ΙΑΝΟΥΑΡΙΟΣ 21!!
ΕΥΓΕΝΙΟΣ ΜΑΡΤΥΣ ΤΡΑΠΕΖΟΥΝΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια τοῦ
Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Τραπεζοῦντος τὸ κλέος
δεῦτε τιμήσωμεν, ὡς Ἀθλητὴν γενναῖον, παρατάξεως θείας, ἔμπλεος γὰρ ζήλου θείου
φανείς, ἀλγηδόνας ὑπήνεγκε, πρὸς οὐρανίους δὲ χαίρων ἤρθη μονάς, καὶ χοροῖς
Ἁγίων ἥνωται.
Καρτερικῶς τοὺς ἀγώνας
Μάρτυς ἐτέλεσας, θωρακισθεὶς δυνάμει, τοῦ Σταυροῦ τοῦ Τιμίου, ἔσβεσας εἰδώλων
πάντῃ πυράν, τῷ ἰδίῳ σου αἴματι, ὅθεν συνόμιλος γέγονας Προφητῶν, καὶ Ἀγγέλων
ὁμοδίαιτος.
Ἐπὶ τῆς γῆς ἠγωνίσθη πιστῶς
Εὐγένιε, ἐν οὐρανοῖς δ’ ἐδέχθης, ἀμαράντινον στέφος, ὅθεν καὶ ἡμεῖς τελοῦντες
τὴν σὴν ἑορτὴν ἀγαλλόμεθα, λύσιν αἰτοῦντες πταισμάτων καὶ τῶν δεινῶν, σαῖς
πρεσβείαις ἀξιάγαστε.
Πρὸς ἐφετῶν τὸ ἀκρότατον
ἀπεδήμησας, ἀγωνισθεὶς ἀνδρείως, ἐν δυνάμει τῇ θείᾳ, πρόμαχος ὅθεν πιστῶν
κραταιός, καὶ λιμὴν γαληνότατος, χειμαζομένων πελάγει τῷ τῶν δεινῶν,
ἀναδέδειξαι Εὐγένιε.
Δόξα. Ἦχος α΄.
Τὸν τῆς Τριάδος ἔνζηλον καὶ
καλλίνικον Μάρτυρα, δεῦτε πάντες ὑμνήσωμεν. Οὗτος γὰρ ἀνεδείχθη τῇ δυνάμει τῆς
πίστεως τεῖχος ἄῤῥηκτον, τῆς εὐσεβείας ἄνθος τερπνὸν τοῦ νοητοῦ Παραδείσου,
λιμὴν ποντουμένων καὶ στύλος τῆς Ἐκκλησίας. Πρεσβεύει δ’ ἀπαύστως σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Θεοτόκε, ταῖς
φαειναῖς ἀκτῖσι τοῦ Υἱοῦ Σου, διάλυσον τὸν ζόφον τῆς ψυχῆς μου, καὶ παθῶν μου
τὸν τάραχον κόπασον, τῇ πρὸς Θεὸν μεσιτείᾳ Σου ἄχραντε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οὖν οἱ πιστοί,
αἰνέσωμεν προφρόνως, τὸν καθελόντα πλάνην, τυράννων τῶν ἀθέων, καὶ τοὺς πιστοὺς
φαιδρύναντα.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ κατεθυνθήσεται.
Ἴσχυσε τοὺς ἐχθρούς,
Εὐγένιος ὁ Μάρτυς, καθοπλισθεὶς τῇ πίστει, καὶ χάριν ἰαμάτων, θεόθεν οὗτος
εἴληφε.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Θράσους τῶν ἀσεβῶν,
κατίσχυσας σὺ Μάρτυς, δι’ εὐκλεῶν σου
ἄθλων, καὶ θείας χαρμοσύνης, ἀπέλαυσας ἀοίδιμε.
Δόξα.
Μνήμην σου τὴν σεπτήν, οἱ
πίστει προσιόντες, ὑμνοῦσι κατὰ χρέος, οὓς ἐκ κινδύνων σῶζε, καὶ πάσης
περιστάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Λύτρωσον τῶν δεινῶν,
Παρθένε Θεοτόκε, τὴν ταπεινὴν ψυχήν μου, ἔχουσα παῤῥησίαν, τῷ Σῷ Υἱῷ
πανάχραντε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μάρτυς ἔνδοξε, καύχημα
Πόντου, κλέος ἄφθαρτον, τῆς Τραπεζοῦντος, ἀνεδείχθης ἐν σταδίῳ τῆς πίστεως, ὡς
οὖν εἰδώλων καθεῖλες σεβάσματα, καὶ μαρτυρίου διέπλευσας πέλαγος, οὕτως Ἅγιε
Μεγαλομάρτυς Εὐγένιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν
σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ
προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος
πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐξ ἐώας φωστήρ,
περιαυγάζων Ἐκκλησίας στερέωμα, φωτίζων ἐλλάμψει θείᾳ, τὰς διανοίας πιστῶν, καὶ
ἰάσεις νέμων τοῖς προστρέχουσι, ἀχλὺν ἐξηφάνισας, τῶν εἰδώλων πανάριστε, καὶ
συγχορεύεις τοῖς Ἁγίοις Εὐγένιε, ἀγαλλόμενος, εἰς παστάδα οὐράνιον, ὅθεν
ἀνευφημοῦμέν σε, ὡς ἔνθεον Μάρτυρα, ἀγωνισθέντα νομίμως ἐν τῷ σταδίῳ τῆς
πίστεως, Χριστὸν δυσωποῦντα, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Χαίροις, ὁ στρατιώτης
Χριστοῦ, τῆς Ἐκκλησίας τὸ τερπνὸν περιήχημα, ὁ πύργος τῆς εὐσεβείας, χριστιανῶν
βοηθός, καὶ προστάτης πάντων τῶν ἐν θλίψεσι, τὸν δρόμον τετέλεκας, τῆς ἀθλήσεως
Ἅγιε, ξεσθεὶς τὴν σάρκα καὶ φθορὰν ἐκδυσάμενος, περιβόλαιον, ἀφθαρσίας
ἐνδέδυσαι, ὅθεν σὲ μακαρίζομεν, παμμάκαρ Εὐγένιε, ὃς εὐσεβῶν ἐποπτεύεις τῇ Θείᾳ
Χάριτι ἄνωθεν, Χριστῷ δὲ πρεσβεύεις, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Χαίροις, τῆς Τραπεζοῦντος
βλαστός, καύχημα Πόντου καὶ σεπτὸν ἐγκαλλώπισμα, πιστῶν τε παραμυθίᾳ, καὶ
βοηθὸς κραταιός, Ἐκκλησίας πάσης τὸ ἀγλάϊσμα, ὡραῖος ἐν κάλλεσι, τῶν στιγμάτων
σου γέγονας, καὶ ὡραΐζεις, τὰς ψυχὰς τῶν ὑμνούντων σε, τῇ τοῦ Πνεύματος,
φωταυγείᾳ καὶ χάριτι, ὅθεν σὲ μακαρίζομεν, Εὐγένιε πάνσεπτε, καὶ ἐν λαμπρᾷ
πανηγύρει περιχαρῶς ἑορτάζομεν, Χριστὸν δυσωποῦντες, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Χαίροις, τῶν Ἀθλητῶν
ἀριστεῦς, ὃς ἐπινοίας τοῦ τυράννου ἐνίκησας, ῥοπάλοις τυφθεὶς τὴν σάρκα, καὶ ἐν
σχοινίοις ταθείς, τὴν πλευρὰν κεντούμενος κατεξέεσο, πυρὶ κατεκαίεσο, καὶ
δρυμεῖ ἐμβαλλόμενος, ὅξει σὺν ἅλμῆ, ἑκουσίως ὑπέμενες, πυρπολούμενος τῇ ἀγάπῃ
τοῦ Κτίσαντος, ὅθεν στεφάνους εἴληφας, βραβεῖα ἀθλήσεως, καὶ ἐν αὐλαῖς τοῦ
Κύριου θείῳ φωτὶ ἐπαγάλλεσαι, Αὐτὸν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα
ἔλεος.
Ῥάβδον, ἀναλαβὼν τοῦ
Σταυροῦ, καὶ ἐν τῷ μέσῳ τῶν εἰδώλων γενόμενος, καὶ ἄρχοντος τοῦ ἀθέου, καὶ
διωκτῶν ἐμμανῶν, ταῦτα πάντα μάκαρ κατηδάφισας, μανίας τὸ φρύαγμα, κατεπάτησας
Ἅγιε, ποθὼν δὲ κρείττω, τὴν ψυχὴν κατελάμπρυνας, ἐνδυσάμενος, τὴν στολὴν τῶν
στιγμάτων σου, ὅθεν ἀνευφημοῦμέν σε, Εὐγένιε πάνσεπτε, ὃς ἀφθαρσίας τὸ στέφος
παρὰ Κυρίου ἀπείληφας, Χριστὸν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα
ἔλεος.
Χαίροις, τῶν συναθλούντων
τετράς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, Εὐγένιε καὶ Ἀκύλα, σὺν τῷ Κανδίδῃ
ὁμοῦ, Οὐαλεριανέ τε ἀξιάγαστε, τὰ ἄνθη τὰ πνέοντα, εὐωδίαν ἀέναον, τῆς
εὐσεβείας, τοῖς γεραίρουσι σήμερον, γενναιόφρονα, καὶ σεπτὴν ὑμῶν ἄθλησιν, ὅθεν
λελαμπρυσμένοι οὖν, τῷ κάλλει ἀθλήσεως, ἐν τοῖς χοροῖς τῶν Ἁγίων ὑπὸ Χριστοῦ
συνηρίθμησθε, Αὐτὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. Β΄.
Δεῦτε τῶν φιλεόρτων τὰ
συστήματα εὐφημήσωμεν, μαρτυρικοῖς ἐγκωμίοις Εὐγένιον τὸν παμφαῆ, τῆς πίστεως
ἀστέρα. Οὗτος γὰρ τῷ ζήλῳ τῆς εὐσεβείας πυρπολούμενος, καὶ πυρὶ θείῳ τῆς
πίστεως πυρσευόμενος γενναίως ἤθλησε. Λογισμῷ θεόφρονι τυράννων ἐπινοίας
ἐνίκησε, καὶ ἤστραψε μαρμαρυγαῖς μαρτυρίου του, πρὸς τὴν ἄνω ζωὴν μεταθεὶς τὴν
διάνοιαν ἐκληρώσατο, ἀθανάτου εὐκλείας καὶ ἀμαράντου δόξης ὑπὸ Χριστοῦ τοῦ
Θεοῦ. Αὐτὸν ἱκέτευε Εὐγένιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε,
Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ
Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν
ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς
ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν
αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας
αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ
Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες
ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ'
αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε πάντες ἐν τῇ σεπτῇ
πανηγύρει Εὐγενίου εὐωχηθῶμεν. Τῇ τῶν ᾀσμάτων τερπνότητι φαιδρύνωμεν τὰς ψυχὰς
ἡμῶν, Δαυϊτικῶς δὲ ἀνυμνήσωμεν λέγοντες· χαίροις Μάρτυς, διάδημα τῆς πίστεως,
τῶν εἰδώλων ὁ καθαιρέτης, ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαῤῥήξας, τοῦ Λυτρωτοῦ
γενόμενος τῷ πάθει μιμητής. Αὐτὸν διὰ παντὸς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Δεῦτε τοῦ Πόντου τὰ τέκνα,
ἐν τῇ σεπτῇ ταύτῃ πανηγύρει, εὐωδίαν χάριτος λάβωμεν, πνευματικῶς
πανηγυρίζοντες καὶ λέγοντες· χαίροις Εὐγένιε, Μαρτύρων τὸ κλέος, Τραπεζοῦντος
τὸ καύχημα, ἠξιώθης γὰρ ἀθανάτου δόξης, καὶ γέγονας Ἀγγέλων συνόμιλος. Σκέπε
οὖν, φρούρει καὶ φύλαττε τὰ ἁπανταχοῦ τῆς οἰκουμένης τέκνα σου, πρεσβεύων ἄληκτα
ὑπὲρ τούτων καὶ τῆς τοῦ κόσμου εἰρήνης.
Ἦχος β΄.
Σήμερον, τὴν ἱερὰν τῆς
ἀθλήσεως μνήμην τοῦ Εὐγενίου ἐπιτελοῦσα, ἡ Ἐκκλησία ἄγει χαρμόσυνον καὶ
φωτοφόρον ἑορτήν. Οὗτος γὰρ τὰς διανοίας πάντων καταυγάζει χάριτι τοῦ Παναγίου
Πνεύματος, ἰάματα δὲ παρέχει ἀφθόνως τοῖς προστρέχουσι ἐκ πόθου, καὶ ὡς φωστὴρ
διαυγέστατος τῷ πυρσῷ τῆς πίστεως καταλάμπει ἅπασαν τὴν οἰκουμένην, ὅθεν Ἅγιε
σαῖς φωτοβόλοις πρεσβείαις, θεογνωσίας ὁδῷ ὁδήγησον τὸν κόσμον.
Δόξα. Ἦχος πλ. Α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι
ᾀσμάτων, καὶ μετ’ ἀλλήλων χορεύσωμεν ἐπὶ τῇ μνήμῃ Εὐγενίου τοῦ Μάρτυρος, καὶ
ταύτην καταστέψωμεν ἄνθεσιν ἐγκωμίων, ἀγαλλόμενοι καὶ λέγοντες· χαῖρε, πρόμαχε
τῆς ἀληθείας πιστότατε, καὶ τῆς Ἐκκλησίας μέγα προπύργιον· χαῖρε, στύλε τῆς
εὐσεβείας, καὶ ἰατρὲ νοσημάτων ψυχῆς τε καὶ σώματος. Σὺ τὴν φλογώδη εἰδωλικὴν
μανίαν σβέσας τῷ σῷ αἵματι, οὐρανοβάμων γέγονας καὶ Ἁγίων ὁμόσκηνος. Πρέσβευε
οὖν Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε
Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ
τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ Δεσπότῃ παρέστηκας,
Ἀθλοφόρε Εὐγένιε, πορφυρῷ ἐνδύματι τῶν στιγμάτων σου, ὡς ἱερώτατον δῶρόν τε,
θυσία εὐπρόσδεκτος, εὐωδία καθαρά, ἱερεῖόν τε ἄμωμον, ὅθεν πρέσβευε, φωτισμῷ
νῦν τῷ θείῳ αὐγασθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ κατεθυνθήσεται.
Λαμπρυνθεὶς ἐν τοῖς
στίγμασι, Ἀθλοφόρε Εὐγένιε, καὶ ὡραῖος κάλλεσι τῆς ἀθλήσεως, στεφανηφόρος
παρίστασαι, Θεῷ Παντοκράτορι, ἀγαλλόμενος ἀεί, σὺν Προφήταις καὶ Μάρτυσι, ὅθεν
Ἅγιε, σὲ τιμῶμεν ἐκ πόθου ὡς προστάτην, καὶ ὡς ῥύστην ἐκ κινδύνων, καὶ ἰατρὸν
τῶν ψυχῶν ἡμῶν.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τραπεζοῦντος τὸ καύχημα
ἀνεδείχθης Εὐγένιε, καὶ τοῦ Πόντου ἄφθιτον ἐγκαλλώπισμα, ὅτι δεινῶς
καθυπέταξας, ἐχθροῦ τὴν ἐπίνοιαν, καὶ εἰδώλων ἐν ναῷ, τὰ ἰνδάλματα ἔῤῥιψας,
ὅθεν Ἅγιε, οὐρανίου εὐκλείας ἐκληρώσω, καὶ Ἀγγέλοις συνευφραίνει, θείῳ φωτὶ
ἀγαλλόμενος.
Δόξα. Ἦχος πλ. Δ΄.
Τὸν γενναῖον Ἀθλητὴν
Εὐγένιον, τιμήσωμεν τὸν ἀοίδιμον. Οὗτος γὰρ τῷ ὅπλῳ τοῦ Σταυροῦ, τὰς προσβολὰς
τοῦ ἐχθροῦ πάσας κατέβαλε, καὶ τῇ δρόσῳ τοῦ Πνεύματος, τὸ πῦρ τῆς καμίνου
κατεφρόνησε. Διὸ παρὰ Χριστοῦ ᾔρατο στέφος. Τοίνυν Ἅγιε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν
Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις
δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν
ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μάρτυς ἔνδοξε, καύχημα
Πόντου, κλέος ἄφθαρτον, τῆς Τραπεζοῦντος, ἀνεδείχθης ἐν σταδίῳ τῆς πίστεως, ὡς
οὖν εἰδώλων καθεῖλες σεβάσματα, καὶ μαρτυρίου διέπλευσας πέλαγος, οὕτως Ἅγιε
Μεγαλομάρτυς Εὐγένιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν
σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ
προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη σου ἔνδοξε
ἐπισυνάγει ὑμᾶς, τοὺς θείους ἀγῶνάς σου ὑμνολογοῦντες πιστῶς, καὶ σὲ
ἱκετεύομεν, πρέσβευε τῷ Κυρίῳ, ἵνα πάντες ῥυσθῶμεν, χάριν τε καὶ εἰρήνην,
δωρηθῆναι τῷ κόσμῳ, πιστοῖς τε αἰωνίων δώρων ἀπόλαυσιν.
Δόξα.
Ὑπῆλθες Εὐγένιε πλῆθος
βασάνων λαμπρῶς, τυράννων κατέλαβες τὴν ἐπηρμένην ὀφρύν, ἐνθέοις ἀγῶσί σου,
εἴληφας ὅθεν χάριν, ἰαμάτων σὺ Μάρτυς, ἄνω τε τοῖς Ἁγίοις, συναγάλλει χορεύων,
διὸ σαῖς ἱκεσίαις πάντας διάσωσον..
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε Πανάμωμε ὤφθης
δοχεῖον φωτός, διὸ εὐφημοῦμέν Σε τὴν προστασίαν ἡμῶν, καὶ Σὲ ἱκετεύομεν, δίωξον
τοὺς κινδύνους, τοὺς ἡμᾶς ἀπειλοῦντας, φρούρησον δὲ τῷ τείχει, πρεσβειῶν τῷ
ἀσείστῳ, τοὺς Σὲ ἀνυμνοῦντας πόθῳ πανένδοξε.
Μετὰ τὴν
β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
βασάνων τὴν πληθύν,
ὑπομείνας σὺ Μάρτυς, τῷ ὅπλῳ δὲ Σταυροῦ, ἐναθλήσας γενναίως, ἐνίκησας ἀσέβειαν
καὶ ἀθέων φρονήματα, ὅθεν Ἅγιε, σαῖς φωτοβόλοις πρεσβείαις, διασκέδασον, τὰ τῶν
παθῶν ἡμῶν σκότη, εἰρήνην δωρούμενος.
Δόξα.
Ὑπήνεγκας σαρκός, τὰς
βασάνους παμμάκαρ, τυράννων δὲ σφοδρῶς, κατεπάτησας θράση, καὶ εἴδωλα κατέῤῥιψας,
ταῖς εὐχαῖς σου Εὐγένιε, ὅθεν ἔλαβες, ὡς ἀμοιβὴν τῶν ἀγώνων, τῶν ἰάσεων, καὶ
τῶν θαυμάτων τὴν χάριν, ἣν δὸς τοῖς ὑμνοῦσί σε.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ
Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ
πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ
κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ τὸν Πολυέλεον. Ἦχος γ΄. Θείας πίστεως.
Ἔργοις ἔλαμψας, θείων
ἀγώνων, πλάνην ἔσβεσας, τὴν τῶν εἰδώλων, καὶ ψυχὰς τῶν πιστῶν κατεφαίδρυνας,
αὐλισθεὶς δὲ εἰς παστάδα οὐράνιον, θείῳ φωτὶ καταυγάζει ἀοίδιμε, ὅθεν Ἅγιε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὕμνοις στέψωμεν, τὴν
Θεοτόκον, Αὕτη τέτοκεν, γὰρ τὸν Σωτῆρα, καὶ Αὐτὸν ἐν ταῖς ἀγκάλαις ἐβάστασεν,
τῷ ἑαυτῆς ἅμα γάλακτι ἔθρεψεν, τὸν Ποιητὴν καὶ τροφέα τῆς Κτίσεως, Τοῦτον
Δέσποινα ἀεὶ μητρικῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ ἀναβαθμοί,
τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ κατεθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Σήμερον, πάντες οἱ πιστοί,
τὸν ὡραϊσμένον ἐν κάλλεσι, τῆς καλλοποιοῦ ἀθλήσεως εὐφημήσωμεν. Οὗτος ὡς
λαμπρὸς ἀστὴρ ἀνέτειλεν ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, καὶ θείοις ἀγῶσι
ἀφθαρσίαν προσεκτήσατο. Καὶ νῦν αὐλίζει Μάρτυς, τοῖς ἄνω γηθόμενος ἐν ταῖς
χορείαις τῶν Ἁγίων, μεθ’ ὧν πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ
Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Εὐγένιον Μάρτυρα ὑμνήσωμεν.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐξήρανας ῥεῦμα εἰδωλικῆς,
ἀπειλῆς τυράννων εὐτολμίᾳ μαρτυρικῇ, καὶ πρὸς οὐρανὸν βοῶν διέβης, ὁ Λυτρωτὴς
καὶ Θεός μου εἶ Κύριε.
Ὑφάνας ἱμάτιον πορφυροῦν,
σῷ αἵματι μάκαρ ἐν σταδίῳ τῶν ἀρετῶν, μετὰ τῶν συνάθλων σου εἰσῆλθες, εἰς τὰ
οὐράνια δώματα Ἅγιε.
Γενναίῳ φρονήματι Ἀθλητά,
πάσας ἐπινοίας ἀπεκρούσω τῶν διωκτῶν, καὶ νίκης τὸ στέφος ἐπαξίως, ἐκ ζωηφόρου
παλάμης ἀπείληφας.
Θεοτοκίον.
Ἁγνὴ Θεομῆτορ τὸν ἐναγῆ, μὴ
μὲ ἀπολέσης ἀλλὰ ῥῦσαί με τῶν παθῶν, Σὺ δὲ ὁδήγησόν με Θεοτόκε, πρὸς τὴν ὁδὸν
τοῦ Υἱοῦ Σου Πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἑκουσίως παμμάκαρ πολυειδῶς
ἤθλησας, καὶ τῆς αἰωνίου τρυφῆς συμμέτοχος γέγονας, ὅθεν ἀγάλλει σοφὲ
στεφανηφόρος κραυγάζων· Σὺ ἰσχύς μου Κύριε καὶ ἀγαλλίαμα.
Νικητὴς ἐν πίστει καὶ
ἀριστεὺς γέγονας, καὶ πλάνην ἀθέων τυράννων πάντῃ ἀνέτρεψας, μετὰ τῶν συνάθλων
τῶν σῶν δοξολογῶν καὶ κραυγάζων· τοὺς πιστοὺς στερέωσον μόνε Φιλάνθρωπε.
Ἱερὰ τῶν εἰδώλων σαῖς
προσευχαῖς ἔῤῥιψας, καὶ τὰς ἐπινοίας τυράννων πάσας ἐνίκησας, ἐν τῇ ἀγάπῃ
Χριστοῦ στερεωθεὶς σὺ παμμάκαρ, ὅθεν στέφος ἄφθαρτον ἄνωθεν εἴληφας.
Θεοτοκίον.
Τὴν ἀθλίαν ψυχήν μου τῶν
συμφορῶν λύτρωσον, καὶ ἐκ τοῦ βυθοῦ τῶν πταισμάτων σὺ μὲ ἀνάγαγε, τὸν δὲ τεχθέντα
ἐκ Σοῦ ἀδιαλείπτως δυσώπει, ἵνα τὴν εἰρήνην τῷ κόσμῳ δωρήσηται.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὸν ἀριστέα τῶν ἐνθέων
ἀγώνων, ἀνευφημήσωμεν πιστοὶ νῦν ἐκ πόθου, οὗτος τὸ στέφος εἴληφε χειρὶ τοῦ
Θεοῦ, ἔμπλεως δὲ γέγονεν ἀντιδόσεων θείων, καὶ ῥεῖθρα τῶν ἰάσεων ἀπονέμει
πλουσίως, ὁ γὰρ Χριστὸς ἐδόξασεν αὐτόν, ὃν ἐν τοῖς ἔργοις ὁ Μάρτυς ὁμολόγησεν.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀληθείας πρόμαχος, καὶ
εὐσεβείας, ἀνεδείχθης Ἅγιε, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καὶ Αὐτῷ νῦν παρίστασαι,
ὅθεν σὲ πάντες τιμῶμεν Εὐγένιε.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς λιμένα ἅπαντες, τεῖχος
καὶ σκέπην, καὶ πρόστατιν ἔχομεν Σὲ Θεοτόκε οἱ πιστοί, μὴ διαλίπῃς πρεσβεύουσα,
Μῆτερ Κυρίῳ σωθῆναι τοὺς δούλους Σου.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ὄντως πιστῶν γέγονας μάκαρ
τὸ καύχημα, τῷ ἱστίῳ τῆς πίστεως ἔπλευσας, τὸ ζοφερὸν πέλαγος δεινῶν, πτέρυξι
δὲ ἄθλων ἀνέπτης σῶν παναοίδιμε, διὸ ὡς ὁ Προφητὴς Ἀββακοὺμ σὺ κραυγάζεις· τῇ
δυνάμει σου δόξα Φιλάνθρωπε.
Νῦν οἱ πιστοὶ στέψωμεν
ὕμνοις Εὐγένιον, εἰληφότα στέφος τὸ ἀμάραντον, παρὰ Χριστοῦ πίστει τῇ στεῤῥᾷ,
καὶ μετὰ Ἀγγέλων ἐνθέως ἐπαγαλλόμενον, αὐτοῦ ταῖς ἱκεσίαις τὰς εὐχὰς ἡμῶν
ῥῦσαι, τοῦ συγχύσεως πάθους Φιλάνθρωπε.
Μάρτυς Χριστοῦ ἔνδοξε
ἤμβλυνας δύναμιν, τῶν τυράννων καὶ τὴν τοῦ Ὑψίστου δέ, τῇ προσευχῇ ἅμα
ἐνδυθείς, ἀνεδείχθης ὄντως ἀγῶσι θείοις ἀήττητος, διὸ σὺν τῷ Προφήτῃ Ἀββακοὺμ
σὺ κραυγάζεις· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Χαῖρε σεμνὴ Δέσποινα χαῖρε
Παράδεισε, χαῖρε κλῖμαξ προεικονισθεῖσα, ἐν τῇ Ἰακὼβ πάλαι μυστικῶς, φώτισον τὸ
ὅμμα ψυχῆς μου Θεογεννήτρια, μὴ σκότος ἁμαρτίας λοιμικὸν καταλάβῃ, τῶν πιστῶν
προστασία Θεόνυμφε.
ᾨδὴ ε΄. Ἵνα τί μὲ ἀπώσω.
Ἀγαλλόμενος Μάρτυς, τῶν
βασάνων ἤνεγκας δεινὰ δυσβάστακτα, τὸ τῆς ἀσεβείας διάλυσον σὺ ψεῦδος
πανάριστε, καὶ πεφοινιγμένος αἵματι σῷ τοῦ μαρτυρίου, πρὸς οὐράνια δώματα
ἔδραμες.
Ῥώμην θείᾳ δυνάμει,
ἐνδυθεὶς Εὐγένιε ἐχθροῦ κατίσχυσας, καὶ τῆς Βασιλείας ἐθησαύρισας πλοῦτον τὸ
ἄφθιτον, ὅθεν οὖν πρεσβεύεις ἀεὶ Θεῷ τὸ ἐν Τριάδι, δωρηθῆναι πιστοῖς μέγα
ἔλεος.
Τῶν βασάνων τὰ νέφη, Ἅγιε
ἀνδρείαν τὴν σὴν οὐκ ἐκάλυψαν, φωτὶ ἀηττήτῳ εὐσεβείας ταχὺ διελύθησαν, τούτῳ
τὴν ψυχήν μου νῦν φωταγώγησον καὶ ζόφου, τῶν δαιμόνων με ἆρον Εὐγένιε.
Θεοτοκίον.
Σὺ Πανάμωμε ὤφθης, Λόγου
οἰκητήριον πιστῶν δὲ καύχημα, Κεχαριτωμένη τὰς εὐθείας ὁδούς μοι ὑπόδειξον, ἵνα
Σοὶ κραυγάζω· εὐλογημένος Σου ὁ Τόκος, Ὃς ἡμᾶς τῆς ἀρᾶς ἐλυτρώσατο.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὑπὸ τὴν σκέπην Θεοῦ, ἀθλῶν
ὁ Μάρτυς κατέσβεσε, πολυθεΐαν πυράν, τοῖς ῥείθροις τοῦ αἵματος, κοιλίας καμίνου
δέ, πάνυ κεκαυμένης ὁ Θεὸς τοῦτον ἐξήγαγε.
Ῥωσθεὶς φρεσὶ ἐν Χριστῷ,
ἐπίνοιαν πᾶσαν ἤνεγκας, τῶν διωκτῶν κραταιῶς καὶ τούτους καταβαλών, σὺν Μάρτυσι
γέγονας, ὅθεν Ἀθλοφόρε σαῖς εὐχαῖς πιστοὺς περίσωζε.
Ἀξίως οὖν οἱ πιστοί, τὰ
θεῖά σου κατορθώματα, καὶ τὴν πληθὺν τῶν παθῶν, τιμῶσιν Εὐγένιε, αὐτοὺς οὖν
περίσωζε, φρούρει δὲ ἐκ πάσης κακουργίας τοῦ ἀλάστορος.
Θεοτοκίον.
Παρθένε Μῆτερ ἁγνή,
ἀγκάλαις ταῖς Σαῖς ἐβάστασας, μετὰ σαρκὸς τὸν Θεόν, Αὐτὸν οὖν δυσώπει νῦν, ὑπὲρ
τῶν ὑμνούντων Σε, ἵνα τῶν κινδύνων καὶ τῶν θλίψεων λυτρώσῃ με.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ὁ πόθος Χριστοῦ, ὑπὲρ πᾶσαν
σοὶ ἔφεσιν, ψυχήν σου οἰκῶν, τὸν νοῦν σου κατεπύρσευσεν, δι’ αὐτοῦ καὶ
Πνεύματος φλογί, πόνους ἔφλεξας Ἅγιε, καὶ αὐλαῖς οἰκήσας Θεοῦ, πρεσβεύεις
ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τῇ ζέσει τῆς Χριστοῦ
πίστεως κρατυνόμενος, καὶ ἀκτῖσι τοῦ Ἁγίου Πνεύματος τὸν νοῦν αὐγαζόμενος,
ἠγωνίσθης Μάρτυς κραταιῶς καὶ ἐνίκησας, εἰδώλων τὰ θράση καὶ τυράννων ἐπινοίας,
ἐφάνης δὲ ἐν ταῖς χορείαις τῶν Μαρτύρων στεφανίτης. Νῦν παριστάμενος μετὰ
Ἀγγέλων, τῷ θρόνῳ τοῦ Θεοῦ καὶ τῷ θείῳ φωτὶ ἐλλαμπόμενος, πρεσβεύεις ἀπαύστως
ὑπὲρ πάντων ἡμῶν.
Μηνολόγιον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνός,
ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ,
Κανδίδου, καὶ Ἀκύλα.
Κἂν
Εὐγένιος ἀπέπτη τοῖς ἄνω,
Τοῖς
ἐν γῇ βλύζει χάριν θαυμάτων.
Τὸν
Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα,
Δι᾿ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Δι᾿ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Οὗτοι, ἤθλησαν ἐπὶ τῆς
βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ Λυσίου δουκός. Ἐν γὰρ τοῖς ὄρεσι
κρυπτόμενοι κρατοῦνται ὑπὸ Λυσίου. Καὶ ὁμολογήσαντες τὸν Χριστόν, ἐξορίζονται
ἐν στενοχώρῳ χωρίῳ τῆς Λαζικῆς χώρας, Πιτυοὺς καλουμένῳ, ἐκεῖθέν τε εἰς
Τραπεζοῦντα ἄγονται καὶ ἐκεῖ καταξαίνονται τὰς σάρκας. Εἶτα ἀναρτηθέντες
σιδηροῖς ὄνυξι σπαράσσονται καὶ λαμπάσι πυρὸς καταφλέγονται.
Ὡς δὲ πρηνεῖς κατέπεσον οἱ
αἰκίζοντες αὐτοὺς δήμιοι, ταραχθεὶς ὁ ἡγεμὼν φρουρεῖσθαι τοὺς Ἁγίους προσέταξε.
Μετὰ δέ τινας ἡμέρας κρατηθείς, καὶ ὁ Ἅγιος Εὐγένιος (ἀνεύρετος γὰρ ἦν ἔτι) καὶ
τὸν Χριστὸν καὶ αὐτὸς ὁμολογήσας, ἐτύφθη ἀνηλεῶς.
Ἀπελθὼν οὖν μετὰ τοῦ
ἄρχοντος εἰς τὸν τῶν εἰδώλων καὶ εὐξάμενος πεσεῖν ἐποίησε πάντα τὰ εἴδωλα καὶ
συντριβῆναι ὡσεὶ κονιορτόν. Διὸ καὶ σχοινίοις διαταθείς, ῥοπάλοις ἀδροῖς
τύπτεται. Εἶτα ἀναρτᾶται καὶ τὰς πλευρὰς σιδηροῖς ὄνυξι εὐτόνως ξέεται καὶ
λαμπάσι πυρὸς κατακαίεται, ἅλμῃ σὺν ὄξει δριμυτάτῳ περιαντλούμενος. Εἶτα καμίνῳ
κεκαυμένῃ, ὁμοῦ πάντας τοὺς Ἁγίους ἐμβάλλουσιν, ἐξ ἧς ῥυσθέντες, ξίφει
τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Ὁμολογητοῦ.
Ἄχειρ,
ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις,
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως.
Οὗτος ἦν κατὰ τοὺς χρόνους
τοῦ δυσσεβοῦς Κώνσταντος ἀπογόνου Ἡρακλείου. Ταῖς μεγίσταις οὖν τιμαῖς ὑπὸ τῶν
πρώην βασιλέων δεξιωθείς, καὶ ἱκανὸς ὢν ἐν ταῖς πολιτικαῖς διοικήσεσι τὰ
πρακτέα ὑφηγεῖσθαι, διὰ λόγων καὶ τρόπων, καὶ τὴν ἀπὸ τοῦ χρόνου σύνεσιν, εἰς
τὸ Πρωτοασηκρήτου προεβιβάσθη ἀξίωμα, καὶ βουλῆς τοῖς βασιλεῦσι γέγονε
κοινωνός.
Ἐπεὶ δὲ ἡ πονηρά, καὶ
ἔκφυλος δόξα τῶν μίαν θέλησιν φρονούντων καὶ δυσσεβῶς ἐπεκράτει, ὅσον ἐπ’
αὐτοῖς τὴν μίαν τῶν δύω φύσεων ἀναιρούντων, καὶ διατάγματά τινα τὴν κακοδοξίαν
κρατύνοντα, κατὰ τὴν ἀγορὰν ἐπόμπευε, καὶ ἐπὶ τῆς Μεγάλης προὔκειτο Ἐκκλησίας,
οὐκ ἀνασχόμενος τῇ τῶν ἀσεβῶν κοινωνίᾳ συνασεβεῖν, ἀφεὶς τὰς κοσμικὰς ἀρχάς,
εἵλετο μᾶλλον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεῤῥίφθαι, ἢ ἐν σκηνώμασιν ἁμαρτωλῶν
κατοικεῖν. Καὶ καταλαβών, τὸ ἐν Χρυσουπόλει Μοναστήριον, τὴν κόμην ἀπέθετο, οὗ
καὶ καθηγητὴς ὕστερον γέγονεν. Εἶτα, θείῳ ζήλῳ ὥς περ ὑπὸ πυρὸς ἐξαφθείς, τὴν
πρεσβυτέραν Ῥώμην κατέλαβε, καὶ Πάπαν τὸν μακαριώτατον Μαρτῖνον, τοπικὴν
συναθροῖσαι Σύνοδον, καὶ ἀναθεματίσαι τοὺς ἀρχηγοὺς τοῦ δυσσεβοῦς δόγματος, τῶν
μίαν ἐπὶ Χριστοῦ θέλησιν ληρῳδούντων, παρέπεισεν. Ἀλλὰ καὶ εἰς ἔλεγχον τῶν οὕτω
φρονούντων, λόγους γράψας καὶ ἐπιστολάς, λογικαῖς ἀποδείξεσι καὶ γραφικαῖς τῆς
καθ’ ἡμᾶς πίστεως τὴν ἀκρίβειαν βεβαιούσας, συνθείς, πανταχοῦ τῆς οἰκουμένης
ἐξέπεμψεν.
Ἀναζεύξας δὲ ἀπὸ Ῥώμης μετὰ
τῶν δύω Ἀναστασίων, τῶν μαθητῶν αὐτοῦ, εἰς εὐθύνας παρὰ τῆς Συγκλήτου καθίσταται,
ὁμοδοξούσης τῇ τοῦ βασιλέως αἱρέσει. Καὶ πάντων ὑπεικόντων τῷ βασιλεῖ, αὐτός τε
ἀνθίσταται, καὶ τοὺς ἄλλους εἰς ἀποστασίαν κινεῖ, ἐναντία διὰ τῶν ἐπιστολῶν
φρονεῖν μεταπείθων αὐτούς. Ἐπὶ τούτῳ πέμπεται ἐν φρουρᾷ κατὰ τὴν Θράκην. Καὶ
ἐπιμένων τῇ Ὀρθοδόξῳ πίστει, τὴν χεῖρα καὶ τὴν γλῶτταν ἀκρωτηριάζεται. Κἀκεῖθεν
εἰς ὑπερορίαν κατὰ τὴν Λαζικὴν πέμπεται. Ἔνθα ἐπὶ τρισὶ χρόνοις διαγαγών, καὶ
ταῖς οἰκείαις τοῦ σώματος χρείαις αὐτὸς ὑπηρετησάμενος, καὶ πλήρης ὢν ἡμερῶν,
μικρὸν νοσήσας, ἀνεπαύσατο ἐν Κυρίῳ καὶ κατετέθη ἐν τῇ Μονῇ τοῦ Ἁγίου Ἀρσενίου,
ἐν αὐτῇ τῇ χώρᾳ τῶν Λαζῶν, πολλὰς θαυμάτων ἐνεργείας καθ’ ἑκάστην ποιῶν.
Λέγεται δέ, μετὰ τὴν
ἐκτομήν, αὖθις ὑπὸ Θεοῦ παραδόξως ἀποκαταστῆναι τὴν γλῶτταν, καὶ τρανῶν
φθέγγεσθαι, μέχρις ἂν ἐν βίῳ ὑπῆρχε. Τῶν δὲ δύω αὐτοῦ μαθητῶν, ὁ μὲν
πρεσβύτερος Ἀναστάσιος, ἴσα τῷ διδασκάλῳ τὴν χεῖρα τμηθεὶς μακρὰν ἐξωρίσθη, ὁ
δὲ νεώτερος Ἀναστάσιος, ἔν τινι τῶν κατὰ Θράκην φρουρίων πεμφθείς, τὸν βίον
κατέλυσε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Νεοφύτου.
Τὸν
Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷά περ θάλος.
Νέου φυτοῦ κάλλιστον οἷά περ θάλος.
Οὗτος ἦν ἐκ Νικαίας τῆς
κατὰ Βιθυνίαν, παῖς εὐσεβῶν καὶ Χριστιανῶν γεννητόρων, Θεοδώρου καὶ Φλωρεντίας,
ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Εὐθὺς δὲ ἐν ἀρχῇ τοῦ βίου, ἧν χάριτος πλήρης
Θεοῦ. Ἕννατον γὰρ ἔτος ἄγων τῆς ἡλικίας, μετὰ τῶν παίδων, οἷς ἐπὶ μαθήμασι
γραμμάτων συνῆν, προσηύχετο, καὶ ταῦτα παραδόξως διέτρεφε. Καὶ καταπτᾶσα
περιστερά, τὴν κλίνην αὐτοῦ περιΐπτατο, ἀνθρωπίνως δὲ φθεγξαμένης αὐτῆς, ἐπεὶ ἡ
τοῦ Ἁγίου μήτηρ τῷ δέει ἐξέθανε, ταύτην αὐτὸς διὰ προσευχῆς ἤγειρε. Τὸ δὲ ὄρος
τοῦ Ὀλύμπου καταλαβών, εἰς ἕν τῶν σπηλαίων εἰσέδυ, ἔνθα ἡ ὁδηγοῦσα αὐτὸν
περιστερά, ἔδειξε εἰσελθεῖν. Καὶ τὸν ἐν αὐτῷ θηρίου ἀποδιώξας, ἐποιεῖτο ἐκεῖσε
τὴν οἴκησιν, ὑπὸ Ἀγγέλου τρεφόμενος.
Τοῦ δὲ ἑνδεκάτου ἔτους
ἐπιβάς, δι’ ἀποκαλύψεως, ἐκ τοῦ ὄρους κατῆλθε, καὶ τοὺς γεννήσαντας
ἀσπασάμενος, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς χορηγήσας τοῖς ἐνδεέσι, πάλιν τὸ ὄρος
καταλαβών, τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς ἡλικίας αὐτοῦ, παρέστη τῷ ἡγεμόνι Δεκίῳ,
δι’ ἐπικουρίας Ἀγγέλων τὴν πρὸς αὐτὸν ποιούμενος κάθοδον, ὅθεν διὰ τὴν
ἀπροσδόκητον παῤῥησίαν, πρῶτον μαστίζεται, εἶτα εἰς κλίβανον πυρὸς ἐμβάλλεται.
Σωθεὶς δὲ τῇ τοῦ Χριστοῦ χάριτι, θηρίοις ἀφίεται. Ἐπεὶ δὲ τῆς ἁπάντων ἀβλαβὴς
διέμεινε λύμης, ἐπιπεσόντος βαρβάρου τινός, ἀναιρεῖται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζωσίμου, Ἐπισκόπου Συρακούσης Σικελίας.
Μετάστασιν
Ζώσιμος εὗρεν ἐκ βίου,
Ὧι καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Ὧι καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος.
Οὗτος ἐγένετο ἀπὸ Σικελίας,
υἱοὺς γονέων πιστῶν καὶ εὐλαβῶν, καὶ ἐν αὐταρκείᾳ βιούντων, οἵ τινες εἶχον
κτῆμα πλησίον Λουκίας τῆς παρθένου. Ὅτε δὲ ἐγεννήθη ὁ Ζώσιμος, καὶ
ἀπεγαλακτίσθη, ἐδόθη δῶρον τῇ Ἁγίᾳ Λουκίᾳ, καὶ οὗτος καὶ τὸ κτῆμα. Ἐν τῇ Μονῇ
οὖν ἀνατραφείς, γέγονε προσμονάριος τῆς θήκης τῆς Ἁγίας. Καὶ τότε ἀπελθὼν πρὸς
τοὺς γονεῖς αὐτοῦ, οὐδὲ πρὸς μικρὸν συνεχωρήθη διατρίψαι αὐτὸν μετ’ αὐτῶν, ἀλλ’
εὐθέως ἀντεπέμφθη πρὸς τὸν ναὸν τῆς Ἁγίας, εἰπόντων αὐτῷ τῶν γονέων· Ὅτι
ἐκεῖ ὀφείλεις εἶναι, ὅπου καὶ ἀφιερώθης. Τριάκοντα δὲ ἔτη ποιήσας ἐν τῇ
Μονῇ, ἐγένετο ἡγούμενος ἐν αὐτῇ. Εἶτα γέγονε καὶ ἐπίσκοπος τῆς πόλεως
Συρακούσης, ὑπὸ Θεοδώρου Πάπα Ῥώμης. Καὶ καλῶς ποιμάνας τὸ ἐμπιστευθὲν αὐτῷ
λογικὸν ποίμνιον, καὶ πολλοὺς ἐπιστρέψας ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ κακίας
εἰς ἀρετήν, ἐν εἰρήνῃ ἐκοιμήθη, ζήσας ἔτη πεντήκοντα.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ, τῇ
οὔσῃ πρὸς θάλασσαν.
Εἰρήνην
πρυτάνευσον, Μάρτυς Εἰρήνη,
Ἡμῖν εὐφημοῦσί σε ἐν τῷ ναῷ σου.
Ἡμῖν εὐφημοῦσί σε ἐν τῷ ναῷ σου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Μάρτυρος Ἁγνῆς.
Ὑπὲρ
νέον σοι μόσχον, ὡς Δαυΐδ λέγει,
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Αὕτη, ὑπῆρχεν ἐκ πόλεως
Ῥώμης, γένους λαμπροῦ. Αὕτη πρόσφορον ἔχουσα τὸν βίον τῷ ὀνόματι, πολλὰς
γυναῖκας πρὸς αὐτὴν ἀπιούσας, ἐδίδασκε τὸν λόγον τῆς ἀληθείας καὶ τὸν Χριστόν,
Θεὸν γινώσκειν προετρέπετο, καὶ Αὐτῷ μόνῳ λατρεύειν. Τούτων εἰς ἀκοὰς ἐλθόντων
τοῦ ἄρχοντος ἁρπάζεται εὐθέως. Καὶ παρασταθεῖσα, προετρέπετο θύειν, ἤ, εἰμὴ
θύσῃ, εἰς πορνεῖον ἀπάγεσθαι. Ἡ δέ, ἔλεγε· Οὔτε τοῖς θεοῖς σου θύσω, οὔτε
περὶ τοῦ πορνεῦσαι μέλει μοι. Θαῤῥῶ γὰρ τῷ Θεῷ μου, ὅτι ἐκφεύξομαι αὐτῶν,
βοηθουμένη ὑπ’ αὐτοῦ. Ταῦτα ἀκούσας ὁ παράνομος ἄρχων, ἐκάλει τὸν πορνοβοσκόν,
καὶ παρεδίδου τὴν φερώνυμον Ἁγνήν, πομπεύειν, μετὰ ἐνδύματος ἑνός, εἰς
ἔνδειξιν, προστάξας. Ὡς δὲ παρέστη εἰς τὸ τοῦ σατανᾶ ἐργαστήριον, καὶ προσήει
ἕκαστος ἐξυβρίσαι βουλόμενος, μηδενὸς κωλύοντος, ἀλλὰ μᾶλλον ἐπιτρεπομένων
πάντων, ἀδεῶς καὶ ἀπερισκέπτως ταύτῃ προσέρχεσθαι, εὐθὺς ἀπενάρκουν, καὶ τὴν
ἐπιθυμίαν ἠμβλύνοντο, καὶ ὡς νεκροὶ διέκειντο. Τότε τις, οἷα φρονῶν μέγα,
ἀλαζών, καὶ τοὺς εἰσιόντας ὀνειδίζων, ὥς τις θηλυμανὴς ἵππος εἰσελθών, μετὰ
πολλοῦ τοῦ θράσους προσήγγισε τῇ Ἁγίᾳ παρθένῳ. Καὶ παραχρῆμα γέγονεν ἄπνους,
καὶ εἰς γῆν κατέπεσεν. Πλείστης δὲ ὥρας διελθούσης εἷς τῶν ἐκεῖ παρόντων
ἀνεβόησε λέγων· Μεγάλη ἡ πίστις τῶν Χριστιανῶν. Εἰσελθόντων δὲ καὶ τῶν
λοιπῶν· Μεγάλη ἡ τοῦ Χριστοῦ δύναμις· μιᾷ φωνῇ πάντες ἐβόησαν.
Ταῦτα μαθὼν ὁ ἄρχων,
παρέστησε τὴν Ἁγίαν, ἤγαγον δὲ καὶ τὸν νεκρὸν ἔμπροσθεν αὐτοῦ καὶ φησί· Λέγε
πονηρὸν γύναιον, πῶς τὸν νεανίσκον ἀπέκτεινας. Καὶ ἡ Ἁγία ἔφη· Ὅτε
ἐκέλευσας ἐνυβρισθῆναί με, ἐπαγομένης μου, συνηκολούθησέ μοι τὶς νεανίας
λευχειμονῶν, καὶ εἰσελθών, ἵστατο παρ’ ἐμοί, ὃς καὶ τὴν τῶν νέων ἐπιθυμίαν
ἀμβλύνων διετέλει, καὶ τὸν ἄνδρα τοῦτον, ὃν νεκρὸν ὁρᾷς, ὕστερον προσελθόντα
μετὰ ἀλαζονείας καὶ θράσους, πρὶν ἄψασθαί μου, πρὶν ῥίψαι φωνήν, τοιοῦτον
εἰργάσατο, οἷον βλέπεις ἄρτι. Ὁ ἄρχων φησί· Καὶ τίς οὗτος; Ἡ Ἁγία
εἶπεν· Ὁ Κύριος καὶ Θεός μου ἀπέστειλε τὸν Ἄγγελον Αὐτοῦ, ὕβριν γενέσθαι
κατ’ ἐμοῦ κωλύονται. Καὶ ὁ ἄρχων· Εἰ τοίνυν βούλει ἡμᾶς πεῖσαι, ὅτι
ἀλήθειαν λέγει, παρακάλεσον τὸν Θεόν σου καὶ ἀνάστησον αὐτόν. Τότε ἡ
Μάρτυς, τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα, καὶ προσευξαμένη, ἀνέστησε παραυτίκα τὸν
νεκρόν. Καὶ ἐξέστησαν ἅπαντας ἐπὶ τῷ παραδόξῳ τούτῳ θαύματι. Καὶ αὐτὸς ὁ ἄρχων
καὶ πολλοὶ ἀνέκραξαν· Μεγάλη ἡ δύναμις τῶν Χριστιανῶν, καὶ μέγας ἐν ἀληθείᾳ,
ὁ Θεὸς τῆς εὐγενεστάτης γυναικός.
Τινὲς δὲ τῶν δυσσεβῶν καὶ
ἀκαθάρτων ἐβόησαν πρὸς τὸν ἄρχοντα· Ἆρον αὐτὴν ἐκ μέσου, ὅτι διὰ μαγγανείας
ποιεῖ, ἃ δοκεῖ ποιεῖν ἐξαίρετα. Τότε πυρίκαυστον γενέσθαι τὴν Ἁγίαν προσέταξεν.
Ἀναφθείσης δὲ μεγάλης φλογός, ἡ Ἁγία, κατασφραγισαμένη ἑαυτήν, εἰσῆλθε
θαρσαλέως ἐν τῷ μέσῳ. Καὶ τὴν εὐχὴν ἐπὶ στόματος ἔχουσα, ἀνέδραμε πρὸς Κύριον,
τὸ σῶμα καταλιποῦσα. Μετὰ δὲ τὸ καταπαῦσαι τὴν πυράν, φιλόχριστοί τινες, ἐν
κρυπτῷ λαβόντες τὸ τίμιον αὐτῆς λείψανον, ἐντίμως ἐκήδευσαν, δοξάζοντες τὸν
Θεόν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.
Στεῤῥῶν
Ἀθλητῶν τεσσάρων φωνὴ μία·
Ἡμῖν τὸ θνήσκειν ἐκ ξίφους εὐθυμία.
Ἡμῖν τὸ θνήσκειν ἐκ ξίφους εὐθυμία.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξιν
ἐτήσιον τελοῦμεν εἰς δόξαν καὶ τιμὴν τῆς Ὑπερευλογημένης
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἐπονομαζομένης «Παραμυθίας»,
ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερᾷ Μονῇ
τοῦ Βατοπαιδίου.
Παραμυθίαν
παρέχει Θεοτόκε,
Παντὶ εὐσεβεῖ ἡ ἁγία Εἰκών σου.
Παντὶ εὐσεβεῖ ἡ ἁγία Εἰκών σου.
Ἐν τοῖς πάλαι καιροῖς,
ἦλθεν ποτὲ τῷ Ἁγιωνύμῳ Ὄρει συμμορία πειρατῶν, ἐπὶ σκοπῷ, τοῦ εἰσελθεῖν ἐντὸς
μιᾶς τῶν καλλιτέρων τῶν τοῦ Ἁγίου Ὄρους Μονῶν, ἤτοι τῇ τοῦ Βατοπαιδίου, ἐν ταῖς
πρωϊναῖς ὥραις, καθ᾿ ἃς εἰώθασιν ἀνοίγειν τὰς πύλας τῆς Μονῆς, καὶ οὕτω τοὺς
μὲν Μοναχοὺς νὰ κατασφάξωσι, τὸν δὲ πλοῦτον τῆς Μονῆς λεηλατήσωσιν.
Ἐλθόντες οὖν οἱ πειραταί,
ἀπεβιβάσθησαν περὶ τὸ ἑσπέρας τῇ ξηρᾷ, καὶ ἐκρύβησαν εἰς τοὺς ἐγγὺς τῆς Μονῆς
θάμνους. Ἀλλ᾿ ἡ κοινὴ ἔφορος παντὸς τοῦ Ἁγίου Ὄρους, καὶ ταχυτάτη βοήθεια,
Ὑπεραγία Θεοτόκος Παρθένος, δὲν παρεχώρησεν ἐκτελεσθῆναι ὁ τῶν ἀθέων βαρβάρων
σκοπός· κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν, μετὰ τὴν τοῦ Ὄρθρου ἀπόλυσιν, πάντων τῶν
ἀδελφῶν ἀπελθόντων ἐν τοῖς ἑαυτῶν κελλίοις, ὁ τῆς Μονῆς Ἡγούμενος, παρέμεινεν
ἐν τῷ ναῷ, ἐξακολουθῶν τὰς ἰδίας προσευχάς, ὅτε ἀκούει αἴφνης φωνῆς ἐκ τῆς
Εἰκόνος τῆς Θεομήτορος λεγούσης· Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς, ἀλλ᾿
ἀναβάντες ἐπὶ τῶν τειχῶν, ἀποδιώξατε τοὺς πειρατάς. Ἐκπλαγεὶς ἐπὶ τῷ ἀκούσματι
ὁ Ἡγούμενος, ἐνητένισε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τῆς ἁγίας Εἰκόνος, ἐξ ἧς
ἠκούσθη ἡ φωνή, καὶ ἀμέσως φανεροῦται αὐτῷ ἐκπληκτικώτερον θέαμα· ὁρᾷ ὅτι τὸ
τῆς Θεοτόκου πρόσωπον ἐγένετο ζῶν, ὡσαύτως καὶ τὸ τοῦ ὑπ᾿ αὐτῆς βασταζομένου
βρέφους Ἰησοῦ· τὸ δὲ προαιώνιον βρέφος, ἐκτεῖναν τὴν ἑαυτοῦ δεξιάν, καὶ
ἐκκαλύπτον δι᾿ αὐτῆς τὰ χείλη τῆς θείας αὐτοῦ Μητρός, ἔστρεψε πρὸς ἑαυτὴν τὸ
θεῖον αὐτοῦ πρόσωπον καὶ εἶπε· «Μὴ Μῆτέρ μου, μὴ εἴπῃς αὐτοῖς τοῦτο, ἀλλὰ
τιμωρηθήτωσαν οὗτοι πρεπόντως». Ἀλλ᾿ ἡ Θεομήτωρ, ἐπιμελουμένη, ἵνα περικρατήσῃ
διὰ τῆς ἑαυτῆς χειρός, τὴν χεῖρα τοῦ Υἱοῦ καὶ Θεοῦ αὐτῆς, καὶἐκκλίνουσα
δεξιόθεν ἐξ αὐτοῦ τὸ ἑαυτῆς πρόσωπον, ἐξεφώνησεν αὖθις τοὺς αὐτοὺς ἐκείνους
λόγους· «Μὴ ἀνοίξητε σήμερον τὰς πύλας τῆς Μονῆς κ.τ.λ.».
Συσχεθεὶς φόβῳ διὰ τὸ
φρικτὸν τοῦτον θαυμάσιον ὁ Ἡγούμενος, συνεκέντρωσε πάραυτα τὴν Ἀδελφότητα καὶ
διηγήσατο αὐτοῖς τὰ συμβάντα, καὶ τοὺς πρὸς αὐτὸν λόγους τῆς Θεομήτορος, ἅμα
καὶ τοὺς λόγους οὓς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπηύθυνεν αὐτῇ. Παρατηρήσαντες
δὲ πάντες ἐν ἐκπλήξει καὶ θαυμασμῷ εἶδον ὅτι τὸ τῆς Θεοτόκου πρόσωπον καὶ τὸ
τοῦ Κυρίου Ἰησοῦ ὡς καὶ ἅπασα ἡπεριγραφὴ καὶ ὁ σχηματισμός τῆς Εἰκόνος ἐκείνης,
ἔλαβον ἄλλον σχηματισμόν, ὅλως ἐναντίον τῆς πρώτης αὐτῶν θέας. Ἀπέδωκαν δὲ ἐν
πολλῇ εὐγνωμοσύνῃ εὐχαριστίαν καὶ αἶνον πάντες οἱ Μοναχοὶ τῇ Κυρίᾳ Θεοτόκῳ διὰ
τὴν σωτηριώδη πρόνοιαν καὶ προστασίαν αὐτῆς, δοξάσαντες ἐν ταπεινώσει τὸν δι᾿
αὐτῆς ἐλεοῦντα ἡμᾶς φιλάνθρωπον Σωτῆρα καὶ Κύριον. Εἶτα ἀνῆλθον ἐπὶ τὰ τείχῃ,
καὶ διὰ τῶν ἐκεῖσε εὑρισκομένων ὅπλων καὶ μέσων, ἀπέκρουσαν τὴν τῶν πειρατῶν
ἔφοδον.
Ἔκτοτε μέχρι τοῦ νῦν, ἡ
θαυματουργὸς αὕτη Εἰκὼν τῆς Θεομήτορος τυγχάνει γνωστὴ ὑπὸ τὸ ὄνομα Παραμυθία· ὁ
δὲ σχηματισμὸς τῶν προσώπων, τῆς τε Θεοτόκου καὶ τοῦ Κυρίου, ἔμειναν οὕτως, ἐν
τῇ στάσει τῇ σχηματισθείσῃ ἐν τῇ τρίτῃ ἐκφωνήσει τῇ ὑπὸ τοῦ Ἡγουμένου
ἀκουσθείσῃ, ὡς ἐξῆς· Ἡ θεία Μήτηρ ἐκκλίνουσα δεξιόθεν τὸ πρόσωπον αὐτῆς, ἐκ τῆς
ἐκτεινομένης δεξιᾶς τοῦ προαιωνίου αὐτῆς βρέφους καὶ Κυρίου, σπουδάζει
ἀπομακρύνας αὐτὴν ἐκ τοῦ στόματος αὐτῆς, ὡς ἂν ἐλευθέρως γνωρίσῃ τοῖς ἐκλεκτοῖς
αὐτῆς δούλοις τὸν ἐπικείμενον κίνδυνον.
Ἡ θαυματουργὸς αὕτη Εἰκὼν
εὕρηται ἐν τῷ Παρεκκλησίῳ τῆς Θεοτόκου τῆς «Παραμυθίας», ἐπὶ τοῦ δεξιοῦ τοίχου
τοῦ χοροῦ· καὶ τὸ μὲν πρόσωπον τῆς Ἀειπαρθένου Θεοτόκου, ἐκφράζει ἱλαρότητα,
συμπάθειαν καὶ ἀγάπην, τὸ δὲ βλέμμα πνέει ἐπιείκειαν, πραότητα καὶ εὐσπλαγχνίαν·
ἐπὶ δὲ τῶν χειλέων αὐτῆς ἐπαναπέπαυται μειδίαμα σεμνόν, προσφώνημα καὶ
παρηγορία, διὸ καὶ προσφυῶς κέκληται «Παραμυθία», ὡς παραμυθουμένη πάντας τοὺς
προσερχομένους αὐτῇ.
Τὸ δὲ πρόσωπον τοῦ
προαιωνίου βρέφους καὶ Θεοῦ δὲν εἶναι τοιοῦτον, ἀλλ᾿ εἶναι ἀπειλητικόν, ἡ
κίνησις τῆς ὀργῆς παρίσταται ἐν πάσαις ταῖς γραμμαῖς αὐτοῦ, τὸ δὲ βλέμμα πλῆρες
αὐστηρότητος καὶ ἀδυσωπήτου κρίσεως, τοσοῦτον ὥστε δυνάμεθα εἰπεῖν, ὅτι αἱ
χαρακτηριστικαὶ αὗται γραμμαὶ τῶν θείων τούτων προσώπων, τοῦ τε προαιωνίου
βρέφους, τοῦ Θεοῦ καὶ Κριτοῦ τῶν ἁπάντων ζώντων τε καὶ τεθνεώτων, καὶ τῆς
μητρικῆς ἀγάπης τῆς προστάτιδος καὶ προστασίας πάντων τῶν μετ᾿ ἀδιστάκτου
πίστεως ἐπιζητούντων τὴν οὐράνιον αὐτῆς σκέπην Κυρίας ἡμῶν Θεοτόκου, τυγχάνουσι
τῇ γραφίδι τοῦ ζωγράφου, δυνάμεθα εἰπεῖν ἄληπτα, καὶ ἰδίᾳ αἱ γραμμαὶ τῆς ὄψεως
τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεόφυτος, ὁ προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ
ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς
Εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.
Ὁ
Νεόφυτος Παρθένου πέλων φίλος,
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!
Φωνὴν ἀκούει τῆς δε. Ὢ θαῦμα ξένον!
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μαξίμου τοῦ Γραικοῦ.
Φῶς
μέγα ὁ Μάξιμος ἐνθέῳ λόγῳ,
ἐν
Ῥωσσίᾳ ἔλαμψεν Χριστοῦ εἰς δόξαν.
Οὗτος ἤκμασε τῷ ΙΣΤ΄ αἰῶνι.
Γεννηθεὶς ἐν Ἄρτῃ τῆς Ἠπείρου ἐκ γονέων εὐσεβῶν τοὐπίκλην Τριβόλη, ἀνήχθη ἐν
παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἐπιδοθεὶς εἰς ἐκμάθησιν τῆς κρείττονος γνώσεως,
ἐγένετο κάτοχος ἀμφιλαφοῦς σοφίας, μεταβὰς πρὸς τοῦτο ἐν τῇ Ἑσπερίῳ λήξει.
Ἐπανακάμψας, ἐπόθησεν ὑπελθεῖν τὸν τοῦ Κυρίου ζυγόν. Καὶ καταλαβὼν τὸ Ἁγιώνυμον
Ἄθω, ἐσκήνωσε ἐν τῇ ἐκεῖσε περιωνύμῳ τοῦ Βατοπεδίου Μονῇ, ἔνθα ἐπὶ δεκαετίαν
ἐπεδόθη τῇ ἀσκήσει καὶ τῇ τῶν θείων μελέτῃ. Ἐν τῇ τοῦ Βατοπεδίου ἱερᾷ
ἀσκούμενος Μονῇ, καὶ τῇ μελέτῃ καὶ προσευχῇ σχολάζων, πλείσταις ἀποστολαῖς
διέπρεψεν, ὑπείκων τῇ τῶν Πατέρων ἐντολῇ, ἐπ’ ὠφελείᾳ τοῦ πλησίον. Τὴν γὰρ
Μακεδονίαν ἐπεσκέψατο, καὶ τὴν Ἤπειρον διέδραμε, καὶ τὰς Ἑλληνίδας νήσους
ἐπῆλθεν, ἀποστολικῷ ζήλῳ πυρούμενος, καὶ τοὺς τῇ φοβερᾷ καὶ πικροτάτῃ δουλείᾳ
τῶν τῆς Ἄγαρ ἀπογόνων στένοντας καὶ μικροῦ δεῖν ἐκλίποντας, λόγοις παρηγορίας
παρεμυθεῖτο καὶ θάῤῥος καὶ δύναμιν παρεῖχε. Καὶ συνελόντι φάναι, τοὺς πάντας
ἐστήριζε καὶ ἐβεβαίου τοῖς Ὀρθοδόξοις δόγμασιν ἐμμένειν ἀπαρατρέπτως, καὶ
ἀποστρέφεσθαι τὴν τῶν Ὀθωμανῶν δυσσέβειαν καὶ τὴν τῶν Λατίνων ἐρεσχελίαν καὶ
ἀπόνοιαν καὶ πλάνην. Ἀλλὰ καὶ ἐν Αἰγύπτῳ καὶ Δακίᾳ εὐαγγελικῶς διέλαμψεν, ὡς
μαρτυρεῖται, ὡς τοῦ Εὐαγγελίου μυσταγωγός, καὶ κήρυξ.
Κληθεὶς ὑπὸ τοῦ ἡγεμόνος
τῆς Ῥωσσίας Βασιλείου, μετέστη ἐκεῖ, ὑπακούσας τῷ θείῳ θελήματι, πλήρης
πνευματικῶν καρπῶν, καὶ παρέσχε μεγίστην ὠφέλειαν διὰ τοῦ λόγου τῆς χάριτος καὶ
τῆς πανσόφου διδασκαλίας τῇ ἐκεῖ Ἐκκλησίᾳ καὶ τῷ Ῥωσικῷ λαῷ, συνεχομένῳ δεισιδαιμονίαις
πλείσταις καὶ ἀτόπῳ λατρείᾳ καὶ τύποις ἀκαίροις, ὃν καὶ ὡδήγησε πρὸς τὴν
εὐθεῖαν τῆς εὐσεβείας ὁδόν, ἀποκαθάρας καὶ τὰς ἐκκλησιαστικὰς δέλτους.
Πάντα γὰρ ταῦτα, θείῳ
σθένει ῥωννύμενος, πλείστοις κόποις καὶ ταλαιπωρίαις καὶ θλίψεσι διεξήγαγεν,
ἀφορῶν πρὸς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.
Φθονηθεὶς ὑπὸ ψευδαδέλφων,
ὑπέστη διωγμοὺς καὶ ταλαιπωρίας δεινάς, καὶ δεσμὰ πικρά, καὶ πολυχρόνιον
σκοτεινὴν ἐγκάθειρξιν, ἃ μεγαλοψύχως ἀνδρειοτάτῃ καρδίᾳ ὑπήνεγκε μαρτυρικοῖς
στίγμασι καλλωπισθείς. Καὶ οὕτως ἀνύσας τὸν τῆς εὐσεβείας μέγαν ἀγῶνα ἀπήλθε
πρὸς Κύριον, κοιμηθεὶς τὸν ὅσιον ὕπνον τῇ ΚΑ΄ Ἰανουαρίου τοῦ ἔτους ᾳφνστ (1556)
καὶ ἀναδειχθεὶς μέγας φωτιστὴς τῶν Ῥώσσων, καὶ θεῖος διδάσκαλος καὶ ἱερὸς
ὁδηγὸς καὶ φωταγωγὸς κλήρου καὶ λαοῦ πρὸς τὴν ἀκριβῆ καὶ ἀλάθητον Ὀρθόδοξον
ἡμῶν πίστιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἀναστασίου τοῦ Μάρτυρος, μαθητοῦ τοῦ Ὁσίου
Μαξίμου τοῦ Ὀμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Πατρόκλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Ἁγίων Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπολλωνίου τοῦ Ἀναχωρητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων Γαβριήλ, καὶ Σιωνίου καὶ τῶν σὺν
αὐτῶν μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίμωνος, τοῦ ἐνοίκου τῆς ἐρήμου, ἐν τῷ Ναδέγεβ τῆς
Ῥωσσίας.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπὸ τὴν θείαν σκέπην
δροσίζοντο παῖδες ἐν τῇ καμίνῳ ποτέ, καὶ ταύτῃ νῦν ὁ Μάρτυς, κατίσχυσε
τυράννων, ἐν χαρᾷ δὲ ἀνέκραζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μεγάλως ἠγωνίσθης καὶ
προσβλέπων ὑψόσε τοῖς νοεροῖς ὀφθαλμοῖς, ἐβλάστασας γενναίως, σαρκὸς τὰς
ἀλγηδόνας, ἐν χαρᾷ δὲ ἀνέκραζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νομίμως ἐναθλήσας καὶ
νικήσας τυράννων τὴν ἐπηρμένην ὀφρύν, ἐνέργειαν θαυμάτων, ὡς ἔπαθλα λαμβάνεις,
εὐφραινόμενος μέλπεις δέ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Παρθένε Θεοτόκε ἐκ παντοίων
κινδύνων καὶ πειρασμῶν ψυχικῶν, δυσώπει τὸν Υἱόν Σου, ἵνα πάντες ῥυσθῶμεν, Σὲ
ὑμνοῦντες κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡγιασμένος, ἐν οὐρανῷ σὺ
ὑπάρχεις, τοῖς Ἁγίοις ἀεὶ συμπροσφέρων, αἶνον τῷ Κυρίῳ, εἰς πάντας τοὺς αἰῶνας.
Σὺ ἀνεδήσω, τῆς ἀφθαρσίας
τὸ στέφος, καὶ ἐνθέως ἀγάλλει προσφέρων, αἶνον τῷ Κυρίῳ, εἰς πάντας τοὺς
αἰῶνας.
Ὡραϊσμένος, ταῖς ἀρεταῖς
μαρτυρίου, ἐν αὐλαῖς τοῦ Κυρίου κραυγάζεις· τὸν Κύριον ὑμνεῖτε, εἰς πάντας τοὺς
αἰῶνας.
Θεοτοκίον.
Σὲ Θεοτόκε, καθικετεύομεν
πάντες, καὶ Χριστὸν ἀνυμνοῦντες βοῶμεν· τὸν Κύριον ὑμνεῖτε, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων καὶ Ἀγγέλων, γέγονας
χορείαις, δοξολογῶν μετὰ τούτων τὸν πάντων Θεόν, καταυγαζόμενος ἅμα θείαις
ἐλλάμψεσι.
Εὐγένιε παμμάκαρ, κλέος τῶν
Μαρτύρων, πανευλαβῶς θεραπεύσας τοῖς ἔργοις Θεόν, κατηγλαΐσθης Κυρίῳ θείαις
χαρίσμασι.
Νευρώσας τὴν ψυχήν σου,
Πνεύματος δυνάμει, χαίρων ἐχώρησας Μάρτυς πρὸς ἄσπετον πῦρ, ἔνθα τοῦ Πνεύματος
δρόσος σὲ διεφύλαξεν.
Θεοτοκίον.
Χορὸς τῶν Ἀποστόλων, καὶ
πάντων τῶν Ἁγίων, σὺν Ἀσωμάτοις χορείαις Παρθένε ἁγνή, ἀνευφημοῦσιν ἀπαύστως
Τόκον τὸν θεῖόν Σου.
Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῦ Εὐγενίου σήμερον ἡ
μνήμη ἡ ἁγία, ὑπέρλαμπρος ἀνέτειλε πάσῃ τῇ οἰκουμένῃ, πιστῶν καρδίας αὐγάζει
ζόφον ἀποδιώκει, καὶ ῥεῖθρα τῶν ἰάσεων ψυχικῶν νόσων ἅμα σωματικαῖς, προσιοῦσι
νέμει πλουσίως, πρεσβεύει δὲ πρὸς Κύριον, ἵνα πάντες ῥυσθῶμεν.
Ἕτερον.
Τὸ Τραπεζοῦντος βλάστημα
καὶ καύχημα του Πόντου, φωστῆρα παμφαέστατον Πνεύματος τὸ δοχεῖον, ψυχὰς
ἀρδεῦον πλουσίως οἱ πίστει νῦν προσελθόντες, τιμήσωμεν γηθόμενοι πρὸς αὐτὸν
βοῶντες· ῥῦσαι ἡμᾶς, τῶν δεινῶν καὶ πάσης ἀκαθαρσίας, καὶ πρέσβευε πρὸς Κύριον,
ὑπὲρ τῶν σὲ τιμώντων.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες
Εὐγένιε Μάρτυς τοῦ Χριστοῦ,
κραταιῶς ἐνήθλησας, τὸν ἐλαφρὸν δὲ τῆς θλίψεως, αἰώνιον ἐν σοί, ἀπειργάσθη
δόξαν καὶ τρυφὴν τὴν ἄῤῥητον, καὶ θείων δωρεῶν τὴν ἀντίδοσιν, Χριστῷ οὖν
πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εὐγένιον Μάρτυρα Χριστοῦ,
θεοφθόγγοις ᾄσμασι, οἱ ἐξ ἐώας ὑμνήσωμεν, φαιδρύνοντες ψυχάς, ἐκοσμήθη οὗτος
καλλοναῖς τῶν ἄθλων σου, καὶ θρόνῳ τοῦ Θεοῦ νῦν παρίσταται, πρεσβεύων ἄληκτα,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εὐγένιε Μάρτυς τοῦ Χριστοῦ,
ὑψιβάμων γέγονας, ὑπεριδὼν τὸ ἐφήμερον, ἐφέσει κρείττονος, καὶ θαυμάτων χάριν
ἠξιώθης Ἅγιε, πλουσίως χορηγῶν τοῖς τιμῶσί σε, Χριστῷ οὖν πρέσβευε, δωρηθῆναι
ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Εὐγένιον πάντες οἱ πιστοί,
συνελθόντες σήμερον, ἀνευφημήσωμεν ᾄσμασι, ὡς κρήνη γὰρ ἀεί, ἰαμάτων χάριν
οὗτος βλύζει ἄνωθεν, καὶ νέμει δαψιλῶς τοῖς προστρέχουσι, Χριστῷ πρεσβεύει δέ,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. Β΄.
Σήμερον, ἐξέλαμψεν ἡμῖν ἡ
μνήμη τοῦ Ἀθλοφόρου Εὐγενίου. Δεῦτε οὖν ᾀσματικὴν χορείαν κροτήσωμεν, καὶ
τοῦτον καταστέψωμεν, μαρτυρικοῖς ἄσμασι. Τῷ ἱστίῳ γὰρ τῆς πίστεως σὺν τῇ τοῦ
Ἁγίου Πνεύματος αὔρᾳ, διέπλευσε τὸ ζοφερὸν πέλαγος τοῦ μαρτυρίου. Κλίμακα δὲ
ταῖς ἀρεταῖς τῆς ἀθλήσεως, χρησάμενος ἀνῆλθεν εἰς οὐράνια δώματα, ἀνακραθεὶς τῷ
ἀκροτάτῳ φωτί, ὅθεν μαρμαρυγὰς θείου φωτὸς ἐκπέμπει καταυγάζων πιστῶν τὴν
διάνοιαν, καὶ ἀχλὺν δαιμόνων ἐκδιώκων. Οὕτως γεραίροντες τὴν αὐτοῦ μνήμην,
δοξάζομεν Χριστὸν τὸν Θεὸν, τὸν ἐνεργοῦντα δι’ αὐτοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου
Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς
πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ
Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα,
προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Μεγαλυνάριον.
Χαίροις Τραπεζοῦντος θεῖος
βλαστός, καύχημα τοῦ Πόντου ἐγκαλλώπισμα τῶν πιστῶν, χαίροις ὁ πηγάζων, ἰάσεων
τὰ ῥεῖθρα, Εὐγένιε παμμάκαρ τοῖς εὐφημοῦσί σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου