Κυριακή 8 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 19. ΟΣΙΟΣ ΜΕΛΕΤΙΟΣ ΓΑΛΗΣΙΩΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄!!
ΜΕΛΕΤΙΟΣ ΟΣΙΟΣ ΓΑΛΗΣΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Θεόφρον Μελέτιε Χριστοῦ, χελιδὼν ἡ εὔλαλος, τῶν ἀρετῶν τὸ θησαύρισμα, πέτρα ἡ ἄῤῥηκτος, κρατὴρ ὁ προχέων, διδαχῶν τὰ ῥεύματα, σοφίας ὁ βυθὸς καὶ τῆς γνώσεως, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. (Δίς)

Θεράπων Μελέτιε Χριστοῦ, ἄγγελος ἐπίγειος, βροτὸς δ’ οὐράνιος γέγονας, καὶ γὰρ σὺ ἅπασαν, ἀρετὴν πλουτήσας, τὴν τρυφὴν κεκλήρωσαι, ζωῆς τῆς ἀθανάτου καὶ κρείττονος, ἧς ἀπολαύων νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην Χριστὸν καθικέτευε.

Πάτερ Μελέτιε Χριστός, ἥλιόν σε ἔδειξε, τὴν οἰκουμένη αὐγάζοντα, ἐνθέοις λόγοις σου, φαεινὸν ἀστέρα, λαμπάδα πολύφωτον, πυρίμορφον ῥομφαίαν τοῦ Πνεύματος, ὕλην αἱρέσεων, Ἰταλῶν τε τὴν κακόνοιαν, ἐκτρεφροῦντα· ὅθεν σε γεραίρομεν.

Δόξα. Ἦχος δ΄.
Σταυρὸν ἐπ’ ὤμων εἰληφώς, Ὅσιε Μελέτιε, τὰς τῶν δαιμόνων καθεῖλες μηχανουργίας· νοῦν ἡγεμόνα κατὰ παθῶν ἐνστησάμενος, τὴν μάχαιραν δὲ πάλιν τοῦ Παρακλήτου σπασάμενος, τὰς κενοφώνους ἐξέτεμες γλωσσαλγίας, τῷ θυρεῷ τῆς πίστεως, τὰ πεπυρωμένα βέλη τῶν Ἰταλῶν ἀποσβεννύων· αὐτουργὸς δὲ θαυμάτων γεγονώς, Χριστὸν καθικετεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φωτισθεὶς ταῖς τοῦ Πνεύματος, ἀστραπαῖς ἀνεπτέρωσας, τὴν ψυχὴν Μελέτιε πρὸς τὸ ἔσχατον, τῶν ὀρεκτῶν καὶ ἀκρότατον, ἀσκήσει ἑνούμενος, καὶ ἀθλήσει πρὸς αὐτό, καρτερῶν γενναιότατα, πρὸς ἑκάτερα, τῇ μὲν θραύων τὰ βέλη τῶν δαιμόνων, τῇ δὲ τῶν αἱρετιζόντων, ἐξανασπῶν τὰ ζιζάνια.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἀκηλίδωτον ἔσοπτρον, ὁ Χριστός σε εὑράμενος, ἑαυτοῦ Μελέτιε σοὶ ἐνήστραψε, φωτὸς ἐνθέου ἀμάρυγμα· ἐντεῦθεν δεικνύων σε, τῶν ἰάσεων πηγήν, τῶν πεινώντων τροφέα τε, τεραστίων δὲ αὐτουργόν, καὶ θαυμάτων ἐξαισίων, τῇ θαλάσσῃ καὶ ἡλίῳ, σοὶ πειθαρχεῖν ἐπιτάττοντα.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Ἔνθα ἦχος ἀνέδραμες, καθαρὸς ἑορτάζοντος, ἔνθα τὸ πολίτευμα Παύλου πέφυκεν· ᾧ καὶ κατ’ ἴχνος ἑπόμενος, τὸν δρόμον τετέλεκας, τῶν ἀγώνων τῶν μακρῶν, καὶ τὴν πίστιν τετήρηκας· ὅθεν δίπλοκον, ἀνεπλέξω τὸν στέφανον τῆς νίκης, τὸν μὲν τῆς ὁμολογίας, τὸν δὲ παθῶν τῆς ἀσκήσεως.

Δόξα. Ἦχος α΄.
Πάτερ Μελέτιε, ἐκ νεότητος σεαυτὸν ἀφιερώσας τῷ Κυρίῳ, διὰ τῆς ἐργασίας τῶν ζωοποιῶν ἐντολῶν, ὁλικῶς τὴν καρδίαν σου, τῶν παθῶν ἀπεκάθηρας· καὶ ἱδρῶσιν ἀσκητικοῖς φίλτερον τοῦ οὐρανοῦ ἐνδιαίτημα, αυτὴν κατεσκευάσας τῆς Ἁγίας Τριάδος. Ἐν ᾗ ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον συνελθόντες, ὡς ἡ ὑπόσχεσις, Μονὴν παρὰ σοὶ ἐποιήσαντο· παρ’ ὧν φωτιζόμενος τὴν ἐν τῇ τριάδι κακῶς εἰσαγομένην δυαρχίαν ὑπὸ τῶν Λατίνων ἐστηλίτευσας, καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε σῶσον ἡμᾶς, τοὺς εἰς Σὲ καταφεύγοντας· ὅτι ἐν Σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.
Ὁ ἀειλαμπὴς πυρσὸς τῆς θεολογίας σου, τὸ τῶν πιστῶν περιήστραψε πλήρωμα· τὸν γὰρ Πατέρα ἀρχὴν Υἱοῦ τε καὶ Πνεύματος, ἀνακηρύξας Λατίνους καὶ ἤσχυνας· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ Πάτερ Μελέτιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.




























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Ὁσίων τὸ καύχημα, Ἐκκλησίας τὸ στήριγμα, ποταμὸν τῆς χάριτος προερχόμενον, ἐκ τῆς Ἐδὲμ καὶ ἀρδευόντα, δογμάτων τοῖς ῥεύμασι, πᾶν τὸ πρόσωπον τῆς γῆς, τῶν θαυμάτων τὸ πέλαγος, οἱ Ὀρθοδοξοι, συνελθόντες Μελέτιον τὸν θεῖον, ἱεραῖς ἐν ὑμνωδίαις, χρεωστικῶς εὐφημήσωμεν. (Δίς)

Καὶ εἱρκταῖς συγκλειόμενος, μακροτάταις Μελέτιε, καὶ λιμαγχονήσεσι πιεζόμενος, καὶ ῥαβδισμοῖς συντριβόμενος, καὶ γλῶτταν τεμνόμενος, ὑπὸ τῆς τῶν Δυτικῶν, θηριώδους ὠμότητος, οὐ προδέδωκας, τὴν Ὀρθόδοξον πίστιν ἀλλ’ ἐδείχθη, ὥσπερ πέλεκυς συγκόπτων, πλάνην αὐτῶν τὴν κακόδοξον. (Δίς)

Γραμματέως ὡς κάλαμος, ὀξυγράφου ἡ γλῶσσά σου, γέγονε Μελέτιε τὰ ὀρθόδοξα, τῆς εὐσεβείας διδάγματα, λαμποῦσα καὶ γράφουσα, Δυτικῶν δὲ τὰ σαθρά, καὶ κακόδοξα δόγματα, ἀπελέγχουσα, καὶ τὸ μόνον ὑπάρχειν ἐν Τριάδι, τὸν Πατέρα προβολέα, διατρανοῦσα τοῦ Πνεύματος.

Τοὺς κατ’ ἔτος τὴν μνήμην σου, τὴν σεπτὴν ἑορτάζοντας, ἄνωθεν συντήρησον σαῖς ἐντεύξεσιν, ἐκ πάσης θλίψεως Ἅγιε, ὑγείαν τοῦ σώματος, καὶ ψυχῆς αὐτοῖς διδούς, πᾶσαν δὲ ἀποδίωξον, βλάβην ἔνδοξε, ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων, ἐκ τῶν σοὶ συνωνυμούντων, καὶ σὲ τιμώντων Μελέτιε.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψεν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ὡς ἀστὴρ νεοφανής, ἡ μνήμη τοῦ τρισμάκαρος Μελετίου καὶ τῆς Ὀρθοδοξίας ἡμῶν ὑπερμάχου καὶ φύλακος. Δεῦτε οὖν οἱ Ὀρθόδοξοι πάντες, χρεωστικῶς αὐτὸν εὐφημήσωμεν λέγοντες· Χαίροις, Μελέτιε Ὅσιε, ὁ ἐν τῇ ἀσκητικῇ παλαίστρᾳ, τῶν παθῶν καὶ δαιμόνων συγκόψας τὰς φάλαγγας, καὶ δοχεῖον σεαυτὸν κατασκευάσας τῆς θείας χάριτος· χαίροις, ὁ ὑπὲρ τῆς Ὀρθοδόξου πίστεως, πολυτρόπους ὑπομείνας βασάνους, καὶ ταύτην ἀκριβῶς συντηρήσας, τὴν δὲ κακοδοξίαν, γενναιότατα ἀπελέγξας· χαίροις, ὁ πολλοῖς υαύμασι καὶ ζῶν ἔτι καὶ μετὰ θάνατον, δοξασθεὶς παρὰ Χριστοῦ τοῦ Θεοῦ, ᾯ καὶ νῦν παριστάμενος, πρέσβευε δεόμεθα, ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης αἱρέσεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  






Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.























Λιτή. Ἦχος α΄.
Ἔχαιρε πάλαι ἡ τοῦ Λαζάρου Μονή, τῆς βασιλίδος πόλεως, σεμνεῖον τὸ εὐαγέστατον· αὐτὴ γὰρ κατεῖχεν ἐν κόλποις, ὡς θησαυρὸν πολυτίμητον, τοῦ τρισμάκαρος Μελετίου τὸ ἱερώτατον λείψανον, ἅπαντα διασῷζον τὰ τῆς ἁγιότητος σήμαντρα τὸν κροκοβαφῆ χρωματισμόν, τὴν ἄῤῥητον εὐωδίαν, καὶ τὰ τῶν θαυμάτων ῥεῖθρα, τὰ ποταμηδὸν ἐξ αὐτοῦ προχεόμενα, τοῖς μετὰ πίστεως προσπελάζουσιν· ὅθεν ἀντὶ ταύτης ἡμεῖς τοῦτον ἀνευφημοῦντες, πρὸς τὸν Σωτῆρα βοήσωμεν· ῥῦσαι Κύριε τὴν Πόλιν Σου, τῆς πολυχρονίου αἰχμαλωσίας, καὶ τὸν λαὸν ἐλευθέρωσον, ὃν ἐξηγόρασας τῷ τιμίῳ Σου αἵματι.

Ὁ αὐτός.
Πανηγυρίσωμεν πιστοὶ ἱεροῖς εὐωχούμενοι· συγκαλεῖται γὰρ ἡμᾶς ὁ θεῖος Μελέτιος πρὸς ἑστίασιν πνευματικήν, οὗ ἡ τράπεζα πλήρης, πόνων ἀσκητικῶν, καὶ ἀγώνων ἀθλητικῶν, αὐτοῦ μιμησώμεθα τὸ στεῤῥὸν τῆς ὁμολογίας, ἐν ᾗ ὡς φωστὴρ ἐξέλαμψεν.

Ἦχος γ΄.
Πτέρυγας πνευματικῆς περιστερᾶς ἀναλαβὼν θεοφόρε, τὴν πρᾶξιν καὶ θεωρίαν, τὰς τῆς σοφίας ἀκρότητας, ψαλμικῶς ἐπετάσθης ἐπ’ ὄρη νοητὰ καὶ αἰώνια, καὶ κατέπαυσας ἀληθῶς εἰς τὴν πάντα νοῦν ὑπερέχουσαν τοῦ Θεοῦ εἰρήνην, διὰ τῆς ἄκρας καθ’ ἡσυχίαν ἑνώσεως, σαββατίσας ἀπὸ πάντων τῶν ὁρωμένων καὶ νοούμενων· ἧς καὶ νῦν ἐν οὐρανοῖς πληρέστερον ἀπολαύων Μελέτιε· αἴτησαι πρεσβείαις σου, εἰρήνην δωρηθῆναι τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.
Πάτερ Μελέτιε, τῆς οὐρανίου Τριάδος, ὢν λατρευτὴς τὴν χάριν τοῦ Πνεύματος ἐν σεαυτῷ κατεπλούτησας· οὗ τῇ ἑνώσει ἐκπυρωθείς, ἐρημικοὺς ἄνθρακας καὶ τοὺς τῶν αἱρέσεων, παντελῶς ἐναπέσβεσας, ζωτικὴ τοῖς πιστοῖς ἡμῖν δύναμιν χρηματίζων· οἷς μὴ παύσῃ αἰτούμενος τῶν δεινῶν ἀπαλλαγήν, καὶ ψυχῶν σωτηρίαν τοῖς εὐφημοῦσί σε.

Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, ὁ ἐν τῷ νόμῳ Θεοῦ, πάντα τὸν βίον μελετῶν ἐμμελέστατα· ὁ ἔχων ἐν σῇ μελέτῃ, τὸ ἐκκαιόμενον πῦρ, ὃ ἐν γῇ καρδίας ὁ Θεάνθρωπος, βαλεῖν παραγέγονεν, οὗ μελέτη ἐνώπιον, Θεοῦ ὑπῆρχεν, εἰσαεὶ καὶ ἀλήθειαν, ἐμελέτησε, θεῖος λάρυγξ ὡς γέγραπται· κλῆσιν ὁ τὴν φερώνυμον, πλουτήσας Μελέτιε· Χριστὸν δυσώπει ἀπαύστως, πλημμελημάτων τὴν ἄφεσιν, ἡμῖν δωρηθῆναι, τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ἀσκητῶν καλλονή, μονήρους βίου ὁ κανὼν ὁ εὐθύτατος, ἡ στάθμη τῆς ἐγκρατείας, ἡ τῶν δακρύων πηγή, ταπεινοφροσύνης τὸ κειμήλιον, εὐχῆς ἐργαστήριον, καὶ ἥδιστον, ἐν τῇ καρδίᾳ, Ἰησοῦ ἀδολέσχημα, ὁ Παράδεισον, τὴν θεόσοφον βίβλον σου, ἅπασιν ἐκτιθέμενος, βαθμίδας σοφώτατα, τῶν ἀρετῶν ὁ συγγράψας, δι’ ὧν ἐκ γῆς ἀνυψούμεθα, Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύειν ὑπὲρ πάντων τῶν εὐφημούντων σε.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, οὐρανοχάλκευτον τοῦ Πνεύματος φάσγανον, τὸ πάσας ὁρμὰς συγκόψαν, τῶν Δυτικῶν ἀνδρικῶς, γλῶσσα ἡ πανσόφως στηλιτεύσασα, αὐτῶν τὰ κακόδοξα, καὶ ψυχόλεθρα δόγματα, θεολογίας· γνώμων ὄντως εὐθύτατος, τοῦ πληρώματος, Ὀρθοδόξων τὸ καύχημα· ἄκμων ὁ ἀκατάβλητος, δεινὰ πολυποίκιλα, ὁ ὑπομείνας γενναίως ὑπὲρ τῆς πίστεως Ὅσιε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.
Ἡ τοῦ Ἁγίου Πνεύματος ζωοπάροχος χάρις, τῇ σῇ ψυχῇ ἐνοικήσασα, Μελέτιε ἀοίδιμε, πολλὰ δι’ αὐτῆς, καὶ πρὸς τὸ συνημμένον σῶμά σου διεβίβασε, τοῦ θείου κάλλους αὐτῆς τὰ τεκμήρια, ὅλον σε ψυχὴν καὶ σῶμα, ναὸν ἑαυτῆς κατασκευάσασα ἅγιον· δι’ ὃ καὶ μετὰ θάνατον τῆς ψυχῆς σου χωρισθείσης ἀπὸ τοῦ σώματος, ἀχώριστος αὕτη ἀμφοτέρων διέμεινε· τὴν μὲν ψυχήν, ἐν οὐρανοῖς μέτοχον τῆς μακαρίας δόξης ἐργασαμένη, τὸ δὲ σῶμα, ἐν τάφῳ ἀδιάφθορον συντηρήσασα, καὶ κρήνην θαυμάτων, ὑπερφυῶν ἀναδείξασα. Ὢ δόξης ἀκραιφνοῦς, ἧσπερ ἠξίωσε ἡμῶν χαριτωθῆναι, ψυχὰς καὶ τὰ σώματα.






Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Ὁ ποιμενικὸς αὐλός.
Ὁ ἀειλαμπὴς πυρσὸς τῆς θεολογίας σου, τὸ τῶν πιστῶν περιήστραψε πλήρωμα· τὸν γὰρ Πατέρα ἀρχὴν Υἱοῦ τε καὶ Πνεύματος, ἀνακηρύξας Λατίνους καὶ ἤσχυνας· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ Πάτερ Μελέτιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνέτειλεν ἰδού, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἡ μνήμη τοῦ σεπτοῦ, καὶ σοφοῦ Μελετίου, ὡς ἥλιος φωτίζουσα, τῶν πιστῶν τὰ συστήματα, ταῖς ἐλλάμψεσι, τῶν Ὀρθοδόξων δογμάτων, καὶ ταῖς χάρισι, τῶν ἰαμάτων τὰ πάθη, αὐτῶν θεραπεύουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη μοναστῶν, τοὺς σοὺς ἀγῶνας ἡ πληθύς, οὓς ἐν ὄρεσιν ἀσκῶν, ἀσάρκοις εἷλες δυσμενεῖς, ἀγγελικὴν διανύσας τρίβον παμμάκαρ· νήστειαν Μωϋσέως μιμούμενος, Ἄγγελων ἀδιάλειπτον αἴνεσιν· ἐν παννυχίοις στάσεσι καὶ ὕμνοις, πρὸς τὸν Θεὸν μεθιστάμενος· Ὃν ἐκδυσώπει, πυρὸς γεέννης ῥύσασθαι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Κατεπλάγη ὁ δεινός, τῆς δυσσεβείας βασιλεύς, παῤῥησίαν τὴν πολλήν, σοῦ ὦ Μελέτιε σοφέ, καὶ τὴν τῶν λόγων ἀλήθειαν καὶ τὸ κράτος· ὅθεν τὴν ὀργήν, εἰς τὸ ἥμερον, μετέβαλεν εὐθύς, καὶ ἐλάλει σοι, ἐν φιλικῷ τῷ ἤθει ἀρετῆς σου, τὸ ὑπερβάλλον αἰδούμενος· οἶδε γὰρ ὄντως, ἀνδρὸς θαυμάζειν, ἀρετὴν καὶ πολέμιος.
Καὶ νῦν. Θεοτοκίον.
Κατανύξει μου ψυχῆς, κλίνω σε γόνυ ἀγαθή, καὶ δεόμενος βοῶ· πρόσχες καὶ ἴδε τὴν ἐμήν, ἐν ἁμαρτίαις συγκύπτουσαν ταλαιπωρίαν· μολύνας γὰρ κακῶς, ψυχὴν καὶ σῶμά μου, ἐκδέχομαι λοιπόν, κατὰ τὰς πράξεις μου, τὰς φοβερὰς γεέννης τιμωρίας· σὺ οὖν Παρθένε βοήθει μοι, καὶ λύτρωσαί με, ἐξ αὐτῶν ὅτι δύνασαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μελετίου σήμερον, ἐπιτελοῦμεν, τὴν σεπτὴν πανήγυριν, εὐσεβοφρόνως οἱ πιστοί, πρὸς τὸν Σωτῆρα κραυγάζοντες· Χριστὲ πρεσβείαις, αὐτοῦ ἡμᾶς φύλαττε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὰς σεπτὰς ἀγκάλας Σου, Παρθενομῆτορ, φιλευσπλάγχνως ἔπαρον, ὑπὲρ ἡμῶν τῶν ταπεινῶν, πρὸς τὸν Υἱόν Σου κραυγάζουσα· ῥῦσαι γεέννης, Υἱέ μου τοὺς δούλους Σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, ὑλικῆς προσπαθείας ἐκκαθάρας τὸ πνεῦμά σου, καὶ ἀλόγου δόξης ἀπαλλάξας τὸν λόγον σου, καὶ τῶν ψιλῶν ἐννοιῶν ἀπογυμνώσας τὸν νοῦ σου, τὸν ὑπερούσιον Νοῦν, καὶ Λόγον καὶ Πνεῦμα, τριαδικῶς τὴν Τριάδα κατώπτευσας, ἑνώσας δὲ πάλιν ταῦτα ταῖς πρὸς τὸ ἓν ἀνατάσεσι, μοναδικῶς αὖθις τὴν ἐν Τριάδι Μονάδα ἀνύμνησας, τῇ φύσει κατ’ εἰκόνα συνάψας, τὸ γνωμικὸν καθ’ ὁμοίωσιν, καὶ ἀμφότερα κεκαθαρμένα ἀνάξας πρὸς τὸ Πρωτότυπον. Θεὸς οὖν κατὰ χάριν ἐνώπιον τοῦ φύσει Θεοῦ παριστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, πάνσοφε Μελέτιε.


























Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μελετίῳ ὁμώνυμος ὕμνον ᾄδει.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μελέτην τὸν βίον πνευματικήν, ἐνθέοις ἀγῶσιν, ἐνστησάμενος ὁλικῶς, τοῖς ἔργοις κατάλληλον ἐκτήσω, ἐπωνυμίαν ὦ Μελέτιε.
γκόλπιον ὄντως χρυσοειδές, ἐκλογῆς τε σκεῦος, ἀνεδείχθης τῷ Βασιλεῖ, τηρήσας ἀλώβητον διόλου, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν.
Λόγῳ τε καὶ πράξει τὴν ἀρετήν, ἀσκήσας ἐκ παίδων, ἠξιώθης χρηματισμοῦ, σοῦ γένους καὶ γῆς μεταναστεῦσαι, καὶ τῆς πρὸς σάρκα δεινῆς σχέσεως.
Θεοτοκίον.
λπὶς ἀκαταίσχυντε τῶν πιστῶν, θερμή τε προστάτης, καταφύγιον ἀσφαλές, τῶν προσκαλουμένων Σε ἐν πίστει, πυρὸς γεέννης ἡμᾶς ῥῦσαι Δέσποινα.

Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Μελέτιον τὸν θεῖον, εὐφημῶ λόγοις.
ᾨδὴ α΄. Ἦχος ὁ αὐτός. Ἁρματηλάτην Φαραώ.
Μελέτην νόμου τοῦ Θεοῦ ποιούμενος, τὴν ἅπασάν σου ζωήν, νυκτὸς καὶ ἡμέρας, φερωνύμως γέγονας, Μελέτιος μακάριε, καὶ ὡς δένδρον ὡράθης, κατὰ Δαβὶδ προβαλλόμενον, καρποὺς ἀθανάτους τοῦ Πνεύματος.
τρώθης πόθῳ τῶ γλυκεῖ Μελέτιε, τοῦ Βασιλέως Χριστοῦ, καὶ πάντα τὸν κόσμον, σκύβαλα λελόγισαι, καὶ πειρασμοὺς πανόλβιε, ὑποστὰς πολυτρόπους, ἔκ τε δαιμόνων ἀνθρώπων τε, ὡς τρυφὰς αὐτοὺς ἐκαρτέρησας.
Λόγοις πατέρων καὶ θεσμοῖς ἑπόμενος θεῖε Μελέτιε, ἐκ τοῦ Πατρὸς μόνου, σὺ ἐθεολόγησας, τὸ Πνεῦμα ἐκπορεύεσθαι, στηλιτεύσας γενναίως, τοὺς Δυτικοὺς δογματίζοντας, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι.
Θεοτοκίον.
ν τῇ γαστρί Σου μυστικῶς ἐχώρησας Κόρη Θεόνυμφε, τὸν τοῖς οὖσι πᾶσι, Λόγον μὴ χωρούμενον, καὶ ταῖς σεπταῖς ἐβάστασας, Σοῦ ἀγκάλαις Παρθένε, τὸν πᾶσαν κτίσιν βαστάζοντα, ὢ τοῦ ξενηκούστου ἀκούσματος.










ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Τόπους οὗς ἡγίασαν, οἱ τοῦ Χριστοῦ πόδες Ὅσιε, καταλειφώς, Σιὼν πρὸς τὴν ἄνω, τὸν σὸν νοῦν ἀνεπτέρωσας,
εραῖς ἐντεύξεσι, τῶν ποταμῶν τὰ ὁρμήματα, διαπερᾶς· ἐν ποσὶν ἀβρόχοις, Ἠλιοὺ ὥσπερ δεύτερος.
σπερ σοφὴ μέλισσα, ἁπανταχοῦ διερχόμενος, μελιττουργεῖς, ἀρετῶν τὸ μέλι, ἐκ λειμώνων τοῦ Πνεύματος.
Θεοτοκίον.
λον με τὸν ἄνθρωπον, ἐκ Σοῦ Παρθένε προσείληφεν, ὁ πλαστουργός, κοινωνόν με δείξας, τῆς αὐτοῦ θείας φύσεως.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τὴν τῆς σοφίας σὺ πηγήν, ἐν τῇ ψυχῇ κεκτημένος, ἐξεπήγασας κρουνοὺς διδαγμάτων, καταρδεύοντας Γραικῶν, ὀρθοδοξούντων πλήρωμα, καὶ θολεροὺς χειμάῤῥους, τῶν τῶν Λατίνων ξηραίνοντας.
σχὺν τὴν ἄμαχον φραχθείς, Χριστοῦ τοῦ πάντων Δεσπότου, παρ’ Αὐτοῦ ἐξαπεστάλης τῷ λόγῳ, εὐσεβείας τῷ ὀρθῷ, συνηγορήσων Ὁσιε, ἐκ Γαλησίου ὄρους, εἰς βασιλίδα τῶν πόλεων.
Οὐ πολυχρόνιος εἱρκτή, ἔν τε τῇ Ῥώμῃ καὶ Σκύρῳ, οὐ λιμοῦ στενοχωρία καὶ θλίψις· οὐ τῆς γλώττης ἐκτομή, παρασαλεῦσαι ἴσχυσαν, σὲ ἀνδρειόφρον Πάτερ, τοῦ ὀρθοδόξου φρονήματος.
Θεοτοκίον.
Νέον ὡς βρέφος τὸν Θεόν, τὸν πρὸ αἰώνων τεκοῦσα, νεοποίησον Παρθένε με ὅλον, ἁμαρτίαις χαλεπαῖς παλαιωθέντα ὅπως Σοι, ᾆσμα καινὸν προσάδω, ἀπὸ καρδίας Θεόνυμφε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὸν σταύρον σου ἐπ’ ὤμων ἀναλαβών, προσευχῇ καὶ νηστείᾳ ἐγκαρτερῶν, τοῦ Πνεύματος γέγονας, καθαρὸν ἐνδιαίτημα, τῶν μὲν παθῶν τὴν φλόγα μαράνας τοῖς δάκρυσι, τῶν δὲ πιστῶν τὰς καρδίας, στηρίζων σοῖς δόγμασιν· ὅθεν ἐκομίσω, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, καὶ τελεῖν τὰ τεράστια, σημειοφόρε Μελέτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Θεία λάρναξ λειψάνων σου τῶν σεπτῶν, ἰατρεῖον ἐδείχθη πνευματικόν, κιννάμωμον εὔοσμον, ἀμβροσία τοῦ νέκταρος, τὸ μέλι τὸ ἐκ πέτρας ῥυὲν τὸ οὐράνιον, μάννα ἡ κολυμβήθρα, τὰ θαύματα χέουσα, κρόκος τε καὶ νάρδος, τῆς καρύας ὁ κῆπος, τὸ φρέαρ ζῶντος ὕδατος, ἐκ λιβάνου προῤῥέοντος· διὰ τοῦτο βοῶμέν σοι· Μελέτιε Πατὴρ ἡμῶν, ἡμῖν δίδου τούτων τὰς ποιότητας, τοῖς μετὰ πόθου τελοῦσι, τὴν πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν δυσχερῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, Σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μελετῶν τὰ τοῦ Πνεύματος, εὐχαῖς τε καὶ ὕμνοις ἀεὶ ἐσχόλαζες, δι’ ὧν εἴληφας τὸ ἔσχατον, ὀρεκτῶν ἁπάντων ὦ Μελέτιε.
φθης θεῖον ἀρχέτυπον, ἐναρέτου βίου πᾶσι Μελέτιε, ἀσιτείαν ἐκμιμούμενος, τοῦ Δωτῆρος τεσσαρακονθήμερον.
Νυσταγμοῦ τοῖς σοῖς ὄμμασιν, οὐδὲ σοῖς βλεφάροις ὕπνου μετέδωκας, ἕως τόπον τὴν καρδίαν σου, τῆς σεπτῆς Τριάδος κατεσκεύασας.
Θεοτοκίον.
πὲρ νοῦν τὸ μυστήριον, τοῦ Σοῦ τόκου Κόρη γὰρ διέμεινας, μετὰ τόκον παρθενεύουσα, καὶ ἐν τόκῳ ὥσπερ πρὸ τοῦ τόκου Σου.

Ἕτερος. Σύ μου ἰσχὺς Κύριε.
Τὸ φιλεργόν, σὺ τῆς μελίσσης μιμούμενος, Παραδείσους, περιῆλθες ἅπαντας, θείων Γραφῶν, καὶ τῶν ἱερῶν Πατέρων, καὶ ἄνθη ἐκ τούτων ἀποδρεψάμενος, Παράδεισον οἰκεῖον, τὴν σὴν βίβλον δεικνύεις, τὸ οὐράνιον μέλι πηγάζοντα.
φαεινός, νῦν καὶ ἰσάγγελος βίος σου, ἀνατείλας, εἰς κόσμου τὰ πέρατα, τοὺς ὀρθοδόξους ἡμᾶς καλεῖ, θείαν συγκροτῆσαι, καὶ σεβασμίαν πανήγυριν, καὶ σοῦ τὰ ὑπὲρ φύσιν, κατορθώματα μέλψαι, οἷς ἡ χάρις ἐν γῇ σε ἐδόξασεν.
Νεανικῶς, κατὰ παθῶν μὲν τὸ πρότερον, καὶ δαιμόνων, πόλεμον ἀράμενος, κατὰ τῆς πλάνης δὲ Δυτικῶν, ὕστερον παλαίσας, διπλοῦν ἀνέστησας τρόπαιον· διὸ καὶ τοὺς στεφάνους, ὁ Χριστός σοι παρέσχεν, ἐν ὑψίστοις διπλοῦς ὦ Μελέτιε.
Θεοτοκίον.
Θεία Σκηνή, ἡ Παρθένε ἄχραντε γέγονας, δι’ ἧς λόγος ἐν ἡμῖν ἐσκήνωσεν· ὅθεν κᾲμέ, σκήνωμα παθῶν, ὑπάρχοντα δεῖνον, τοῦ θείου Πνεύματος σκήνωμα, ἠλλοιωμένον ὅλον, φωτεινόμορφον ὅλον, τῇ ἀῤῥήτῳ ἐλλάμψει τῆς χάριτος.






ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.
Μυούμενος ἐξ ὕψους, τὰ δέοντα θεοφόρε, στήλη ὤφθης ἔμψυχος, τῶν ἀρετῶν ἐν τοῖς πέρασιν.
Οἱ λόγοις οἷς ἐξέθου, σπουδαίως ἐμμελετῶντες, νοὸς ἀναβάσεσι, πρὸς τὸν Θεὸν ἀναφέρονται.
Σὲ φῶς εἰς ἔθνη, τὸ ἀληθινὸν φῶς ἐτεθείκει, ψυχῶν τὰ νοσήματα, καὶ τῶν σωμάτων ἰώμενον.
Θεοτοκίον.
μνοῦντές Σου Παρθένε, τὸν τόκον τὸν ὑπὲρ λόγον, καρδίᾳ καὶ στόματι, Σὲ Θεοτόκον δοξάζομεν.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Εἰς ἀκρότατον ὕψος, φθάσας ἀπαθείας παμμάκαρ Μελέτιε, κούφως διαβαίνειν, ποταμοὺς ἠξιώθης τῆς χάριτος, μεταστοιχειούσης, καὶ χωνευούσης παραδόξως, τὸ βαρύ σου καὶ βρίθον τοῦ σώματος.
σος Μωσεῖ Ἠλίᾳ, καὶ ὑπὲρ αὐτοὺς χρηματίσας Μελέτιε, τεσσαρακοντάδας, ἡμερῶν πολλὰς ἄσιτος ἤνυσας, ὥστε ἐκπλαγῆναι, τὸν δεσμοφύλακα ἐν Σκύρῳ, καὶ καλεῖν σε ἐν σώματι ἄσαρκον.
λαμπρὸς τῶν Ὁσίων, ὄρχαμος Μελέτιος ἀνευφημείσθω μου, Γαλησίου ὄρους, καὶ βουνοῦ Αὐξεντίου ὁ ἥλιος, τῆς Ὀρθοδοξίας, ἡμῶν ὁ πρόμαχος καὶ πλάνης, Δυτικῶν ὁ γενναῖος ἀντίμαχος.
Θεοτοκίον.
Νίκην ἦρας Σὺ μόνη, κατὰ τῶν παθῶν τῆς σαρκὸς ἀειπάρθενε, προσβολῆς ἁπάσης, λογισμοῦ ἀνωτέρα ὑπάρξασα· ὅθεν ὡς Παρθένος, καὶ ἡγεμὼν παρθενευόντων, παρθενεύειν με Κόρη ἐνίσχυσον.


















ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.
Νόνου τοῦ Πατρὸς ἐκπορευτόν, τὸ Πνεῦμα τὸ Ἅγιον, θεολογῶν ὀρθῶς, ἓν τὸ αἴτιον τῶν φώτων ἐγνώρισας.
Νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, δῶρον θεῖον εἴληφας, ἱστᾶν τὸν ἥλιον, ἐκ βυθοῦ ζωγρεῖν ἰχθύας προστάγματι.
Οὐ δέσμευσις, οὐ κάθειρξις, οὐδὲ τυράννου ἐπίταγμα, ἐκστῆσαι ἴσχυσαν, τῆς ὀρθῆς τῶν εὐσεβούντων σε πίστεως.
Θεοτοκίον.
Ναόν Σε τοῦ Θεοῦ, καὶ κιβωτὸν καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ πιστοὶ καταγγέλομεν.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Εὐφραίνουσι ψαλμικῶς, Θεοῦ τὴν πόλιν Μελέτιε, ὁρμήματα ποταμοῦ, οἱ λόγοι τοῦ Πνεύματος, οἱ ἐκ σοῦ ἐκρεύσαντες, καὶ γὰρ θεία χάρις, ἐξεχύθη σοῖς ἐν χείλεσιν.
πέρτερος ὑλικῆς, δυάδος Πάτερ γεγένησαι, μοναδικῷ ἐν νοΐ· ὅθεν ἐχρημάτισας, ἄΰλος καὶ ἄμεσος, μύστης καὶ ἐπόπτης, τῆς Τριάδος παμμακάριστε.
Φόβον Θεοῦ ἐσχηκῶς, θεμέλιον ἐν τῷ βίῳ σου, καὶ τούτῳ στοιχειωθείς, πᾶν εἶδος κατόρθωσας, ἀρετῆς καὶ ἤλασας, εἰς τὴν ἀκροτάτην τῆς ἀγάπης τελειότητα.

Θεοτοκίον.
πύλη ἡ τοῦ φωτός, κόρας καρδίας μου φώτισον, καὶ λάμπρυνόν μου τὸν νοῦν, ἵνα ἐνοπτρίζομαι, δόξαν τῆς Θεότητος, καὶ Σὲ μεγαλύνω, τὴν ὁλόφωτον Βασίλισσαν.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῷ φωτὶ τοῦ Πνεύματος, τὴν σὴν ψυχὴν καταυγάσας, ὡς φωστὴρ πολύφωτος, Μελέτιε ἀνεδείχθης, πᾶσαν μέν, τῶν Ὀρθοδόξων ψυχὴν λαμπρύνων· σκότος δέ, κακοδοξούνταν ἐξαφανίζων, τῇ δεινότητι τῶν λόγων, καὶ καρτερίᾳ τῆς σῆς ἐνστάσεως.
Ὁ Οἶκος.
Σοὶ ὡς τῷ πάλαι Ἀβραάμ, ὄψις θεία φανεῖσα, πατρώας γῆς ἀπαίρειν, ὦ Πάτερ προσέταττεν· ὅθεν πᾶσι χαίρειν εἰπών, καὶ τὸν σὸν σταυρὸν ἐπωμισάμενος, πρὸς τὰς συμπλοκὰς τῶν ἀοράτων ἐχθρῶν ἐξελήλυθας· ὧν τὰς προσβολὰς τῇ δυνάμει τοῦ σταυρωθέντος εἰς τέλος ἀποκρουσάμενος πρότερον, τῆς Ὀρθοδόξου πίστεως στεῤῥῶς ὑπερήθλησας ὕστερον, τῶν κακοδόξων Ἰταλῶν ἐναποφράττων τὴν γλωσσαλγίαν, τῇ δεινότητι τῶν λόγων, καὶ καρτερίᾳ τῆς σῆς ἐνστάσεως.



Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Μελετίου τοῦ Γαλλησιώτου καὶ ὁμολογητοῦ.
Κτείνει Δαβὶδ μὲν ἀλλόφυλον σφενδόνη,
Κτείνει δὲ Μελέτιος Αὐσόνων πλάνην.
Τῇ δ’ ἐννάτῃ δεκάτῃ Μελετίου πνεῦμα ἀέρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ· καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Τούτων, ὁ μὲν Αἰγύπτιος γέγονε τῆς ἐρήμου θρέμμα καὶ γέννημα. Καὶ ἐξ ἁπαλῶν ὀνύχων τὴν ἀρετὴν μετελθών, καὶ ταύτην ἀγαπήσας, καὶ περιλαβών, θεῖον τοῦ Πνεύματος καταγώγιον ἐγένετο. Τοσαύτην γὰρ καρτερίαν ἐν τοῖς τῆς ἀρετῆς ἱδρῶσιν ἐκτήσατο, ὡς κατὰ πνευμάτων ἀκαθάρτων λαβεῖν ἐξουσίαν. Ἐπήνθει δὲ αὐτῷ καὶ τὸ διακρίσεως χάρισμα, καὶ τὰ μέλλοντα προὔλεγε, καὶ θαυμάτων ἄλλων αὐτουργὸς γέγονε. Τούτων οὖν ἕνεκεν, πολλῇ παρακλήσει τοῦ τότε ἀρχιερέως, τὴν ἱερωσύνην καταδέχεται, μὴ ἀνασχομένου τὸν λύχνον ὑπὸ τὸν μόδιον κρύπτεσθαι. Οὗ γενομένου, εἰς σκληροτέραν ἀγωγὴν ἑαυτὸν ὁ Μακάριος δέδωκε. Σύριγγα, γὰρ ποιήσας ὑπόγειον, ἀπὸ τῆς κέλλης αὐτοῦ ὡς ἥμισυ σταδίου διηκούσαν, καὶ σπήλαιον αὐτοχείρως πρὸς τὸ ἄκρον ὀρύξας, εἴποτε πλείονες αὐτῷ παρενέβαλλον, καὶ διηνώχλουν, λάθρα τὴν σύριγγα ὑπερχόμενος, τῷ σπηλαίῳ προσέβαλλε, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Περὶ δὲ βρώσεως καὶ πόσεως, περιττόν ἐστι γράφειν καὶ λέγειν, τοῦ σώματος αὐτοῦ καὶ τῆς θέας τὴν ἄκραν ἐγκράτειαν μαρτυρούντων.
Οὗτος, ἐπεὶ αἱρετικὸς εἰς ὁμιλίαν αὐτῷ προσῆλθεν, ἀρχικὸν δαίμονα ἔχων, καὶ λέγων, μὴ εἶναι ἀνάστασιν νεκρῶν, νεκρὸν ἀνέστησεν, ἵνα πείσῃ αὐτόν. Ἔλεγε δὲ ὁ Ἅγιος, ὅτι τάγματα δαιμόνων εἰσὶ δύω· τὸ μέν, πολεμοῦν τοῖς ἀνθρώποις εἰς πάθη ἀλλόκοτα· τὸ δέ, ἀρχικὸν καλούμενον, καὶ πλάνην ἐμποιοῦν τοῖς ἀνθρώποις· τοὺς δὲ τοιούτους δαίμονας ἀφορίζει ὁ σατανᾶς τοῖς γόησι καὶ τοῖς αἱρεσιάρχαις.
Οὗτος ὁ Ἅγιος, νοσφιζομένῳ τῷ ἰδίῳ μαθητῇ τὰ τῶν πενήτων, καὶ μὴ διορθουμένῳ, ὀργὴν Κυρίου προεῖπεν, ὃ καὶ γέγονεν, ἐλεφαντιάσαντι. Καὶ τὸν ἐπηρείᾳ δαίμονος καθ’ ἑκάστην ἐσθίοντα τρεῖς μοδίους ἄρτων, καὶ κυλικίσιον οἴνου πίνοντα, τρεῖς λίτρας ἄρτου ἐσθίειν ἀποκατέστησε. Καὶ τὸν διάβολον ἑώρακε, καὶ τὰς αὐτοῦ μηχανὰς ἐν ληκυθίοις ἐπιφερόμενον. Καὶ τὸν ἀπατώμενον ὑπ’ αὐτοῦ μοναχόν, Θεόπεμπτον καλούμενον, διωρθώσατο. Καὶ παρὰ κρανίου ἐν τῇ ἐρήμῳ κειμένου, ἱερέως τῶν εἰδώλων γεγονότος, τοῦτο ἀκήκοε. Ταῖς προσευχαῖς αὐτοῦ μικρὸν τοὺς ἐν τῇ κολάσει αὐτῆς ἀνίεσθαι τῆς βασάνου, ὅταν τύχῃ ταύτας, ποιεῖσθαι ὑπὸ αὐτῶν. Προεῖπε δὲ καὶ τὴν ἐρήμωσιν τῆς Σκήτεως. Καὶ ἕτερον νεκρὸν ἀνέστησεν, ὡς ἂν εἴπῃ ποῦ τὴν παρακαταθήκην τῶν ταύτην ζητούντων ἐνέκρυψε, καὶ πάλιν προσέταξε κοιμηθῆναι. Τοιούτοις οὖν θεαρέστοις ἔργοις κοσμούμενος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.
Ὁ δὲ Ἄγιος Μακάριος ὀ Ἀλεξανδρεύς, πρεσβύτερος ἐχρημάτισε τῶν λεγομένων Κελλίων, ἡσυχίαν ἄκραν καὶ καρτερίαν ἐνδειξάμενος, καὶ ἔργα καὶ σημεῖα πεποιηκώς. Τούτου τὰς ἀρετὰς ὑπεραγασθεὶς ὁ Μέγας Ἀντώνιος, ἔφη· Ἰδοὺ ἐπανεπαύσατο τὸ Πνεύμα τὸ Ἅγιον ἐπὶ σοί, καὶ ἔσῃ τοῦ λοιποῦ τῶν ἐμῶν ἀρετῶν κληρονόμος. Οὗτος ὀ Μακάριος, εἴποτε ἤκουσέ τινα πεποιηκότα ἔργον ἀσκήσεως, αὐτὸν παραζηλώσας, ἐν τῷ ἔργῳ ἐπλήρου, ὅθεν ἀκούσας, ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον ἔκρινεν, ἐπὶ ἔτη ἑπτά, πᾶν τὸ διὰ πυρὸς γινόμενον μὴ φαγεῖν, πλὴν λαχάνων ὠμῶν, καὶ ὀσπρίων βρεκτῶν. Ἔτι δὲ καὶ τοῦ ὕπνου περιγενέσθαι ἠγωνίσατο, καὶ οὐκ εἰσῆλθεν ὑπὸ στέγην, ἐν ὅλοις εἴκοσι νυχθημέροις, τῷ καύματι τῆς ἡμέρας φλεγόμενος, καὶ τῇ τῆς νυκτὸς ψυχρότητι πηγνύμενος. Ὀχληθεὶς δὲ ὑπὸ δαίμονος τῆς πορνείας, ἀπελθὼν ἐν τῇ πανερήμῳ, κατέμεινε μῆνας ἕξ· ἔνθα οἱ κώνωπες μέγιστοι ὄντες, ὡς σφῆκες, αὐτὸν σφοδρῶς κατετίτρωσκον, ὡς καὶ σπονδύλους καθ’ ὅλου τοῦ σώματος ἐξενεγκεῖν. Μετὰ γοῦν τοὺς ἓξ μῆνας, εἰς τὸ κελλίον αὐτοῦ ὑποστρέψας, ἀπὸ μόνης τῆς φωνῆς ἐγνωρίζετο, διὰ τὸ ἠλλοιῶσθαι τὸ σῶμα αὐτοῦ, καὶ ἐλεφαντιῶσι παρεικάζεσθαι.
Τούτου ποτε φρέαρ διορύσσοντος, ἀσπὶς εὑρεθεῖσα, ἤψατο τῆς χειρὸς αὐτοῦ, ἀναιρετικὸν δέ ἐστι τοῦτο τὸ θηρίον. Ὁ δέ, ταῖς χερσὶν ἀμφοτέραις δραξάμενος τῶν χελύων αὐτῆς, διέσχισεν εἰπών· Μὴ ἀποστείλαντός σε τοῦ Θεοῦ, πῶς ἐτόλμησας ἄψασθαί μου; Εἰσῆλθε ποτὲ ἐν τῷ Μοναστηρίῳ τῶν Ταβεννησιωτῶν, θέλων μαθεῖν ἑκάστου τὴν αὐτῶν ἐργασίαν. Καὶ ὡς ἐπέστη ἡ Τεσσαρακοστή, οἶδε διαφόρους ἐν αὐτοῖς πολιτείας. Ὁ μὲν γὰρ ἤσθιεν ἐν ἑκάστῃ ἑσπέρᾳ, ὁ δὲ διὰ δύω, ἄλλος διὰ τριῶν, ἕτερος διὰ πέντε, ἄλλοι διὰ πάσης νυκτὸς ἑστῶτες, τῇ ἠμέρᾳ εἰς τὸ ἔργον ἐκάθηντο. Ὁ δὲ Μακάριος, βρέξας ἑαυτῷ θαλλοὺς ἐκ φοινίκων, ἔστη ἐν μιᾷ γωνίᾳ, μέχρις αἱ τεσσαράκοντα ἡμέραι ἐπληρώθησαν, καὶ τὸ Πάσχα ἔφθασεν, ἐν αἷς οὐκ ἄρτου μετελάμβανεν, οὐχ ὕδατος, οὐ γόνυ ἔκαμψεν, οὐκ ἐκαθέσθη, οὐκ ἀνέπεσεν, οὐ τροφῆς ἑτέρας ἐγεύσατο, ἐκτὸς κράμβης ὠμῆς, καὶ ταύτης κατὰ μόνην Κυριακήν.
Τούτου ποτε καθεζομένου ἐν τῇ αὐλῇ, καὶ τὰ πρὸς ὠφέλειαν ὁμιλοῦντος, ὕαινα συμπαραλαβοῦσα τὸν ἑαυτῆς σκύμνον ὄντα τυφλόν, ἔῤῥιψεν εἰσελθοῦσα εἰς τοὺς πόδας αὐτοῦ. Ὁ δέ, ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοὺς πτύσας, ἐποίησεν αὐτὸ ἀναβλέψαι. Ἡ δέ, λαβοῦσα τὸ ἑαυτῆς γέννημα, ἐξῆλθε. Καὶ τὴν ἕωθεν σπεύσασα, κώδιον μέγα προβάτου ἤνεγκε τῷ Μακαρίῳ. Ὁ δὲ ἔφη πρὸς αὐτήν· Τὰ ἐξ ἀδικίας ἐγὼ οὐ δέχομαι. Ἠ δὲ ὕαινα, κλίνασα τὴν κεφαλήν, ἐξῆλθε τῆς αὐλῆς, Εἶδε καὶ οὗτος τὸν διάβολον, τὰ εἶδη τῆς ἀπάτης ἐπιφερόμενον, διά τινος ἐσθήματος τρωγλωτοῦ καὶ κολοκυνθίων αἰνιττόμενον ταῦτα.
Ἦν δὲ ὁ Ἅγιος τὴν ἡλικίαν ἔχων ὑποκόλοβον, σπανός, ἐπὶ τοῦ χείλους μόνον ἔχων τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος. Τῇ ὑπερβολῇ γὰρ τῶν ἀσκητικῶν πόνων οὐδὲ τρίχες αὐτῷ ἐξεφύησαν. Ὅθεν οὕτως ἀσκήσας, καὶ ἐν βαθεῖ γήρᾳ καταντήσας, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐφρασίας.
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Αὕτη ἦν ἐκ πόλεως Νικομηδείας, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, γένους ἐπισήμου, τρόπου σώφρονος καὶ χρηστοῦ. Μὴ πεισθεῖσα δὲ θυσίαν τοῖς δαίμοσι προσενεγκεῖν, τύπτεται σφοδρῶς. Καὶ ἐπιμένουσα τῷ ἐνστάσει, πρὸς ὕβριν ἀνδρὶ βαρβάρῳ ἐκδίδοται, ὑφ’ οὗ τὴν κεφαλὴν ἀπετμήθη ἀπατηθέντος παρ’ αὐτῆς, ὅτι εἰ ταύτης ἀπόσχοιτο, παρασχεῖν αὐτῷ φαρμάκων, ᾧ χρησάμενος, ταῖς ἐπιφοραῖς τῶν ξιφῶν, καὶ ταῖς διακοντίσεσι τῶν πολεμίων, ἄτρωτος ἔσται. Καὶ πεῖραν λαβεῖν ἔλεγε, τὸν ἑαυτῆς αὐχένα προτείνασα. Ὁ δὲ ἀληθεύειν ταύτην οἰηθείς, ἐνεγκὼν κραταιότερον, τὴν αὐτῆς ἀπέτεμε κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὀ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας, καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Πῶς οὐκ ἂν ἦρε Βασίλειε τὰς πύλας,
Μέγας ναός σοι τῷ νῷ τῷ ἐμψύχῳ;









Τῇ αὐτῇ ἡμέρα, Μνήμην τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, Πατριάρχου Κωνσταντινουπόλεως, μετατεθέντος καὶ κατατεθέντος εὐλαβῶς ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων τῆς Βασιλευούσης.
Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,
καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους, Πάτερ.
Ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ Ἁγίου Γρηγορίου, τελευτήσαντος καὶ ταφέντος ἐν τῇ πατρίδι αὐτοῦ Ναζιανζῷ, ἐγένετο ἐπὶ αὐτοκράτορος Κωνσταντινουπόλεως Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τὸ ἔτος 912 μ.Χ., τὸ δὲ ἅγιον λείψανον μετεκομίσθη εἰς τὴν Βασιλεύουσαν, καὶ κατετέθη ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων. Ἡ τιμία κάρα τοῦ Ἱεράρχου εὑρίσκεται ὡς πολύτιμος ὄλβος εἰς τὴν Μονὴν τοῦ Βατοπεδίου τοῦ Ἁγίου Ὄρους, μέρος δὲ τῶν λειψάνων ἐν τῇ Νέᾳ Καρβάλῃ Καβάλας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ τῆς Ὀρθοδοξίας τῶν Ἀνατολικῶν Γραικῶν μονομάχου καὶ ὑπερμάχου καὶ φύλακος.
Κρατεῖ μὲν Ἄτλας μυθικῶς ὤμοις πόλον,
Κρατεῖ δ’ ἀληθῶς Μάρκος ὀρθοδοξίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, ἀρχιεπισκόπου Κερκύρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Χρυσοστομάτου, τοῦ ἀσκήσαντος ἐν τῇ Ἱερᾷ Μονῇ Ἁγίου Ἰωάννου Χρυσοστόμου Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τοῦ Καλογερᾶ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου Ἱερισσοῦ.
Ἱερισσὸς γάνυται σῇ ποιμανσίᾳ,
Μακάριε, ἀγλαῶν ποιμένων γέρας.
Οὗτος, ἤκμασε κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου καὶ τοῦ Θεοδοσίου. Ἐκοιμήθη ἐν ὁσιότητι ἐπὶ τῆς βασιλείας τοῦ Ἀρκαδίου. Ἐχρημάτισε, κατὰ πᾶσαν πιθανότητα ὁ πρῶτος, ἐπίσκοπος Ἱερισσοῦ τῆς Χαλκιδικῆς καὶ θεωρεῖται ὁ κτήτωρ τοῦ Ἱεροῦ Ναοῦ τοῦ Ἁγ. Στεφάνου τῆς Ἱερᾶς Μονῆς Κωνσταμονίτου τοῦ Ἁγίου Ὄρους.
Κατὰ τὰ πρῶτα ἔτη τῆς ἐπισκοπικῆς αὐτοῦ διακονίας συνηντήθη μετὰ τοῦ Μεγάλου Κωνσταντίνου, ἐπιζητοῦντος ἐκείνου κρῖσαι τὴν Νέαν Ῥώμην παρὰ τὸν Ἀκάνθιον ἰσθμόν, τὸν πλησίον τῆς Ἱερισσοῦ καὶ τοῦ Ἁγιωνύμου Ὄρους κείμενον. Οὗτος διὰ τῆς σοφίας τῶν αὐτοῦ λόγων κατέπιθε τὸν θεόστεπτον ἄνακτα ἀπομακρυνθῆναι τῶν αὐτοῦ σχεδίων καὶ διασῶσαι τὸ φιλήσυχον τῆς περιοχῆς καὶ δὴ τὸν μοναχοτρόφον Ἄθωνα.
Ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, ὁ Μακάριος κατεδιώχθη καὶ ἠναγκάσθη ἐλθεῖν εἰς Ἄθωνα, ἔνθα ἐνεδόμησε τὸν ὑπ’ ἐκείνου ἐρημωθέντα ναὸν τοῦ Πρωτομάρτυρος Στεφάνου, τῆς Ἱερᾶς τοῦ Κωνσταμονίτου Μονῆς. Ἐν αὐτῇ καλῶς ἀγωνισάμενος ὁ ἀοίδιμος ἐκοιμήθη ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ Νηστευτοῦ, τῆς Μονῆς τοῦ Ἁγίου Ἀντωνίου τῆς Μεγάλης Λαύρας τοῦ Κιέβου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ διακόνου, τῆς Μονῆς τοῦ Ἁγίου Θεοδόσιου τῶν Σπηλαίων τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἄδει τῶν σῶν ὀρθῶν δογμάτων τὴν ἀκρίβειαν, βίβλος σῶν αἰνιγμάτων, κλίμαξ οὖσα σαφῶς, ἀνάγουσα πρὸς ὕψος, στιχουργικῶς τοὺς μέλποντας· ὁ Θεὸς εὐλογητὸς εἶ.
Διπλοῦν ἐπλέξω σου τὸ στέφος, ἐξ ἀσκήσεως καὶ τῆς ὁμολογίας, τῆς ὑπὲρ τῆς μιᾶς τοῦ Πνεύματός αἰτίας, λατινισμοῦ Μελέτιε, τὸν πολύαρχον ἐκκλίνων.
Ἔσχε σε Σκῦρος νῆσος Πάτερ, ὑπερόριαν πενταετίαν ὅλην, καὶ ἐνταῦθεν εἰς γῆν, τὴν τῶν πραέων πέμπει, δοξολογούντων ᾄσμασι, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἵνα τὸ χαῖρέ Σοι βοῶμεν, ἀειπάρθενε Μαρία Θεοτόκε, ῥῦσαι πάντας ἡμᾶς, φλογὸς αἰωνιζούσης, Σὲ δυσωπεῖ Μελέτιε, ὁ Σὸς λάτρης Παναγία.

Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μόνος μόνῳ τῷ Κτίστῃ διὰ ἡσυχίας καὶ ἄκρας ἀσκήσεως,  ἑνούμενος θεόφρον, τῆς τούτου ἠξιώθης, θεωρίας καὶ χάριτος, ἧς καὶ ἡμᾶς μετασχεῖν, Μελέτιε δυσώπει.
Ὡς παράδεισος εὔπνους ἀρωματοσύνθετον μῦρον, ὡς εὔοσμον ἡ θήκη σῶν λειψάνων, μυρίζει τοὺς ἐν πίστει, προσιόντας Μελέτιε, καὶ ἐκτελοῦντας ἀεί, τὴν σὴν ἁγίαν μνήμην.
Λόγος οὐκ ἐξισχύει χάριν ἥνπερ εἴληφας ἐκδιηγήσασθαι, παρὰ Χριστοῦ τρισμάκαρ· σοῦ γὰρ τῇ ἐπιτάξει, καὶ ἡ ἄψυχος θάλασσα, θεραπαινὶς ὡς οἰκτρά, ὑπήκουε ταχέως.
Θεοτοκίον.
Ὅλη καλὴ ὑπάρχεις, ὅλη γλυκασμὸς καὶ ἡδύτης ἀκόρεστος, Μαρία Θεοτόκε· δι’ ὃ τῇ θεωρίᾳ τοῦ Σοῦ κάλλους ἀξίωσον, ἐπεντρυφᾶν με ἀεί, τὸν Σὸν οἰκτρὸν οἰκέτην.










ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀναρτηθείς, ἐπὶ ξηροῦ ξύλου μάκαρ, νεοθαλὲς τοῦτο παραχρῆμα, ἔδειξας καὶ φύλλοις, κομῶν χλοηφοροῦσαν.
Τμηθεὶς τὴν γλῶτταν, τῇ βασιλέως μανίᾳ, ἐκλαλῶν τὴν Θεοῦ ὤφθης δόξαν, τρανῶν αὖθις τούτου, τὴν θείαν μοναρχίαν.
Σὺ τὴν μανίαν, οὐκ ἐπτοήθης λατίνων, ἐκ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα, ὀρθῶς ἐκδιδάσκων, Μελέτιε θεόφρον.
Θεοτοκίον.
Ὑπερφυῶς, τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Γνώρισαι θέλων ἅπασι, τοῖς ἀνθρώποις ὁ Κύριος, οἵας δόξς Πάτερ παρ’ Αὐτῷ τετύχηκας, τηρεῖ μετὰ θάνατον, παντοδυνάμῳ χάριτι, σοῦ τὸ ἱερόν, καὶ ἁγιώτατον σῶμα, φθορᾶς ἁπάσης κρεῖττον, εὐωδίας τε πλῆρες, καὶ κρήνην τῶν θαυμάτων, δεικνύει καθ’ ἑκάστην.
Ὁλολαμπῆ ἀνήγειρας, ἔτι ζῶν ὦ Μελέτιε, ναὸν τῇ Τριάδι, ἐν ὑψίστοις πάνσοφε, ὅνπερ ὁ θεόληπτος, δι’ ὀπτασίας φρικτῆς ἰδών, καὶ ἐκθαμβηθείς, τῇ ὑπὲρ νοῦν ἀγλαΐᾳ, ὡς ἔνθους ἀνεβόα, νοερῶς τῷ Δεσπότῃ· Χριστὸν ὑπερυψοῦτε, λαοὶ εἰς τοὺς αἰῶνας.
Ἰσάγγελον καὶ ἄϋλον, πολιτείαν διήνυσας, ἐν τῷ ἐπικήρῳ, καὶ ὑλαίῳ σώματι, Μελέτιε Ὅσιε· δι’ ὃ καὶ κατηξίωσαι μετὰ τελευτήν, ἐφεστηκέναι Ἀγγέλους, τῷ τάφῳ σου παμμάκαρ, τοῦ Θεοῦ σε κᾂν τούτῳ, δοξάζοντος ἀξίως, ὡς ἄκρον αὐτοῦ φίλον.
Θεοτοκίον.
Σφαῖρα χαρίτων γέγονας, οὐρανοῦ ἡ πολύαστρος, τῶν ζωδίων κύκλος, δι’ οὗ ἐσταδίευσε, δικαιοσύνης ἥλιος, καὶ ἅπασαν περίοδον τῆς φρικτῆς αὐτοῦ, οἰκονομίας πληρώσας, ἐφώτισε τὸν κόσμον, καὶ διέσωσε πάντας, τοὺς Σὲ κυριοτόκον, ἁγνὴ ὁμολογοῦντας.














ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς σὲ πρὸς τὸν Σωτῆρα, πρέσβυν τιθεμένους, καὶ ἑορτάζοντας πόθῳ τὴν μνήμην σου, σῶζε παντοίων κινδύνων Πάτερ Μελέτιε.
Παθῶν τῆς ἀτιμίας, καὶ αἰωνιζούσης, φλογὸς ἐκλύτρωσαι θεῖε Μελέτιε, τὸν ἐξυφάνατα πόθῳ σοὶ τὸ ἐφύμνιον.
Φωτὸς τοῦ ἀνεσπέρου, μέτοχόν με δεῖξον, τὸν σοὶ ὁμώνυμον θείαις πρεσβείαις σου, τὸν τὴν σεπτήν σου εἰκόνα ἐξεικονίσαντα.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτίσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῶν παθῶν ἐκδιώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον Σὲ καταγγέλοντας.

Ἕτερος. Ἐξέστῃ ἐπὶ τούτῳ.
Δακρύων κατεβάλλου Δαβιτικῶς, ἀρετῶν ἐν τῷ βίῳ τὰ σπέρματα, νῦν δὲ χαρᾶς, δράγματα θερίζεις ἐν οὐρανοῖς, καὶ συγχορεύεις τάγμασιν, ὁμολογητῶν τε καὶ ἀσκητῶν, ὡς ὁμολογητής τε, καὶ ἀσκητὴς παμμάκαρ, ὑπὲρ ἡμῶν Χριστοῦ δεόμενος.
Ἐνώπιον Τριάδος τῆς ἀρχικῆς, ὑπὲρ ἧς ἠγωνίσω Μελέτιε, παρεστηκώς, πρόσωπον πρὸς πρόσωπον καθορᾶς, θέσει Θεὸς γενόμενος, καὶ φωτὸς πληρούμενος τριλαμποῦς· οὗ καὶ ἡμῖν μετάδος, τοῖς ὑμνηταῖς σου μάκαρ, καὶ τὴν σὴν μνήμην ἑορτάζουσιν.
Προσδέχου ὡς ψελλίσματα βρεφικά, ὡς λεπτὰ τὰ τῆς χήρας ὁ Κύριος, ὡς προχοήν, μύρου ὡς θυμίαμα ἐκλεκτόν, τὸν ὕμνον τοῦτον Ὅσιε, ὃν ὁ εὐτελής σου καὶ ἐναγής, δοῦλος προσέφερέ σοι, καὶ ἀμοιβὴν παράσχου, κᾀμὲ σωθῆναι ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Παρθένε ἐξιλέωσαι Σὸν Υἱόν, ἡμῖν πᾶσι πρεσβεύοντας ἔχουσα, Σοὶ τῇ ἁγνῇ, Μάρκον τὸν Ἐφέσου τὸν Εὐγενικόν, τὸν Ὅσιον Μελέτιον, Γαλακτίωνά τε τὸν ἱερόν, τοὺς τρεῖς Τριάδος στύλους, καὶ τῆς Ὀρθοδοξίας, ἡμῶν προμάχους καὶ συνίστορας.














Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὁσίων ἐγκαλλώπισμα, καὶ Ὀρθοδόξων καύχημα, διὰ τῶν ἔργων ἐγένου, Μελέτιε θεοφόρε, ἀσκήσας γὰρ τὸ πρότερον, δαίμονας καταβέβληκας, καὶ ἐναθλήσας ὕστερον, ὑπὲρ τῆς πίστεως μάκαρ, λατίνων πλάνην καθεῖλες.
Ἕτερον.
Ἱδρῶσι τῶν ἀγώνων σου, τὴν ἔρημον κατήρδευσας, ταῖς διδαχαῖς δὲ τῶν λόγων, πᾶσαν ψυχὴν Ὀρθοδόξων, στηρίζεις πρὸς εὐσέβειαν, δι’ ἣν ἀθλῶν Μελέτιε, πικρὰς βασάνους εἴληφας, τὴν ἐκτομὴν τῆς σῆς γλώττης, καὶ τὴν μακρὰν ἐξορίαν.
Θεοτοκίον.
Ἡ φῶς ἀποκυήσασα, τὸ ἐκ φωτὸς Θεόνυμφε, φαεινοτάτη νεφέλη, θεῖε πυρίμορφε στύλε, ἐμῶν ὀμμάτων δέομαι, τὰς κόρας φωταγώγησον, ὅσα γὰρ θέλεις δύνασαι, ὅπως ὑμνῶ Σε Παρθένε, καὶ τὸν ἐκ Σοῦ γεννηθέντα.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Ὀρθοδόξων τὰ πλήθη δεῦτε συνδράμωμεν, τῇ μνήμῃ τοῦ Ὁσίου, καὶ σοφοῦ Μελετίου· οὗτος γὰρ ἀντέστη τοῖς Δυτικοῖς, ἀνδρικῶς μέχρις αἵματος, καὶ τὴν Ὀρθοδόξον πίστιν τᾶσιν ἡμῖν, ἀπαράτρωτον παρέδωκεν.

Ἐν προσευχῇ ἀεννάῳ ὅλον ἐπτέρωσας, τὸ λογικόν σου Πάτερ, τὴν δὲ ἐπιθυμίαν, ἐμάρανας νηστείᾳ διηνεκεῖ, τῇ ἀγάπῃ δὲ ἔσβεσας, τὸ θυμικὸν δι’ ὃ οἶκος τοῦ παντουργοῦ, ἐνεδείχθης θείου Πνεύματος.

Δεῦτε προσπτύξασθε πάντες οἱ κακῶς ἔχοντες, τὸ λείψανον τοῦ θείου, καὶ σεπτοῦ Μελετίου, βρύει γὰρ ἰάσεις παντοδαπάς, νοερῶς τοῖς προσψαύουσι, καὶ τὰ τοῦ σώματος πάθη καὶ τῆς ψυχῆς, θεραπεύει θείᾳ χάριτι.

Καὶ περιόντα τῷ βίῳ καὶ μετὰ θάνατον, Χριστὸς ἐδόξασέ σε, ἐν πολλοῖς θαυμασίοις, Μελέτιε τρισμάκαρ σὺ γὰρ αὐτόν, ἐπὶ γῆς προεδόξασας, λόγοις καὶ ἔργοις ἐνθέοις τῆς ὑψηλῆς, καὶ ἁγίας πολιτείας σου.

Δόξα. Ἦχος πλ. δ΄.
Ὦ ξυνωρὶς ὁμόψυχε, καὶ πεποθημένη Θεῷ, Μελέτιε Ὅσιε, καὶ Γαλακτίων ἱερέ, τίς σε κατ’ ἀξίαν ἐπαινέσεται; Δι’ ὑμῶν γὰρ ἡ πίστις τῶν Ὀρθοδόξων, οὐκ ἐν λόγοις μόνοις, ἀλλὰ καὶ θαύμασιν, ἀληθὴς ἀπεδείχθη καὶ τὰ νικητήρια εἴληφεν. Ὁ μὲν γὰρ ἐπὶ δένδρου ἀναρτηθείς, τῇ τοῦ λατινόφρονος ἄνακτος ἀπηνείᾳ, παραυτίκα τοῦτο, ἀναβλαστῆσαι ἐποίησας, καὶ τὴν γλῶτταν ἀποτμηθείς, τρανῶς ἐλάλεις, θεολογῶν τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι· ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς τὰ θειότατα ἱερουργείς. Βαβαὶ τῶν τεραστίων, ἀκούσατε οἱ κατοικοῦντες τὴν οἰκουμένην καὶ γνῶτε, ὅτι ἐν μόνῃ τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ, ἡ Ὀρθόδοξος πίστις ἐθησαυρίσθη καὶ μόνοι οἱ κατ’ αὐτὴν πιστεύοντες, τῆς τοῦ Θεοῦ δόξης καταξιοῦνται, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε τῆς Τριάδος τὸν ἐραστήν, τὸν λαμπρὸν φωστῆρα, Ἐκκλησίας τῆς τοῦ Χριστοῦ, τῆς ὁμολογίας, τῆς ὀρθοδόξου στύλον, Μελέτιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου