Παρασκευή 6 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 23. ΑΓΙΟΣ ΝΑΟΥΜ ΒΟΥΛΓΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΚΓ΄!!
ΝΑΟΥΜ ΟΣΙΟΣ ΒΟΥΛΓΑΡΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Τῶν χαρισμάτων ἐνθέων πεπλησμένον, Ναοὺμ τὸν θαυμάσιον, δεῦτε πιστοὶ εὐσεβῶς, νῦν συνελθόντες τιμήσωμεν, ᾠδαῖς καὶ ὕμνοις, καὶ εὐφημίαις οὕτω προσάδοντες· χαίροις ὁ τῇ χάριτι τοῦ θείου Πνεύματος, προσαγαγὼν τῷ Κυρίῳ σου, κόσμον Μυσίας, καὶ τῷ κηρύγματι καὶ τοῖς θαύμασι, καταλαμπρύνας τὴν ὑφήλιον, καὶ τῆς πίστεως πείρας τὰ δόγματα, τήν τε πλάνην ὡλέσας, ἀσεβείας πανσεβάσμιε. (Δίς)

Τῶν Μαθητῶν τοῦ Κυρίου σὺν τὸν τρόπον, ἄριστα μιμούμενος Ναοὺμ μακάριε, πατρίδα γένοις οἰκίαν τε, καὶ τῶν προσκαίρων, τερπνῶν ἁπάντων τὴν ἡδυπάθειαν, προθύμως ἀφιέμενος κατηκολούθησας, ζέοντι πνεύματι Ὅσιε, Κυρίλλῳ θείῳ, καὶ Μεθοδίῳ ἀνδρὶ θεόφρονι, τοῖς τῶν Βουλγάρων σοφοῖς κήρυξι· μεθ’ ὧν καὶ εὗρες πλουσίων ἀντίδοσιν, παρ’ αὐτῷ τῷ Δεσπότῃ, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ἡ Ἐκκλησία σκιρτῶσα ἐν Κυρίῳ, Ναοὺμ ἐν τῇ μνήμῃ σου, περιφανῶς ἐκβοᾶ· ὑπερυψώθη τὸ κράτος μου, ὑπερανέβη, τοὺς οὐρανοὺς τῇ μεγαλειότητι, ἡ δόξα τὸ κλέος τε, καὶ ἡ εὐπρέπεια, καὶ γὰρ ὁρῶ τὰ πληθυνόμενα, ὑπὲρ ἀστέρας, καὶ ὑπὲρ ψάμμον ἁλὸς τὰ τέκνα μου, ἐν γῇ ᾗ πρώην ἡ ἀσέβεια, καὶ τὸ σκότος αὐτῆς τὸ ὀλέθριον, ἐπεσκίαζε πᾶσαν, τὴν τῆς πίστεως διαύγειαν.

Δόξα. Ἦχος β΄.
Ἡ τῶν λειψάνων σου θήκη, πανεύφημε Ναούμ, πηγάζει ἰάματα· καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα, ἀξίως ἀγάλλεται, ἔχων οὖν πρὸς Κύριον Ὅσιε παῤῥησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, σὺν αὐτοῖς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· Εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἡ Βηθλεὲμ εὐτρεπίζου ἰδοὺ γὰρ ἔρχεται, πρὸς σὲ ἡ Παναγία, Θεοτόκος Μαρία, γεννῆσαι τὸν Δέσποτοην καθαρὸν οὖν, τὰς ὁδούς σου καὶ κόσμησον, ὅπως διέλθῃ καὶ τέξῃ τὸν Λυτρωτήν, εἰς ἀνάκλησιν τοῦ γένους ἡμῶν.

Στ.: Κύριε εἰσακήκοα τὴν ἀκοήν Σου καὶ ἐφοβήθην.
Ὁ Ὑπερούσιος Λόγος τοῦ ἀοράτου Πατρός, ἐν μήτρᾳ τῆς Παρθένου, χωρηθεὶς σωματοῦται, δι’ ἄκραν εὐσπλαγχνίαν ἀγάλλου ἡ γῆ, ἑτοιμάζου τὸ σπήλαιον, ἐν Σοὶ γὰρ ἔρχεται δεῖξαι τοῦ παμφαοῦς, θείου τόκου τὸ μυστήριον.

Στ.: Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει.
Προεορτάζοντες πάντες Χριστοῦ τὴν γέννησιν, μυστικῶς εὐφρανθῶμεν, καὶ ἁγνείᾳ τὸν βίον, κοσμοῦντες ἐν αἰνέσει τούτῳ φαιδρῶς, ὑπαντῆσαι σπουδάσωμεν, ἰδοὺ γὰρ τίκτεται οὗτος πᾶσι βροτοῖς, σωτηρίαν χαριζόμενος.

Δόξα. Ἦχος δ΄.
Ἔλαμψαν τὰ καλὰ ἔργα σου ὡς ἥλιος ἐπὶ γῆς, καὶ ἐν οἴκῳ Χριστοῦ θεράπων μακάριε· ὀρθοδόξως γὰρ ἐν Μυσίᾳ ἐκήρυξας τὴν ἀληθῆ καὶ ἀμώμητον πίστιν τοῦ Χριστοῦ· διὸ ἱκέτευε Ναοὺμ Ὅσιε, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Προεόρτιον.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν Σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.












Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸν κόσμον κατέλιπες προσκολληθεὶς τῷ Χριστῷ, τὴν σάρκα ἐσταύρωσας ζήσας τῷ πνεύματι, Ναοὺμ παμμακάριστε, ἔσπευσας Ἀποστόλων, ἀγωνῆσαι τὸν δρόμον, ἤγρευσας πρὸς τὴν πίστιν, Μυσῶν ἄπειρα πληθη, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.
Δόξα. Καὶ νῦν ... Τὸ Προεόρτιον. Ἦχος δ' Κατεπλάγη Ἰωσήφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἀπόλυσις.




























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Ποίοις, μελῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν οἱ χριστοφόροι; Τὸν Ναοὺμ τὸ λῆμμα τῆς χάριτος; Τὸ τερπνὸν δοχεῖον τοῦ Πνεύματος, καὶ λαμπρὸν ἀνάκτορον τοῦ Λόγου; Πατρός τε, καταγώγιον ἐπίλεκτον, Τριάδος, ἐνδιαίτημα ὁλόκληρον, τῆς ἐν τρισὶ μὲν προσώποις; Μιᾷ δὲ φύσει προσκυνούμενης πανευσεβῶς, Ἣν δὴ καὶ ἐκήρυξε, τοῖς Βουλγάροις ὁ θεόσοφος.

Ποίοις, εὐφημιῶν στέμμασι, καταστέψωμεν Ναοὺμ τὸν θεῖον; Τὸν οὐρανομύστην καὶ κήρυκα, τῆς Ὀρθοδοξίας ὑπερέχοντα, ποταμόν τε θείων μυστηρίων· τὰς πόλεις, τῆς ἀσεβείας καταβλύζοντα· λαοὺς δέ, θείῳ βαπτίσματι καθαίροντα· καὶ λιθοκαρδίους ὄντας, εἰς ναὸν αὐτοὺς ἀνεγείροντα εὐπρεπῆ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ δεσπόζοντος τῆς κτίσεως.

Πάντας, τοὺς τὴν σεπτὴν μνήμην σου, πόθῳ συνδραμόντας ἐκτελέσαι; Τοὺς παρισταμένους ἐκ πίστεως, τῇ σορῷ τῶν θείων λειψάνων σου; Καὶ σὺν εὐλαβείᾳ προσκυνοῦντας, ἐν νόσων; Καὶ συμπτωμάτων ἐλευθέρωσον· κινδύνων, καὶ ἐκ παντοίας περιστάσεως; Δαιμονικῆς ἐπηρείας, ἐξ ἀνδρῶν ἀδίκων, προτινόντων, τὰ πονηρὰ καὶ γάρ σε θερμότατον; ἀῤῥωγὸν ἐπιγραφόμεθα.

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀποστόλων ὁμότροπος, γεγονὼς Ναοὺμ ὅσιε, τούτων νῦν καὶ σύσκηνος ἀναδέδειξαι, ὧν γὰρ τὴν πίστιν τετήρηκας, τὸν δρόμον τετέλεκας, τί καινὸν εἰ τῆς καλῆς, συναυλείας τετύχηκας; ἀλλὰ πρέσβευε, σὺν αὐτοῖς ὑπὲρ πάντων τῶν ἐν πίστει, τὴν σεπτήν σου ἐκτελούντων, καὶ φωτοφόρον πανήγυριν.

Ἀρετῶν καταγώγιον, χρηματίσας ἀοίδιμε, τῆς Τριάδος γέγονας οἰκητήριον· ὁ γὰρ Χριστὸς ὡς ὑπέσχετο, μονὴν ἐποιήσατο, παρὰ σοὶ Ναοὺμ ἐλθών, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, καὶ ἐθέωσε, κατὰ μέθεξιν θείαν σὲ τὸν ὅλῃ, καὶ ψυχῇ καὶ διανοίᾳ, αὐτοῦ τὸν νόμον τηρήσαντα.

Τὰ Μυσῶν γένη πρότερον, πλάνῃ Πάτερ προκείμενα, καὶ Βουλγάρων ἅπαντα τὰ ἀπόγονα, λίθοις καὶ ξύλοις πλανώμενα, Ναοὺμ παναοίδιμε· διὰ σοῦ καὶ τῆς σοφῆς, προτροπῆς καὶ παιδεύσεως, ἠλευθέρωται, τῆς δεινῆς ἀπιστίας καὶ νῦν ὄντως, θεῖα τέκνα χρηματίζει, μόνην εὐσέβειαν πνέοντα.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς σοφίας τὴν χάριν, εἰληφὼς παρὰ Θεοῦ, Ναοὺμ πανσεβάσμιε, καὶ τὰ πλήθη διδάξας, τῶν Μυσῶν τὴν εὐσέβειαν, ὀρθοδοξίας ὑπάρχεις βάσις τε καὶ στήριγμα, καὶ πάντων τῶν Ὁσίων, καὶ ἀσκητῶν ἐγκαλλώπισμα, παῤῥησίαν ἔχων πρὸς Θεόν, Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος β΄.
Τὸν ἀστέρα τὸν θεολαμπῆ, τὸν τῆς Μυσίας φωστῆρα, καὶ τῆς πίστεως πρόμαχον, Ναοὺμ τὸν θεῖον οἱ πιστοὶ εὐφημήσωμεν· μετ’ Ἀγγέλων γὰρ ἀγάλλεται, λαβὼν τὸ στέφος τῆς ἀφθαρσίας παρὰ τοῦ μόνου Θεοῦ, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.
Ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος Θεός, τὴν θειοτάτην σου ψυχήν, καθαρὸν εὑρὼν καταγώγιον, ἐν αὐτῇ κατώκησε, καὶ παντοίων χαρίτων αὐτὴν ἐνέπλησε· δι’ ὧν φωταγωγεῖς τῶν ὑμνούντω σε, τὰς ψυχὰς Ναοὺμ μακάριε.

Ἦχος δ΄.
Παμμάκαρ Ναοὺμ σοφέ, σὺ καὶ μετὰ θάνατον ἐν οὐρανοῖς ζῆς ἐν τῷ Χριστῷ· δι΄ οὗ τῷ κόσμῳ σεαυτὸν ἐσταύρωσας, ἔξω γὰρ σαρκός, καὶ κόσμου γενόμενος, ἔζης ἀληθῶς· οὐ γὰρ ἔζης σεαυτῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. β΄.
Ὅσιε Ναούμ, Μυσίας εἰς γῆν ἤστραψε τὸ φέγγος τῆς διδασκαλία σου· διὸ
καὶ ὡς οὐρανὸς δόξαν Κυρίου διήγγειλας, τοῦ ἡλίου ἔδραμεν φαιδρότερον, τῶν φωστήρων τρανώνετον ἔλαμψας· ὅθεν πλήθη Βουλγάρων προσήγαγες Χριστῷ, ἐκ καρδίας πιστευσάντων, ὧν νῦν μέμνησω, παῤῥησίαν ἔχων πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας· καὶ σεαυτὸν ἡτοίμασας τοῦ Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο· καὶ τῆς ὁμοουσίου Τριάδος, δοχεῖον καθαρὸν ἀπειργάσατο· καὶ νῦν Ναοὺμ παμμακάριστε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Μυσίας φωστήρ, τῶν μοναζόντων τὸ σεπτὸν ἐγκαλλώπισμα, ἡ στάθμη ἡ τῶν δογμάτων, ὀρθοδοξίας κανών, οὐρανὸς τὴν δόξαν διηγούμενος, Χριστοῦ τοῦ παντάνακτος, ὀφθαλμὸς ὁ ἀκοίμητος, ὁ διαβλέπων, ἐκ περάτων τὰ πέρατα, ἃ καὶ ἔπλησας, τοῦ ἔνθέου κηρύγματος· ὅθεν καὶ ἐκπεπλήρωται, ἐν σοὶ παναοίδιμε, τῆς προφητείας ἡ ῥῆσις· εἰς πᾶσαν γῆν γὰρ διέδραμε, Ναοὺμ ὁ σὸς φθόγγος, καὶ τοῖς πᾶσιν ἐπεγνώσθη, τὰ σὰ τεράστια.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Κήρυξ, Εὐαγγελίου τρανῶς, τῆς Βουλγαρίας ἐν τοῖς πέρασι γέγονας, καὶ πάσῃ ψυχῇ ἀνθρώπων, τῆς Βασιλείας Χριστοῦ, ἐνέβαλες πόθον παμμακάριστε· διὸ καὶ τῆς πλάνης σύ, τὰ ἀθροίσματα ἅπαντα, ἀποσοβήσας, ὀρθοδόξους ἐδίδαξας, προσκυνεῖν πιστῶς, τὴν Τριάδα τὴν ἄκτιστον, ἄναρχον μὲν Γεννήτορα, Υἱὸν δὲ συνάναρχον, καὶ Πνεῦμα θεῖον ἀμέσως, ἐκ τοῦ Πατρὸς προερχόμενον, πηγῆς ὡς ἐκ μόνης, τῆς μιᾶς ὑπερουσίου, ἁπλῆς Θεότητος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ὄντως, ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ παμμακάριστε, διῆλθες ἀγαλλίασει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἑορτάζοντος, τερπνῆς ἀκουσόμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει μακάριε, ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσδας, ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος· Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τοὺς θορύβους τοῦ βίου καταλιπὼν Ναοὺμ Ὅσιε, καὶ τοῦ Σωτῆρος τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, ὅλον σεαυτὸν τῷ Θεῷ ἀνατέθηκας· διὸ καὶ ἐν κόσμῳ ὑπάρχων, ἔξω σαρκὸς ἐδόκεις, καὶ κόσμου πανεύφημε, συντόνῳ καθ’ ἑκάστην, ἐγκρατείᾳ ἐξασκούμενος, καὶ μετὰ Ἀγγέλων τῷ πνεύματι συνὼν ἀεί, καὶ συνευφραινόμενος, παῤῥησίαν οὖν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, τοῦ ῥυσθῆναι κινδύνων και θλίψεων, τοὺς πιστῶς ἐκτλεοῦντας τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν... Προεόρτιον.
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸν κόσμον κατέλιπες προσκολληθεὶς τῷ Χριστῷ, τὴν σάρκα ἐσταύρωσας ζήσας τῷ πνεύματι, Ναοὺμ παμμακάριστε, ἔσπευσας Ἀποστόλων, ἀγωνῆσαι τὸν δρόμον, ἤγρευσας πρὸς τὴν πίστιν, Μυσῶν ἄπειρα πληθη, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.
Δόξα. Καὶ νῦν ... Τὸ Προεόρτιον. Ἦχος δ' Κατεπλάγη Ἰωσήφ
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἀπόλυσις.







ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Νῦν ὡραιώτατον, ὄντως οἱ πόδες σου, εἰρήνην Ὅσιε, τὴν ὑπερέχουσαν, ἅπαντα νοῦν θεοπρεπῶς, ὡς εὐαγγελισάμενοι, θῆρας γὰρ ὑπάρχοντα, τοῖς προβάτοις συνέμιξας, φύλα τὰ ἀτίθασα, τῶν Μυσῶν ἐν τῇ μάνδρᾳ Χριστοῦ, εἰρήνην διὸ ἀστασίαστον, αἴτησαι τούτοις καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Χαρὰς πεπλήρωται, πάντα τὰ πέρατα, ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαῦμα ἀνερμήνευτον, ἄρχεται ὁ ἄναρχος, καὶ σαρκοῦται ὁ ἄσαρκος, σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα σύμπαντα, ἡ Βηθλεὲμ εὐφραίνου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν προεόρτιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Θαυμάτων αὐτουργός, γεγονὼς θεοφόρε, καὶ πάντων πρὸς Θεόν, πρεσβευτὴς καὶ μεσίτης, Ναοὺμ παμμακάριστε, τῆς Μυσίας τὸ καύχημα, ῥῦσαι δέομαι, τῆς ἐνεστώσης ἀνάγκης, τοὺς ἱκέτας σου, καὶ τοῦ φλογὸς τῆς μελλούσης, τῇ θείᾳ πρεσβείᾳ σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἔμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν, ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀποστόλων μιμητής, ἀρχιερέων ὁ κανών, τῶν Ὁσίων καλλονή, συναθλητὴς τῶν Ἀθλητῶν, ἐκ τῶν αἱμάτων ὡς Μάρτυς ἐστεφανώθης, δεινοῖς γὰρ αἰκισνοῖς, σὺ προσωμίλησας, βαστάζων τοῦ Χριστοῦ τὸ θεῖον ὄνομα καὶ παῤῥησίᾳ πάντοτε κηρύττων, τὸ τῆς Τριάδος μυστήριον, ᾗ καὶ πρεσβεύειν, Ναοὺμ μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει Σου Θεοτόκε, βάτον ἐν πυρί, ἀκατάφλεκτον, ῥάβδον Ἀαρών, ἡ βλαστήσασα, καὶ μαρτυρῶν ὁ μνήστωρ Σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον πάλιν μένει Παρθένος.





Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ὅσιε Πάτερ, καὶ γέγονας φωστήρ, τῆς τῶν Μυσῶν παγκληρίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.































Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος εἰς δ΄, καὶ οἱ τοῦ Ἁγίου εἰς η΄.
Κανὼν Προεόρτιος, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ποίημα Ἰωσὴφ
ᾨδὴ α' Ἦχος β' Ὁ Εἰρμός
Ἄτριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ· Τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.
Ἄναρχος ὢν τῇ φύσει, ἀρχὴν ὁ πρὸ αἰώνων λαμβάνει Λόγος, ἐν Βηθλεὲμ τικτόμενος σαρκί, τούτου τὰ Γενέθλια προεορτάσωμεν.
Βλέψωμεν διανοίας, τοῖς ὄμμασι πρὸς πόλιν τῆς Ἰουδαίας, πορευομένην τέξαι τὴν Ἁγνήν, ἧς τὸν τόκον πόρρωθεν ἀστὴρ ἐμήνυσε.
Γνόντες σε Βασιλέα, ἐν γῇ ἀποτικτόμενον ἐκ Παρθένου, οἱ Βασιλεῖς Περσῶν Λόγε Θεοῦ, μετὰ δώρων σπεύδουσι τοῦ προσκυνῆσαί σε.

Ὁ α’ Κανὼν τοῦ Ὀσίου, οὗ ἡ ἀκροστιχίς: Ναοὺμ τὸ λοισθὸν λῆμμα Θεοῦ αἰνέσω.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Ναμάτων ἀνάπλεων ἀνάδειξόν με, τοῦ Ἁγίου Πνεύματος, Ναοὺμ ταῖς πρεσβείαις σου, ὡς ποταμὸς τοῦ Θεοῦ, ὅπως φθέγξωμαι τὰ σὰ ᾠδαῖς καὶ ᾄσμασιν.
Ἀκόλουθος γέγονας τῶν κορυφαίων, διδασκάλων Ὅσιε, τῶν Βουλγάρων κλήματος, ἀπὸ νεότητος σῆς, καὶ κοινωνὸς τῶν ὁπαδῶν, αὐτῶν καὶ σύναθλος.
Ὁ βίος ἰσάγγελος ἡ πολιτεία, ὄντως ὑπὲρ ἄνθρωπον, οἱ δὲ ἄθλοι Ὅσιε, καὶ οἱ ἀγῶνες οἱ σοί, μαρτυρικοὶ ὡς ἀληθῶς· ὅθεν ὑμνοῦμέν σε.
Ὑψώθης μὲν ὕπερθεν τῶν θείων κέρδων, ἐν τῇ τελειώτητι, Ναοὺμ θαυματόβρυτε, τέρασι δὲ προφανώς, ὄρη ἐκάλυψας Μυσῶν, καὶ γῆς τὰ πέρατα.
Θεοτοκίον.
Μητέρα Παρθένον Σε μόνην ἡ φύσις, ὑπὲρ φύσιν ἔγνωκεν, ἀπ’ αἰῶνος πάναγνε, ἡ τῶν ἀνθρώπων καὶ γὰρ, τὸν συνοχέα τοῦ παντὸς ἐκυοφόρησας.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὁ πάλαι τὴν ἄβυσσον, λαῷ ξηράνας πεεύοντι, τὴν ἄβυσσον ξήρανον, τῶν παραπτώσεων, καὶ ἐπόμβρισον, ῥανίδα γνώσεώς μοι, ὅπως σου τὸν Ὅσιον, ὕμνοις αἰνέσω Χριστέ.
Ἰδεῖν ἐφιέμενος, δόξαν Ναοὺμ τὴν ἀνέκφραστον, δεινὰ ἐκαρτέρησας, καὶ φυλακὰς καὶ ποινάς, πᾶσαν ἄλλην τε, τοῦ κόσμου ἀδοξίαν, καλῶς ὑπὲρ πίστεως, ἀγωνιζόμενος.
Μονάσας τῷ πνεύματι, καὶ ζέων ζήλῳ τῆς πίστεως, Χριστῷ ἠκολούθησας, ζυγῷ τοῦ πνεύματος· καὶ ἐκάθηρας, ψυχὰς ὑλομανούσας, καὶ σπόρον κατέβαλες, τῆς θείας γνώσεως.
Ἡγήσω μακάριε, πάντα τὸν κόσμον ὡς σκύβαλα, Χριστόν τε ἠγάπησας, καὶ τὸν πλησίον σου· καὶ κατήλλαξας, λαὸν μεμακρυσμένον, τῷ πᾶσιν ἐγγίζοντι, διὰ τὴς πίστεως.
Θεοτοκίον.
Νεκρόν με γενόμενον, ἐκ πολυτρόπων κακώσεων, ζωὴν ὡς κυήσασα, ζώωσον Δέσποινα· καὶ μετάστησον, ζωήν με πρὸς τὴν ἄνω, ἵν’ ὡς ζωοδότην Σε, γεραίρω πάντοτε.

Προεόρτιος. ᾨδὴ γ' Ὁ Εἰρμός
Τόξον συνετρίβη δυναστῶν, τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.
Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια.
Ἔρχῃ καταλῦσαι ἐν σμικρῷ, Σπηλαίῳ Βασιλεῦ, πλουτίζων με Ἰησοῦ, τῇ πολλῇ πτωχείᾳ σου.
Ζόφου ἐξαιρούμενος ἡμᾶς, κακίας ὁ Χριστός, προέρχεται σαρκί, τεχθῆναι ὡς ἄνθρωπος.

Τοῦ Ὁσίου. Στερεωθήτω ἡ καρδία μου.
Τὸν τοῦ Κυρίου Ναοὺμ Ὅσιε, ἐλαφρὸν ζυγὸν σὺ ἐβάστασας· καὶ διωγμοὺς καὶ φυλακάς, θλίψεις ἅμα καὶ μάστιγας, ἐπ’ αὐξήσει τῇ τῆς πίστεως, γενναίως ὑπέμεινας.
Ὅρους τῆς φύσεως ὑπερβέβηκας, καὶ θεογνωσίας τοῖς ὄρεσι, προσβεβηκὼς Ναοὺμ Ὅσιε, ἐλαμπρύνθης τὴν διάνοιαν, καὶ ἐδέξω ἐκ τοῦ Πνεύματος, ἀφθόνους τὰς χάριτας.
Λαὸν Μυσίας κατεφώτισας, ἐν τῷ σκότει Πάτερ προσκείμενον, τῆς ἀσεβείας καὶ ναόν, ἀπειργάσω τοῦ Πνεύματος, τοῖς ἐνθέοις σου διδάγμασι, καὶ ταῖς εἰσηγήσεσι.
Θεοτοκίον.
Ὄρος Παρθένε Σὲ ἐκήρυξαν, οἱ Προφῆται στάμνον καὶ τράπεζαν, θυσιαστήριον χρυσοῦν, κιβωτὸν ἁγιάσματος· καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν Σε.

Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους.
Βουλγάρων κεκλήρωσαι τὸ κλῖμα, ἐσχάτων ὀψὲ τῶν γωνῶν· καὶ ἠγωνίσω Ὅσε, μετὰ τῶν διδασκάλων σου· καὶ Ἀποστόλων ἔσπευσας, τρόπων γενέσθαι συμμέτοχος.
Ὁ θεῖος Ναοὺμ τοῦ ἱεράρχου, Κλήμεντος ὢν συναρωγός, κόσμον Μυςῶν ἐπέφθασε, καὶ τοῦτον κατελάμπρυνε, φωτὶ τ«ῷ τοῦ κηρύγματος· διὸ καὶ νῦν συνδοξάζεται.
Υἱοὺς Ἀβραὰμ ἀπὸ τῶν λίθων, Βουλγάρων δὲ γένος διὰ σοῦ, ἀνήγειρεν ὁ Κύριος, καθώς φησιν ὁ Πρόδρομος, Ναοὺμ οὗπερ ἐμμένον νῦν, τῇ ἐπιγνώσει γεραίρει σε.
Λαὸς ὁ καθήμενος ἐν σκότει, δεινῆς ἀπιστίας διὰ σοῦ, εἶδε φῶς ἐπιγνώσεως, ὁ τῶν Βουλγάρων Ὅσιε· διὸ τιμᾷ τὴν μνήμην σου, χαρμονικοῖς μελῳδήμασι.
Θεοτοκίον.
Γαλήνης με πλῆσον Θεοτόκε, ὡς οὖσα εὐδία τῶν ψυχῶν· καὶ παῦσον τὸ κλυδώνιον, τῶν μάτην πολεμούντων με, καὶ εἰς βυθὸν ὠθούντων με, καὶ ᾅδου βάραθρα Δέσποινα.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς σοφὸς καὶ ἀγχίνους ἐκ νεαρᾶς, ἡλικίας ὑπέθου Πάτερ σαὐτόν, ζυγῷ τοῦ Δεσπότου σου, τῷ μηδόλως βαρύνοντι, τῷ δὲ θείῳ Κλήμεντι, συμπόνῳ χρησάμενος, σὺν αὐτῷ καρδίας, Μυσῶν ἐγεώργησας· ὅθεν πρὸς ἀπόνους, μεταβέβηκας λήξεις, τῶν πόνων τὰ ἔπαθλα, ἀεννάως δρεπόμενος, παμμακάριστε Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦ. Θεοτοκίον.
Ἐκ γαστρὸς πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ὁ ἐκλάμψας ἀῤῥεύστως Λόγος εοῦ, ἀσπόρως προέρχεται, Σῆς γαστρὸς χρόνοις ὕστερον· ἀνυψῶν τὸν πάλαι, δεινῶς ὀλισθήσαντα, καὶ πρὸς τὸ πρῶτον κάλλος, ἀνάγων ὡς εὔσπλαγχνος· οὗπερ τῇ γεννήσει, στρατιαὶ Ἀσωμάτων, λαμπρῶς προηγήσοντια, καὶ βροτοῖς ἐπινίκια, μυστικῶς ἀναπέμψουσι· δόξα κράζουσι τῷ Θεῷ, ἡμῖν πᾶσαν εἰρήνην βραβεύσαντι, τὸ τῆς ἔχθρας μεσότοιχον λύσαντι, καθώσπερ ηὐδόκησε.



















Προεόρτιος. ᾨδὴ δ' Ὁ Εἰρμός
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.
Ἡ Κτίσις εὐφραινέσθω ἅπασα· ὁ γὰρ Κτίστης ἰδοὺ γεννᾶται, ἐν Βηθλεὲμ νήπιος, ὁρώμενος ὁ πρὸ αἰώνων σαρκί, καὶ σπαργάνοις ἐνειλίσσεται, σειρὰς πταισμάτων λύων ὡς φιλάνθρωπος.
Θαμβεῖται ἐννοῶν πᾷς ἄνθρωπος, πῶς ὁ πλούσιος ἐν ἐλέει, πτωχεῦσαι νῦν ἔρχεται, καὶ καταλῦσαι ἐν Σπηλαίῳ, ἡμᾶς τοὺς κλοπῇ δεινῶς πτωχεύσαντας, καταπλουτίσαι θέλων ἀγαθότητι.
Ἰλὺϊ ἐμπαγέντας Κύριε, ἁμαρτίας κακοφροσύνῃ, ἠλέησας, ᾤκτειρας, καὶ ἐπεσκέψω, καὶ εἰσέδυς Ἁγνῆς, Παναγίας μήτραν Ἅγιε, ἥτις σε ἐν Σπηλαίῳ τίκτειν ἔρχεται.
Κατάρας παλαιὰς λυτρούμενος, τὸ ἀνθρώπινον ὁ Δεσπότης, ἐκ σοῦ σαρκὶ τίκτεται, Πανάχραντε εὐλογημένη· διὸ ἐν αἰνέσει σε δοξάζομεν, δόξαν ἡμῶν, καὶ καύχημα τυγχάνουσαν.

Τοῦ Ὁσίου. Ἐν Πνεύματι προβλέπων.
Ἰδοὺ τῷ σῷ κηρύγματι ἐκλήθησαν σοφέ, ἔθνη λιοθοκάρδια, καὶ ἔγνωσαν Θεόν, ὡς πληρωθῆναι τὴν σύμπασαν καθὼς γράφει, ὁ Ἡσαΐας ἐπιγνώσεως τῆς θείας· ὅθεν σου τὴν μνήμην δοξάζομεν.
Σοφίας ὑπερσόφου ἀνάπλεως φανείς, τῶν Βουλγάρων ἄγροικον, ἐδίδαξας λαόν, σέβειν Τριάδος προσώποις ἕνα τῇ φύσει, Θεὸν ἀτρέπτως ἡνωμένην, ἀσυγχύτως· δόξα σοι αὐτῷ ἀνακράζοντι.
Θαλάσσας ἀθεΐας ἐτάραξας σοφέ, ἵππος ὡς θεόλεκτος, Ναοὺμ προφητικῶς, καὶ ὡς ἰχθύας ἐξείλκυσας τοὺς ἀνθρώπους, τοὺς νηχομένους ἀπιστίας ἐν τῷ βάθει· δόξα τῷ Κυρίῳ κραυγάζοντας.
Θεοτοκίον.
Ὄντως ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ, ναὸς καὶ παλάτιον, Παρθένε Μαριάμ, Αὐτὸν δυσώπει ἁμαρτιῶν ἡμᾶς ῥύπου, ἀποκαθάραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀπερίτρεπτος ὡς στῦλος ἀνεδείχθης τῆς πίστεως, πειρασμοῖς μηδόλως, πνεύματι λαθάπερ κλονούμενος· καὶ πολυτρόποις αἰκίαις προσωμίλησας, τοῖς τοῦ Πνεύματος Πάτερ ἐχθροῖς ἀνθιστάμενος.
Ῥητορεύων μεγαλεῖα τοῦ Θεοῦ κατενώπιον, ἐθνῶν βασιλέων, ῥητόρων δεινὴν ἐναπέφραξας, ἀδολεσχίαν τοῦ λόγου τῇ ἁπλότητι, τὴν δι’ εὐσέβειαν, καὶ Χριστοῦ τὴν δόξαν ἐτράνωσας.
Ὡς Ἀπόστολος ὡς κῆρυξ θλῖψιν πᾶσαν ὑπέμεινας, ὑπὲρ εὐσεβείας· διό σου δεόμεθα Ὅσιε, ἅπασαν θλῖψιν καὶ πόνον διασκέδασον, ἀφ’ ἡμῶν τῶν τὰ σὰ ἐκτελούντων μνημόσυνα.
Θεοτοκίον.
Νέκρωσόν μου Θεομῆτορ τοῦ νοὸς τὰ κινήματα, καὶ τὰ τῆς ψυχῆς μου, φώτισον ἁγνὴ αἰσθητήρια· καὶ δυνατὸν κατ’ ἐχθρῶν με Σὺ ἀπέργασαι, ἵνα κράζω Σοι· δόξα Παρθένε τῷ τόκῳ Σου.

Προεόρτιος. ᾨδὴ ε' Ὁ Εἰρμός
Ὁ ἄνθραξ τῷ Ἡσαΐα προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, θεογνωσίας φωτισμὸν δωρούμενος.
Λυτροῦσαι τῶν ἀμετρήτων με κακῶν Κύριε, ὑπερβολῇ ὡς ἀγαθὸς χρηστότητος, ἐν Σπηλαίῳ ἐκ τῆς Παρθένου ἐν Βηθλεέμ, ἀποτεχθεὶς ὡς ἄνθρωπος.
Μετὰ σαρκὸς νῦν προελθὼν ὁ Κύριος, δι' εὐσπλαγχνίαν τοὺς βροτοὺς ῥυσάμενος, δυναστείας τοῦ ἀρχεκάκου, εἰς οὐρανοὺς ἀναγαγὼν ἐθέωσε.
Νῦν ἥκει ἐν ἀλλοτρίῳ, ὁ Χριστὸς σώματι, ἐν τοῖς ἰδίοις, ξενωθῶμεν ἅπαντες, τῶν ἀτίμων παθῶν, καὶ τοῦτον δεξώμεθα, σαρκὶ τικτόμενον.

Τοῦ Ὁσίου. Τὸ φαεινὸν ἡμῖν.
Νέος ἀπόστολος Πάτερ γέγονας, τοῖς Ἑβδομήκοντα ὁμοιούμενος, καὶ ἐφεπόμενος τῷ Μεθοδίῳ, ὡς Παύλῳ τὸ κήρυγμα, μύστης καταγγέλοντι.
Λῆμμα τῆς χάριτος ὄντως πέφηνας, κατ’ ἐκλογὴν σοφέ, ὡς πάλαι Προφήτης ὁ ἔνθεος, οὗ ἐκληρώσω καλῶς καὶ τὸ ὄνομα, καθὰ καὶ τὸν τρόπον Ναούμ.
Ἠγαπηκὼς Χριστὸν ὑπὲρ δύναμιν, ἐκ τῆς καρδίας σου, διανοίας τε καὶ ψυχῆς Ὅσιε, ὑπερβαλλόντως αὐτῷ νῦν ἠγάπησαι, καὶ δόξης ἠξίωσαι.
Θεοτοκίον.
Μεταβολαῖς βιαίοις χειμάζομαι, καὶ περιστάσεσι, καὶ μακραῖς ὑπερορίαις Δέσποινα· πρὸς τὸν λιμένα τὸν Σὸν ἐγκαθόρμισον, ἡ τῶν ἀνελπίστων ἐλπίς.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Κατήκοος γέγονας, πανσόφων διδαγμάτων σο΄φε, ὁ γνήσιος, τοῦ θείου Μεθοδίου, τοῦ Παννονίαν ἀναγεννήσαντος, θείῳ ναπτισμῷ, καὶ τῶν Γραφῶν, θεϊκαῖς ἐκδόσεσιν· οὗ τὸν τρόπον ἐζήλωσας.
Ὡραῖοι οἱ πόδες σου, κηρύγματι γεγόνασι, τοῦ θείου σαφῶς Εὐαγγελίου, διαδραμόντες, μέρος πολύπλοκον· καὶ τοὺς ἀπιστίας ἐν νυκτί, τῇ πέτρᾳ προσκόπτοντας, πρὸς φῶς θεῖον ἐνάγοντας.
Νεώσαντες Ὅσιε, τὴν γῆν περιελάβετε, σὺ μὲν καὶ ὁ Κλήμης τε ὁ θεῖος, δόγματα ταύτῃ ἐγκατασεπείραντες· καὶ νῦν ἀποφέρεσθε καρπόν, τὴν θείαν ἐπίγνωσιν, καὶ ἐτήσια ᾄσματα.
Θεοτοκίον.
Στεφάνωσον Δέσποινα, ὡς ὅπλῳ εὐδοκίας ἡμᾶς, τοῖς Σοῖς οἰκτιρμοῖς κατοχυροῦσα, καὶ βοηθείαις καὶ ἀντιλήψεσι· κύκλῳ τῆς ἐμῆς γὰρ ἀφειδῶς, ζωῆς κατεστράτευσε, τῶν καῶν ἐπισύστασις.
Προεόρτιος. ᾨδὴ ς' Ὁ Εἰρμός
Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾅδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Ξενίζεται ἀκοὴ τοῦ πράγματος τὸ μέγεθος, πῶς ὁ ἀχώρητος, χωρηθεὶς ἐν μήτρᾳ ἔρχεται, τεχθῆναι δι' ἡμᾶς, ἐκ Μητρὸς νεάνιδος, οὗ τὸν τόκον ἀνύμνησαν Ἄγγελοι.
Ὁ Ἥλιος, φωτεινῇ ἐν Νεφέλῃ κρυπτόμενος, τεχθῆναι ἔρχεται, ἐν Σπηλαίῳ φανερούμενος· ἀστὴρ γὰρ φαεινός, εἰς αὐτοῦ προσκύνησιν, Βασιλεῖς ἐκ Περσίδος συνήγαγε.
Πῶς δέξεται, Βασιλεῦ σε σμικρότατον Σπήλαιον, γνώμῃ πτωχεύσαντα, τὸν πλουτίζοντα τὰ σύμπαντα; πῶς βλέψει σε βροτῶν, φύσις σωματούμενον; Προσκυνοῦμεν τήν σὴν συγκατάβασιν.

Τοῦ Ὁσίου. Τὸν Προφήτην Ἰωνᾶν.
Μαθητῶν τὴν τετρακτύν, ἀνεπλήρωσας σοφέ, τῶν κηρύκων τοῦ Χριστοῦ, καὶ τῶν σοφῶν μυσταγωγῶν, Κυρίλλου τε καὶ Μεθοδίου, Βουλγάρων τῆς πατριᾶς.
Ἀπηλάθητε μακράν, μύσται καὶ μυσταγωγοί, ὑπεμείνατε Ἑιρκτάς, ἐμαστίχθητε ὁμοῦ, τοῦ Πνεύματος, ὑπὲρ προόδου, προκινδυνεύοντες.
Θέεις δρόμους, τοὺς μακρούς, σὺν Κυρίλλῳ ἐκ βοῤῥᾷ, ἄχρι Ῥώμης τῶν αὐτοῦ, κοινωνῶν κόπων σοφέ· Βουλγάρους τε, σὺν Μεθοδίῳ, αὖθις ἐφώτισας.
Θεοτοκίον.
Ἐκ δεινῆς ἀπαγωγῆς, ἐλευθέρωσον ἡμᾶς, καὶ παθῶν καὶ πειρασμῶν, καὶ παντοίων δυσχερῶν, πανάμωμε, καὶ πάσης βλάβης, τάχος ἐξάρπασον.

Ἕτερος. Ἐβόησε προτυπῶν.
Τὸ λόγιον καὶ ἐν σοὶ ἐπληρώθη τὸ ἔνθεον· εἰς τὴν γῆν γάρ, τῶν Βουλγάρων ἐξέδραμεν ἅπασαν, ὁ θεῖός σου φθόγγος, καὶ περάτων μέχρι τὰ σὰ ῥήματα.
Ἀπὸ ἄκρων, τῶν βορείων εἰς ἄκρα τῆς δύσεως, ἐν θαλάσσῃ, τὰς πορείας μακάριοι θέμενοι, εἰσήλθετε Ῥώμην, τὴν καινὴν διαθήκην κοινώσασθαι.
Ναὸς θεῖος καὶ Θεοῦ σεπτὸν καταγώγιον, σὺ ὑπάρχων, θεοφόρε Ναοὺμ ἐκ νεότητος, κἀμὲ σαῖς πρεσβείαις, ποίησον δοχεῖον τοῦ Πνεύματος.
Θεοτοκίον.
Τίς γένωμαι πανταχόθεν ἀεὶ πολεμούμενος; Σύ μου πέρας, καταφυγῆς γενοῦ Θεονύμφευτε· καταπονουμένω, βοηθὸς γὰρ ὑπάρχεις ἀπρόσμαχος.



Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν λαμπρῶν ἀγώνων σου, ἡ πανσεβάσμιος μνήμη, ὥσπερ μέγας ἥλιος, ἐξανατέλλουσα πᾶσι, πρόσωπα, τῶν σὲ ὑμνούντων καταφωτίζει· δαίμονας, καὶ πᾶσαν νόσον ἀποδιώκει· διὰ τοῦτο συνελθόντες, ἐκ πόθου ταύτην, πιστῶς εὐφημήσωμεν.
Ὀ Οἶκος.
Ὁ Πατὴρ ἡμῶν, καὶ μέγιστος προστάτης, καὶ φωστὴρ διαπρύσιος Ναούμ, ἐπέφανε σήμερον· δεῦτε συνδράμωμεν τῶν πιστῶν ἡ πληθύς, τούτῳ χαίροντες· αὐτὸς γὰρ πάντας ἡμᾶς κατεφώτισε, καὶ τὸ τῆς πλάνης σκότος διέλυσεν· αὐτὸς κατ’ ἴχνος τῷ Χριστῷ ἠκολούθησε, καὶ θῦμα ἑαυτὸν εὐπρόσδεκτον παρέδωκεν· αὐτὸς καὶ τὴν ἀξιάγαστον αὐτοῦ μνήμην τε καὶ ἑορτήν, πανδαισίαν πνευματικὴν ἅπασι τοῖς πιστοῖς, τανῦν παρατίθεται· ἣν ἐκ πόθου ἅπαντες, πιστῶς εὐφημήσωμεν.

Συναξάριον
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ναοὺμ τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ ἱεροκήρυκος Βουλγαρίας.
 Tὴν Bουλγαρίας γῆν ἅπασαν παμμάκαρ,
Nαοὺμ λόγοις σοῖς λαμπρύνεις καὶ θαύμασιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων, τῶν ἐν Κρήτῃ μαρτυρησάντων.
Τοῦ ποιμενάρχου θρέμματα Χριστοῦ δέκα,
Εἰσηλάθη τμηθέντα μάνδρᾳ Μαρτύρων.
Οὗτοι ὑπῆρχον κατὰ τοὺς χρόνους τοῦ βασιλέως Δεκίου ἐν ἔτει 250 καταγόμενοι ἐκ τῆς νήσου Κρήτης, ἀπὸ διαφόρους πόλεις καὶ χωρία αὐτῆς· ἀπὸ μὲν τὴν Μητρόπολιν Γορτύνην ἦσαν πέντε, ὁ Θεόδουλος, ὁ Σατορνῖνος, ὁ Εὔπορος, ὁ Γελάσιος καὶ ὁ Εὐνικιανός· ἀπὸ δὲ τὴν Κνωσὸν ἦταν ὁ Ζωτίκος· ἀπὸ τὸν λιμένα τοῦ Πανόρμου ἦτον ὁ Ἀγαθόπους· ἀπὸ τὴν Κυδωνίαν ὁ Βασιλείδης· καὶ ἀπὸ τὸ Ἡράκλειον ὁ Εὐάρεστος καὶ ὁ Πόμπιος. Οὗτοι λοιπὸν παρεδόθησαν ἀπὸ τοὺς ἀπίστους, εἰς τὸν ἄρχοντα τῆς Κρήτης· ὁ δὲ ἄρχων ἐπρόσταξε τὸν δήμιον νὰ τριγυρίζη αὐτοὺς εἰς τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ ἐὰν δὲν θέλουν νὰ θυσιάσουν εἰς αὐτά, νὰ τιμωρῇ αὐτοὺς δὲ διαφόρους τιμωρίας. Εἰς διάστημα λοιπὸν τριάκοντα ὁλοκλήρων ἡμερῶν, ἐδιώκοντο οἱ τοῦ Χριστοῦ Ἀθληταὶ ἀπὸ τοὺς ἀτάκτους εἰδωλολάτρας καὶ ἐπεριπαίζοντο καὶ ἐσύροντο κατὰ γῆς ἐπάνω εἰς τὰς κοπρίας. Ὕστερον δὲ καθίσας ὁ ἄρχων ἐπὶ τοῦ κριτηρίου παρέστησεν αὐτοὺς ἔμπροσθέν του, καὶ βλέπων ὅτι εἶχον τὸ φρόνημα στερεόν, καὶ ἔμενον ἀσφαλῶς εἰς τὴν τοῦ Χριστοῦ πίστιν, ἐπρόσταξε καὶ ἐστρεβλώθησαν τὰ μέλη τῶν Ἁγίων. Καὶ ἀφοῦ μὲ πολλὰς βασάνους ἐβασανίσθησαν, τελευταῖον ἀπεκεφαλίσθησαν. Καὶ οὕτως ἔλαβον οἱ μακάριοι τοῦ μαρτυρίου τοὺς στεφάνους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Παύλου, Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.
 Ὄντως ὁ Παῦλος κατὰ Παῦλον ἣν φέρων,
Tὰ τοῦ Xριστοῦ στίγματα τῇ σαρκί ξένως.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σχίνων ξίφει τελειοῦται.
 Oὐκ ἂν λαθοίμην οὐδέ σου Mάρτυς Σχίνων,
Tοῦ μὴ λαθόντος, ὡς ἀπετμήθης κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νήφωνος, ἐπισκόπου Κωνσταντιανῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Χρυσογόνου, ἐπάρχου πόλεως Θεσσαλονίκης.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Προεόρτιος. ᾨδὴ ζ' Ὁ Εἰρμός
Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον· Ὁ ὑπέρθεος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ῥήματα ἐκπληρῶν Θεοῦ Λόγε, ἱερωτάτων Προφητῶν, ἔρχῃ τεχθῆναι Σπηλαίῳ σπαργανωθῆναί τε ὥσπερ νήπιον, ὅπως λύσῃ μου, τὰς σειρὰς ὡς ἀγαθός, τῶν πολλῶν ἐγκλημάτων.
Στόματι οὐρανὸς κεχρημένος, ἄστρῳ μεγίστῳ ἐκβοᾷ, τὴν ἐπὶ γῆς παρουσίαν, τοῦ δι' ἡμᾶς ἀρρήτως πτωχεύσαντος· ᾧ χρησάμενοι ὁδηγῷ οἱ ἐκ Περσῶν, ἀφίκοντο σπουδαίως.
Τάγματα τῶν Ἀγγέλων ὑμνῆσαι, μέλλοντα τίκτεσθαι Χριστόν, νῦν εὐτρεπίζονται φόβῳ· ἀπὸ μακρὰν δὲ Μάγοι, ἀφικέσθαι τοῦ θεάσασθαι, ξένον θέαμα ἐν γῇ, Θεὸν σωματωθέντα.
Ὑμνοῦμέν σε τὴν πάντων αἰτίαν, τῶν ἀγαθῶν μόνη Ἁγνή· σωματοφόρον γὰρ Λόγον ὑπερβολῇ χρηστότητος τέτοκας, οὗ τὴν γέννησιν προεμήνυσεν ἀστήρ, ἐν Βηθλεὲμ τῇ πόλει.

Τοῦ Ὁσίου. Τοὺς ἐν καμίνῳ.
Ὁ ἐνεργῶν θαυμάσια Θεός, ἐῤῥύσατο τῆς βαρβάρων φυλακῆς, Ναοὺμ θαυμασίως σε σὺν τοῖς μύσταις, καὶ γὰρ ἄφνω πέπτωκε, καὶ λέλυται τὰ δεσμά, τὰ τῶν χειρῶν καὶ ποδῶν.
Ὑποβολεὺς τῶν θείων διδαχῶν, διδάσκαλος ἐγένου λαοῦ κακεντρεχοῦς· μεταβολαῖς δὲ θεϊκαῖς τοῦτον εἰργάσω, ὄντως θεοδίδακτον, πρόβατον πράου Χριστοῦ, ἀντὶ ἀγρίου θηρός.
Ἅρμα Κυρίου πέφηνας Ναούμ, τὸ ὄνομα τοῦ Χριστοῦ βαστάζων γραφικῶς, ἐθνῶν πολλῶν καὶ βασιλέων ἐναντίον, καὶ δοξάζων πράξεσι, καὶ ὑπ’ Αὐτοῦ εὐκελῶς ἐνδοξαζόμενος.
Θεοτοκίον.
Ἱκετηρίους πρόσδεξαι εὐχάς, τῶν δούλων Σου Παναγία ἄχραντε ἁγνή, καὶ δεινῶν ἡμᾶς συμφορῶν ἐπερχομένων, λύτρωσαι πρεσβείαις Σου, καὶ συμμετόχους τῆς Σῆς, ποίησον θείας δόξης.

Ἕτερος. Ὀ διασώσας ἐν πυρί.
Ἱδρῶσι τοῖς ἀσκητικοῖς, ἱδρῶτας ἀνέμιξας Πάτερ, τοὺς ὄντως Ἀποστολικούς, προαιρέσει καὶ Μάρτυς δὲ ὕστερον, χωρὶς αἵματος πέφηνας, ὁ Θεὸς ἀνακραυγάζων, εὐλογητὸς εἶ.
Νεκροποιὰ τῶν λογισμῶν, πέδιλα σαφῶς ἀπεβάλου, Μωσῆς καθάπερ τῶν ποδῶν, καὶ Θεὸν ἀκραιφνῶς κατενόησας, τοὺς λαοὺς δὲ ψάλλειν ἔπεισας· ὁ Θεος ὁ τῶν πατέρων ἡμῶν, εὐλογητὸς εἶ.
Ὁ τὰ θελήματα ποιῶν, τῶν αὐτὸν Θεὸς φοβουμένων, ἐξιλασμοὺς ὑπὲρ ἡμῶν, τοὺς σοὺς Πάτερ οὐδόλως ἀπώσεται· διὸ μέμνησο πάντοτε, τῶν καρδίᾳ καὶ ψυχῇ σε ὐμνολογούντων.
Θεοτοκίον.
Σωματικῶν ἀπὸ παθῶν, ἀπὸ ψυχικῶν συντριμμάτων, ἀπὸ κινδύνων χαλεπῶν, κακουργίας ἐχθρῶν πολεμούντων με, τὸν Σὸν δοῦλον ἐξάρπασον, καὶ τῷ κράτει Σου Παρθένε, περίφραξόν με.

Προεόρτιος. ᾨδὴ η' Ὁ Εἰρμός
Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Φορέσας με Χριστέ, ὃν ἐγύμνωσεν ἀπάτῃ ἡ ἁμαρτία, φανερωθῆναι σὺ καὶ νήπιος, ἐπὶ φάτνης ἔρχῃ τεχθῆναι, ἄστρου σε φαιδρῶς κηρύττοντος, τοῖς ἀναβοῶσιν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Χορεύσωμεν πιστοί, καὶ σκιρτήσωμεν τῷ πνεύματι, ὁ Δεσπότης, καταπλουτῶν ἡμᾶς, ἐν πάσῃ δικαιοσύνῃ, ἤδη πτωχεύει καθάπερ νήπιον, τεχθεὶς καὶ ἀνακλιθεὶς ἐν τῇ φάτνῃ· ὃν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ψαλτήριον τερπνόν, ἀνάλαβε Προφῆτα Δαυῒδ καὶ λέγε· ἰδοὺ ἠκούσαμεν, Παρθένον Σιὼν ἐν πόλει, μέλλουσαν τίκτειν, Θεὸν Βασιλέα Κύριον, ᾧ καὶ μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ὡραῖος ἒκ γαστρός, σοῦ προέρχεται τεχθῆναι, ἀρρήτῳ λόγῳ καθωραΐσαι, τὸ ἀνθρώπινον ἀφθαρσίᾳ, Παρθένε θέλων, ὁ ἀγαθοδότης Κύριος· ᾧ νῦν μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.







Τοῦ Ὀσίου. Ὃν φρίττουσιν Ἄγγελοι.
Ναοὺμ τὸν θεόπνευστον, τοῦ Πνεύματος πιστοί, ὑμνήσωμεν ὄργανον, ἐν λόγοις ἱεροῖς βοῶντες Κυρίῳ· ταῖς αὐτοῦ προσευχαῖς, σῶσον τοὺς τὸ κράτος, τὸ Σὸν ὑμνολογοῦντας.
Ἐπέδραμες ἅπαντα, τὰ μέρη τῶν Μυσῶν, σὺν Κλήμεντι πάνσοφε, τῷ σῷ συμφοιτητῇ, Ἀχρίδα καὶ κύκλῳ τοὺς λάους ὁδηγῶν, πρὸς τρίβον εὐθεῖαν, ταῖς σαῖς διδασκαλίαις.
Σταυρόν σου ἐπὶ ὤμων, ἀράμενος Ναούμ, Χριστῷ ἠκολούθησας, τῷ μόνῳ Βασιλεῖ· παρ’ Οὗ καὶ τῆς νίκης, ἧρας στέφος σοφέ, ὡς ἠγωνισμένος, νομίμως θεομάκαρ.
Θεοτοκίον.
Οἱ παῖδες προέγραφον, φλεχθέντες μηδαμῶς, τὴν μήτραν Σου πάναγνε, μηδόλως τῷ πυρί, τῷ θείῳ φλεχθεῖσαν, Θεῷ δὲ ἀληθῶς, φυλαχθεῖσαν μόνῳ, Παρθένε εἰς αἰῶνα.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Ὁ Λόγος ὁ πάντας ἀλογίας, ἐθέλων ἀνθρώπους ἐκλυτρώσασθαι, μίαν τῶν πυρίνω  σοι, γλῶσσαν ἐδωρήσατο· δι’ ἧς Βουλγάρων ἄλογον γένος εἰς εὔλγον, μετήγαγες ἐπίγνωσιν πάντας, σέβειν ἐκδιδάξας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Καθεῖλες τυράννων τὴν μανίαν, ἐν στάσει τῇ σῇ καὶ τῶν συμπόνων σου, Ναοὺμ παναοίδιμε· πληγὰς ὁμοῦ καὶ μάστιγας, καὶ φυλακὰς ὑπέμεινας ὑπὲρ τοῦ Πνεύματος, προόδου μαχόμενος Πάτερ, ἐξ αὐτῆς τῆς θείας, πηγῆς τῆς ἀναιτίου.
Ἀπέδρα ὅπου πόνους, ἀθυμία ὀδύνη καὶ στεναγμός, καὶ πᾶσα κάκωσις, ὅπου ἡ ἀνέκφραστος, χαρὰ καὶ ἡ ἀπόλαυσις, τῶν πρωτοτόκων ἔνθα νῦν ἡ κατοικία Ναούμ, κατώκησε Χριστός σε ἀξίως, τοὺς ὑπὲρ αὐτοῦ σου, δεξάμενος καμάτους.
Βιαίαις κυκλούμενοι ἀνάγκαις, ἐχθρῶν ἐξ ὁρωμένων ἀοράτων τε, θλίψεσι παλαίοντες, νόσοις περιστάσεσιν, ἀπαγωγαῖς ἀδήλαις τε, καὶ ἐξορίαις πικραῖς, βοῶμεν ἐν ὀδύνῃ καρδίας· σῶσον ἡμᾶς Σῶτερ, λιταῖς τοῦ Σοῦ Ὁσίου.
Θεοτοκίον.
Ἀπώλετο ἀπ’ ἐμοῦ φυγὴ εἰς τέλος· ἐπλήθυναν γραφικῶς οἱ ἐκζητοῦντές με, Σὺ γενοῦ μοι Δέσποινα, σκέπη καὶ κραγταίωμα, καταφυγὴ καὶ στήριγμα, καὶ ἀγαλλίαμα, βεβαίας σωτηρίας ἐλπίς μου· ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.  






Προεόρτιος. ᾨδὴ θ' Ὁ Εἰρμός
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς, καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε. Ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
Ἰδοὺ τοῖς δούλοις μόνε, Βασιλεῦ ἀπεγράφης, Καίσαρος γνώμῃ, θέλων με δουλείας, ἀπαλλάξαι ψυχοφθόρου· πόλει Βηθλεὲμ προφθάσας δέ, σαρκὶ τεχθῆναι, βροτοὺς εἰς οὐρανούς, φέρεις τοὺς ἀνυμνοῦντας ἐν πίστει, τὰ σὰ Γενέθλια.
Ὡραῖος κάλλει, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ σὸς Παρθένε πέφυκεν, Υἱός τε καὶ Δεσπότης τῶν ἁπάντων, ὃν ὥσπερ ὡραία δάμαλις ἐν τῷ Σπηλαίῳ, τῆς Βηθλεέμ προέρχῃ, τεκεῖν ὑπερφυῶς, ὅπως εὐεργετήσῃ καὶ σώσῃ, τοὺς προσκυνοῦντας αὐτόν.
Σὲ φωτοδότα, Ἥλιε τῆς δικαιοσύνης, καθυποδύντα μήτραν, καὶ τεχθῆναι ὑπὲρ λόγον βουληθέντα, πόρρωθεν Ἀστὴρ ἐμήνυσε, τοῖς Ἀστρολόγοις νυκτὶ κεκρατημένοις, καὶ πλάνης σκοτασμῷ οὖσι, καὶ προσκυνήσαντες πίστει, δῶρα κομίζουσιν.
Ἡ γῆ χορεύει, ὥσπερ αἰσθομένη τὴν θείαν ἐπιδημίαν, τοῦ δι' εὐσπλαγχνίαν ἀπορρήτως ἐκ Παρθένου, ἤδη ἀνατέλλειν μέλλοντος, ὁ οὐρανὸς δὲ ἀνακηρύττει τοῦτον, ὡς φθόγγῳ μυστικῷ, Ἄστρου ἀνατολῇ φαινομένου, τοῖς Μάγοις πόρρωθεν.
Φέρεις Υἱέ μου, ὅλην τοῦ Πνεύματος τὴν ἰδέαν, καὶ πῶς σε φέρω, ὅμοιον ἐμοὶ κατὰ πάντα γεγονότα; ἔλεγεν ἡ Ἀπειρόγαμος ἐκπληττομένη· ἣν ὡς Θεοῦ Μητέρα, τιμήσωμεν πιστοί, πάντες καὶ ἐν αἰνέσει, συμφώνως δοξολογήσωμεν.

Τοῦ Ὁσίου. Τὴν φωτοφόρον νεφέλην.
Ἀξιοχρέως τιμᾷ σου, ἡ Βουλγαρία τὴν μνήμην· σὺ γὰρ αὐτῆς φωταγωγός, σὺν τῷ θείῳ Γωράσδῳ, Κλήμεντι τῷ θαυματουργῷ τῷ Ἀγγελαρίῳ τε ὤφθητε, τοῖς πανσόφοις Ναοὺμ ἱερομύσταις, ἣν πρεσβείαις περιέπετε ἀεί.
Ῥώμη κατεῖδε τὸν δρόμον, τὸν ἰσαπόστολον ὄντως, θεῖε Μεθόδιε ὑμῶν, Κύριλλε θεομάκαρ· καὶ τοῦ Θεοῦ τὰ ἐφ’ ὑμῖν, κατεπλάγη ἔνδοξα· διὸ Ναούμ, καὶ τῶν ὑμῶν ὑποφήτην εὐφημοῦμεν, ἐτησίοις ἐν ᾠδαῖς,
Χοροστασίαι Πατέρων, καὶ Ἀποστόλων Ὁσίων, Ἱεραρχῶν θεοειδῶν, καὶ Ἁγίων Μαρτύρων, καθυπεδέξαντό σε νῦν, μετὰ τῶν συνάθλων σου· τὸν βίον γάρ, ἀνεμάξω ἁπάντων, καὶ σὺν τούτοις πάντων μέμνησο ἡμῶν.
Ἱερωτέραν εἰδότες, σὲ κιβωτὸν διαθήκης, τοὺς λόγους φέρουσαν Θεοῦ, Μυσῶν σώζοντα πλήθη, ἐπαγγελίας πρὸς τὴν γῆν, τὴν διαιωνίζουσαν· τιμῶμέν σου, τῶν λειψάνων τὴν θήκην, πρὸς τὴν θείαν προηγούμενοι ζωήν.
Θεοτοκίον.
Παρανομούντων ἀνθρώπων, ἐπιβουλῆς τῶν δαιμόνων, ἀπὸ παθῶν παντοδαπῶν, συνοχῆς βαρυτάτης, ἀπὸ ποικίλων πειρασμῶν, δεινῆς κατασχέσεως πανύμνητε, ἐλευθέρωσον πάντας, Θεοτόκε τοὺς ἐλπίζοντας εἰς Σέ.

Ἕτερος. Ἅπας γηγενής.
Στῶμεν ἀδελφοί, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐν αὐλαῖς Αὐτοῦ, καὶ τούτου δοξάσωμεν, τὰ μεγαλεῖα καὶ τὰ θαυμάσια· ὡς θαυμαστὸς ὑπάρχει γάρ, ἐν τοῖς Ἁγίοις Αὐτοῦ, πειθαρχοῦσι, τοῖς Αὐτοῦ προστάγμασιν, οἷς συγχαίρει Ναοὺμ ὁ θαυμάσιος.
Ἴνα σε Ναούμ, συμφώνως γεραίρωμεν, πανηγυρίζοντες, λύτρωσαι πρεσβείαις σου, πάσης ἐνέδρας καὶ περιστάσεως, καὶ συμφορῶν καὶ θλίψεων, καὶ πάσης ἄλλης ὀργῆς· ἱκετεύων, τὸν σὲ ἀναδείξαντα, τῶν Αὐτοῦ πληρωτὴν διατάξεων.
Λαὸς ὃν τοῖς σοῖς, καμάτοις ἐφύτευσας, καὶ τοῖς ἱδρῶσί σου, παμμάκαρ ἐπότισας, καὶ τοῖς ἀγῶσιν ἐῤῥιζοβόλησας, καρποφορεῖ ἐτήσια σοῦ τὰ μνημόσυνα, ἀπαρχάς τε, τοὺς ὕμνους προσάγει σοι· ὅθεν τούτοις Θεὸν ἐξιλέωσον.
Ἄνες μοι Χριστέ, μόνος γὰρ ἐπίστασαι τὰς ἀσθενείας μου, ὅπως ἀναψύξεως, ἐκ τούτων τύχω πρὸς τῆς ἐξόδου μου, ταῖς ἱκεσίαις Δέσποτα τοῦ σοῦ θεράποντος· καὶ μὴ δώῃς, γενέσθαι ἐπίχαρμα, τῶν ἐχθρῶν, κἂν τῷ νῦν, κὰν τῷ μελλόντι.
Θεοτοκίον.
Σὲ τὴν ἀληθῆ, Μητέρα τοῦ κτίσαντος, πάντα βουλήματι, πίστει ἱκετεύομεν, βουλὰς καὶ σκέψεις τῶν ἐχθραινόντων ἡμᾶς, ὡς ἀγαθὴ ματαίωσον· καὶ ἐκ χειρὸς τῶν ἐχθρῶν, τοὺς Σοὺς δούλους, πάντας ἐλευθέρωσον, καὶ ποιμένας καὶ ποίμνην πανύμνητε.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.
Ἐπεσκέψατο Χριστός, λαὸν παραπικραίνοντα, καὶ ἐκ χειρὸς τοῦ πονηροῦ, καὶ ἀπιστίας σκοτασμοῦ, διὰ σοῦ ἀνεσώσατο· καὶ γῆ πᾶσα ἐπλήσθη, Ναοὺμ θείας γνώσεως.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν θαυμασίων ἡ κρήνη, τῶν ἰαμάτων ἡ πηγή, τῶν μοναζόντων τὸ κλέος, τῶν ἱερέων καλλονή, Ναοὺμ ὁ θεῖος τιμάσθω, ἐν ᾄσμασιν ἐπαξίως.
Θεοτοκίον.
Βηθλεὲμ εὐτρεπίζου, πύλας διάνοιξον τὰς σάς, ὁ Βασιλεύς σου γὰ ἥκει, ὁ πρὸ αἰώνων βουληθείς, ἐνανθρωπῆσαι δι’ οἶκτον, ἀγάλλου χόρευε κτίσις.



Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ναοὺμ τὸ τοῦ Πνεύματος σεπτόν, δοχεῖον ἐν ᾄσμασι, καὶ ἱεροῖς μελῳδήμασι, δεῦτε φιλέορτοι, οἱ τῶν τούτου λόγων, καλῶς ὠφελήθεντες, καὶ τῆς υἱοθεσίας λαβόμενοι, τοῦ θείου Πνεύματος, εὐφημοῦντες καταστέψωμεν, τῶν πταισμάτων, τὴν λύσιν αἰτούμενοι. (Δίς)

Ὁ θάνατος τίμιος ὁ σός, ἐναντίον γέγονεν, Κυρίου ὄντως ἀοίδιμε· ἡ γὰρ ζωὴ Ναούμ, εὐσεβείας πλήρης, καὶ ἁγνείας ἔμπλεως, καὶ πάσης ὁσιότητος γέμουσα· ὑφ’ ὧν προσγίνεται, τὸ θεοῦσθαι κατὰ μέθεξιν· ὅπερ Πάτερ, καὶ σοὶ προσεγένετο.

Ἐκ θλίψεως δὸς ἡμῖν Ναούμ, Ἅγιε βοήθειαν, καὶ πειρασμῶν πάντων λύτρωσαι, καὶ γὰρ βοήθεια, ματαία ἀνθρώπου, σὺ δὲ ὑπὲρ ἄνθρωπον, καὶ μᾶλλον τῶν Ἀγγέλων συνόμιλος, παρεμβαλεῖς ἡμᾶς, κύκλῳ νῦν τῶν φοβουμένων σε, καὶ τιμώντων, τὸ σεπτόν σου λείψανον.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν ἐνθεών καμάτων σου Ὅσιε Πάτερ, ὁ καρπὸς ἐστήριξε, τῶν πιστῶν τὰς καρδίας· καὶ γὰρ βλεφάροις ὕπνον τοῖς σοῖς οὐκ ἀνέδωκας, οὐδὲ νυσταγμὸν τοῖς σοῖς ὄμμασιν, ἕως οὗ διέσπειρας τὴν εὐσένειαν, καὶ τῆς ὀρθοδοξίας τὰ δόγματα· διὸ καὶ νῦν Ναούμ, τὴν μνήμην σου συγκροτοῦντες ὑμνοῦμέν σε, ἐν ᾗ ἡμᾶς ἐπόπτευε, παρεστὼς παῤῥησίᾳ Χριστῷ, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Προεόρτιον.
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τῇ δραστικωτάτῃ σου προσευχῇ, εὐσεβῶν προστάτα, Ναοὺμ Ὅσιε ἱερέ, δίδου τὸν Δεσπότην, εὐμενῆ σοῖς ἱκέταις, τοῖς σὲ Πάτερ τιμῶσι καὶ μακαρίζουσι.
Τοῖς ἐν τῷ πανσέπτῳ καὶ σωστικῷ, τεμένει σου θείῳ, παρεστῶσιν ὑμνολογεῖν, Ναοὺμ θεοφόρε, καὶ λύσιν ἐξαιτοῦσι, τῶν πρὶν ἡμαρτημένων, ἄφεσιν δώρησαι.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῶν σῶν δούλων, Ναοὺμ Πάτερ θαυματουργέ, καὶ τούτοις δυσώπει, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι καὶ μελλούσης, ὀργῆς καὶ θλίψεως.
Σημειώσεις: Διὰ τὴν Μονὴ τοῦ Ὁσίου Ναούμ, βλέπε: http://vlahofonoi.blogspot.gr/2014/05/blog-post_2848.html

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου