Δευτέρα 9 Ιουλίου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 28. ΟΣΙΟΣ ΠΑΛΛΑΔΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ 28!!
ΠΑΛΛΑΔΙΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς ὀκτωήχου, καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τὸν νοῦν ἐλλαμπόμενος φωτί, παμμάκαρ Παλλάδιε, τῆς Τρισηλίου Θεότητος, ναὸς γεγένησαι, καθαρῶς τὰς θείας, τοῦ Ἁγίου Πνεύματος, ἐμφάσεις νοερῶς εἰσδεχόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἀγγέλους συλλήπτορας σοφέ, ἔχων δυναμοῦντάς σε, τὰ τῶν δαιμόνων φαντάσματα, καὶ πανουργεύματα, ἀπεκρούσω Πάτερ, καὶ ὁδὸν διώδευσας, τὴν φέρουσαν πρὸς θείαν ἀνάπαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ψυχῆς καθαρότητι σοφέ, θεοφόρε ἔνδοξε, τῷ καθαρῷ ἐξωμοίωσαι, Θεῷ καὶ Κτίστῃ σου, καὶ θυσία ζῶσα, Αὐτῷ προσενήνεξαι, ὡς φύλαξ τῶν Αὐτοῦ διατάξεων· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάγιον τέμενος Θεοῦ, οὐρανῶν πλατύτερον, καὶ Χερουβὶμ ἁγιώτερον, Θεοχαρίτωτε, Παναγία Κόρη, τὸν νοῦν μου χαρίτωσον, καὶ φώτισον καρδίας τὰ ὄμματα, παρεχομένη μοι, εὐπροσδέκτῳ μεσιτείᾳ σου, τῶν πταισμάτων πάντων τὴν συγχώρησιν.
Ἢ Σταυροθεοτοκίον.
Παρθένος ἡ ἄσπιλός ποτε, ἐπὶ ξύλου βλέπουσα, Ὃν  ἐξ ἀσπόρου ἐκύησε, γαστρὸς μὴ φέρουσα, τὴν τῶν σπλάγχνων τρῶσιν, τρυχομένην ἔλεγεν, ὁ νεύματι κρατῶν κτίσιν ἅπασαν, πῶς ὡς κατάδικος, ἐν Σταυρῷ ἐναπηρώησαι, πάντως θέλων σῶσαι τὸ ἀνθρώπινον.






ΟΡΘΡΟΣ

Κανὼν τοῦ Ὁσίου, οὗ ἀκροστιχίς: Τὸν σὸν γεραίρω παμμάκαρ Πάτερ βίον, Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς θείαις λαμπρότησι, καταυγαζόμενος Ὅσιε, τὸ νέφος διάλυσον, τῆς διανοίας μου, ὅπως βλέψω σου, τὸν βίον τὸν φωσφόρον, καὶ τὰ κατορθώματα τῆς πολιτείας σου.
ρθρίσας πρὸς Κύριον, δικαιοσύνης τὸν ἥλιον, ἐκ βρέφους  πανόλβιε, σκότος διέφυγες, τῶν τοῦ σώματος, παθῶν δι’ ἐγκρατείας, καὶ χάριν ἐπλούτησας, θαυμάτων Ὅσιε.
Νοὸς καθαρότητα, δι’ ἀπαθείας κτησάμενος, τοῦ Πνεύματος γέγονας, κατοικητήριον, ἀξιάγαστε, Παλλάδιε παμμάκαρ, Πατέρων ἀγλάϊσμα, φωστὴρ παγκόσμιε.
Θεοτοκίον.
Σὺ μόνην Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον, Σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

ᾨδὴ γ. Τοὺς Σοὺς ὑμνολόγους.
λόνυκτον Πάτερ ἱκεσίαν, ἀγρύπνῳ προσφέρων λογισμῷ, Θεῷ τῷ Παντοκράτορι, πάθη σαρκὸς ἐκοίμησας· ὅθεν προστάτης ἄγρυπνος, πάντων ἡμῶν ἐχρημάτισας.
Νεκρώσας τὰ μέλη ἐγκρατείᾳ, ἐζώωσας Πάτερ τὴν ψυχήν, ταῖς θείαις ἐπιδόσεσι, τῶν ἀρετῶν νευρούμενος, παντουργικαῖς δυνάμεσι, πατέρων Πάτερ Παλλάδιε.
Γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως θείας μετασχών, ἡσύχως διετέλεσας, τὴν σὴν ζωὴν κολλώμενος, ἀνεπιστρόφως Ὅσιε, τῷ Φωτοδότῃ Θεῷ ἡμῶν.
Θεοτοκίον.
λέους Σου Κόρη ταῖς ῥανίσι, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν, Μαρία ἀπειρόγαμε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία πανάμωμε.







Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Μονάσας θεαρέστως θεοφόρε Πατὴρ ἡμῶν, προσευχῇ καὶ νηστείᾳ, τὸν Θεὸν ἐξεζήτησας καὶ γέγονας δοχεῖον καθαρόν, τοῦ Πνεύματος ἀστράπτων τοῖς πιστοῖς, ἀρετῶν λαμπηδόνας, δι’ ὧν φωτίζεις πάντας τοὺς τιμῶντάς σε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ ἐνισχύσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ.
Νηδύϊ μητρικῇ, Ἰωάννης σκιρτήσας, φερόμενον Ἁγνή, τὸν Θεὸν ἐν γαστρί Σου, ἐπέγνω θείᾳ χάριτι, καὶ πιστῶς προσεκύνησεν, ἀλλὰ δέομαι, σὺν τῷ Προδρόμῳ, Παρθένε, καθικέτευσον, Ὃν ἐσωμάτωσας Λόγον, σωθῆναι τὸν δοῦλόν Σου
Ἢ Σταυροθεοτοκίον
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῷ κατακρίνεται;

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
ώμῃ τε καὶ χάριτι παντουργικῇ, τοῦ παμβασιλέως Θεοῦ ἡμῶν, τὰς πανουργίας, τῶν ἀσάρκων δυσμενῶν, ὁλοσχερῶς διέφυγες, Παλλάδιε Πάτερ θεόπνευστε.
γαλλιασώμεθα πνευματικῶς, μνήμην ἐκτελοῦντες πανέορτον, σημειοφόρου καὶ σεπτοῦ Πατρὸς ἡμῶν, ταῖς ἱεραῖς δεήσεσι, τούτου δυσχερῶν ἐκλυτρούμενοι.
Ἴαμα ἀένναον σοῦ ἡ σορός, βλύζει ὦ Παλλάδιε ἔνδοξε, τοῖς προσιοῦσι καὶ καθαίρει μολυσμούς, σαρκὸς ὁμοῦ καὶ πνεύματος, τῶν Πατέρων Πάτερ θεόληπτε.
Θεοτοκίον.
φθης θεοχώρητος ὄντως ναός, τοῦ Παμβασιλέως πανάμωμε Θεογεννῆτορ· ὅθεν πάντες εὐσεβῶς, τοῦ Γαβριὴλ τὸ χαῖρέ Σοι, πίστει ἀδιστάκτῳ προσφέρομεν.









ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Παθῶν κατεφρόνησας, σαρκὸς θεομακάριστε, τῇ ὑπερβαλλούσῃ ἐγκρατείᾳ· ὅθεν σοι χάρις θεία δεδώρηται, πάθη θεραπεύειν τῶν πιστῶς, Πάτερ προσιόντων σοι, ὦ Παλλάδιε ἔνδοξε.
γίων τὸν βίον σου, παμμάκαρ διετέλεσας· ὅθεν τοῖς Ἁγίοις ἠριθμήθης, τοῖς ἀπ’ αἰῶνος Θεῷ δουλεύσασι, πάντων ἁγιάζων τὰς ψυχάς, τῶν ἀνευφημούντων σου, τὰ σεπτὰ προτερήματα.
Μακάριος γέγονας, τῷ ὄντι ἀξιάγαστε, σὺ γὰρ ἐν ὁδῷ δικαιωμάτων, τοῦ παντεπόπτου Θεοῦ πεπόρευσαι, ἄκακος καὶ πρᾶος γεγονώς, καὶ ταῖς ἀναβάσεσι, ταῖς καλαῖς σεμνυνόμενος.
Θεοτοκίον.
Μακρὰν τὸ ἀνθρώπινον, Θεοῦ Παρθένε γέγονε, Σοῦ δὲ συλλαβούσης τὸν Σωτῆρα, ἀνερμηνεύτως Θεοχαρίτωτε, πάλιν εἰς Παράδεισον μολεῖ, πίστει μακαρίζομεν, Θεοτόκε πανύμνητε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
γνῶς βιῶσαι ἐλόμενος, ἐγκράτεια ὡς ἄσαρκος ἤσκησας, στάσιν παννύχιον, εὐχὴν σοφὲ ἀδιάλειπτον, πίστιν ἀληθεστάτην, θείαν ταπείνωσιν.
Καλῶν ἰδέαις κοσμούμενος, ὡς Ἄγγελος ὡράθη ἐν σώματι, πολιτευόμενος, καὶ μεταστὰς κατεσκήνωσας, μετὰ Ἀγγέλων Πάτερ Θεομακάριστε.
γγέλους ἔσχες συλλήπτορας, δαιμόνων ἀπεκρούσω φαντάσματα, καὶ πανουργεύματα, καὶ ἀπροσκόπτως διόδευσας, ὦ θεομάκαρ τρίβον, πρὸς ζωὴν φέρουσαν.
Θεοτοκίον.
ημάτων Κόρη πανάμωμε, τοῦ θείου Γαβριὴλ ὡς ἀκήκοας, λόγον συνέλαβες, ἐν τῇ ἀσπόρῳ νηδύϊ Σου, καὶ ὑπὲρ λόγον τοῦτον Παρθένε τέτοκας.












ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Παραδόξοις ἐπιδείξεσι πανόλβιε, θαυμάτων πάντων ψυχάς, τῶν προστρεχόντων σοι, φωτίζει τῇ χάριτι, τοῦ Παντοκράτορος, τοῦ φωτίσαντος, τὴν σὴν ψυχὴν καὶ δείξαντος, τοῦ ἡλίου λαμπροτέραν.
γαπήσας τελεώτατα τὸν Κύριον, νοὸς εὐθύτητι, πρὸς τούτου πάνσοφε, τελείως ἠγάπησας καὶ χάριν εἴληφας, πονηρότατα ἀποδιώκειν πνεύματα, καὶ ἰᾶσθαι πᾶσαν νόσον.
Τῶν δακρύων σου τὰ ῥεύματα δεξάμενος, ὁ παντεπόπτης Θεός, τῆς παρακλήσεως, τῶν Ἀγγέλων μέτοχον, σὲ ἀπειργάσατο, ἧς ἐπέτυχον, οἱ τῷ Θεῷ λατρεύσαντες, ἐν εὐθύτητι καρδίας.
Θεοτοκίον.
λεήμονα τεκοῦσα μόνη Κύριον, Θεοχαρίτωτε, τῇ δεξιᾷ Αὐτοῦ, ἁγνὴ ἐλεῆσαί μου, τὸν νοῦν ἱκέτευε, καὶ μὴ πάντοτε, δεινῶς παρεκτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
ώμῃ θεϊκῇ τὰς παρατάξεις, δαιμόνων τὰς ὀλεθρίους ἐξηφάνισας, χάριν τε ἀπείληφας, παύειν ἀῤῥωστήματα, καὶ ἐκδιώκειν πνεύματα, βοῶν ἀκάθαρτα, τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Βιώσας παμμάκαρ θεαρέστως, δικαίοις σαφῶς τὸν ὀφειλόμενον, ὕπνον νῦν κεκοίμησαι, καὶ πρὸς ἀτελεύτητον, μετεβιβάσθης Ὅσιε, βοῶν ἀπόλαυσιν, τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
άσεις ἐκβλύζει παραδόξως, ἡ θήκη σου Πάτερ τοῖς προστρέχουσι, παύουσα νοσήματα, πάθη τε ξηραίνουσα, ἣν προσκυνοῦντες μέλπομεν τὴν πολιτείαν σου, τοὺς πόνους τοὺς ἐνθέους ἀγῶνας, Παλλάδιε μάκαρ φωστὴρ τῶν μοναζόντων.
Θεοτοκίον.
Ναμάτων με πλήρωσον Παρθένε, ἐνθέων ἡ τὴν πηγὴν κυοφορήσασα, λύτρωσαι τοῦ καύσωνος, τῶν ἁμαρτημάτων μου καὶ πρὸς ζωὴν ὁδήγησον, πύλη τῆς θείας ζωῆς, τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.







ᾨδὴ θ΄. Ἅπας γηγενής.
σχυσας Θεοῦ, δυνάμει καὶ χάριτι, Πάτερ τροπώσασθαι, δράκοντα καυχώμενον, ἐν ἀφροσύνῃ καὶ τὴν ὀλέθριον, κάραν αὐτοῦ συνέθλασας, καὶ κατεπάτησας, τοῖς ποσί σου· ὅθεν συνελθόντες σε, κατανύξει ψυχῆς μακαρίζομεν.
φθης οὐρανός, ὕψει πολιτείας σου καλλωπιζόμενος, θαύμασι πανόλβιε, ὡς θείοις ἄστροις καὶ καταυγάζων ψυχάς, τῶν εὐσεβῶς ἑκάστοτε προσπελαζόντων σοι, καὶ τιμώντων, πίστει τοὺς ἀγῶνάς σου, θεοφόρε Πατὴρ διαυγέστατε.
Στήσας τῶν παθῶν, τὰ ῥεύματα Ὅσιε, ὄμβροις δακρύων μου, ῥεῖθρα τοῖς προστρέχουσι, θαυμάτων βρύεις θεομακάριστε, καὶ ὑπεξαίρεις καύσωνα, παθῶν ἑκάστοτε, θεομάκαρ, Παλλάδιε ἔνδοξε, Ἐκκλησίας σε πιστὸν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν ἀνέτειλεν ἐκ τῆς νηδύος Σου, Μῆτερ ἀειπάρθενε, καὶ τὸ τῆς πλάνης σκότος ἀπήλασε, καὶ τὰ τῆς γῆς πληρώματα, πάντα ἐφώτισεν· ὅθεν πίστει, χαῖρέ σοι κραυγάζομεν, Θεοτόκε Ὁσίων τὸ καύχημα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου