ΔΕΚΕΜΒΡΙΟΣ
20!!
ΙΩΑΝΝΗΣ
ΚΡΟΣΤΑΝΔΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἄνευ
δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια, γ΄ τῆς Ἑορτῆς. Καὶ τοῦ Ἁγίου γ΄.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν τῆς
Κροστάνδης φωστῆρα δεῦτε τιμήσωμεν, τὸν λειτουργὸν Κυρίου, καὶ τῆς χάριτος
μύστην, τὸν πόδας ὡραιώσαντα ποιμαντικῇ, ἐπιστίμῃ καὶ ἄμπελον, ἀναδειχθέντα
ἐσχάτως τῶν ἀρετῶν, Ἰωάννη τὸν πανίερον.
Δεῦτε Ῥωσίας τὸν
γόνον καὶ πολιστὴν οὐρανοῦ, τὸν ἀγαθὸν ποιμένα, Ὀρθοδόξων τὸ κλέος, ὑμνήσωμεν
κροτοῦντες χεῖρας θερμῶς, καὶ κραυγάσωμεν λέγοντες· ὦ Ἰωάννη Τριάδα ὑπὲρ ἡμῶν,
καθικέτευε δεόμεθα.
Τὸν τῆς σοφίας
κρατῆρα θεοειδέστατον, τὸν προσευχῇ συντόνῳ, καὶ ἀγάπῃ ἀδόλῳ, καθάραντα καρδίαν
ἐκ τῶν παθῶν, Ἰωάννην φωτόμορφον, δεῦτε οἱ πάντες Ῥωσίας ἄστρον λαμπρόν,
εὐφημήσωμεν γηθόμενοι.
Δόξα. Ἦχος πλ. β΄.
Ἰωάννην τὸν
κλεινόν, τῆς Ῥωσίας τὸ τέκνον, ἀποστολικῶς βιώσαντα, τιμήσωμεν λέγοντες· Πάτερ
σοφέ, ὤφθησαν αἱ σιαγόνες σου, φιάλαι μυστικαί, στάζουσαι μυρεψικήν τερπνότητα.
Γέγονας θεολόγος τῇ προσευχῇ καὶ νυμφαγωγὸς ἡδύτατος. Φρόνημα σαρκὸς νεκρώσας,
ἔκραζες σὺν Παύλῳ θεόφρονι· Ζῶ οὐκέτι ἐγώ, ζῆ δὲ ἐν ἐμοὶ Χριστός, Ὃν ἱκέτευε
τοῦ ῥυσθῆναι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ δεινῶν αἱρέσεων.
Καὶ νῦν. Προεόρτιον.
Εἰς τὸν Στίχον. Προεόρτια.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος πλ. α΄.
Ἐν τῷ νοητῷ
στερεώματι, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, νέος φωστὴρ ἀνεφάνη, Ἰωάννης ὁ
πανεύφημος· ἡ παραμυθία τῶν Ὀρθοδόξων, καὶ τῆς Ῥωσίας γόνος λαμπρός. Δεῦτε
ὑμνήσωμεν τὴς Κροστάνδης τὸν πρόεδρον, τὸν δίκαιον ἐν πᾶσι, τὸν πιστὸν
οἰκονόμον τῶν μυστηρίων τοῦ Θεοῦ. Πρέσβευε μακάριε, λυτρωθῆναι ἡμᾶς σάλου τῶν
αἱρέσεων καὶ εὑρεῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Προεόρτιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας
πίστεως.
Μῦρον εὔοσμον,
τῶν ἀρετῶν σου, πᾶσαν ἤρδευσεν, τὴν οἰκουμένην, ἐκ τῆς Κροστάνδης δοχεῖον
γενόμενος, τοῦ Παρακλήτου κατηύφρανας ἅπαντας, ὦ Ἰωάννη πιστῶν παραμύθιον,
χεῖρας ὕψωσον Χριστῷ τῷ Θεῷ αἰτούμενος, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου,
οὗ ἡ ἀκροστιχίς: Ἰωάννην ὑμνῶ
τῆς Κρονστάνδης εὖχος. Χ. Μ.
ᾨδὴ α´. Ἦχὸς δ᾿ Ἀνοίξω τὸ στόμα
μου.
Ἱκάνωσον Κύριε,
τὸν Σὸν οἰκέτην τὸν ἄμουσον, ὑμνῆσαι τὸν ἔνθεον, Κρονστάνδης ἱερουργόν, τὸν
θειότατον, καὶ μέγαν Ἰωάννην, ἀγάπης ἐχέγγυον, ὥσπερ ἀλάνθαστον.
Ὡς βλάστημα
ἥδιστον, τῶν εὐσεβῶν γεννητόρων σου, Ἠλία τοῦ ἔμφρονος, καὶ Θεοδώρας σεμνῆς, σὲ
γεραίρομεν, τρισμάκαρ Ἰωάννη, τερπνὰ ὁσιότητος, ἄνθη τὸν φέροντα.
Ἀξίως ἀπείληφας,
ἱερωσύνης θεσπέσιε, τὸ χρῖσμα τὸ ἅγιον, καὶ λειτουργὸς ἐκλεκτός, ἀναδέδειξαι,
Ὑψίστου Ἰωάννη, καὶ μύστης τῆς χάριτος, θεοειδέστατος.
Θεοτοκίον.
Ναὸς
χρυσοπόρφυρος, καὶ θρόνος περικαλλέστατος, Χριστοῦ τοῦ Παντάνακτος, καὶ
Παντεπόπτου Θεοῦ, ὤφθης Δέσποινα, Κυρία Θεοτόκε, ἡ καθαγιάζουσα, πάντας
πρεσβείαις σου.
ᾨδὴ γ´. Τοὺς σοῦς ὑμνολόγους.
Νενίκηκας πάτερ
Ἰωάννη, σαφῶς τὸν ἀρχαῖον πτερνιστήν, σχολάζων ἐκ νεότητος, ἐν τοῖς σοφοῖς
συγγράμμασι, τοῦ Χρυσοστόμου Ὅσιε, καὶ Φιλαρέτου τοῦ ἐμφρονος.
Ἠράσθης τοῦ
κάλλους τοῦ Κυρίου, Ὃν ἔβλεπες ἐν παντὸς βροτοῦ, προσώπῳ θεοείκελε, τοῦ
Παρακλήτου σκήνωμα· διὸ καὶ πάντα μάταια, ἡγοῦ καὶ σκύβαλα πάνσοφε.
Ναμάτων ἐλέους
θεῖον φρέαρ, καὶ κρήνη ἀκένωτος χαράς, ἰσχῦος καὶ δυνάμεως, καμνόντων εὐσυμπάθητε,
ἀρτίως ἀναδέδειξαι, πάτερ ἡμῶν χαριτώνυμε.
Θεοτοκίον.
Ὑπέρτερον
φρόνημα σὸν δοῦλον, πανάμωμε ἔχειν καὶ ψυχῆς, εὐγένειαν ἀξίωσον, τὸν πόθῳ
μακαρίζοντα, σὲ Μῆτερ τοῦ Παντάνακτος, εὐλογημένη Παντάνασσα.
Κάθισμα. Ἦχὸς γ΄. Θείας πίστεως.
Χαριτώνυμε,
πνευματοφόρε, πάτερ ὅσιε, Κρονστάνδης φάρε, Ἰωάννη τηλαυγεστατε ζόφωσιν, ὁ του
λαοῦ ἐκδιώξας σοῖς ῥήμασι, καὶ φωτεινῷ παραδείγματι βίου σου, ἄρτι πέφηνας
σεπτῶν ἱερέων κόσμημα, Ὑψίστου καὶ πατέρων σεμνολόγημα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Ὁ ἀνέσπερος
φωστήρ Παρθένε, παραβάσεως ἁπάσης ζόφον, χαλεπὸν διασκεδάσας ἐξέλαμψε, σωματικῶς
ἐκ νηδύος τῆς θείας σου, Θεογεννῆτορ Μαρία πανάμωμε, μόνος Κύριος Θεάνθρωπος ὁ
τὰ μύχια, φωτὶ ζῶν τῶν ψυχῶν ἡμῶν ἀείποτε.
ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Μεταμορφωθεὶς
δυνάμει, τῆς Χριστοῦ ἀγαπήσεως, παρευθὺς ὡς χρῖσμα, τῆς ἱερωσύνης ἀπείληφας,
τοῦ ὑψηλοῦ Ἰωάννη λειτουργήματος, ὤφθης ἄξιος, ἀκολουθῶν θείοις ἴχνεσι.
Νεαυγέστατον ὡς
ἄστρον, Ἰωάννη κατηύγασας, ταῖς βολαῖς σῶν λόγων, καὶ τῆς συμπαθείας πρὸς
ἅπαντας, λαὸν Κρονστάνδης καὶ πᾶσαν τὴν Ὀρθόδοξον, πάτερ ὅσιε,
Ῥωσίαν τὴν προσδραμοῦσάν σοι.
Ὥσπερ κέντρον
τῆς ζωῆς σου, ἐλογίζου τὸν Κύριον, καὶ τὸ μέγα θαῦμα, θυσιαστηρίου συνέσχε σε, ἐν
ᾧ Θεοῦ ὁ Ἀμνὸς διαμελίζεται, ὁ δωρούμενος, πιστοῖς ζωὴν τὴν αἰώνιον.
Θεοτοκίον.
Τὴν ἁγίαν
Θεοτόκον, οἱ πιστοὶ μεγαλύνομεν, Κεχαριτωμένην, Δέσποιναν ἀφράστως τὴν τέξασαν,
τὸν Ποιητὴν καὶ Δεσπότην πάσης κτίσεως, τὸν θεώσαντα, γένος ἡμῶν τὸ ἀνθρώπινον.
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Ἡ χάρις τοῦ
Πνεύματος, τοῦ θείου ἐνοικήσασα, σοὶ χειμάῤῥουν ἔδειξε σοφίας, χριστεπωνύμων,
τὸν ἀειῤῥύτως ψυχάς, ἀρδεύοντα πάτερ, ἀμητόν, ὄντως πρὸς πολυφόρον, Ἰωάννη
ἀοίδιμε.
Σοφός
ἀπλανέστατος, ἰθύντωρ καὶ ἀλάνθαστος, πέλων εὐσεβούντων Ἰωάννη, πρὸς σωτηρίαν
αὐτοὺς ἀγάπῃ τῇ σῇ, ὡδήγησας μάκαρ πατρικῇ, θείαις νουθεσίαις σου, καὶ σεμνῇ
πολιτείᾳ σου.
Κοινὴν
ἑξαγόρευσιν, ἀνομιῶν ἐθέσπισας, ὡς ὁ ἀδελφόθεος ὀτρύνει, ὦ Ἰωάννη, σεπτὲ
ἀλλήλοις ὑμεῖς, ἐξομολογεῖσθε ταπεινῶς, βίου παραπτώματα, καὶ ὑπὲρ πάντων
εὔχεσθε.
Θεοτοκίον.
Ῥεόντων
ὑπέρτερον, τὸν δοῦλόν σου ἀνάδειξον, καὶ τῶν αἰωνίων καὶ ἀῤῥεύστων, Θεογεννῆτορ
πανευκλεὲς ζηλωτήν, τὸν σὲ μεγαλύνοντα πιστῶς, εἰς αἰῶνας ἅπαντας, μελιῤῥύτοις
ἐν ἄσμασιν.
Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁ εὐσυμπάθητος
ἅγιος, τὰ ἴδια αὐτοῦ ὑποδήματα, ὁ δωρησάμενος, ἀνυποδήτοις καὶ πένησι, τιμάσθω
Ἰωάννης, ὁ πανευΐλατος.
Ναὸν ἀγάπης
περιλαμπρον, τὴν θείαν καταστήσας καρδίαν σου, ἐχώρεις ἅπαντας, κακοποιοὺς
ἁμαρτάνοντας, καὶ παραστρατημένους, ἐν ταύτῃ πάνσεμνε.
Σκοτείαν πάτερ
διέλυσας, φωτὶ τῶν θεοσόφων ῥημάτων σου, καὶ φρυκτωρήμασι, τῆς θεαυγοῦς
πολιτείας σου, σῆς ποίμνης Ἰωάννη, τῆς
ἀπογνώσεως.
Θεοτοκίον.
Ταμεῖον χάριτος
ἄσυλον, Κυρία Θεοτόκε τῶν δούλων σου, καρδίας πλήρωσον, σεσυλημένας κακότητι,
λιτῶν σου εὐθηνίᾳ, ἀγάπης κρείττονος.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ
Ὑπερμάχῳ.
Ἐν πάσῃ ὥρᾳ ὁ
αἰνῶν τρανῶς τὸν Κύριον, Ὅνπερ ἐν κτίσματι παντὶ ἑώρα μέλψωμεν, Ἰωάννην
ἀναστάσεως τὸν βιοῦντα, τὴν χαρὰν ἀεὶ Κρονστάνδης ἀντιλήπτορα, καὶ Χριστοῦ τῆς
Ἐκκλησίας σεμνολόγημα, πόθῳ κράζοντες· Χαίροις, χάριτος σκήνωμα.
Ὁ Οἶκος.
Ἄγγελε τῆς
Κρονστάνδης, Ἰωάννη φωσφόρε, Ὑψίστου λειτουργὲ θεοφόρε, ὑπὸ τὴν τῶν πτερύγων
τῶν σῶν, θεῖαι σκέπην πάντας τοὺς πιστοὺς ἔσκεπες, καὶ πρὸς νομὰς κατηύθυνας, Ἐδὲμ
τοὺς σοὶ βοῶντας πόθῳ·
Χαῖρε, ἀγλάϊσμα
τῆς Ῥωσίας·
Χαῖρε, ὡράϊσμα
Ἐκκλησίας.
Χαῖρε, ἱερεὺς
τοῦ Θεοῦ εὐσυμπάθητος·
χαῖρε, ὁ δρομεὺς
τῆς ἀγάπης ὁ ἄοκνος.
Χαῖρε, οἴκημα
περίδοξον Παρακλήτου τοῦ σεπτοῦ·
χαῖρε, σκήνωμα
πανθαυμαστὸν προστασίας τοῦ λαοῦ.
Χαῖρε, ὅτι
ὑπάρχεις πενομένων προστάτης·
χαῖρε, ὅτι
ἐδείχθης εὐποιΐας ἀκρότης.
Χαῖρε, πατέρων
πάλαι ὁμόζηλος·
χαῖρε, ὁσίων
θείων συνόμιλος.
Χαῖρε, χρυσῆ
θαυμάτων κινύρα·
χαῖρε, τερπνὴ
χρηστότητος λύρα·
Χαίροις, χάριτος
σκήνωμα.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ
Μηνός, μνήμη τοῦ Ὁσίου Ἰωάννου, τοῦ πρωτοπρεσβυτέρου τῆς Κρονστάνδης.
Χαρίτων ὤφθης θείων δᾷς, Ἰωάννη,
χαριτώνυμε τῆς Κρονστάνδης
λευΐτα.
Ὁ ὅσιος καὶ
θεοφόρος νέος πατὴρ τῆς Ἐκκλησίας Ἰωάννης, ὁ τῆς Κρονστάνδης προστάτης καὶ
ἀκέστωρ, ἐγεννήθη ἐν τῇ ἀσήμῳ κώμῃ Σούρα τῆς Βορείου Ῥωσίας τῷ 1829 καὶ
ἀνετράφη ὑπὸ τῶν εὐσεβῶν αὐτοῦ γονέων ἐν φόβῳ Θεοῦ. Τυχῶν θεολογικῆς μορφώσεως
ἐσχόλαζεν ἐν τοῖς συγγράμμασι τῶν Ἁγίων Γραφῶν, τοῦ Ἱεροῦ Χρυσοστόμου καὶ τοῦ
Φιλαρέτου Μόσχας. Λαβὼν ὡς σύζυγον τὴν θυγατέρα τοῦ ἱερέως τῆς Κρονστάνδης
διεδέχθη εἶτα αὐτὸν ἐν τῇ ἱερατικῇ αὐτοῦ διακονίᾳ. Διεκρίθη διὰ τὸ ποιμαντικὸν
ἔργον καὶ τὴν φιλανθρωπικὴν αὐτοῦ δρᾶσιν. Ὅλος ὁ βίος αὐτοῦ ἧτο μία διαρκῇς
προσφορὰ θυσίας ἐν τῷ Θυσιαστηρίῳ τῆς ἀγάπης τοῦ Θεοῦ. Εὐσυμπάθητος ὢν διένεμε
καὶ τὰ αὐτοῦ ὑποδήματα τοῖς ἀνυποδήτοις καὶ κάμνουσιν. Ἵδρυσεν αὐτόθι τὴν
Ἐργατικὴν Ἑστίαν πρὸς παροχὴν βοηθείας τοῖς πένησι καὶ ἐμπεριστάτοις. Ἐφήρμοσεν
ἐν τῇ πράξει τὸν ἀρχαῖον θεσμὸν τῆς κοινῆς τῶν πιστῶν ἐξομολογήσεως, ἣν
προσηρμοσε ταῖς ἰδιαζούσαις συνθῆκες τῆς ἐλλόγου αὐτοῦ ποίμνης. Εὐαρεστήσας Θεῷ
καὶ ἀνθρώποις καὶ αὐτουργὸς θαυμάτων γενόμενος τὸ ζῆν ἐξεμέτρησε καὶ μέτοχος
τῶν ἀκηράτων ἀγαθῶν ἐγένετο τῶν ἡτοιμασμένων ἀπὸ καταβολῆς κόσμου. Ἐκοιμήθη τῇ
εἰκοστῇ Δεκεμβρίου τοῦ σωτηρίου ἔτους 1908.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου, ἐπισκόπου
Ἀντιοχείας.
Λέουσιν, Ἰγνάτιε, δεῖπνον προὐτέθης,
Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.
Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Φιλογονίου.
Φιλογόνιος ἐντολεὺς λείπει βίον,
Δραμὼν ἀρίστην ἐντολῶν Θεοῦ τρίβον.
Δραμὼν ἀρίστην ἐντολῶν Θεοῦ τρίβον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ῥάφτης, ὁ ἐκ Θάσου, ἐν Κωνσταντινουπόλει ἐν ἔτει
1652, ξίφει τελειοῦται.
Σεμνύνεται νῦν Θάσος ἡ πατρὶς φίλη,
Σὲ Mάρτυρα πλουτοῦσα. Ὢ πλοῦτου ξένου!
Σὲ Mάρτυρα πλουτοῦσα. Ὢ πλοῦτου ξένου!
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ ἀρχιμανδρίτου, τῆς Λαύρας τῶν
Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Νεοφύτου τοῦ Σιναΐτου.
Ταῖς αὐτοῦ ἁγίαις πρεβείαις, Χριστὲ
ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀκαθαίρετε
ἀγάπης πύργε ὅσιε περιεφρούρησας, ὑπὸ τὴν σκέπην τὴν σήν, λαὸν πειραζόμενον,
ὑπὸ τοῦ δαίμονος, ὃν ἀνέπαυσας, τοῖς θεοσοφοῖς λόγοις σου, καὶ χρηστότητι σοῦ
βίου.
Νοῦν ἀλάστορα ἐχθροῦ
τοῦ πολεμήτορος καθεῖλες ὅσιε, ἐν ταπεινώσει εὐχῇ, ἀγάπῃ πρὸς ἅπαντας, καὶ
ἔργοις πίστεως, ἀνυψούμενος, Χριστῷ τῳ σὲ βραβεύσαντι, οὐρανῶν κληρονομίαν.
Δυναμούμενος θεόθεν
χαριτώνυμε οὐ κατενάρκησας, ἐν ἀσθενείᾳ σαρκός, ἀλλ᾿ ἔφερες ἅπαντα, στεῤῥῷ
φρονήματι, τὰ παλαίσματα, πρὸς θέωσιν ἀγέλης σου, τῆς ἐλλόγου, Ἰωάννη.
Θεοτοκίον.
Ἡ μερόπειος
Παρθένε φύσις εὕρατο τῷ θείῳ Τόκῳ σου, γέρας ἀφθίτου ζωῆς· Θεὸν γὰρ ἐκύησας, ᾯ
πίστει κράζομεν Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η´. Παῖδας εὐαγεῖς.
Στήριγμα ἁπάντων
κλονουμένων, καὶ θεῖον ὀλιγοψύχων παραμύθιον, ἄνθρωπε οὐράνιε, Ἰωάννη πάνσοφε,
Κρονστάνδης σεμνολόγημα, ὑμνολογοῦντές σε, τὸν Κύριον βοῶμεν ὑμνεῖτε, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔφερες τὸν φόβον
τοῦ Κυρίου, ὡς λύχνον ἐν τῇ ψυχῇ σου πάτερ ἄσβεστον, Ἰωάννη ὄλβιε· ὅθεν πάντα ἔσβεσας, τοῦ σκότους
τὰ προσκόμματα, κηρύττων ἅπασι, τὸν Κύριον τὸν δεδοξασμένον, καὶ ἡγιασμένον, πρὸ
πάντων τῶν αἰώνων.
Ὕδωρ Ἰωάννη τῆς
Κρονστάνδης, πηγὴ ἀκεσώδυνε πιστοῖς ἀνέβλυσαν, πολιτείας κρείττονος, τὰ σοφά
σου ῥήματα, καὶ νᾶμα ὁσιότητος, σβεννύον κάμινον, παφλάζουσαν παθῶν δυσιάτων,
ὅθεν τὴν σὴν μνήμην, τελοῦμεν γεγηθότες.
Θεοτοκίον.
Χαῖρε Παναγία
Θεοτόκε, ἡ πέλουσα ὑπέρτερα πάσης κτίσεως, ὡς αὐτῆς τὸν Ὕψιστον, Πλαστουργὸν
κυήσασα, Θεὸν ἡμῶν καὶ Κύριον, Ὃν αἱ Ἀσώματοι, δυνάμεις ἀσιγήτως ὑμνοῦσι, καὶ
ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Ὅρμῳ γαληνῷ,
ἀφθίτου προσώρμισαι, πάτερ λαμπρότητος, Ἰωάννη πέλαγος, ἁβρόχως πλεύσας,
κλυδωνιζόμενον, τοῦ βίου θείᾳ χάριτι, διὸ βοῶμέν σοι· διαπλεῦσαι, καὶ ἡμᾶς
ἀξίωσον, ἀσφαλῶς σαῖς λιταῖς βίου θάλασσαν.
Σύμμορφος Θεοῦ, τῆς
δόξης γενόμενος, πρεσβεύεις πάντοτε, Ἰωάννη δίδοσθαι, τοῖς σὲ τιμῶσι, χάριν καὶ
ἔλεος· ἐξ ὅλης γὰρ καρδίας σου, Χριστὸν ἠγάπησας, καὶ τὰς θείας, ἐντολὰς
ἐτήρησας, τὰς Αὐτοῦ ὁλοθύμως μακάριε.
Χαῖρε προσευχῆς,
μυρίπνοον κύμινον, καὶ ἐγρηγόρσεως, φάρος τηλαυγέστατος, χρηστοηθείας κανὼν
εὐθύτατος, καὶ νήψεως θησαύρισμα, Κρονστάνδης κλέϊσμα, ἱερέων, εὐλαβῶν
διάκοσμος, καὶ πιστῶν Ἰωάννη προσφύγιον.
Θεοτοκίον.
Μόνον τὸν
Χριστόν, πανάχραντον Τόκον σου, φιλεῖν ἀξίωσον, καὶ Αὐτοῦ ἐντάλματα, ἐν
ταπεινώσει, τηρεῖν ἑκάστοτε, τοὺς πόθῳ μεγαλύνοντας, σὲ Μητροπάρθενε, Παναγία, Θεοτόκε
Δέσποινα, εὐσεβῶν χαρμονὴ καὶ κραταίωμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου