ΙΑΝΟΥΑΡΙΟΣ ΚΑ΄!!
ΜΑΞΙΜΟΣ ΟΣΙΟΣ ΟΜΟΛΟΓΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁμολογητοῦ. Ἦχος δ'. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Τὸν
δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε,
κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τὰ ἀπύλωτα στόματα,
μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν
τεκτήναντος.
Ταῖς
νευραῖς τῶν δογμάτων σου, Πύῤῥον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν
κακόφρονα, καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος δεινῶς,
καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα,
δι’ ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα.
Ὀξυγράφου
ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά σου,
καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν, τόμον θείων ἀρετῶν, καὶ δογμάτων
ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ
ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.
Τὸν
πυρίπνοον ῥήτορα, συγγραφέαν τὸν πάνσοφον, στῦλον τὸν ἀσάλευτον θείας πίστεως,
Ὀρθοδοξίας ὑπέρμαχον, ἀνδρεῖον καὶ φύλακα, θεῖον Ὁμολογητήν, τῶν δογμάτων τοῦ
Πνεύματος, δεῦτε σήμερον, τὸν πανένδοξον Μάξιμον τὸν μέγαν, Ὀρθοδόξων Ἐκκλησία,
μελῳδικῶς εὐφημήσωμεν.
Τὴν
θεόπνευστον σάλπιγγα, τῶν δογμάτων τῆς πίστεως, τὸ τοῦ Παρακλήτου στόμα τὸ
ἔνθεον, Ὀρθοδοξίας τὸν μέγιστον, φωστῆρα τὸν Μάξιμον, Ὁμολογητὴν Χριστοῦ, καὶ
τὸν πύργον τὸν ἄσειστον, δεῦτε ἅπαντες, ἐλεγκτὴν βασιλέως Κώνσταντός τε, καὶ
κατήγορον τοῦ Πύῤῥου, νῦν κατὰ χρέος ὑμνήσωμεν.
Ἀστραπὴν
τὴν τοῦ Πνεύματος, τοῦ Πατρὸς βροντῆς ἔλλαμψιν, σὺ κατέχων ἔδραμες τοῦ Υἱοῦ
Θεοῦ, ἀνακηρύξαι μακάριε, σῶν λόγων λαμπρότητι, δύο φύσεις ἀληθῶς, μίαν μόνον
δ’ ὑπόστασιν, τὰ σοφίσματα, διελέγξας ἀφρόνων κακοδόξων, ὀρθὴν πίστιν τῶν
Πατέρων, ὁμολογῶν Πάτερ Μάξιμε.
Δόξα.
Ἦχος πλ. β'
Σήμερον
ὑπὲρ ἥλιον ἔλαμψεν, ἡ πάντιμος μνήμη τοῦ Ὁμολογητοῦ Μαξίμου, πᾶσαν τὴν
Ὀρθόδοξον Χριστοῦ Ἐκκλησίαν λαμπρύνουσα. Δεῦτε τῶν ὀρθοφρόνων τὰ συστήματα,
χαρμονικῶς ἑορτάσωμεν, ᾠδαῖς καὶ ᾄσμασι βοῶντες· χαίροις, τῆς Ἀποστολικῆς
Ἐκκλησίας στῦλος, καὶ τῶν αἱρέσεων καὶ Μονοθελητῶν αἱρετιζόντων, ἀκαταγώνιστος
ἔλεγχος· χαίροις, τῶν ἀληθῶν δογμάτων, ἡ βίβλος καὶ κρηπίς, ὁ θησαυρὸς τῶν
Πατερικῶν παραδόσεων, καὶ τῶν ὀπαδῶν τῶν κακοδόξων, καταπέλτης ἰσχυρός·
χαίροις, Μάξιμε Ὁμολογητά, τῶν Ἀποστόλων μιμητά, καὶ τῶν Πατέρων ἰσάξιε
διάδοχε. Πρέσβευε δεόμεθα, ἀσαλεύτους ἡμᾶς μένειν, τῇ Χριστοῦ ὁμολογίᾳ, καὶ ἐκ
πάσης ῥυσθῆναι αἱρέσεως.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει
σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ
Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ἔχαιρον
πάλαι ἡ πόλεων βασιλίς, καὶ βασιλέως ἀνάκτορα, Κωνταντίνου τοῦ ἄνακτος· ἃ
ἠξιώθησαν ἔχειν, μέγαν οἰκήτορα Μάξιμον· ἔχαιρεν ὁμοίως αὖθις, καὶ η Μονὴ
Χρυσουπόλεως, ἔχουσα καθηούμενον αὐτὸν καὶ ἡγήτορα ἄριστον. Αὐτοῦ μιμησώμεθα τὸ
στεῤῥὸν τῆς ὁμολογίας, ἐν ᾗ ὡς ἥλιος ἔλαμψε, βοῶντες αὐτῷ· τεράτων αὐτουργὸς
ἀνεδείχθης, Πατὴρ ἡμῶν Μάξιμε. Καὶ τοῦτον ἀνευφημοῦντες, πρὸς τὸν Σωτῆρα
βοήσωμεν· ῥῦσαι Κύριε τὴν πόλιν σου, τῆς πολυχρονίου αἰχμαλωσίας, καὶ τὸν λαὸν
ἐλευθέρωσον, ἐκ τῆς τῶν Ἀγαρηνῶν δουλείας, παντοδυνάμῳ ἰσχύϊ σου
Ἦχος
δ΄.
Ἅγιε
Μάξιμε, τῆς Παναγίας Τριάδος, ὢν λατρευτής, τὴν χάριν Πατρὸς Υἱοῦ καὶ Πνεύματος
κατεπλούτησας· ἧς τῇ ἑνώσει ἐκπυρωθείς, τοὺς τῶν παθῶν ἄνθρακας καὶ τοὺς τῶν
αἱρέσεων, παντελῶς ἐναπέσβεσας, ζωτικὴ τοῖς πιστοῖς ἡμῖν δύναμις χρηματίζων.
Οἷς μὴ παύσῃ αἰτούμενος τῶν δεινῶν ἀπαλλαγήν, καὶ ψυχῶν σωτηρίαν τοῖς εὐφημοῦσί
σε.
Ὁ
αὐτός.
Ὅσιε
Πάτερ, Ὁμολογητὰ Μάξιμε, τῆς ὑπερθέου ὢν Τριάδος ἀλάβαστρον, τῆς Ἐκκλησίας τοὺς
λύκους μακρὰν σοῖς λόγοις ἀπήλασας, καὶ τὴν ὀρθόδοξον πίστιν ἡμῖν ἐτράνωσας,
δύο θελήσεις ἐνεργείας καὶ φύσεις τὸν Ἰησοῦν ἔχοντα, ὀρθοδόξως κηρύξας· ὑπὲρ ἧς
ἀπεμήθης τὴν θεολόγον σου γλῶσσαν· ἀλλὰ καὶ μετὰ τὴν ἐκτομήν, τρανῶς τοῖς πᾶσι
θεολογεῖς, γραφαῖς σου καὶ λόγοις τὴν δογμάτων ὀρθότητα, μονοφυσιτῶν ἀποκλίνων
τὸν λῆρον, καὶ μονοθελητῶν αἵρεσιν εἰσαγόντων ἀφρόνως· ἧς ῥυσθέντες Χριστὸν τὸν
Θεάνθρωπον, ἐν δυσὶ ταῖς οὐσίαις δοξάζομεν.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἐξέλαμψε τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ὡς φωστὴρ φωτολαμπής, ἡ μνήμη τοῦ παμμάκαρος
Μαξίμου, τοῦ τῆς Ὀρθοδοξίας ἡμῶν ὑπερμάχου καὶ φύλακος. Δεῦτε οὖν οἱ Ὀρθόδοξοι
πάντες, χρεωστικῶς αὐτὸν εὐφημήσωμεν λέγοντες· χαίροις, πανόσιε Μάξιμε, ὁ ἐν τῇ
ἀθλητικῇ παλαίστρᾳ, τῶν παθῶν καὶ δαιμόνων συγκόψας τὰς φάλαγγας, καὶ δοχεῖον
σεαυτὸν κατασκευάσας τῆς θείας χάριτος· χαίροις, ὁ ὑπὲρ τῆς Ὀρθοδόξου πίστεως,
πολυτρόπους ὑπενέγκας βασάνους, καὶ ταύτην ἀσινῆ συντηρήσας, τὴν δὲ κακοδοξίαν,
γενναιότατα ἀπελέγξας· χαίροις, ὁ πολλοῖς θαύμασι καὶ ζῶν ἔτι καὶ μετὰ θάνατον,
δοξασθεὶς παρὰ Χριστοῦ τοῦ Θεοῦ, ᾯ καὶ νῦν παριστάμενος, πρέσβευε δεόμεθα,
ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης αἱρέσεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ ποιητὴς
καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε
καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ ἐν μεγίσταις τιμαῖς, προβιβασθεὶς εἰς τὸ ἀξίωμα Μάξιμε, τοῦ Πρωτοσακηκρήτου,
ἐν ἀνακτόρων βουλῇ, ἐπὶ βασιλείας δὲ τοῦ Κώνσταντος, Μονῆς Χρυσουπόλεως, ἡγητὴς
φεύγων γέγονας. Εἶτα εἰς Ῥώμην, ἐλθὼν Πάπαν κατέπεισας, συναθροῖσαι πιστῶν,
τοπικὴν θᾶττον Σύνοδον, καὶ ἀρχηγοὺς τοῦ δόγματος, διῶξαι κακόφρονας, ἐπὶ
Χριστοῦ τῶν φρονούντων, μίαν οὐσίαν καὶ θέλησιν. Αὐτὸν ἐκδυσώπει, Ἐκκλησίαν
φυλαχθῆναι, πάσης αἱρέσεως.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
Ὀρθοδοξίας ἀστήρ, ὁμολογίας ἀληθοῦς τὸ θησαύρισμα, δογμάτων ὀρθῶν ἡ κρήνη,
κακοδοξίας πρηστήρ, τῶν αἱρετιζόντων ἡ κατάπτωσις, ἡ γλῶσσα ἡ εὔλαλος, ἡ
πανσόφως κηρύξασα, καὶ χεὶρ ἡ θεία, ὀρθοδόξως συγγράψασα, Παραδόσεων, καὶ
Γραφῶν τὴν ἀκρίβειαν, ἄκμων ὁ ἀκατάβλητος, ἐν ᾧ καταβέβληται, ὁ βασιλεὺς καὶ ὁ
Πύῤῥος, καὶ ὁπαδοὶ τούτων Μάξιμε. Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις,
ἐλέγξας τοὺς δυσσεβῶς, τὴν μίαν φύσιν ἐκ τῶν δύο καὶ θέλησιν, Χριστοῦ κακῶς
ἀναιροῦντας, στηρίζων πίστιν ὀρθήν, γραφικαῖς καὶ λόγων ἀποδείξεσι. Διὸ καὶ τὴν
χεῖρά σου, καὶ τὴν γλῶσσαν ἐκτέμνεσαι, αὖθις λαλῶν δέ, ἐν φρουρᾷ Θράκης
κέκλεισαι, καὶ ἐξόριστος, Λαζικῇ χώρᾳ πέμπεσαι· ἔνθα τρισὶν ἐν ἔτεσι, διάγων κεκοίμησαι,
ποιῶν πολλὰς ἐνεργείας, θαυμάτων πάνσοφε Μάξιμε. Χριστὸν ἐκδυσώπει, ἡμῖν πᾶσι
δωρηθῆναι, πίστιν Ὀρθόδοξον.
Δόξα.
Ἦχος δ΄.
Τὸν
ἐν Ὁμολογηταῖς Ὅσιον, καὶ ἐν Ὁσίοις Ὁμολογητήν, Μάξιμον τὸν σοφώτατον, ᾄσμασιν
ἐγκωμιαστικοῖς, τῶν Ὁσίων αἱ χορεῖαι, καὶ τῶν φιλομαρτύρων τὰ πλήθη, νῦν δεῦτε
εὐφημήσωμεν. Οὗτος γὰρ τὴν Ὀρθόδοξον πίστιν ἡμῖν ἐκράτυνε λόγοις καὶ ἐπιστολάς,
ἁπανταχοῦ τῆς Οἰκουμένης ἐξέπεμψε, δύο θελήσεις, ἐνεργείας, καὶ δύο οὐσίας, τὸν
Υἱὸν τοῦ Θεοῦ ἔχοντα κηρύξας· ὑπὲρ ἧς ἀπετμήθη τὴν θεολόγον αὐτοῦ γλῶσσαν,
μακρὰς φυλακὰς καὶ βασάνους ἐν ἐξορίᾳ ὑπομείνας. Οὕτω καὶ ἡμεῖς συμφώνως τῇ
αὐτοῦ ὁμολογίᾳ, Χριστὸν ἐν δυάδι φύσεων καὶ μιᾷ ὑποστάσει, ὡς Θεάνθρωπον
πιστεύομεν.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν
Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε
Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον
τοῦ Ὁσίου. Ἦχος δ'
Ὀρθοδοξίας
ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ φωστήρ, τῶν
Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας
ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα. Ήχος
γ'. Θείας πίστεως.
Θείου
Πνεύματος, τῇ ἐπομβρίᾳ, ῥεῖθρα ἔβλυσας, τῇ Ἐκκλησίᾳ, ὑπερκοσμίων δογμάτων
πανεύφημε, θεολογῶν δὲ τοῦ Λόγου τὴν κένωσιν, ὁμολογίας ἀγῶσι διέλαμψας. Πάτερ
Μάξιμε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμὶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ἔαρ μυστικόν, ἐν καιρῷ τοῦ χειμῶνος, ἡ μνήμη σου σοφέ, ἡ ἁγία ἐπέστη, τὸν
κόσμον κατευφραίνουσα, τοῖς τῶν πόνων σου ἄνθεσι, καὶ μυρίζουσα, τὰς τῶν πιστῶν
διανοίας, τῇ τῶν λόγων σου, μυρεψικῇ εὐωδίᾳ, τρισόλβιε Μάξιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον,
ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων.
Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις
τοὺς δούλους σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
Κατεπλήττοντο σοφέ, οἱ θεωροῦντες τὸ
ἐν σοί, ἐνεργούμενον φρικτῶς, δι’ ἐνεργείας θεϊκῆς· ὅτι τὴν γλῶτταν ἀποτμηθεὶς ἀπανθρώπως,
ἐλάλεις καθαρῶς, ὥσπερ τὸ πρότερον, εἰς πίστωσιν σαφῶ, τῶν θείων λόγων σου, ὁ γὰρ
Χριστὸν Ὃν ἱερῶς ὡμολόγεις, ἐν σοὶ τὰ ξένα εἰργάσατο. Αὐτὸν δυσώπει, Μάξιμε
Πάτερ, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μεγαλύνω εὐσεβῶς, τὰ μεγαλεῖά Σου ἁγνή·
ὅτι τέτοκας ἡμῖν, τὸν πρὸ αἰώνων Ποιητήν, ἀνερμηνεύτως ἐκ τῶν ἁγνῶν Σου αἱμάτων,
λύτρωσιν ἡμῖν, φθορᾶς παρέχοντα, νέαν δὲ ζωήν, κόσμῳ βραβεύοντα, ἐν ᾖ κἀμὲ
κυβέρνησον Δέσποινα, ἐπισκοπῇ ἀοράτῳ Σου, ὡς ἂν ἀπαύστως, ἐν ἀπαθείᾳ, ὑμνῶ Σε ὁ
Σὸς οἰκέτης.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ
προσταχθὲν μυστικῶς.
Τοὺς ἱεροὺς καὶ γενναίους σου ἀγῶνας,
οὓς διδαχαῖς σου καὶ ἀθλήσει ἀνεδείξω, συνελθόντες σήμερον, πόθῳ εὐφημοῦμεν,
δοξάζοντες τὸν δοξάσαντά σε Θεόν, Ὃν βίῳ ὁμολογίᾳ τε τῇ λαμπρᾷ, καὶ τοῖς ἔργοις
ἐδόξασας, ἐν κατανύξει ψυχῆς, τιμῶντές σε καὶ λέγοντες· Χαίροις Μάξιμε ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει,
ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων, τῇ ἀπειρογάμῳ, ὁ κλίνας
τῇ καταβάσει, τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως, ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν
μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ
Λουκᾶν:
Πᾶς ὃς ἂν ὁμολογήσῃ... (Ζήτει τῇ ΣΤ’ Νοεμβρίου.)
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν
τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Τοῦ Κυρίου ἀκούσας Ὁμολογητὰ Μάξιμε, ἐνώπιον βασιλέων καὶ ἀσεβῶν, Αὐτὸν ὡμολόγησας
λαμπρᾷ τῇ φωνῇ, ὡς καὶ πρὸ καὶ μετὰ τὴν τῆς σῆς γλώσσης ἐκτομήν, καὶ τοὺς
Μονοφυσίτας αἱρετικοὺς κατήσχυνας. Πρὸς Αὐτὸν οὖν τὴν ἐκκοπεῖσαν καὶ ἀναφυεῖσαν
χεῖρά σου ὕψωσον, ἱκετεύων καὶ ἡμᾶς ἀξιῶσαι, ὁμολογεῖν Αὐτὸν ἐνώπιον πάντων.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς,
ἄνευ τῶν Θεοτοκίων: Ὁ Παμμέγιστος Μάξιμος δοξάζεται. Ποίημα
τοῦ Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ
α'. Ἦχος πλ. δ' ᾌσωμεν τῷ Κυρίῳ
Ὅλην μοι τὴν θεόπνουν, ἐκ
τῆς μελιῤῥύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης θεῖε Μάξιμε, χάριν τοῦ Πνεύματος.
Πῦρ καιόμενον ὤφθης, κατὰ
τῶν αἱρέσεων Μακάριε· ὡς καλάμην γὰρ ταύτας, κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος.
Ἄλογον προετέθη, ἐκ
δυσσεβεστάτης, προαιρέσεως μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις σου Πάτερ
διήλεγκται.
Θεοτοκίον
Ὅλος ἐπιθυμία, ὁ ἐκ τῆς
γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι, γλυκασμὸς τὲ ἐστι καὶ φῶς
ἄδυτον.
ᾨδὴ
γ', τοῦ Ὁσίου Σὺ εἶ τὸ Στερέωμα
Μέγιστος ὁ Μάξιμος, τῆς
εὐσεβοῦς Χριστοῦ Πίστεως, παναληθῶς, κήρυξ τε καὶ μάρτυς, ἀνεδείχθη δι’
αἵματος.
Μάξιμε μακάριε, σὺ δι’
ἀσκήσεως γέγονας, θεοπρεπές, τῆς φιλοσοφίας, καὶ ἁγνὸν ἐνδιαίτημα.
Ἔβλυσεν ἡ γλῶσσά σου,
ποταμηδὸν Χριστοῦ δόγματα, πανευσεβῆ, Μάξιμε παμμάκαρ, τῆς σοφίας ὁ τρόφιμος.
Θεοτοκίον
Ἵνα
τρίβον Δέσποτα, πρὸς ἁγιότητα φέρουσα, δείξῃς ἡμῖν, μήτραν παναγίαν, παναγίως
κατῴκησας.
Κάθισμα
τοῦ Ὁμολογητοῦ. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον
Διωγμοὺς
ὑπομείνας ὑπὲρ τῆς Πίστεως, ἀπεδίωξας Πάτερ ἅπασαν αἵρεσιν· ἐκτμηθεὶς δὲ σὺν
χειρὶ τὴν γλῶτταν Μάξιμε, ὁμολογίας εὐπρεπῆ, ἐκ τῆς χειρὸς τοῦ Ποιητοῦ, ἐδέξω
στέφανον μάκαρ, ὃν νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Kαὶ νῦν ... Θεοτοκίον
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς
προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν
ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου,
ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.
ᾨδὴ
δ', τοῦ Ὁσίου Εἰσακήκοα Κύριε
Γηγενεῖς σε γεραίρουσι, καὶ
τῶν οὐρανίων τάξεις θαυμάζουσι· τῇ φιλίᾳ τῆς σοφίας γάρ, ἀνεδείχθης Πάτερ, ὤς
περ ἄσαρκος.
Ἰταμὸς μὲν ὁ τύραννος, ἀλλ’
ἡ καρτερία σου ἀκατάλυτος! ὅθεν σὺ μὲν μεμακάρισαι, ὁ παμπόνηρος δὲ
ἐξωστράκισται.
Συναθλοῦσί σοι Μάξιμε, ἡ
τῶν μαθητῶν δυὰς ἡ πανόλβιος, σοὶ τῶν ἄθλων κοινωνήσαντες· διὸ καὶ ἐπάθλων ἴσων
ἔτυχον.
Τῇ ῥοῇ σου τοῦ αἵματος,
καταρδευομένη ἡ Ἐκκλησία Χριστοῦ, ἐξανθεῖ πατροπαράδοτον, σοῦ τοῦ θείου σπόρου
δόγμα Ὅσιε.
Θεοτοκίον
Λυτρωθέντες
τῷ τόκῳ σου, τοῦ τῆς ἁμαρτίας χρέους Πανάμωμε, χαριστήριον ἐφύμνιον,
ἀναπέμπομέν σοι θεονύμφευτε.
ᾨδὴ
ε', τοῦ Ὁσίου Ὀρθρίζοντες βοῶμέν σοι
Ὀ γνῶσιν τῶν γηΐνων
ἀθροίσας, καὶ οὐρανίων, ἐνδίκως φιλόσοφος, κατονομάζεται Μάξιμος.
Σοφίας τῆς ἀμείνω τῷ ἔρωτι,
τοῦ Χριστοῦ σου, μιμητὴς πανάριστος, ὤφθης ἀοίδιμε Μάξιμε.
Μανίᾳ ὑπερόριος γέγονας,
τοῦ Τυράννου· εὗρες δὲ Μακάριε, τὸν Ἰησοῦν παραμύθιον.
Θεοτοκίον
Οἱ
μὴ σὲ Θεοτόκον γινώσκοντες, Θεομῆτορ, φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν ἐκ σοῦ
παναγνε.
ᾨδὴ
ς', τοῦ Ὁσίου Χιτῶνά μοὶ παράσχου
Ἀνένδοτον προσφέροις τῷ
Θεῷ, θεοφόρε δέησιν, ψυχῆς τε καὶ σώματος, τῶν παθῶν καὶ τῆς φθορᾶς με
λυτρώσασθαι.
Ξηραίνεται αἱρέσεων πηγή,
βορβορώδης ἅπασα, ἀοίδιμε Μάξιμε, φραττομένη τῇ ἰσχύϊ τῆς γλώττης σου.
Ἱλάσθητί μοὶ μόνε Ἀγαθέ,
καὶ πηγὴν τῆς χάριτος, Χριστὲ τῇ καρδίᾳ μου, ταῖς εὐχαῖς τοῦ σοῦ Ὁσίου
ἀνάβλυσον.
Θεοτοκίον
Ἡ
μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ
ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον.
Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ
Τὸν
τῆς Τριάδος ἐραστὴν καὶ Μέγαν Μάξιμον, τὸν ἐκδιδάξαντα τρανῶς πίστιν τὴν
ἔνθεον, τοῦ δοξάζειν τὸν Χριστόν, φύσεσιν ἐν δύω, ἐνεργείαις τε διτταῖς ὡς καὶ
θελήσεσιν, ἐπαξίως οἱ πιστοὶ ἀνευφημήσωμεν, ἀνακράζοντες· Χαῖρε κήρυξ τῆς
Πίστεως.
Ὁ
Οἶκος
Ἀνοιξόν
μου τὰ χείλη, ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ δὸς μοι θείαν χάριν ἑλκύσαι, τοῦ ἀξίως
ὑμνῆσαι Χριστέ, τὸν κηρύξαντά σε ἐν δυσὶ φύσεσιν, ἐξόχως ὑπὲρ ἅπαντας· πρὸς ὃν
καὶ ἐκφωνῶ τοιαῦτα,
Χαῖρε,
φωστὴρ καταυγάζων κόσμον·
χαῖρε,
λιμὴν τῶν ἐν ζάλῃ βίου.
Χαῖρε, Μοναζόντων λαμπτὴρ διαυγέστατος·
Χαῖρε, Μοναζόντων λαμπτὴρ διαυγέστατος·
χαῖρε,
τῶν Μαρτύρων τὸ κλέος καὶ στήριγμα.
Χαῖρε, ὄντως ἐγκαλλώπισμα Ἐκκλησίας καὶ στολή·
Χαῖρε, ὄντως ἐγκαλλώπισμα Ἐκκλησίας καὶ στολή·
χαῖρε,
ἔρεισμα τῆς Πίστεως, καὶ ἀσάλευτος κρηπίς.
Χαῖρε, ὅτι καθεῖλες τῶν αἱρέσεων θράσος·
Χαῖρε, ὅτι καθεῖλες τῶν αἱρέσεων θράσος·
χαῖρε,
ὅτι προθύμως πρὸς Χριστὸν μέλη τέμνῃ.
Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων σε·
Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων σε·
χαῖρε,
χαρᾶς πληρῶν τοὺς ποθοῦντάς σε.
Χαῖρε, πολλοὺς τοῦ Βελίαρ λυτρώσας·
Χαῖρε, πολλοὺς τοῦ Βελίαρ λυτρώσας·
χαῖρε,
Πιστοὺς τῷ Θεῷ προσενέγκας.
Χαῖρε,
Κήρυξ τῆς Πίστεως.
Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη
τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ.
Ἄχειρ,
ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Εἰκάδι πρώτῃ πότμος Μαξίμου ὄσσ’ ἐκάλυψεν.
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Εἰκάδι πρώτῃ πότμος Μαξίμου ὄσσ’ ἐκάλυψεν.
Οὗτος ἦν κατὰ τοὺς χρόνους
τοῦ δυσσεβοῦς Κώνσταντος ἀπογόνου Ἡρακλείου. Ταῖς μεγίσταις οὖν τιμαῖς ὑπὸ τῶν
πρώην βασιλέων δεξιωθείς, καὶ ἱκανὸς ὢν ἐν ταῖς πολιτικαῖς διοικήσεσι τὰ
πρακτέα ὑφηγεῖσθαι, διὰ λόγων καὶ τρόπων, καὶ τὴν ἀπὸ τοῦ χρόνου σύνεσιν, εἰς
τὸ Πρωτοασηκρήτου προεβιβάσθη ἀξίωμα, καὶ βουλῆς τοῖς βασιλεῦσι γέγονε
κοινωνός.
Ἐπεὶ δὲ ἡ πονηρά, καὶ
ἔκφυλος δόξα τῶν μίαν θέλησιν φρονούντων καὶ δυσσεβῶς ἐπεκράτει, ὅσον ἐπ’
αὐτοῖς τὴν μίαν τῶν δύω φύσεων ἀναιρούντων, καὶ διατάγματά τινα τὴν κακοδοξίαν
κρατύνοντα, κατὰ τὴν ἀγορὰν ἐπόμπευε, καὶ ἐπὶ τῆς Μεγάλης προὔκειτο Ἐκκλησίας,
οὐκ ἀνασχόμενος τῇ τῶν ἀσεβῶν κοινωνίᾳ συνασεβεῖν, ἀφεὶς τὰς κοσμικὰς ἀρχάς,
εἵλετο μᾶλλον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεῤῥίφθαι, ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν
κατοικεῖν. Καὶ καταλαβών, τὸ ἐν Χρυσουπόλει Μοναστήριον, τὴν κόμην ἀπέθετο, οὗ
καὶ καθηγητὴς ὕστερον γέγονεν. Εἶτα, θείῳ ζήλῳ ὥς περ ὑπὸ πυρὸς ἐξαφθείς, τὴν
πρεσβυτέραν Ῥώμην κατέλαβε, καὶ Πάπαν τὸν μακαριώτατον Μαρτῖνον, τοπικὴν
συναθροῖσαι Σύνοδον, καὶ ἀναθεματίσαι τοὺς ἀρχηγοὺς τοῦ δυσσεβοῦς δόγματος, τῶν
μίαν ἐπὶ Χριστοῦ θέλησιν ληρῳδούντων, παρέπεισεν. Ἀλλὰ καὶ εἰς ἔλεγχον τῶν οὕτω
φρονούντων, λόγους γράψας καὶ ἐπιστολάς, λογικαῖς ἀποδείξεσι καὶ γραφικαῖς τῆς
καθ’ ἡμᾶς πίστεως τὴν ἀκρίβειαν βεβαιούσας, συνθείς, πανταχοῦ τῆς οἰκουμένης
ἐξέπεμψεν.
Ἀναζεύξας δὲ ἀπὸ Ῥώμης μετὰ
τῶν δύω Ἀναστασίων, τῶν μαθητῶν αὐτοῦ, εἰς εὐθύνας παρὰ τῆς Συγκλήτου
καθίσταται, ὁμοδοξούσης τῇ τοῦ βασιλέως αἱρέσει. Καὶ πάντων ὑπεικόντων τῷ
βασιλεῖ, αὐτός τε ἀνθίσταται, καὶ τοὺς ἄλλους εἰς ἀποστασίαν κινεῖ, ἐναντία διὰ
τῶν ἐπιστολῶν φρονεῖν μεταπείθων αὐτούς. Ἐπὶ τούτῳ πέμπεται ἐν φρουρᾷ κατὰ τὴν
Θράκην. Καὶ ἐπιμένων τῇ Ὀρθοδόξῳ πίστει, τὴν χεῖρα καὶ τὴν γλῶτταν
ἀκρωτηριάζεται. Κἀκεῖθεν εἰς ὑπερορίαν κατὰ τὴν Λαζικὴν πέμπεται. Ἔνθα ἐπὶ
τρισὶ χρόνοις διαγαγών, καὶ ταῖς οἰκείαις τοῦ σώματος χρείαις αὐτὸς
ὑπηρετησάμενος, καὶ πλήρης ὢν ἡμερῶν, μικρὸν νοσήσας, ἀνεπαύσατο ἐν Κυρίῳ καὶ
κατετέθη ἐν τῇ Μονῇ τοῦ Ἁγίου Ἀρσενίου, ἐν αὐτῇ τῇ χώρᾳ τῶν Λαζῶν, πολλὰς
θαυμάτων ἐνεργείας καθ’ ἑκάστην ποιῶν.
Λέγεται δέ, μετὰ τὴν
ἐκτομήν, αὖθις ὑπὸ Θεοῦ παραδόξως ἀποκαταστῆναι τὴν γλῶτταν, καὶ τρανῶν
φθέγγεσθαι, μέχρις ἂν ἐν βίῳ ὑπῆρχε. Τῶν δὲ δύω αὐτοῦ μαθητῶν, ὁ μὲν
πρεσβύτερος Ἀναστάσιος, ἴσα τῷ διδασκάλῳ τὴν χεῖρα τμηθεὶς μακρὰν ἐξωρίσθη, ὁ
δὲ νεώτερος Ἀναστάσιος, ἔν τινι τῶν κατὰ Θράκην φρουρίων πεμφθείς, τὸν βίον
κατέλυσε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Νεοφύτου.
Τὸν Νεόφυτον
ἐκριζοῖ γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷὰ περ θάλος.
Νέου φυτοῦ κάλλιστον οἷὰ περ θάλος.
Οὗτος ἦν ἐκ Νικαίας τῆς
κατὰ Βιθυνίαν, παῖς εὐσεβῶν καὶ Χριστιανῶν γεννητόρων, Θεοδώρου καὶ Φλωρεντίας,
ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Εὐθὺς δὲ ἐν ἀρχῇ τοῦ βίου, ἧν χάριτος πλήρης
Θεοῦ. Ἕννατον γὰρ ἔτος ἄγων τῆς ἡλικίας, μετὰ τῶν παίδων, οἷς ἐπὶ μαθήμασι
γραμμάτων συνῆν, προσηύχετο, καὶ ταῦτα παραδόξως διέτρεφε. Καὶ καταπτᾶσα
περιστερά, τὴν κλίνην αὐτοῦ περιΐπτατο, ἀνθρωπίνως δὲ φθεγξαμένης αὐτῆς, ἐπεὶ ἡ
τοῦ Ἁγίου μήτηρ τῷ δέει ἐξέθανε, ταύτην αὐτὸς διὰ προσευχῆς ἤγειρε. Τὸ δὲ ὄρος
τοῦ Ὀλύμπου καταλαβών, εἰς ἕν τῶν σπηλαίων εἰσέδυ, ἔνθα ἡ ὁδηγοῦσα αὐτὸν
περιστερά, ἔδειξε εἰσελθεῖν. Καὶ τὸν ἐν αὐτῷ θηρίου ἀποδιώξας, ἐποιεῖτο ἐκεῖσε
τὴν οἴκησιν, ὑπὸ Ἀγγέλου τρεφόμενος.
Τοῦ δὲ ἑνδεκάτου ἔτους
ἐπιβάς, δι’ ἀποκαλύψεως, ἐκ τοῦ ὄρους κατῆλθε, καὶ τοὺς γεννήσαντας
ἀσπασάμενος, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς χορηγήσας τοῖς ἐνδεέσι, πάλιν τὸ ὄρος
καταλαβών, τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡλικίας αὐτοῦ, παρέστη τῷ ἡγεμόνι Δεκίῳ,
δι’ ἐπικουρίας Ἀγγέλων τὴν πρὸς αὐτὸν ποιούμενος κάθοδον, ὅθεν διὰ τὴν
ἀπροσδόκητον παῤῥησίαν, πρῶτον μαστίζεται, εἶτα εἰς κλίβανον πυρὸς ἐμβάλλεται.
Σωθεὶς δὲ τῇ τοῦ Χριστοῦ χάριτι, θηρίοις ἀφίεται. Ἐπεὶ δὲ τῆς ἁπάντων ἀβλαβὴς
διέμεινε λύμης, ἐπιπεσόντος βαρβάρου τινός, ἀναιρεῖται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Μάρτυρος Ἁγνῆς.
Ὑπὲρ νέον σοι
μόσχον, ὡς Δαυὶδ λέγει
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Αὕτη, ὑπῆρχεν ἐκ πόλεως
Ῥώμης, γένους λαμπροῦ. Αὕτη πρόσφορον ἔχουσα τὸν βίον τῷ ὀνόματι, πολλὰς
γυναῖκας πρὸς αὐτὴν ἀπιούσας, ἐδίδασκε τὸν λόγον τῆς ἀληθείας καὶ τὸν Χριστόν,
Θεὸν γινώσκειν προετρέπετο, καὶ Αὐτῷ μόνῳ λατρεύειν. Τούτων εἰς ἀκοὰς ἐλθόντων
τοῦ ἄρχοντος ἁρπάζεται εὐθέως. Καὶ παρασταθεῖσα, προετρέπετο θύειν, ἤ, εἰμὴ
θύσῃ, εἰς πορνεῖον ἀπάγεσθαι. Ἡ δέ, ἔλεγε· Οὔτε τοῖς θεοῖς σου θύσω, οὔτε
περὶ τοῦ πορνεῦσαι μέλει μοι. Θαῤῥῶ γὰρ τῷ Θεῷ μου, ὅτι ἐκφεύξομαι αὐτῶν,
βοηθουμένη ὑπ’ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ παράνομος ἄρχων, ἐκάλει τὸν
πορνοβοσκόν, καὶ παρεδίδου τὴν φερώνυμον Ἁγνήν, πομπεύειν, μετὰ ἐνδύματος ἑνός,
εἰς ἔνδειξιν, προστάξας. Ὡς δὲ παρέστη εἰς τὸ τοῦ σατανᾶ ἐργαστήριον, καὶ
προσήει ἕκαστος ἐξυβρίσαι βουλόμενος, μηδενὸς κωλύοντος, ἀλλὰ μᾶλλον
ἐπιτρεπομένων πάντων, ἀδεῶς καὶ ἀπερισκέπτως ταύτῃ προσέρχεσθαι, εὐθὺς
ἀπενάρκουν, καὶ τὴν ἐπιθυμίαν ἠμβλύνοντο, καὶ ὡς νεκροὶ διέκειντο. Τότε τις,
οἷα φρονῶν μέγα, ἀλαζών, καὶ τοὺς εἰσιόντας ὀνειδίζων, ὥς τις θηλυμανὴς ἵππος
εἰσελθών, μετὰ πολλοῦ τοῦ θράσους προσήγγισε τῇ Ἁγίᾳ παρθένῳ. Καὶ παραχρῆμα
γέγονεν ἄπνους, καὶ εἰς γῆν κατέπεσεν. Πλείστης δὲ ὥρας διελθούσης εἷς τῶν ἐκεῖ
παρόντων ἀνεβόησε λέγων· Μεγάλη ἡ πίστις τῶν Χριστιανῶν. Εἰσελθόντων δὲ
καὶ τῶν λοιπῶν· Μεγάλη ἡ τοῦ Χριστοῦ δύναμις· μιᾷ φωνῇ πάντες ἐβόησαν.
Ταῦτα μαθὼν ὁ ἄρχων,
παρέστησε τὴν Ἁγίαν, ἤγαγον δὲ καὶ τὸν νεκρὸν ἔμπροσθεν αὐτοῦ καὶ φησί· Λέγε
πονηρὸν γύναιον, πῶς τὸν νεανίσκον ἀπέκτεινας. Καὶ ἡ Ἁγία ἔφη· Ὅτε
ἐκέλευσας ἐνυβρισθῆναί με, ἐπαγομένης μου, συνηκολούθησέ μοι τὶς νεανίας
λευχειμονῶν, καὶ εἰσελθών, ἵστατο παρ’ ἐμοί, ὃς καὶ τὴν τῶν νέων ἐπιθυμίαν
ἀμβλύνων διετέλει, καὶ τὸν ἄνδρα τοῦτον, ὃν νεκρὸν ὁρᾷς, ὕστερον προσελθόντα
μετὰ ἀλαζονείας καὶ θράσους, πρὶν ἄψασθαί μου, πρὶν ῥίψαι φωνήν, τοιοῦτον
εἰργάσατο, οἷον βλέπεις ἄρτι. Ὁ ἄρχων φησί· Καὶ τίς οὗτος; Ἡ Ἁγία
εἶπεν· Ὁ Κύριος καὶ Θεός μου ἀπέστειλε τὸν Ἄγγελον Αὐτοῦ, ὕβριν γενέσθαι
κατ’ ἐμοῦ κωλύονται. Καὶ ὁ ἄρχων· Εἰ τοίνυν βούλει ἡμᾶς πεῖσαι, ὅτι
ἀλήθειαν λέγει, παρακάλεσον τὸν Θεόν σου καὶ ἀνάστησον αὐτόν. Τότε ἡ
Μάρτυς, τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα, καὶ προσευξαμένη, ἀνέστησε παραυτίκα τὸν
νεκρόν. Καὶ ἐξέστησαν ἅπαντας ἐπὶ τῷ παραδόξῳ τούτῳ θαύματι. Καὶ αὐτὸς ὁ ἄρχων
καὶ πολλοὶ ἀνέκραξαν· Μεγάλη ἡ δύναμις τῶν Χριστιανῶν, καὶ μέγας ἐν ἀληθείᾳ,
ὁ Θεὸς τῆς εὐγενεστάτης γυναικός.
Τινὲς δὲ τῶν δυσσεβῶν καὶ
ἀκαθάρτων ἐβόησαν πρὸς τὸν ἄρχοντα· Ἆρον αὐτὴν ἐκ μέσου, ὅτι διὰ μαγγανείας
ποιεῖ, ἃ δοκεῖ ποιεῖν ἐξαίρετα. Τότε πυρίκαυστον γενέσθαι τὴν Ἁγίαν προσέταξεν.
Ἀναφθείσης δὲ μεγάλης φλογός, ἡ Ἁγία, κατασφραγισαμένη ἑαυτήν, εἰσῆλθε
θαρσαλέως ἐν τῷ μέσῳ. Καὶ τὴν εὐχὴν ἐπὶ στόματος ἔχουσα, ἀνέδραμε πρὸς Κύριον,
τὸ σῶμα καταλιποῦσα. Μετὰ δὲ τὸ καταπαῦσαι τὴν πυράν, φιλόχριστοί τινες, ἐν
κρυπτῷ λαβόντες τὸ τίμιον αὐτῆς λείψανον, ἐντίμως ἐκήδευσαν, δοξάζοντες τὸν
Θεόν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Ζωσίμου, Ἐπισκόπου Συρακούσης Σικελίας.
Μετάστασιν Ζώσιμος
εὗρεν ἐκ βίου,
ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Οὗτος ἐγένετο ἀπὸ Σικελίας,
υἱοὺς γονέων πιστῶν καὶ εὐλαβῶν, καὶ ἐν αὐταρκείᾳ βιούντων, οἵ τινες εἶχον
κτῆμα πλησίον Λουκίας τῆς παρθένου. Ὅτε δὲ ἐγεννήθη ὁ Ζώσιμος, καὶ
ἀπεγαλακτίσθη, ἐδόθη δῶρον τῇ Ἁγίᾳ Λουκίᾳ, καὶ οὗτος καὶ τὸ κτῆμα. Ἐν τῇ Μονῇ
οὖν ἀνατραφείς, γέγονε προσμονάριος τῆς θήκης τῆς Ἁγίας. Καὶ τότε ἀπελθὼν πρὸς
τοὺς γονεῖς αὐτοῦ, οὐδὲ πρὸς μικρὸν συνεχωρήθη διατρίψαι αὐτὸν μετ’ αὐτῶν, ἀλλ’
εὐθέως ἀντεπέμφθη πρὸς τὸν ναὸν τῆς Ἁγίας, εἰπόντων αὐτῷ τῶν γονέων· Ὅτι
ἐκεῖ ὀφείλεις εἶναι, ὅπου καὶ ἀφιερώθης. Τριάκοντα δὲ ἔτη ποιήσας ἐν τῇ
Μονῇ, ἐγένετο ἡγούμενος ἐν αὐτῇ. Εἶτα γέγονε καὶ ἐπίσκοπος τῆς πόλεως
Συρακούσης, ὑπὸ Θεοδώρου Πάπα Ῥώμης. Καὶ καλῶς ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ
λογικὸν ποίμνιον, καὶ πολλοὺς ἐπιστρέψας ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ κακίας
εἰς ἀρετήν, ἐν εἰρήνῃ ἐκοιμήθη, ζήσας ἔτη πεντήκοντα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.
Τὸν Εὐγένιον,
καὶ συνάθλους τρεῖς ἅμα,
Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Οὗτοι, ἤθλησαν ἐπὶ τῆς
βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ Λυσίου δουκός. Ἐν γὰρ τοῖς ὄρεσι
κρυπτόμενοι κρατοῦνται ὑπὸ Λυσίου. Καὶ ὁμολογήσαντες τὸν Χριστόν, ἐξορίζονται
ἐν στενοχώρῳ χωρίῳ τῆς Λαζικῆς χώρας, Πιτυοὺς καλουμένῳ, ἐκεῖθέν τε εἰς Τραπεζοῦντα
ἄγονται καὶ ἐκεῖ καταξαίνονται τὰς σάρκας. Εἶτα ἀναρτηθέντες σιδηροῖς ὄνυξι
σπαράσσονται καὶ λαμπάσι πυρὸς καταφλέγονται.
Ὡς δὲ πρηνεῖς κατέπεσον οἱ
αἰκίζοντες αὐτοὺς δήμιοι, ταραχθεὶς ὁ ἡγεμὼν φρουρεῖσθαι τοὺς Ἁγίους προσέταξε.
Μετὰ δέ τινας ἡμέρας κρατηθείς, καὶ ὁ Ἅγιος Εὐγένιος (ἀνεύρετος γὰρ ἦν ἔτι) καὶ
τὸν Χριστὸν καὶ αὐτὸς ὁμολογήσας, ἐτύφθη ἀνηλεῶς.
Ἀπελθὼν οὖν μετὰ τοῦ
ἄρχοντος εἰς τὸν τῶν εἰδώλων καὶ εὐξάμενος πεσεῖν ἐποίησε πάντα τὰ εἴδωλα καὶ
συντριβῆναι ὡσεὶ κονιορτόν. Διὸ καὶ σχοινίοις διαταθείς, ῥοπάλοις ἀδροῖς
τύπτεται. Εἶτα ἀναρτᾶται καὶ τὰς πλευρὰς σιδηροῖς ὄνυξι εὐτόνως ξέεται καὶ
λαμπάσι πυρὸς κατακαίεται, ἅλμῃ σὺν ὄξει δριμυτάτῳ περιαντλούμενος. Εἶτα καμίνῳ
κεκαυμένῃ, ὁμοῦ πάντας τοὺς Ἁγίους ἐμβάλλουσιν, ἐξ ἧς ῥυσθέντες, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.
Στεῤῥῶν
ἀθλητῶν τεσσάρων φωνὴ μία·
Ἡμῖν τὸ θνῄσκειν ἐκ ξίφους εὐθυμία.
Ἡμῖν τὸ θνῄσκειν ἐκ ξίφους εὐθυμία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεόφυτος, ὁ
προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου,
προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ
Νεόφυτος Παρθένου πέλων φίλος,
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀναστασίου
τοῦ Μάρτυρος, μαθητοῦ τοῦ Ὁσίου Μαξίμου τοῦ Ὀμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Πατρόκλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων
τῶν Ἁγίων Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Ἀπολλωνίου τοῦ Ἀναχωρητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Γαβριήλ, καὶ Σιωνίου καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Φῶς μέγα ὁ
Μάξιμος ἐνθέῳ λόγῳ,
ἐν Ῥωσσίᾳ
ἔλαμψεν Χριστοῦ εἰς δόξαν.
Οὗτος ἤκμασε τῷ ΙΣΤ΄ αἰῶνι.
Γεννηθεὶς ἐν Ἄρτῃ τῆς Ἠπείρου ἐκ γονέων εὐσεβῶν τοὐπίκλην Τριβόλη, ἀνήχθη ἐν
παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐπιδοθεὶς εἰς ἐκμάθησιν τῆς κρείττονος γνώσεως,
ἐγένετο κάτοχος ἀμφιλαφοῦς σοφίας, μεταβὰς πρὸς τοῦτο ἐν τῇ Ἑσπερίῳ λήξει.
Ἐπανακάμψας, ἐπόθησεν ὑπελθεῖν τὸν τοῦ Κυρίου ζυγόν. Καὶ καταλαβὼν τὸ Ἁγιώνυμον
Ἄθω, ἐσκήνωσε ἐν τῇ ἐκεῖσε περιωνύμῳ τοῦ Βατοπεδίου Μονῇ, ἔνθα ἐπὶ δεκαετίαν
ἐπεδόθη τῇ ἀσκήσει καὶ τῇ τῶν θείων μελέτῃ. Ἐν τῇ τοῦ Βατοπεδίου ἱερᾷ
ἀσκούμενος Μονῇ, καὶ τῇ μελέτῃ καὶ προσευχῇ σχολάζων, πλείσταις ἀποστολαῖς
διέπρεψεν, ὑπείκων τῇ τῶν Πατέρων ἐντολῇ, ἐπ’ ὠφελείᾳ τοῦ πλησίον. Τὴν γὰρ
Μακεδονίαν ἐπεσκέψατο, καὶ τὴν Ἤπειρον διέδραμε, καὶ τὰς Ἑλληνίδας νήσους
ἐπῆλθεν, ἀποστολικῷ ζήλῳ πυρούμενος, καὶ τοὺς τῇ φοβερᾷ καὶ πικροτάτῃ δουλείᾳ
τῶν τῆς Ἄγαρ ἀπογόνων στένοντας καὶ μικροῦ δεῖν ἐκλίποντας, λόγοις παρηγορίας
παρεμυθεῖτο καὶ θάῤῥος καὶ δύναμιν παρεῖχε. Καὶ συνελόντι φάναι, τοὺς πάντας
ἐστήριζε καὶ ἐβεβαίου τοῖς Ὀρθοδόξοις δόγμασιν ἐμμένειν ἀπαρατρέπτως, καὶ
ἀποστρέφεσθαι τὴν τῶν Ὀθωμανῶν δυσσέβειαν καὶ τὴν τῶν Λατίνων ἐρεσχελίαν καὶ
ἀπόνοιαν καὶ πλάνην. Ἀλλὰ καὶ ἐν Αἰγύπτῳ καὶ Δακίᾳ εὐαγγελικῶς διέλαμψεν, ὡς
μαρτυρεῖται, ὡς τοῦ Εὐαγγελίου μυσταγωγός, καὶ κήρυξ.
Κληθεὶς ὑπὸ τοῦ ἡγεμόνος
τῆς Ῥωσσίας Βασιλείου, μετέστη ἐκεῖ, ὑπακούσας τῷ θείῳ θελήματι, πλήρης
πνευματικῶν καρπῶν, καὶ παρέσχε μεγίστην ὠφέλειαν διὰ τοῦ λόγου τῆς χάριτος καὶ
τῆς πανσόφου διδασκαλίας τῇ ἐκεῖ Ἐκκλησίᾳ καὶ τῷ Ῥωσικῷ λαῷ, συνεχομένῳ
δεισιδαιμονίαις πλείσταις καὶ ἀτόπῳ λατρείᾳ καὶ τύποις ἀκαίροις, ὃν καὶ ὡδήγησε
πρὸς τὴν εὐθεῖαν τῆς εὐσεβείας ὁδόν, ἀποκαθάρας καὶ τὰς ἐκκλησιαστικὰς δέλτους.
Πάντα γὰρ ταῦτα, θείῳ
σθένει ῥωννύμενος, πλείστοις κόποις καὶ ταλαιπωρίαις καὶ θλίψεσι διεξήγαγεν,
ἀφορῶν πρὸς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.
Φθονηθεὶς ὑπὸ ψευδαδέλφων,
ὑπέστη διωγμοὺς καὶ ταλαιπωρίας δεινάς, καὶ δεσμὰ πικρά, καὶ πολυχρόνιον
σκοτεινὴν ἐγκάθειρξιν, ἃ μεγαλοψύχως ἀνδρειοτάτῃ καρδίᾳ ὑπήνεγκε μαρτυρικοῖς
στίγμασι καλλωπισθείς. Καὶ οὕτως ἀνύσας τὸν τῆς εὐσεβείας μέγαν ἀγῶνα ἀπήλθε
πρὸς Κύριον, κοιμηθεὶς τὸν ὅσιον ὕπνον τῇ ΚΑ΄ Ἰανουαρίου τοῦ ἔτους ᾳφνστ (1556)
καὶ ἀναδειχθεὶς μέγας φωτιστὴς τῶν Ῥώσσων, καὶ θεῖος διδάσκαλος καὶ ἱερὸς
ὁδηγὸς καὶ φωταγωγὸς κλήρου καὶ λαοῦ πρὸς τὴν ἀκριβῆ καὶ ἀλάθητον Ὀρθόδοξον
ἡμῶν πίστιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίμωνος,
τοῦ ἐνοίκου τῆς ἐρήμου, ἐν τῷ Ναδέγεβ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς
Παραμυθίας τῆς ἐν Βατοπεδίῳ
Χαρᾶς αἰτία Παραμυθία πέλεις,
Καὶ θλίψεων ἀλεξιτήριον κόσμου
Ἐν τοῖς πάλαι καιροῖς,
ἦλθεν ποτὲ τῷ Ἁγιωνύμῳ Ὄρει συμμορία πειρατῶν, ἐπὶ σκοπῷ, τοῦ εἰσελθεῖν ἐντὸς
μιᾶς τῶν καλλιτέρων τῶν τοῦ Ἁγίου Ὄρους Μονῶν, ἤτοι τῇ τοῦ Βατοπαιδίου, ἐν ταῖς
πρωϊναῖς ὥραις, καθ᾿ ἃς εἰώθασιν ἀνοίγειν τὰς πύλας τῆς Μονῆς, καὶ οὕτω τοὺς
μὲν Μοναχοὺς νὰ κατασφάξωσι, τὸν δὲ πλοῦτον τῆς Μονῆς λεηλατήσωσιν.
Ἐλθόντες οὖν οἱ πειραταί,
ἀπεβιβάσθησαν περὶ τὸ ἑσπέρας τῇ ξηρᾷ, καὶ ἐκρύβησαν εἰς τοὺς ἐγγὺς τῆς Μονῆς
θάμνους. Ἀλλ᾿ ἡ κοινὴ ἔφορος παντὸς τοῦ Ἁγίου Ὄρους, καὶ ταχυτάτη βοήθεια,
Ὑπεραγία Θεοτόκος Παρθένος, δὲν παρεχώρησεν ἐκτελεσθῆναι ὁ τῶν ἀθέων βαρβάρων σκοπός·
κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν, μετὰ τὴν τοῦ Ὄρθρου ἀπόλυσιν, πάντων τῶν ἀδελφῶν
ἀπελθόντων ἐν τοῖς ἑαυτῶν κελλίοις, ὁ τῆς Μονῆς Ἡγούμενος, παρέμεινεν ἐν τῷ
ναῷ, ἐξακολουθῶν τὰς ἰδίας προσευχάς, ὅτε ἀκούει αἴφνης φωνῆς ἐκ τῆς Εἰκόνος
τῆς Θεομήτορος λεγούσης· Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς, ἀλλ᾿
ἀναβάντες ἐπὶ τῶν τειχῶν, ἀποδιώξατε τοὺς πειρατάς. Ἐκπλαγεὶς ἐπὶ τῷ ἀκούσματι
ὁ Ἡγούμενος, ἐνητένισε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τῆς ἁγίας Εἰκόνος, ἐξ ἧς
ἠκούσθη ἡ φωνή, καὶ ἀμέσως φανεροῦται αὐτῷ ἐκπληκτικώτερον θέαμα· ὁρᾷ ὅτι τὸ
τῆς Θεοτόκου πρόσωπον ἐγένετο ζῶν, ὡσαύτως καὶ τὸ τοῦ ὑπ᾿ αὐτῆς βασταζομένου
βρέφους Ἰησοῦ· τὸ δὲ προαιώνιον βρέφος, ἐκτεῖναν τὴν ἑαυτοῦ δεξιάν, καὶ
ἐκκαλύπτον δι᾿ αὐτῆς τὰ χείλη τῆς θείας αὐτοῦ Μητρός, ἔστρεψε πρὸς ἑαυτὴν τὸ θεῖον
αὐτοῦ πρόσωπον καὶ εἶπε· «Μὴ Μῆτέρ μου, μὴ εἴπῃς αὐτοῖς τοῦτο, ἀλλὰ
τιμωρηθήτωσαν οὗτοι πρεπόντως». Ἀλλ᾿ ἡ Θεομήτωρ, ἐπιμελουμένη, ἵνα περικρατήσῃ
διὰ τῆς ἑαυτῆς χειρός, τὴν χεῖρα τοῦ Υἱοῦ καὶ Θεοῦ αὐτῆς, καὶἐκκλίνουσα
δεξιόθεν ἐξ αὐτοῦ τὸ ἑαυτῆς πρόσωπον, ἐξεφώνησεν αὖθις τοὺς αὐτοὺς ἐκείνους
λόγους· «Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς κ.τ.λ.».
Συσχεθεὶς φόβῳ διὰ τὸ
φρικτὸν τοῦτον θαυμάσιον ὁ Ἡγούμενος, συνεκέντρωσε πάραυτα τὴν Ἀδελφότητα καὶ
διηγήσατο αὐτοῖς τὰ συμβάντα, καὶ τοὺς πρὸς αὐτὸν λόγους τῆς Θεομήτορος, ἅμα
καὶ τοὺς λόγους οὓς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπηύθυνεν αὐτῇ. Παρατηρήσαντες
δὲ πάντες ἐν ἐκπλήξει καὶ θαυμασμῷ εἶδον ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον καὶ τὸ
τοῦ Κυρίου Ἰησοῦ ὡς καὶ ἅπασα ἡπεριγραφὴ καὶ ὁ σχηματισμός τῆς Εἰκόνος ἐκείνης,
ἔλαβον ἄλλον σχηματισμόν, ὅλως ἐναντίον τῆς πρώτης αὐτῶν θέας. Ἀπέδωκαν δὲ ἐν
πολλῇ εὐγνωμοσύνῃ εὐχαριστίαν καὶ αἶνον πάντες οἱ Μοναχοὶ τῇ Κυρίᾳ Θεοτόκῳ διὰ
τὴν σωτηριώδη πρόνοιαν καὶ προστασίαν αὐτῆς, δοξάσαντες ἐν ταπεινώσει τὸν δι᾿
αὐτῆς ἐλεοῦντα ἡμᾶς φιλάνθρωπον Σωτῆρα καὶ Κύριον. Εἶτα ἀνῆλθον ἐπὶ τὰ τείχῃ,
καὶ διὰ τῶν ἐκεῖσε εὑρισκομένων ὅπλων καὶ μέσων, ἀπέκρουσαν τὴν τῶν πειρατῶν
ἔφοδον.
Ἔκτοτε μέχρι τοῦ νῦν, ἡ
θαυματουργὸς αὕτη Εἰκὼν τῆς Θεομήτορος τυγχάνει γνωστὴ ὑπὸ τὸ ὄνομα Παραμυθία·
ὁ δὲ σχηματισμὸς τῶν προσώπων, τῆς τε Θεοτόκου καὶ τοῦ Κυρίου, ἔμειναν οὕτως,
ἐν τῇ στάσει τῇ σχηματισθείσῃ ἐν τῇ τρίτῃ ἐκφωνήσει τῇ ὑπὸ τοῦ Ἡγουμένου
ἀκουσθείσῃ, ὡς ἐξῆς· Ἡ θεία Μήτηρ ἐκκλίνουσα δεξιόθεν τὸ πρόσωπον αὐτῆς, ἐκ τῆς
ἐκτεινομένης δεξιᾶς τοῦ προαιωνίου αὐτῆς βρέφους καὶ Κυρίου, σπουδάζει
ἀπομακρύνας αὐτὴν ἐκ τοῦ στόματος αὐτῆς, ὡς ἂν ἐλευθέρως γνωρίσῃ τοῖς ἐκλεκτοῖς
αὐτῆς δούλοις τὸν ἐπικείμενον κίνδυνον.
Ἡ θαυματουργὸς αὕτη Εἰκὼν
εὕρηται ἐν τῷ Παρεκκλησίῳ τῆς Θεοτόκου τῆς «Παραμυθίας», ἐπὶ τοῦ δεξιοῦ τοίχου
τοῦ χοροῦ· καὶ τὸ μὲν πρόσωπον τῆς Ἀειπαρθένου Θεοτόκου, ἐκφράζει ἱλαρότητα,
συμπάθειαν καὶ ἀγάπην, τὸ δὲ βλέμμα πνέει ἐπιείκειαν, πραότητα καὶ
εὐσπλαγχνίαν· ἐπὶ δὲ τῶν χειλέων αὐτῆς ἐπαναπέπαυται μειδίαμα σεμνόν,
προσφώνημα καὶ παρηγορία, διὸ καὶ προσφυῶς κέκληται «Παραμυθία», ὡς
παραμυθουμένη πάντας τοὺς προσερχομένους αὐτῇ.
Τὸ δὲ πρόσωπον τοῦ
προαιωνίου βρέφους καὶ Θεοῦ δὲν εἶναι τοιοῦτον, ἀλλ᾿ εἶναι ἀπειλητικόν, ἡ
κίνησις τῆς ὀργῆς παρίσταται ἐν πάσαις ταῖς γραμμαῖς αὐτοῦ, τὸ δὲ βλέμμα πλῆρες
αὐστηρότητος καὶ ἀδυσωπήτου κρίσεως, τοσοῦτον ὥστε δυνάμεθα εἰπεῖν, ὅτι αἱ
χαρακτηριστικαὶ αὗται γραμμαὶ τῶν θείων τούτων προσώπων, τοῦ τε προαιωνίου
βρέφους, τοῦ Θεοῦ καὶ Κριτοῦ τῶν ἁπάντων ζώντων τε καὶ τεθνεώτων, καὶ τῆς
μητρικῆς ἀγάπης τῆς προστάτιδος καὶ προστασίας πάντων τῶν μετ᾿ ἀδιστάκτου
πίστεως ἐπιζητούντων τὴν οὐράνιον αὐτῆς σκέπην Κυρίας ἡμῶν Θεοτόκου, τυγχάνουσι
τῇ γραφίδι τοῦ ζωγράφου, δυνάμεθα εἰπεῖν ἄληπτα, καὶ ἰδίᾳ αἱ γραμμαὶ τῆς ὄψεως
τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ', τοῦ Ὁσίου Οἱ ἐκ τῆς Ἰουδαίας
Μίαν φύσιν Τριάδος, μίαν
θέλησιν ἔφης, μίαν ἐνέργειαν· Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις θελήσεις,
ἐνεργείας, ἐκήρυξας· ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητός εἶ.
Οὐ θελήματα δύω, διαιρούμενα
γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας Πάτερ, φυσικῇ διαφέρόντα· Ὁ
τῶν Πατέρων Θεός, βοῶν εὐλογητὸς εἶ.
Στήλην ὀρθοδοξίας, τοὺς
ἐνθέους σου λόγους, Πάτερ κατέχοντες, τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ ταῖς
οὐσίαις, καὶ θελήσεσι σέβομεν· Εὐλογητὸς εἶ Χριστέ, αὐτῷ ἀναβοῶντες.
Δύο Πάτερ εἰδότες,
ἐνεργείας τοῦ οἴκτῳ, σεσαρκωμένου Θεοῦ, διττὰς αὐτεξουσίους, θελήσεις
διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον
Παρθενικῆς ἐκ νηδύος,
σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον,
εὐχαρίστως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
ᾨδὴ
η', τοῦ Ὁσίου Νικηταὶ τυράννου
Ὁλικῶς ποθήσας, τὸν
ὑπερποθήσαντα γένος ἀνθρώπων, τὸν σταυρὸν σου ἦρας, καὶ σὺν αὐτῷ Μακάριε
συνεσταυρώθης, Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς
τοὺς αἰῶνας.
Ξενωθεὶς ἀπάσης, ἡδονῆς
μακάριε θανατηφόρου, σεαυτὸν εἰργάσω, ὅλον ἀκηλίδωτον ἔσοπτρον θεῖον· Εὐλογεῖτε
μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.
Ἀπηνοῦς τυράννου, δυσσεβῆ
ὠμότητα οὐ κατεπλάγης, ἀλλ' ὡς πύργος ἔστης, ἀκλινὴς ἀκράδαντος ὀρθοδοξίας·
Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ζωηφόρον αἴγλην, ἐκ μιᾶς
θεότητος Τρισυποστάτου, δεδεγμένος ὤφθης, τοῖς ἐν σκότει ἥλιος πεπλανημένοις·
Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τοῦ
Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης θυγάτηρ· τοῦ Θεοῦ δὲ μήτηρ, τοῦ
ἀνακαινίσαντός μου τὴν οὐσίαν· ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν,
αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ', τοῦ Ὁσίου Τὸν προδηλωθέντα
Ἔτι σου ὡς Ἄβελ, τὸ αἷμα
καὶ εἰς αἰῶνας, τὰ θεόπνευστα δόγματα, φωνῇ διαπρυσίῳ, τῇ Χριστοῦ Ἐκκλησίᾳ
κηρύττει, Μάξιμε παμμάκαρ καὶ παμμέγιστε.
Τέτμηται ἡ χεὶρ μέν, γράφει
δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ μέλανι, τῇ τετμημένῇ γλώττῃ, καὶ τῷ σῷ αἵματι τῶ
τιμίῳ, Πίστιν ἐν καρδίαις τὴν Ὀρθόδοξον.
ᾌδεται ἐν κόσμῳ, ἡ ἔνθεος
παῤῥησία, καὶ τὸ πῦρ τὸ ἐγκάρδιον, τῆς ἐνθέου ἀγάπης, δι’ ἣν Ὅσιε τὴν τοῦ
αἵματος χύσιν, Μάξιμε ὑπέστης προθυμότατα.
Ἵστασαι πρὸ θείου βήματος
μετὰ Μαρτύρων, οἷς τοῦ ζήλου τῆς πίστεως, ἐκοινώνησας Πάτερ, καὶ ἡμᾶς οἰκειῶν
τῷ Δεσπότῃ, καὶ σοῦ μιμητὰς ἀπεργαζόμενος.
Θεοτοκίον
Σὺ
εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος· σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ
προστρεχόντων· σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν
ἡμῶν.
Ἐξαποστειλάριον
τοῦ Ὁσίου. Ἦχος β'. Τοῖς Μαθηταῖς
Θεολογῶν
ἐκήρυξας μίαν φύσιν Τριάδος, καὶ μίαν Πάτερ θέλησιν, καὶ ἐνέργειαν μίαν· Θεοῦ
δὲ τοῦ σαρκωθέντος, δύω φύσεις θελήσεις, καὶ ἐνεργείας Μάξιμε, πάνσοφε
θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις· ὑφ' ὧν τὴν χεῖρα γλῶσσάν
τε, ἐκτμηθεὶς Μάρτυς ὤφθης.
Θεοτοκίον
Τὸ
ξένον καὶ ἀπόῤῥητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει
Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ
σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης ὁ ἀπρόσιτος προσιτὸς μοι, ἑνώσας με
θεότητι, τῇ αὐτοῦ παραδόξως.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ,
θεοῤῥῆμον Μάξιμε, θεολογίας φωτί, λαμπρυυνθεὶς τὴν διάνοιαν, ἀποῤῥήτων
ἔλλαμψιν, πανολβίως ἐπλούτησας, τὰ ὑπὲρ λόγον μυσταγωγούμενος, καὶ διὰ λόγου,
ἡμᾶς μυούμενος· ὢ ἧς ἠξίωσαι, φωταυγείας Ἅγιε! ἀνακραθείς, βίου καθαρότητι, τῷ
θείῳ Πνεύματι.
Πάτερ,
θεηγόρε Μάξιμε, θεηγορίᾳ λαμπρᾷ, ἱερῶς σεμνυνόμενος, ὑποφήτης ἔνθεος, εὐσεβείας
γεγένησαι, αἱρετιζόντων λύων τὴν ἔνστασιν, καὶ ἀληθείας φαίνων τὴν ἔλλαμψιν·
μίαν ὑπόστασιν, τὸν Χριστὸν γὰρ Ἅγιε, θεολογεῖς, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ταῖς
θελήσεσι.
Πάτερ,
θεοφόρε Μάξιμε, μαρτυρικῶς ἐναθλῶν, τοῦ Κυρίου τὰ στίγματα, τῇ σαρκί σου
ἔφερες, ἐξορίαις στελλόμενος, καὶ ἐκτμηθείς σου τὴν χεῖρα Ἅγιε, καὶ τὴν σὴν
γλῶτταν, τὴν θεοῤῥήμονα, οὐδόλως ἔπαυσας, ἄγλωττος ὢ θαύματος! ὁμολογῶν,
εὐσεβεῖ φρονήματι, Χριστὸν τὸν Κύριον.
Πάτερ,
θεοφάντορ Μάξιμε, Ὀρθοδοξίας κανών, ἐγκρατείας διδάσκαλε, σωφροσύνης ἄγαλμα,
καὶ ἀνδρείας νοῦς ἄτρεπτος, τῆς Ἐκκλησίας στῦλε ἀκράδαντε, τῆς ἀληθείας στόμα
πυρίπνοον, τοὺς προσκυνοῦντάς σου, δεξιὰν τὴν πάντιμον, ῥύου ἀεί, πάσης
περιστάσεως, ταῖς ἱκεσίαις σου.
Δόξα.
Ἦχος πλ. β'
Φιλοσοφίᾳ
κοσμήσας τὸν βίον σου, θεοσοφίᾳ σαυτὸν κατελάμπρυνας, ὅθεν ἐν ἀμφοτέροις
εὐδοκιμῶν, τῇ καλῇ ὁμολογίᾳ ἐπεσφράγισας ἀμφότερα, τρισόλβιε Μάξιμε. Παῤῥησίαν
οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Ὁ ποιητὴς
καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος,
τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε
καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου