων βλάβης μείνας ἀμέτοχος, πῦρ οὐ κατέπτυξεν, οὐ θυμὸν δικάζοντος τῆς γὰρ Χριστοῦ, θείας ἀγαπήσεως, οὐδὲν προέκρινας.

τοῦ παραδόξου θαύματος! Παιδίον ὃν ἀθλητής, γενναῖος Νεόφυτος, χωρὶς ὅπλον ἵσταται, ἐν σταδίῳ φαιδρότατος, μετὰ ἐνόπλων ἀγωνιζόμενος, καὶ πολυτρόπως βασανιζόμενος, τῆς ἀνδρείας σου! τῆς καρτερίας σου! Μάρτυς Χριστοῦ, πῶς ἐχθροὺς κατέβαλες τοὺς πολεμοῦντάς σε.

Ὦ τοῦ παραδόξου θαύματος! Τῶν ἀγαθῶν τὴν πηγήν, ἀρετῶν τὸ ἀκρότατον, ἀγαπήσας ἔσπευσας τοῦ ποιεῖν τὸ ποτήριον, τοῦ μαρτυρίου ἐπικαλούμενος, Θεοῦ τοῦ ζῶντος τὸ θεῖον ὄνομα. Ὢ τῆς ἀνδρείας σου! Ἀθλητὰ Νεόφυτε δι’ ἧς τυχεῖν, δόξης καὶ λαμπρότητος Μάρτυς ἠξίωσαι.


Δόξα. Ἦχος πλ. Β΄.
Νὲον φυτὸν ἀειθαλές, ἐν τῷ οἴκῳ Κυρίου γεγέννησαι, καὶ καρπὸν πανεύοσμον, Αὐτῷ ἀνταπέδωκας, τῶν ὑπὲρ φύσιν ἀγώνων σου, τῷ γὰρ σταυρῷ καθοπλίσας σεαυτόν, ἐν ταῖς βασάνοις προσέδραμες, ὑπακούων προθύμως, τῷ Ἀγγελικῷ φθέγματι, ὑπὲρ Χριστοῦ θανεῖν παμμάκαρ, μετὰ χαρᾶς ἠκολούθησας ἐν τῷ σταδίῳ ἀνδρείως ἐνήθλησας, καὶ καρταργήσας τῇ δυνάμει τοῦ Χριστοῦ, τὰς ἐπινοίας τῶν παρανόμων, ὅθεν καὶ ἐν ξύλῳ κρεμασθείς, ὠμοτάτως ξεόμενος καὶ πλευρὰς ὀρυττόμενος καὶ μαστιγίων πλήθεσι δαπανούμενος. Τοὺς ἐχθροὺς γὰρ ἐξέστησας, ἐξεσίοις ἐνθαύμασι θηρῶν ἀγρίων ὑπέσχες ὁρμάς, τούτους ἐχαλίνωσας μέσον πυρὸς ἵστατο, μηδόλως φλεγόμενος, τέλος μακάριον ἐδέξω λογχευθέντων τῶν μελῶν, τὸν ἐπὶ ξύλου τανυσθέντα μιμούμενος εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν ἡμῶν. Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλλώπισμα, Μεγαλομάρτυς Νεόφυτε, δωρηθῆναι καὶ ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.





Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε πιστοὶ συνελθόντες, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ Νεόφυτον, ἐν ὕμνοις τιμήσωμεν λέγοντες· χαίροις, τοῦ Παραδείσου ἀναβλαστῆσαν καρποφόρον νέον φυτόν, ἐξανθῆσαν καρποὺς εὐσεβείας, ὡραιοτάτους τοῦ Βασιλέως Χριστοῦ· χαίροις, ὁ σφαγεὶς νέος ἀμνός, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, λόγχαις κεντιθεὶς τῷ σώματι, τὸ θεῖον πάθος Αὐτοῦ μιμησάμενος· ὅθεν καὶ στεφηφόρος τῷ Χριστῷ παρίστασαι, μὴ παύσῃς Αὐτῷ πρεσβεύειν, ὑπὲρ τοὺς τιμώντας τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος β΄.
Ἐξεπλάγησαν ἅπαντες, τὸ στεῤῥὸν τῆς καρτερίας σου ἔνδοξε, οὐ πῦρ, οὐ μάστιγες, οὐδὲ ξίφος, χωρίσαι ἴσχυσαν τῆς ἀγάπης τοῦ Χριστοῦ, τὰς ἀπειλὰς τοῦ Μαξίμου, ὡς οὐδὲν λογισάμενος. Μετὰ πάντων Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς Νεόφυτε. Παῤῥησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Νεανικὴν ἄγων τὴν ἡλικίαν, μέγας στύλος γέγονας, τὰς παρατάξεις τοῦ δεινοῦ πολεμήτορος, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες, ὑπὲρ Χριστοῦ γὰρ ἀνδρείας ἐναθλήσας, τυράννους κατήσχυνας, Ἀθλοφόρε Νεόφυτε, ὅθεν καὶ τὸ στέφος τοῦ μαρτυρίου ἐδέξω, παρὰ τῆς δεξιᾶς τοῦ Σωτῆρος Χριστοῦ. Ὃν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Σήμερον, φαιδρὰν πανήγυριν, ἡ Ἐκκλησία τοῦ Χριστοῦ συγκροτεῖ, δεῦτε οἱ πιστοὶ προσδράμωμεν, τὴν μνήμην τοῦ ἐνδόξου Νεοφύτου ἐγκωμιάσωμεν, ἐν φωναῖς ᾀσμάτων, καὶ ᾠδαῖς πνευματικαῖς, τοῦτον καταστέψωμεν, καὶ ἐκβοήσωμεν, αὐτῷ· χαίροις, τῶν Μαρτύρων καύχημα, καὶ τῶν πιστῶν τὸ στήριγμα· χαίροις, τῶν νέων ὑπόδειγμα, καὶ τῶν Ἁγίων τὸ ἐγκαλλώπισμα. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πρότερον ἀσκήσας γάρ, καὶ ἐν σπηλαίῳ κατώκησας, ὑπ’ Ἀγγέλου τρεφόμενος, ἀθλήσει τὸ δεύτερον, τοῦ ἐχθροῦ καθεῖλες, τὰς μηχανουργίας, καὶ νίκην ἦρας κατ’ αὐτοῦ, Μεγαλομάρτυς Νεόφυτε, διό σε ἐστεφάνωσεν, ἐπὶ διπλοῖς ἀγωνίσμασι, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅλος πυρπολούμενος, ἐν τῇ ἀγάπῃ τοῦ Κτίσαντος, μέσον καμίνου ἵστατο, καὶ μὴ φλεγόμενος, καὶ θηρίοις βρῶμα, διδόμενος μάκαρ, διεφυλάχθης ἀβλαβής, τῇ θείᾳ χάριτι γενναιότατε, καὶ νίκης διαδήματι, κατεκοσμήθης Νεόφυτε, διὰ τοῦτο τὴν μνήμην σου, χαρμοσύνως γεραίρομεν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄμβροις τῶν αἱμάτων σου, Μεγαλομάρτυς Νεόφυτε, ἀθεΐας τὴν κάμινον, ἐνθέως κατέσβεσας, καὶ τῶν ὑπὲρ φύσει, θαυματουργημάτων, πάντες θαυμάζομεν σοφέ, τὸν ἐπὶ πάντων Θεὸν δοξάζοντες, μεγάλως σὲ δοξάσαντα, ὑπὲρ Αὐτοῦ ὡς ἀθλήσαντα, καὶ τῆς πλάνης τὸ φρύαγμα, παντελῶς ἀφανίσαντα.

Δόξα. Ἦχος πλ. Α΄.
Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας θερμῶς, ὄργανον γέγονας τοῦ ἁγίου Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβὼν χάριν, τῶν θαυμάτων τὴν ἐνέργειαν. Τὸν βίον ἀμέμπτως διήνυσας, Θεῷ εὐηρέστησας. Φωνῆς θεϊκῆς ἀκούσας προσκαλούσης σε, προθύμως ἠκολούθησας, τὸν σταυρόν σου ἀναλαβών. Τὸν κόσμον ἐγκατέλιπες, καὶ τὰ ἐν κόσμῳ τερπνά, ὅλον ἀνατέθεικας σεαυτόν, τῷ Κυρίῳ σου, καὶ ἐν τῷ ὄρει ἀνελθών, ἐν σπηλαίῳ κατώκησας, οὐρανίῳ ἄρτῳ παρ’ Ἀγγέλου τρεφόμενος. Χριστοῦ γὰρ σφοδρῶς τῷ πόθῳ, παμμάκαρ πυρακτούμενος, τοῦ μαρτυρίου ἔσπευσας πιεῖν τὸ ποτήριον, ἀθλήσας δὲ δι’ αἵματος θυσία ἄμωμος, προσενεχθεὶς τῷ Θεῷ, καὶ ἐν τοῖς ἄθλοις ἐβόας πιστῶς· οὐδὲν μὲ χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ. Τυράννους γὰρ κατήσχυνας, καὶ τῶν εἰδώλων τὴν πλάνην, παῤῥησία διήλεγξας, τὰς ἐναντίας δυνάμεις τοῦ ἐχθροῦ κατέβαλες· ὅθεν πολυτρόποις κολάσεσιν καὶ φρικταῖς βασάνοις, παραδοὺς πολύαθλε, τὸ νεανικόν σου σῶμα. Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου, Μεγαλομάρτυς Νεόφυτε, παῤῥησίαν ἔχων πρὸς Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.


Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ταῖς τῶν αἱμάτων σου, ῥείθροις ἀπέπνιξας, τὸν πολυμήχανον, Μάρτυς Νεόφυτε, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐξήνθησας Ἀθλοφόρε, ῥόδον ὡς πανεύοσμον, σῶν ἀγώνων τοῖς ἄνθεσι, πάντων τῶν τιμώντων σε, κατευφραίνων τὰ πνεύματα, διὸ σὲ νῦν αἰτοῦμεν ῥυσθῆναι, πάσης ἀνάγκης καὶ θλίψεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.


















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν ἐκ βρέφους καταμαθών, καὶ τὰ πρόσκαιρα πάντα καταλιπών, νηστείαν καὶ ἄσκησιν, ἀκριβῆ ἐνδεικνύμενος, τῶν γονέων τὸ φίλτρον οὐδὲν ἡγησάμενος, ἐν σπηλαίῳ φέρων σεαυτὸν ἐγκλεισάμενος, ὅθεν καὶ στεφάνων, ἠξιώθης παμμάκαρ, ἐχθρὸν κατεπάτησας, τῇ δυνάμει τοῦ Κτίστου σου, Ἀθλοφόρε Νεόφυτε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν Σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, ἀφράστως ἀπεκύησας, τὸν τὰ πάντα ποιήσαντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν κόσμον ἐκτρέφοντα, ὅθεν δυσωπῶ Σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν Σὴν βοήθειαν τότε παράσχου μου, καὶ γὰρ δύνασαι ὅσα θέλεις Πανάχραντε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ὁ αὐτός.
Θεϊκὴν πανοπλίαν ἀναλαβών, τῶν εἰδώλων τὴν πλάνη καταβαλών, τυράννους κατήσχυνας, τῇ σοφίᾳ τῶν λόγων σου, ἐν γὰρ σταδίῳ ἐχθρὸν κατετρόπωσας, καὶ παῤῥησία τὴν πίστιν Χριστοῦ ἀνεκήρυξας, ὅθεν ἀριστεύσας, καὶ νομίμως ἀθλήσας, τὸν στέφανον εἴληφας, ἐκ Θεοῦ τῶν ἀγώνων σου, ἐκβοῶντές σοι ἔνδοξε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὅταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὃ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με σύνταξον, δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρους σκότους καὶ πάσης κολάσεως, τὸν Σὸν ἀχρεῖον δοῦλον ἐξάρπασον ἄχραντε, ἵνα εὐχαρίστως, μεγαλύνω τὸν πλοῦτον, τῆς Σῆς ἀγαθότητος, Θεοτόκε πανύμνητε, καὶ βοῶ Σοι γηθόμενος· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός Σου.






Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τοῦ κόσμου τὰ τερπνά, ἀπὸ βρέφους μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ ψυχῆς ἀγαπήσας, Νεόφυτε ἔνδοξε, εὐσεβείας ὑπέρμαχε, ἐναθλήσας δέ, καρτερικῶς τοὺς στεφάνους, χαίρων εἴληφας, παρὰ Θεοῦ Ἀθλοφόρε, διὸ σὲ γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Εἶτα, οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ποῖόν σοι ἐγκώμιον προσαγάγω ἐπάξιον, Ἀθλητὰ τοῦ Χριστοῦ Νεόφυτε; Τὸν βελίαρ ὡς στρουθίον ἐνέπαιξας, καὶ τὴν πλάνην τῶν εἰδώλων διήλεγξας, τὴν Ὀρθόδοξον πίστιν ἐκήρυξας, τοὺς στεφάνους παρὰ Κυρίου ἀπέλαβες. Παῤῥησίαν ἔχων πρὸς Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου εἰς στ΄· καὶ τοῦ Ἁγίου εἰς η΄.
Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Χριστοῦ φυτὸν σὲ Μάρτυς εὐφημῶ νέον. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος ὁ αὐτὸς Ὑγρὰν διοδεύσας
Χριστοῦ σε παμμάκαρ νέον φυτὸν λειμῶνι βλαστῆσαν, τῶν Μαρτύρων καὶ ἱερούς, καρποὺς εὐσεβείας ἐξανθῆσαν, ἐπεγνωκότες ὑμνοῦμεν Νεόφυτε.
Ῥημάτων τῶν θείων ἐκπληρωτής, δεικνύμενος Μάκαρ, ἀπὸ βρέφους τὴν ἀγαθὴν μερίδα ἐμφρόνως ἐξελέξω, καὶ ὁδηγὸς πλανωμένων γεγένησαι.
Σταλάζων Θεόφρον τὸν γλυκασμόν, τῆς θεογνωσίας, ἐκ χειλέων τῶν ἱερῶν, ψυχὰς φαρμαχθείσας τῇ κακίᾳ, τοῦ ἀλλοτρίου σεπτῶς κατεγλύκανας.
Θεοτοκίον
Τεκοῦσα τὸν φύσει Δημιουργόν, ἐθέωσας ὅλην, τὴν οὐσίαν τῶν γηγενῶν· διὸ σε κυρίως Θεοτόκον, ὁμολογοῦμεν Παρθένε Θεόνυμφε.


ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα
Ὅλον ἀνακείμενον, τῷ πανοικτίρμονι Λόγῳ σε, τὸ καθαρόν, Πνεῦμα διετήρει, ἀπαράτρωτον Ἔνδοξε.
Ὕμνησαν τὸν Κύριον, πλήθη λαῶν πιστῶν βλέψαντα, τὴν διὰ σοῦ, Μάρτυς τῆς τεκούσης, ἐκ νεκρῶν ἀναβίωσιν.
Φῶς ἐναπαστράπτουσα, περιστερὰ φωνῇ ζώσῃ σε, πρὸς τὰς ὁδούς, τὰς σωτηριώδεις, προσκαλεῖται Νεόφυτε.
Θεοτοκίον
Ὕμνον χαριστήριον, γένος βροτῶν ἀεὶ νέμει σοι· Μήτηρ Θεοῦ, τὴν ἀθανασίαν, διὰ σοῦ κληρωσάμενον.

Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Νεοθαλὲς ὥς περ φυτὸν ἐκβλαστήσας, ἐν τῷ λειμῶνι τῶν Χριστοῦ Ἀθλοφόρων, καρποὺς ἐνθέου γνώσεως προσήγαγες Χριστῷ· οἷς περ διατρέφονται, οἱ πιστῶς σε τιμῶντες, ἔνδοξε Νεόφυτε. Ἀθλητὰ γενναιόφρον, Ἀλλὰ ταῖς σαῖς δεήσεσιν ἡμᾶς, πάντοτε σῷζε, Θεῷ παριστάμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μετὰ Θεὸν ἐπὶ τὴν Σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς θείαν σκέπη, παρακαλῶ δεόμενον· ἐλέησον ἁγνή, ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν Σου, ἐκ τούτων ῥυσθῆναί με.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὸ τοῦ βίου σου ἄμεμπτον, καὶ τῆς διανοίας τὸ ἀκατάπληκτον, πλήθη πάμπολλα θεώμενα, τῷ Θεῷ προσῆλθον, Μάρτυς ἔνδοξε.
Ὄρος φθάσας κατῴκησας, θείῳ ὁδηγούμενος μάκαρ Πνεύματι, ὑπ’ Ἀγγέλου δὲ τρεφόμενος, τῶν Ἀγγέλων ὤφθης ἰσοστάσιος.
Νόμους θείους δεξάμενος, σὺ τοὺς γεγραμμένους ἀξιοθαύμαστε, τούτους σπεύσας ἐκπεπλήρωκας, ὑπελθὼν τοὺς πόνους τῆς ἀθλήσεως.
Συμπαθῶς διεσκόρπισας, ἔδωκας τοῖς πένησιν, ὡς προστέταξαι, ἀντικτώμενος Μακάριε, τὰ εἰς τοὺς αἰῶνας διαμένοντα.
Θεοτοκίον
Ἑκουσίως πτωχεύσαντα, πλούτῳ ἀγαθότητος τὸν ὑπέρθεον, Θεοτόκε ἀπεκύησας, τὴν ἡμῶν πτωχείαν κατοικτείραντα.






ᾨδὴ ε΄. Ἵνα τὶ με ἀπώσω
Μυστηρίων ἀῤῥήτων, ἔμπλεως γενόμενος ἀξιοθαύμαστε, πρὸς τοὺς προκειμένους, τῆς ἀθλήσεως χαίρων ἐχώρησας, ἀνδρικοὺς ἀγῶνας, μὴ καταπτήξας τὰς βασάνους, μηδὲ θάνατον Μάρτυς Νεόφυτε.
Ἀποῤῥήτῳ προνοίᾳ, τοῦ τὰς σὰς εὐθύνοντος πορείας Ἔνδοξε, ἐπιστάντες θεῖοι, πρὸς τὸ στάδιον εἷλκόν σε Ἄγγελοι, ἀπὸ ὄρους ἄλλον, ὥσπερ Μωσῆν δεδοξασμένον, τῷ προσώπῳ ταῖς θείαις λαμπρότησι.
Ῥῆμα ζῶν ἐν καρδίᾳ, ἔχων παναοίδιμε Μάρτυς Νεόφυτε, θαρσαλέᾳ γνώμῃ, τοῖς διώκταις ἐβόας· Αὐτόκλητος, τοῖς ἐμὲ ζητοῦσι, πάρειμι νῦν τοῦ διελέγξαι, τῶν ὑμῶν σεβασμάτων ἀσθένειαν.
Θεοτοκίον
Τὸ πρὸ τῶν αἰώνων, Κόρη παναμώμητε, θεῖον μυστήριον, ἀποκεκρυμμένον, διὰ σοῦ ἐγνωρίσθη τοῖς πέρασιν, ὁ Υἱὸς καὶ Λόγος, ὁ τοῦ Θεοῦ, σὰρξ χρηματίσας, καὶ θεώσας Παρθένε τὸν ἄνθρωπον.

ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ
Ὑψούμενος, ἐπὶ ξύλου Παμμάκαρ, τῷ σιδήρῳ τὰς πλευρὰς κατεξάνθης, ἀνηλεῶς, καὶ πλάνου ἐλέγχεις, τὴν πωρωθεῖσαν καρδίαν ἐσπάραξας, προστάσσοντος θύειν θεοῖς, καὶ Θεὸν ἐξαρνεῖσθαι ἀθάνατον.
Στρεβλούμενος, καὶ πεδούμενος Μάρτυς, συνεπόδισας εἰς τέλος τὴν πλάνην, καὶ τοῦ ἐχθροῦ, τὰς ἀτάκτους πορείας, ἀπράκτους ἔδειξας σθένει τοῦ Πνεύματος· καὶ ἔδραμες πρὸς οὐρανόν, καὶ Χριστῷ στεφηφόρος παρίστασαι.
Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ Δεσπότου, καὶ αὐτῷ προσεκολλήθης κραυγάζων· Λόγε Θεοῦ διὰ σὲ τὸν τυθέντα, ἐθελουσίως ἐγὼ σφαγιάζομαι, μιμούμενος περιφανῶς, τὰ σεπτά σου καὶ θεῖα παθήματα.
Θεοτοκίον
Ὑπέρλαμπρος, ἀνεδείχθης καθέδρα, Βασιλέως οὐρανίου Παρθένε· ἐν ᾗ σαρκί, ἀνεπαύσατο θέλων, καὶ τὸν πολὺν ἡμῶν κόπον ἀφείλετο, καὶ ἵδρυσε τῷ Πατρικῷ, ὡς ηὐδόκησε θρόνῳ τὸν ἄνθρωπον.










Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀπὸ βρέφους Ἅγιε, πεφωτισμένος, τὸν ἐχθρὸν κατέτρωσας, θείᾳ δυνάμει τοῦ Χριστοῦ, διὸ ὑμνοῦμέν σε σήμερον, Μάρτυς θεόφρον, Νεόφυτε ἔνδοξε.
Ὁ Οἶκος.
Ἄνοιξόν μου τὸ στόμα, Χριστέ μου ἀξίως, ὑμνῆσαι καὶ λέγειν, τὸν βίον καὶ τοὺς ἀγῶνας τοῦ σοῦ πεντάθλου Μάρτυρος, ἀπὸ βρέφους γὰρ νόμους Κυρίου ἀκολουθήσας, καὶ τοῖς προστάγμασι τούτου πιστῶς ὑπηρετήσας, κόσμου τὰ τερπνὰ ὡς σκύβαλα ἐλογίσω. Τὰ πάντα καταλιπὼν ἐκ τοῦ κόσμο ἐμάκρυνε φυγαδεύων, Χριστὸν ἀγαπήσας ἠκολούθησεν. Μόνος αὐτὸς ἀπάρας εἰς ἔρημον κατώκησεν, τὴν χάριν τῶν σημείων ἀπήλειφε. Θηρία ὑπέτασεν, Ἄγγελον ἔσχεν διακονοῦντα αὐτῷ, εἶτα ὑπὲρ Χριστοῦ τρωθεὶς τῷ πόθῳ, ἐν γὰρ σταδίῳ ἐλθὼν λαμπρῶς ἠγωνίσατο. Οὗτος γὰρ καθεῖλεν τοῦ ἐχθροῦ τὸ φρύαγμα, καὶ εἰδώλων τὸ ἄθεον ἤλεγξεν, τοὺς τυράννους κατήσχυνεν, τὴν δὲ πίστιν Χριστοῦ τρανῶς ἀνεκήρυξεν, ὅθεν καὶ διπλοῦς τοὺς στεφάνους παρὰ Κυρίου δεξάμενος, μετ’ Ἀγγέλων χορεύει. Διὸ καὶ ἡμεῖς ὑμνοῦμέν σε σήμερον, Μάρτυς θεόφρον Νεόφυτε ἔνδοξε.

 Μηνολόγιον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷά περ θάλος.
Οὗτος ἦν ἐκ Νικαίας τῆς κατὰ Βιθυνίαν, παῖς εὐσεβῶν καὶ Χριστιανῶν γεννητόρων, Θεοδώρου καὶ Φλωρεντίας, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Εὐθὺς δὲ ἐν ἀρχῇ τοῦ βίου, ἧν χάριτος πλήρης Θεοῦ. Ἕννατον γὰρ ἔτος ἄγων τῆς ἡλικίας, μετὰ τῶν παίδων, οἷς ἐπὶ μαθήμασι γραμμάτων συνῆν, προσηύχετο, καὶ ταῦτα παραδόξως διέτρεφε. Καὶ καταπτᾶσα περιστερά, τὴν κλίνην αὐτοῦ περιΐπτατο, ἀνθρωπίνως δὲ φθεγξαμένης αὐτῆς, ἐπεὶ τοῦ Ἁγίου μήτηρ τῷ δέει ἐξέθανε, ταύτην αὐτὸς διὰ προσευχῆς ἤγειρε. Τὸ δὲ ὄρος τοῦ Ὀλύμπου καταλαβών, εἰς ἕν τῶν σπηλαίων εἰσέδυ, ἔνθα ὁδηγοῦσα αὐτὸν περιστερά, ἔδειξε εἰσελθεῖν. Καὶ τὸν ἐν αὐτῷ θηρίου ἀποδιώξας, ἐποιεῖτο ἐκεῖσε τὴν οἴκησιν, ὑπὸ Ἀγγέλου τρεφόμενος.
Τοῦ δὲ ἑνδεκάτου ἔτους ἐπιβάς, διἀποκαλύψεως, ἐκ τοῦ ὄρους κατῆλθε, καὶ τοὺς γεννήσαντας ἀσπασάμενος, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς χορηγήσας τοῖς ἐνδεέσι, πάλιν τὸ ὄρος καταλαβών, τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡλικίας αὐτοῦ, παρέστη τῷ ἡγεμόνι Δεκίῳ, διἐπικουρίας Ἀγγέλων τὴν πρὸς αὐτὸν ποιούμενος κάθοδον, ὅθεν διὰ τὴν ἀπροσδόκητον παῤῥησίαν, πρῶτον μαστίζεται, εἶτα εἰς κλίβανον πυρὸς ἐμβάλλεται. Σωθεὶς δὲ τῇ τοῦ Χριστοῦ χάριτι, θηρίοις ἀφίεται. Ἐπεὶ δὲ τῆς ἁπάντων ἀβλαβὴς διέμεινε λύμης, ἐπιπεσόντος βαρβάρου τινός, ἀναιρεῖται ξίφει.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ.
Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις,
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Οὗτος ἦν κατὰ τοὺς χρόνους τοῦ δυσσεβοῦς Κώνσταντος ἀπογόνου Ἡρακλείου. Ταῖς μεγίσταις οὖν τιμαῖς ὑπὸ τῶν πρώην βασιλέων δεξιωθείς, καὶ ἱκανὸς ὢν ἐν ταῖς πολιτικαῖς διοικήσεσι τὰ πρακτέα ὑφηγεῖσθαι, διὰ λόγων καὶ τρόπων, καὶ τὴν ἀπὸ τοῦ χρόνου σύνεσιν, εἰς τὸ Πρωτοασηκρήτου προεβιβάσθη ἀξίωμα, καὶ βουλῆς τοῖς βασιλεῦσι γέγονε κοινωνός.
Ἐπεὶ δὲ ἡ πονηρά, καὶ ἔκφυλος δόξα τῶν μίαν θέλησιν φρονούντων καὶ δυσσεβῶς ἐπεκράτει, ὅσον ἐπ’ αὐτοῖς τὴν μίαν τῶν δύω φύσεων ἀναιρούντων, καὶ διατάγματά τινα τὴν κακοδοξίαν κρατύνοντα, κατὰ τὴν ἀγορὰν ἐπόμπευε, καὶ ἐπὶ τῆς Μεγάλης προὔκειτο Ἐκκλησίας, οὐκ ἀνασχόμενος τῇ τῶν ἀσεβῶν κοινωνίᾳ συνασεβεῖν, ἀφεὶς τὰς κοσμικὰς ἀρχάς, εἵλετο μᾶλλον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεῤῥίφθαι, ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν κατοικεῖν. Καὶ καταλαβών, τὸ ἐν Χρυσουπόλει Μοναστήριον, τὴν κόμην ἀπέθετο, οὗ καὶ καθηγητὴς ὕστερον γέγονεν. Εἶτα, θείῳ ζήλῳ ὥς περ ὑπὸ πυρὸς ἐξαφθείς, τὴν πρεσβυτέραν Ῥώμην κατέλαβε, καὶ Πάπαν τὸν μακαριώτατον Μαρτῖνον, τοπικὴν συναθροῖσαι Σύνοδον, καὶ ἀναθεματίσαι τοὺς ἀρχηγοὺς τοῦ δυσσεβοῦς δόγματος, τῶν μίαν ἐπὶ Χριστοῦ θέλησιν ληρῳδούντων, παρέπεισεν. Ἀλλὰ καὶ εἰς ἔλεγχον τῶν οὕτω φρονούντων, λόγους γράψας καὶ ἐπιστολάς, λογικαῖς ἀποδείξεσι καὶ γραφικαῖς τῆς καθ’ ἡμᾶς πίστεως τὴν ἀκρίβειαν βεβαιούσας, συνθείς, πανταχοῦ τῆς οἰκουμένης ἐξέπεμψεν.
Ἀναζεύξας δὲ ἀπὸ Ῥώμης μετὰ τῶν δύω Ἀναστασίων, τῶν μαθητῶν αὐτοῦ, εἰς εὐθύνας παρὰ τῆς Συγκλήτου καθίσταται, ὁμοδοξούσης τῇ τοῦ βασιλέως αἱρέσει. Καὶ πάντων ὑπεικόντων τῷ βασιλεῖ, αὐτός τε ἀνθίσταται, καὶ τοὺς ἄλλους εἰς ἀποστασίαν κινεῖ, ἐναντία διὰ τῶν ἐπιστολῶν φρονεῖν μεταπείθων αὐτούς. Ἐπὶ τούτῳ πέμπεται ἐν φρουρᾷ κατὰ τὴν Θράκην. Καὶ ἐπιμένων τῇ Ὀρθοδόξῳ πίστει, τὴν χεῖρα καὶ τὴν γλῶτταν ἀκρωτηριάζεται. Κἀκεῖθεν εἰς ὑπερορίαν κατὰ τὴν Λαζικὴν πέμπεται. Ἔνθα ἐπὶ τρισὶ χρόνοις διαγαγών, καὶ ταῖς οἰκείαις τοῦ σώματος χρείαις αὐτὸς ὑπηρετησάμενος, καὶ πλήρης ὢν ἡμερῶν, μικρὸν νοσήσας, ἀνεπαύσατο ἐν Κυρίῳ καὶ κατετέθη ἐν τῇ Μονῇ τοῦ Ἁγίου Ἀρσενίου, ἐν αὐτῇ τῇ χώρᾳ τῶν Λαζῶν, πολλὰς θαυμάτων ἐνεργείας καθ’ ἑκάστην ποιῶν.
Λέγεται δέ, μετὰ τὴν ἐκτομήν, αὖθις ὑπὸ Θεοῦ παραδόξως ἀποκαταστῆναι τὴν γλῶτταν, καὶ τρανῶν φθέγγεσθαι, μέχρις ἂν ἐν βίῳ ὑπῆρχε. Τῶν δὲ δύω αὐτοῦ μαθητῶν, ὁ μὲν πρεσβύτερος Ἀναστάσιος, ἴσα τῷ διδασκάλῳ τὴν χεῖρα τμηθεὶς μακρὰν ἐξωρίσθη, ὁ δὲ νεώτερος Ἀναστάσιος, ἔν τινι τῶν κατὰ Θράκην φρουρίων πεμφθείς, τὸν βίον κατέλυσε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζωσίμου, Ἐπισκόπου Συρακούσης Σικελίας.
Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου,
Ὧι καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Οὗτος ἐγένετο ἀπὸ Σικελίας, υἱοὺς γονέων πιστῶν καὶ εὐλαβῶν, καὶ ἐν αὐταρκείᾳ βιούντων, οἵ τινες εἶχον κτῆμα πλησίον Λουκίας τῆς παρθένου. Ὅτε δὲ ἐγεννήθη ὁ Ζώσιμος, καὶ ἀπεγαλακτίσθη, ἐδόθη δῶρον τῇ Ἁγίᾳ Λουκίᾳ, καὶ οὗτος καὶ τὸ κτῆμα. Ἐν τῇ Μονῇ οὖν ἀνατραφείς, γέγονε προσμονάριος τῆς θήκης τῆς Ἁγίας. Καὶ τότε ἀπελθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, οὐδὲ πρὸς μικρὸν συνεχωρήθη διατρίψαι αὐτὸν μετ’ αὐτῶν, ἀλλ’ εὐθέως ἀντεπέμφθη πρὸς τὸν ναὸν τῆς Ἁγίας, εἰπόντων αὐτῷ τῶν γονέων· Ὅτι ἐκεῖ ὀφείλεις εἶναι, ὅπου καὶ ἀφιερώθης. Τριάκοντα δὲ ἔτη ποιήσας ἐν τῇ Μονῇ, ἐγένετο ἡγούμενος ἐν αὐτῇ. Εἶτα γέγονε καὶ ἐπίσκοπος τῆς πόλεως Συρακούσης, ὑπὸ Θεοδώρου Πάπα Ῥώμης. Καὶ καλῶς ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ λογικὸν ποίμνιον, καὶ πολλοὺς ἐπιστρέψας ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ κακίας εἰς ἀρετήν, ἐν εἰρήνῃ ἐκοιμήθη, ζήσας ἔτη πεντήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.
Κἂν Εὐγένιος ἀπέπτη τοῖς ἄνω,
Τοῖς ἐν γῇ βλύζει χάριν θαυμάτων.
Τὸν Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα,
Δι᾿ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Οὗτοι, ἤθλησαν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ Λυσίου δουκός. Ἐν γὰρ τοῖς ὄρεσι κρυπτόμενοι κρατοῦνται ὑπὸ Λυσίου. Καὶ ὁμολογήσαντες τὸν Χριστόν, ἐξορίζονται ἐν στενοχώρῳ χωρίῳ τῆς Λαζικῆς χώρας, Πιτυοὺς καλουμένῳ, ἐκεῖθέν τε εἰς Τραπεζοῦντα ἄγονται καὶ ἐκεῖ καταξαίνονται τὰς σάρκας. Εἶτα ἀναρτηθέντες σιδηροῖς ὄνυξι σπαράσσονται καὶ λαμπάσι πυρὸς καταφλέγονται.
Ὡς δὲ πρηνεῖς κατέπεσον οἱ αἰκίζοντες αὐτοὺς δήμιοι, ταραχθεὶς ὁ ἡγεμὼν φρουρεῖσθαι τοὺς Ἁγίους προσέταξε. Μετὰ δέ τινας ἡμέρας κρατηθείς, καὶ ὁ Ἅγιος Εὐγένιος (ἀνεύρετος γὰρ ἦν ἔτι) καὶ τὸν Χριστὸν καὶ αὐτὸς ὁμολογήσας, ἐτύφθη ἀνηλεῶς.
Ἀπελθὼν οὖν μετὰ τοῦ ἄρχοντος εἰς τὸν τῶν εἰδώλων καὶ εὐξάμενος πεσεῖν ἐποίησε πάντα τὰ εἴδωλα καὶ συντριβῆναι ὡσεὶ κονιορτόν. Διὸ καὶ σχοινίοις διαταθείς, ῥοπάλοις ἀδροῖς τύπτεται. Εἶτα ἀναρτᾶται καὶ τὰς πλευρὰς σιδηροῖς ὄνυξι εὐτόνως ξέεται καὶ λαμπάσι πυρὸς κατακαίεται, ἅλμῃ σὺν ὄξει δριμυτάτῳ περιαντλούμενος. Εἶτα καμίνῳ κεκαυμένῃ, ὁμοῦ πάντας τοὺς Ἁγίους ἐμβάλλουσιν, ἐξ ἧς ῥυσθέντες, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς.
Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαυΐδ λέγει,
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Αὕτη, ὑπῆρχεν ἐκ πόλεως Ῥώμης, γένους λαμπροῦ. Αὕτη πρόσφορον ἔχουσα τὸν βίον τῷ ὀνόματι, πολλὰς γυναῖκας πρὸς αὐτὴν ἀπιούσας, ἐδίδασκε τὸν λόγον τῆς ἀληθείας καὶ τὸν Χριστόν, Θεὸν γινώσκειν προετρέπετο, καὶ Αὐτῷ μόνῳ λατρεύειν. Τούτων εἰς ἀκοὰς ἐλθόντων τοῦ ἄρχοντος ἁρπάζεται εὐθέως. Καὶ παρασταθεῖσα, προετρέπετο θύειν, ἤ, εἰμὴ θύσῃ, εἰς πορνεῖον ἀπάγεσθαι. Ἡ δέ, ἔλεγε· Οὔτε τοῖς θεοῖς σου θύσω, οὔτε περὶ τοῦ πορνεῦσαι μέλει μοι. Θαῤῥῶ γὰρ τῷ Θεῷ μου, ὅτι ἐκφεύξομαι αὐτῶν, βοηθουμένη ὑπ’ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ παράνομος ἄρχων, ἐκάλει τὸν πορνοβοσκόν, καὶ παρεδίδου τὴν φερώνυμον Ἁγνήν, πομπεύειν, μετὰ ἐνδύματος ἑνός, εἰς ἔνδειξιν, προστάξας. Ὡς δὲ παρέστη εἰς τὸ τοῦ σατανᾶ ἐργαστήριον, καὶ προσήει ἕκαστος ἐξυβρίσαι βουλόμενος, μηδενὸς κωλύοντος, ἀλλὰ μᾶλλον ἐπιτρεπομένων πάντων, ἀδεῶς καὶ ἀπερισκέπτως ταύτῃ προσέρχεσθαι, εὐθὺς ἀπενάρκουν, καὶ τὴν ἐπιθυμίαν ἠμβλύνοντο, καὶ ὡς νεκροὶ διέκειντο. Τότε τις, οἷα φρονῶν μέγα, ἀλαζών, καὶ τοὺς εἰσιόντας ὀνειδίζων, ὥς τις θηλυμανὴς ἵππος εἰσελθών, μετὰ πολλοῦ τοῦ θράσους προσήγγισε τῇ Ἁγίᾳ παρθένῳ. Καὶ παραχρῆμα γέγονεν ἄπνους, καὶ εἰς γῆν κατέπεσεν. Πλείστης δὲ ὥρας διελθούσης εἷς τῶν ἐκεῖ παρόντων ἀνεβόησε λέγων· Μεγάλη ἡ πίστις τῶν Χριστιανῶν. Εἰσελθόντων δὲ καὶ τῶν λοιπῶν· Μεγάλη ἡ τοῦ Χριστοῦ δύναμις· μιᾷ φωνῇ πάντες ἐβόησαν.
Ταῦτα μαθὼν ὁ ἄρχων, παρέστησε τὴν Ἁγίαν, ἤγαγον δὲ καὶ τὸν νεκρὸν ἔμπροσθεν αὐτοῦ καὶ φησί· Λέγε πονηρὸν γύναιον, πῶς τὸν νεανίσκον ἀπέκτεινας. Καὶ ἡ Ἁγία ἔφη· Ὅτε ἐκέλευσας ἐνυβρισθῆναί με, ἐπαγομένης μου, συνηκολούθησέ μοι τὶς νεανίας λευχειμονῶν, καὶ εἰσελθών, ἵστατο παρ’ ἐμοί, ὃς καὶ τὴν τῶν νέων ἐπιθυμίαν ἀμβλύνων διετέλει, καὶ τὸν ἄνδρα τοῦτον, ὃν νεκρὸν ὁρᾷς, ὕστερον προσελθόντα μετὰ ἀλαζονείας καὶ θράσους, πρὶν ἄψασθαί μου, πρὶν ῥίψαι φωνήν, τοιοῦτον εἰργάσατο, οἷον βλέπεις ἄρτι. Ὁ ἄρχων φησί· Καὶ τίς οὗτος; Ἡ Ἁγία εἶπεν· Ὁ Κύριος καὶ Θεός μου ἀπέστειλε τὸν Ἄγγελον Αὐτοῦ, ὕβριν γενέσθαι κατ’ ἐμοῦ κωλύονται. Καὶ ὁ ἄρχων· Εἰ τοίνυν βούλει ἡμᾶς πεῖσαι, ὅτι ἀλήθειαν λέγει, παρακάλεσον τὸν Θεόν σου καὶ ἀνάστησον αὐτόν. Τότε ἡ Μάρτυς, τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα, καὶ προσευξαμένη, ἀνέστησε παραυτίκα τὸν νεκρόν. Καὶ ἐξέστησαν ἅπαντας ἐπὶ τῷ παραδόξῳ τούτῳ θαύματι. Καὶ αὐτὸς ὁ ἄρχων καὶ πολλοὶ ἀνέκραξαν· Μεγάλη ἡ δύναμις τῶν Χριστιανῶν, καὶ μέγας ἐν ἀληθείᾳ, ὁ Θεὸς τῆς εὐγενεστάτης γυναικός.
Τινὲς δὲ τῶν δυσσεβῶν καὶ ἀκαθάρτων ἐβόησαν πρὸς τὸν ἄρχοντα· Ἆρον αὐτὴν ἐκ μέσου, ὅτι διὰ μαγγανείας ποιεῖ, ἃ δοκεῖ ποιεῖν ἐξαίρετα. Τότε πυρίκαυστον γενέσθαι τὴν Ἁγίαν προσέταξεν. Ἀναφθείσης δὲ μεγάλης φλογός, ἡ Ἁγία, κατασφραγισαμένη ἑαυτήν, εἰσῆλθε θαρσαλέως ἐν τῷ μέσῳ. Καὶ τὴν εὐχὴν ἐπὶ στόματος ἔχουσα, ἀνέδραμε πρὸς Κύριον, τὸ σῶμα καταλιποῦσα. Μετὰ δὲ τὸ καταπαῦσαι τὴν πυράν, φιλόχριστοί τινες, ἐν κρυπτῷ λαβόντες τὸ τίμιον αὐτῆς λείψανον, ἐντίμως ἐκήδευσαν, δοξάζοντες τὸν Θεόν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.
Στεῤῥῶν Ἀθλητῶν τεσσάρων φωνὴ μία·
Ἡμῖν τὸ θνήσκειν ἐκ ξίφους εὐθυμία.

Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Παραμυθίας», ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερᾷ Μονῇ τοῦ Βατοπαιδίου.
Παραμυθίαν παρέχει Θεοτόκε,
Παντὶ εὐσεβεῖ ἡ ἁγία Εἰκών σου.
Ἐν τοῖς πάλαι καιροῖς, ἦλθεν ποτὲ τῷ Ἁγιωνύμῳ Ὄρει συμμορία πειρατῶν, ἐπὶ σκοπῷ, τοῦ εἰσελθεῖν ἐντὸς μιᾶς τῶν καλλιτέρων τῶν τοῦ Ἁγίου Ὄρους Μονῶν, ἤτοι τῇ τοῦ Βατοπαιδίου, ἐν ταῖς πρωϊναῖς ὥραις, καθ’ ἃς εἰώθασιν ἀνοίγειν τὰς πύλας τῆς Μονῆς, καὶ οὕτω τοὺς μὲν Μοναχοὺς νὰ κατασφάξωσι, τὸν δὲ πλοῦτον τῆς Μονῆς λεηλατήσωσιν.
Ἐλθόντες οὖν οἱ πειραταί, ἀπεβιβάσθησαν περὶ τὸ ἑσπέρας τῇ ξηρᾷ, καὶ ἐκρύβησαν εἰς τοὺς ἐγγὺς τῆς Μονῆς θάμνους. Ἀλλ᾿ ἡ κοινὴ ἔφορος παντὸς τοῦ Ἁγίου Ὄρους, καὶ ταχυτάτη βοήθεια, Ὑπεραγία Θεοτόκος Παρθένος, δὲν παρεχώρησεν ἐκτελεσθῆναι ὁ τῶν ἀθέων βαρβάρων σκοπός· κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν, μετὰ τὴν τοῦ Ὄρθρου ἀπόλυσιν, πάντων τῶν ἀδελφῶν ἀπελθόντων ἐν τοῖς ἑαυτῶν κελλίοις, ὁ τῆς Μονῆς Ἡγούμενος, παρέμεινεν ἐν τῷ ναῷ, ἐξακολουθῶν τὰς ἰδίας προσευχάς, ὅτε ἀκούει αἴφνης φωνῆς ἐκ τῆς Εἰκόνος τῆς Θεομήτορος λεγούσης· Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς, ἀλλ᾿ ἀναβάντες ἐπὶ τῶν τειχῶν, ἀποδιώξατε τοὺς πειρατάς. Ἐκπλαγεὶς ἐπὶ τῷ ἀκούσματι ὁ Ἡγούμενος, ἐνητένισε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τῆς ἁγίας Εἰκόνος, ἐξ ἧς ἠκούσθη ἡ φωνή, καὶ ἀμέσως φανεροῦται αὐτῷ ἐκπληκτικώτερον θέαμα· ὁρᾷ ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον ἐγένετο ζῶν, ὡσαύτως καὶ τὸ τοῦ ὑπ᾿ αὐτῆς βασταζομένου βρέφους Ἰησοῦ· τὸ δὲ προαιώνιον βρέφος, ἐκτεῖναν τὴν ἑαυτοῦ δεξιάν, καὶ ἐκκαλύπτον δι᾿ αὐτῆς τὰ χείλη τῆς θείας αὐτοῦ Μητρός, ἔστρεψε πρὸς ἑαυτὴν τὸ θεῖον αὐτοῦ πρόσωπον καὶ εἶπε· «Μὴ Μῆτέρ μου, μὴ εἴπῃς αὐτοῖς τοῦτο, ἀλλὰ τιμωρηθήτωσαν οὗτοι πρεπόντως». Ἀλλ᾿ ἡ Θεομήτωρ, ἐπιμελουμένη, ἵνα περικρατήσῃ διὰ τῆς ἑαυτῆς χειρός, τὴν χεῖρα τοῦ Υἱοῦ καὶ Θεοῦ αὐτῆς, καὶ ἐκκλίνουσα δεξιόθεν ἐξ αὐτοῦ τὸ ἑαυτῆς πρόσωπον, ἐξεφώνησεν αὖθις τοὺς αὐτοὺς ἐκείνους λόγους· «Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς κ.τ.λ.».
Συσχεθεὶς φόβῳ διὰ τὸ φρικτὸν τοῦτον θαυμάσιον ὁ Ἡγούμενος, συνεκέντρωσε πάραυτα τὴν Ἀδελφότητα καὶ διηγήσατο αὐτοῖς τὰ συμβάντα, καὶ τοὺς πρὸς αὐτὸν λόγους τῆς Θεομήτορος, ἅμα καὶ τοὺς λόγους οὓς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπηύθυνεν αὐτῇ. Παρατηρήσαντες δὲ πάντες ἐν ἐκπλήξει καὶ θαυμασμῷ εἶδον ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον καὶ τὸ τοῦ Κυρίου Ἰησοῦ ὡς καὶ ἅπασα ἡ περιγραφὴ καὶ ὁ σχηματισμός τῆς Εἰκόνος ἐκείνης, ἔλαβον ἄλλον σχηματισμόν, ὅλως ἐναντίον τῆς πρώτης αὐτῶν θέας. Ἀπέδωκαν δὲ ἐν πολλῇ εὐγνωμοσύνῃ εὐχαριστίαν καὶ αἶνον πάντες οἱ Μοναχοὶ τῇ Κυρίᾳ Θεοτόκῳ διὰ τὴν σωτηριώδη πρόνοιαν καὶ προστασίαν αὐτῆς, δοξάσαντες ἐν ταπεινώσει τὸν δι᾿ αὐτῆς ἐλεοῦντα ἡμᾶς φιλάνθρωπον Σωτῆρα καὶ Κύριον. Εἶτα ἀνῆλθον ἐπὶ τὰ τείχη, καὶ διὰ τῶν ἐκεῖσε εὑρισκομένων ὅπλων καὶ μέσων, ἀπέκρουσαν τὴν τῶν πειρατῶν ἔφοδον.
Ἔκτοτε μέχρι τοῦ νῦν, ἡ θαυματουργὸς αὕτη Εἰκὼν τῆς Θεομήτορος τυγχάνει γνωστὴ ὑπὸ τὸ ὄνομα Παραμυθία· ὁ δὲ σχηματισμὸς τῶν προσώπων, τῆς τε Θεοτόκου καὶ τοῦ Κυρίου, ἔμειναν οὕτως, ἐν τῇ στάσει τῇ σχηματισθείσῃ ἐν τῇ τρίτῃ ἐκφωνήσει τῇ ὑπὸ τοῦ Ἡγουμένου ἀκουσθείσῃ, ὡς ἑξῆς· Ἡ θεία Μήτηρ ἐκκλίνουσα δεξιόθεν τὸ πρόσωπον αὐτῆς, ἐκ τῆς ἐκτεινομένης δεξιᾶς τοῦ προαιωνίου αὐτῆς βρέφους καὶ Κυρίου, σπουδάζει ἀπομακρύνας αὐτὴν ἐκ τοῦ στόματος αὐτῆς, ὡς ἂν ἐλευθέρως γνωρίσῃ τοῖς ἐκλεκτοῖς αὐτῆς δούλοις τὸν ἐπικείμενον κίνδυνον.
Ἡ θαυματουργὸς αὕτη Εἰκὼν εὕρηται ἐν τῷ Παρεκκλησίῳ τῆς Θεοτόκου τῆς «Παραμυθίας», ἐπὶ τοῦ δεξιοῦ τοίχου τοῦ χοροῦ· καὶ τὸ μὲν πρόσωπον τῆς Ἀειπαρθένου Θεοτόκου, ἐκφράζει ἱλαρότητα, συμπάθειαν καὶ ἀγάπην, τὸ δὲ βλέμμα πνέει ἐπιείκειαν, πραότητα καὶ εὐσπλαγχνίαν· ἐπὶ δὲ τῶν χειλέων αὐτῆς ἐπαναπέπαυται μειδίαμα σεμνόν, προσφώνημα καὶ παρηγορία, διὸ καὶ προσφυῶς κέκληται «Παραμυθία», ὡς παραμυθουμένη πάντας τοὺς προσερχομένους αὐτῇ.
Τὸ δὲ πρόσωπον τοῦ προαιωνίου βρέφους καὶ Θεοῦ δὲν εἶναι τοιοῦτον, ἀλλ᾿ εἶναι ἀπειλητικόν, ἡ κίνησις τῆς ὀργῆς παρίσταται ἐν πάσαις ταῖς γραμμαῖς αὐτοῦ, τὸ δὲ βλέμμα πλῆρες αὐστηρότητος καὶ ἀδυσωπήτου κρίσεως, τοσοῦτον ὥστε δυνάμεθα εἰπεῖν, ὅτι αἱ χαρακτηριστικαὶ αὗται γραμμαὶ τῶν θείων τούτων προσώπων, τοῦ τε προαιωνίου βρέφους, τοῦ Θεοῦ καὶ Κριτοῦ τῶν ἁπάντων ζώντων τε καὶ τεθνεώτων, καὶ τῆς μητρικῆς ἀγάπης τῆς προστάτιδος καὶ προστασίας πάντων τῶν μετ᾿ ἀδιστάκτου πίστεως ἐπιζητούντων τὴν οὐράνιον αὐτῆς σκέπην Κυρίας ἡμῶν Θεοτόκου, τυγχάνουσι τῇ γραφίδι τοῦ ζωγράφου, δυνάμεθα εἰπεῖν ἄληπτα, καὶ ἰδίᾳ αἱ γραμμαὶ τῆς ὄψεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεόφυτος, ὁ προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ Νεόφυτος Παρθένου πέλων φίλος,
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Φῶς μέγα ὁ Μάξιμος ἐνθέῳ λόγῳ,
ἐν Ῥωσσίᾳ ἔλαμψεν Χριστοῦ εἰς δόξαν.
Οὗτος ἤκμασε τῷ ΙΣΤ΄ αἰῶνι. Γεννηθεὶς ἐν Ἄρτῃ τῆς Ἠπείρου ἐκ γονέων εὐσεβῶν τοὐπίκλην Τριβόλη, ἀνήχθη ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐπιδοθεὶς εἰς ἐκμάθησιν τῆς κρείττονος γνώσεως, ἐγένετο κάτοχος ἀμφιλαφοῦς σοφίας, μεταβὰς πρὸς τοῦτο ἐν τῇ Ἑσπερίῳ λήξει. Ἐπανακάμψας, ἐπόθησεν ὑπελθεῖν τὸν τοῦ Κυρίου ζυγόν. Καὶ καταλαβὼν τὸ Ἁγιώνυμον Ἄθω, ἐσκήνωσε ἐν τῇ ἐκεῖσε περιωνύμῳ τοῦ Βατοπεδίου Μονῇ, ἔνθα ἐπὶ δεκαετίαν ἐπεδόθη τῇ ἀσκήσει καὶ τῇ τῶν θείων μελέτῃ. Ἐν τῇ τοῦ Βατοπεδίου ἱερᾷ ἀσκούμενος Μονῇ, καὶ τῇ μελέτῃ καὶ προσευχῇ σχολάζων, πλείσταις ἀποστολαῖς διέπρεψεν, ὑπείκων τῇ τῶν Πατέρων ἐντολῇ, ἐπ’ ὠφελείᾳ τοῦ πλησίον. Τὴν γὰρ Μακεδονίαν ἐπεσκέψατο, καὶ τὴν Ἤπειρον διέδραμε, καὶ τὰς Ἑλληνίδας νήσους ἐπῆλθεν, ἀποστολικῷ ζήλῳ πυρούμενος, καὶ τοὺς τῇ φοβερᾷ καὶ πικροτάτῃ δουλείᾳ τῶν τῆς Ἄγαρ ἀπογόνων στένοντας καὶ μικροῦ δεῖν ἐκλίποντας, λόγοις παρηγορίας παρεμυθεῖτο καὶ θάῤῥος καὶ δύναμιν παρεῖχε. Καὶ συνελόντι φάναι, τοὺς πάντας ἐστήριζε καὶ ἐβεβαίου τοῖς Ὀρθοδόξοις δόγμασιν ἐμμένειν ἀπαρατρέπτως, καὶ ἀποστρέφεσθαι τὴν τῶν Ὀθωμανῶν δυσσέβειαν καὶ τὴν τῶν Λατίνων ἐρεσχελίαν καὶ ἀπόνοιαν καὶ πλάνην. Ἀλλὰ καὶ ἐν Αἰγύπτῳ καὶ Δακίᾳ εὐαγγελικῶς διέλαμψεν, ὡς μαρτυρεῖται, ὡς τοῦ Εὐαγγελίου μυσταγωγός, καὶ κήρυξ.
Κληθεὶς ὑπὸ τοῦ ἡγεμόνος τῆς Ῥωσσίας Βασιλείου, μετέστη ἐκεῖ, ὑπακούσας τῷ θείῳ θελήματι, πλήρης πνευματικῶν καρπῶν, καὶ παρέσχε μεγίστην ὠφέλειαν διὰ τοῦ λόγου τῆς χάριτος καὶ τῆς πανσόφου διδασκαλίας τῇ ἐκεῖ Ἐκκλησίᾳ καὶ τῷ Ῥωσικῷ λαῷ, συνεχομένῳ δεισιδαιμονίαις πλείσταις καὶ ἀτόπῳ λατρείᾳ καὶ τύποις ἀκαίροις, ὃν καὶ ὡδήγησε πρὸς τὴν εὐθεῖαν τῆς εὐσεβείας ὁδόν, ἀποκαθάρας καὶ τὰς ἐκκλησιαστικὰς δέλτους.
Πάντα γὰρ ταῦτα, θείῳ σθένει ῥωννύμενος, πλείστοις κόποις καὶ ταλαιπωρίαις καὶ θλίψεσι διεξήγαγεν, ἀφορῶν πρὸς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.
Φθονηθεὶς ὑπὸ ψευδαδέλφων, ὑπέστη διωγμοὺς καὶ ταλαιπωρίας δεινάς, καὶ δεσμὰ πικρά, καὶ πολυχρόνιον σκοτεινὴν ἐγκάθειρξιν, ἃ μεγαλοψύχως ἀνδρειοτάτῃ καρδίᾳ ὑπήνεγκε μαρτυρικοῖς στίγμασι καλλωπισθείς. Καὶ οὕτως ἀνύσας τὸν τῆς εὐσεβείας μέγαν ἀγῶνα ἀπήλθε πρὸς Κύριον, κοιμηθεὶς τὸν ὅσιον ὕπνον τῇ ΚΑ΄ Ἰανουαρίου τοῦ ἔτους ᾳφνστ (1556) καὶ ἀναδειχθεὶς μέγας φωτιστὴς τῶν Ῥώσσων, καὶ θεῖος διδάσκαλος καὶ ἱερὸς ὁδηγὸς καὶ φωταγωγὸς κλήρου καὶ λαοῦ πρὸς τὴν ἀκριβῆ καὶ ἀλάθητον Ὀρθόδοξον ἡμῶν πίστιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀναστασίου τοῦ Μάρτυρος, μαθητοῦ τοῦ Ὁσίου Μαξίμου τοῦ Ὀμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πατρόκλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ἁγίων Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπολλωνίου τοῦ Ἀναχωρητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαβριήλ, καὶ Σιωνίου καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίμωνος, τοῦ ἐνοίκου τῆς ἐρήμου, ἐν τῷ Ναδέγεβ τῆς Ῥωσσίας.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων
Φοῦρνον ζωόκαυστον ποιήσας, ὁ παράνομος ἐν τούτῳ κατακλείει, ἐν ἡμέραις τρισίν, ἐφλέχθης δὲ οὐδόλως, ἀναβοῶν Νεόφυτε· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἤδετο ὕμνος παραδόξως, ἱσταμένου σου φλογὸς ἐν μέσῳ μάκαρ· ἡ γὰρ δρόσος Θεοῦ, ἀνέψυχέ σε Μάρτυς, ἀναβοῶντα· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Μέγιστον θαῦμα καταπλῆττον, πᾶσαν ἔννοιαν ἐν σοὶ τὸ πεπραγμένον· τὸ γὰρ πῦρ οὐδαμῶς, συμφλέξαν σε θεόφρον, διεκχυθὲν κατέκαυσε, τοῦ πυρὸς τοὺς κληρονόμους.
Θεοτοκίον
Ὤφθης Ἀγγέλων ὑπερτέρα, βουλῆς Ἄγγελον μεγάλης τετοκυῖα, Θεοτόκε ἁγνή, ᾧ πάντες μελῳδοῦμεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.


ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον
Νέῳ Παμμάκαρ σώματι, καὶ τελείῳ φρονήματι, τὴν τοῦ ἀρχεκάκου, πονηρίαν ὤλεσας, φυτὸν ὡραιότατον, ἀναβλαστῆσαν ἐν ταῖς αὐλαῖς, τοῦ ἐξ Ἰεσσαί, ἀναβλαστήσαντος ῥίζης· πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν τῷ σταδίῳ θῆρές σε, Ἀθλοφόρε ᾐδέσθησαν, ὥσπερ Δανιήλ, τὸν ἱερὸν τὸ πρότερον· Χριστοῦ γὰρ σε ἔγνωσαν, τῶν παθημάτων Μάρτυρα, ὃν ὁμολογῶν, τὰς ἀνηκέστους βασάνους, ὑπέμεινας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ ἐγνωκώς σε πρότερον, ἐν τῷ ὄρει Νεόφυτε, λέων παμμεγέθης, ἐν σταδίῳ ὄντι σοι, ἀχθεὶς ἐπαφίεται, εἰς τὴν τιμωρίαν Ἀθλητά· καὶ ἀναγνωρίσας, προσεκύνει σοι φόβῳ, αἰδοῖ συγκεκραμένος, καὶ πηγὰς κατανύξει, δακρύων εὐαισθήτως, προχέων Θεομάκαρ.
Θεοτοκίον
Νέον Παιδίον τέτοκας, τὸν πρὸ πάσης τῆς κτίσεως, φύντα ἐκ Πατρός, ἀνερμηνεύτως Πάναγνε· αὐτὸν οὖν ἱκέτευε, παλαιωθέντα πταίσμασι, νῦν ἀνακαινίσαι, καὶ βοῶντά με σῶσαι· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.








ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή
Ἵστασο οἷά περ ἀμνός, πρὸς σφαγὴν ἐθελουσίως προκείμενος, τοῖς ἀναιροῦσί σε, πικροῖς διώκταις μάρτυς Νεόφυτε· καὶ κεντηθείς σου τὴν πλευρὰν λόγχῃ τὸ μακάριον, τέλος ἀπήλειφας· Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.
Ὡς θῦμα ὡς περικαλές, ἱερεῖον ὡς σεπτὸν καλλιέρημα, ὥσπερ ἀνάθημα, ναοῦ ἁγίου ὡς καθαρὰ προσφορά, ὥσπερ στρουθίον ἐκλεκτόν, ὡς μόσχος πολύτιμος, ὡς, νέον μάκαρ φυτόν, Παραδείσου, τῷ Θεῷ προσενήνεξαι.
Σύμμορφος γέγονας παθῶν, τοῦ παθόντος δι’ ἡμᾶς ἀγαθότητι, καὶ τῇ ἰσότητι, τῆς λόγχης Μάρτυς ὄντως δεδόξασαι, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, νίκης διαδήματι, καλλωπιζόμενος, καὶ χαρᾶς ἀδιαδόχου πληρούμενος.
Ἡ μνήμη ἡ πλησιφαής, καὶ πανένδοξος τῆς σῆς ἐναθλήσεως, Μάρτυς ἀνέτειλεν, ἡλίου πλέον περιαυγάζουσα, τὰς διανοίας τῶν πιστῶν, ἐν ᾗ δυσωποῦμέν σε, σκότους παντοίων παθῶν, καὶ κινδύνων χαλεπῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον
Φέρουσα οἷά περ λαβίς, τὸν οὐράνιον Θεόνυμφε ἄνθρακα, τὰ φρυγανώδη μου, καρδίας πάθη καὶ νῦν κατάφλεξον· καὶ τῆς γεέννης τοῦ πυρός, λύτρωσαί με, δέομαι, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν Παναμώμητε.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
Ἐπιφανεὶς Νεόφυτε, ἤγειρας παραδόξως, νεκρὰν τὴν σὲ κυήσασαν, θαῦμα μέγιστον δείξας, Χριστοῦ θεράπων ὡς μέγας· ᾧ καὶ νῦν στεφηφόρος, θεόφρον παριστάμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, ἅγιε καὶ τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἀθλοφόρε καὶ Μάρτυς.
Θεοτοκίον ὅμοιον
Τὸ ξένον καὶ ἀπόῤῥητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης ὁ ἀπρόσιτος προσιτός μοι, ἑνώσας με θεότητι, τῇ αὐτοῦ παραδόξως.







Εἰς τὸν στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν τῆς Νικαίας γόνος, φυτὸν τοῦ Παραδείσου, Νεόφυτον τὸν θεῖον καὶ θαυμαστόν, τὸν τῆς πλάνης πατήσαντα, καὶ ἐναθλήσας γενναίως ὑπὲρ Χριστοῦ, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.

Λελαμπρυσμένος τῇ θείᾳ αἴγλῃ τοῦ Πνεύματος, φωτίζει τοὺς ἐν σκότει, πλανωμένους ἀνθρώπους, παντοίας τὰς βασάνους ὑπέστη στεῤῥῶς, ὁ γενναῖος Νεόφυτος, καὶ τοὺς στεφάνους ἐδέξω παρὰ Χριστοῦ, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.

Νεὸν φυτὸν καρποφόρον ἄνθος πανεύοσμον, ἐν μέσῳ Παραδείσου, ἐφυτεύθης παμμάκαρ, ἀπέδωκας θυσίαν καρποὺς πρὸς Θεόν, αἰκισμοὺς τῶν ἀγώνων σου, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.

Ἐκ νεαρᾶς ἡλικίας Χριστὸν ἠγάπησας, ἀθλητικοὺς ἀγῶνας, ὑπομείνας γενναίως, ἐξήνθησας θεόφρον καρποὺς θεϊκούς, τῷ Θεῷ εὐηρέστησας, καὶ σὺν Ἀγγέλοις χορεύεις ἐν Οὐρανοῖς, Μάρτυς ἔνδοξε Νεόφυτε.

Δόξα. Ἦχος πλ. δ΄.
Ὡς ἥλιος ἀνέτειλε ἡ μνήμη σου σήμερον Ἀθλοφόρε Νεόφυτε, τὴν κτίσιν φωτίζουσα, καὶ τῶν πιστῶν τὰς καρδίας εὐφραίνουσα. Τίς λαλήσει τὰς ἀριστείας; ἢ τίς ἐξαριθμήσει τῶν ἀγώνων σου τὰ πλήθει; Πολλὰ καὶ ὑπὲρ φύσιν μαρτύρια ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ· πλείονα δὲ τὰ βραβεῖα ἀσυγκρίτως ἐκομίσω, ἐκ τῆς παντοδυνάμου τοῦ Σωτῆρος Χριστοῦ δεξιᾶς· τῶν θαυμάτων εἴληφας τὴν θείαν χάριν, ἐκ πέτρας ἔβλυσας ὕδωρ, τὴν μητέραν σου νεκράν, ὡς ἐξ ὕπνου ἀναστήσας· ἀγρίους θῆρας ὑπέταξας, καὶ παρ’ Ἀγγέλου δεξάμενος, τὸν τρισάγιον ὕμνον. Διὰ γὰρ μαρτυρίου εὐλόγησέ σε ὁ Θεός, μαρτυρῶν τὸ καύχημα. Παῤῥησίαν ἔχων πρὸς Θεόν, Ὃν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν στεφανηφόρον ὑπερθαύμαστον Ἀθλητήν, τὸν ἀπὸ Νικαίας, τῆς πίστεως προστάτην, Νεόφυτον τὸν θεῖον πάντες τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου