Παρασκευή 6 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 19. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΟΝΙΦΑΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ




ΔΕΚΕΜΒΡΙΟΣ ΙΘ΄!!

ΒΟΝΙΦΑΤΙΟΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Μάρτυρος. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Εὔκλειαν ἐπόθησας, ἀποκειμένην τοῖς Μάρτυσιν, Ἀθλοφόρε πολύαθλε, καὶ πόνους ὑπήνεγκας, θαρσαλέᾳ γνώμῃ, ἄπονον πρὸς λῆξιν μετατεθῆναι προσδοκῶν, καὶ τὰ βραβεῖα ζητῶν κομίσασθαι, παμμάκαρ τὰ οὐράνια, καὶ Παραδείσου τὴν οἴκησιν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, καὶ ζωὴν τὴν αἰώνιον. 

 

Ὀνύχων σπαράγματα, καὶ χαλεπὰ ἐκκεντήματα, καὶ μολύβδου πυράκτωσιν, τῆς κάρας ἀφαίρεσιν, καὶ τοὺς δριμυτάτους, ὑπήνεγκας πόνους, καὶ προσετέθης τῷ χορῷ, τῶν Ἀθλοφόρων χαίρων Πολύαθλε· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦμεν πανήγυριν, ἀθλητὰ Βονιφάτιε, τῶν Ἀγγέλων συμμέτοχε. 

Δοῦλόν σε προπέμψασα, θεῖον δεσπότην ἀπέλαβεν, Ἀγλαῒς Βονιφάτιε, παθῶν κυριεύσαντα, βεβασιλευκότα, ἀθέων τυράννων, καταβαλόντα τοὺς ἐχθρούς, καὶ νίκης στέφος ἀναδησάμενον· διὸ ναὸν σοι ἅγιον, περικαλῆ τε δομήσασα, ἐν αὐτῷ ἐναπέθετο, ἱερῶς εὐφημοῦσά σε. 

 

Ἕτερα. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Δεῦτε συνελθόντες ἀδελφοί, δεῦτε φιλομάρτυρες, καὶ ἐπινίκια ᾄσματα, Χριστῷ συμψάλωμεν, τῷ ἐνισχυκότι, τὸν Αὐτοῦ θεράποντα, τὸν θεῖον καὶ στεῤῥὸν Βονιφάτιον, ἀθλῆσαι ἄριστα, καὶ εἰδώλων τὴν σκοτόμαιναν, ἀφανίσαι Σταυροῦ θείᾳ χάριτι.

 

Μάρτυς Βονιφάτιε τρωθείς, ἔρωτι τὸ πρότερον, τῆς Ἀγλαΐδος μετέπειτα, ὑπερεπόθησας, εὔκλειαν Μαρτύρων, καὶ Χριστὸν τὸν Κύριον, κηρύξας παῤῥησίᾳ ὑπέμεινας, βασάνους ἔνδοξε, καὶ τὸ στέφος τῆς ἀθλήσεως, ἐκληρώσω καὶ δόξαν οὐράνιον.

 

Πανένδοξε Μάρτυς τοῦ Χριστοῦ, μάκαρ Βονιφάτιε, τοὺς Ἀσωμάτους κατέπληξας, τῇ μετανοίᾳ σου, καὶ τῷ μαρτυρίῳ, ὃ στεῤῥῶς ὑπέμεινας, πρὸς δόξαν τοῦ Κυρίου καὶ ἔπαινον, Ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.

Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις κατὰ τὸν θεῖον Ἀπόστολον· ἰδοὺ γὰρ Βονιφάτιος ὁ κλεινός, δοῦλος γενόμενος, γυναικός τινος Ἀγλαΐδος, οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν κατεμόλυνεν. Πεμφθεὶς δὲ ὑπ’ αὐτῆς εἰς Ἀνατολὴν πρὸς συλλογὴν λειψάνων Ἁγίων Μαρτύρων, ἵνα ἔχωσι ταῦτα πρὸς ἁγιασμόν, καὶ ψυχικὴν σωτηρίαν, ἀλλοιώσει θείᾳ τὸν νοῦν καταυγασθείς, καὶ ζηλώσας τοὺς Μάρτυρας, τὸν Χριστὸν διεκήρυξεν· ὅθεν ὑπομείνας χαλεπὰς τιμωρίας, καὶ ξίφει τὴν κάραν ἀποτμηθείς, στεφηφόρος, πρὸς οὐρανὸν ἀνελήλυθε, καὶ Χριστῷ συμβασιλεύει, εἰς αἰῶνας εὐφραινόμενος.

 

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου την νηδύν· ὄψει γὰρ τὸτικτόμενον ἐξ ἐμοΰ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην άνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ’ ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α’.

Εὐφραίνου ἐν Κυρίῳ φιλομαρτύρων ὁ χορός· ἰδοὺ γὰρ ἡμᾶς συνεκάλεσε Βονιφάτιος, ὁ κλεινὸς τοῦ Χριστοῦ Ἀθλητής, προσθεὶς ἡμῖν εεἰς τράπεζαν μυστικὴν τὰ θεῖα αὐτοῦ παλαίσματα. Κορεσθῶμεν οὖν πνευματικῶς ἀδελφοί, βοῶντες πρὸς αὐτόν· ἠγλαϊσμένε Μάρτυς τοῦ Χριστοῦ, μὴ διαλείπῃς πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ αὐτός.

Τίς ἡμᾶς χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἢ στενοχωρία, ὴ διωγμός· οὐδὲ μάστιγες, οὐ πῦρ ἀπειλοῦν, οὐ σαρκὸς ἡδυπάθεια, οὐδὲ θάνατος, ἐν σταδίῳ ἐβόα ὁ Ἀθλοφόρος τοῦ Χριστοῦ Βονιφάτιος· ὅθεν ὑπεραθλήσας, ἔνθα νέφος Μαρτύρων ἀνέδραμε, καὶ σὺν τούτοις χορεύων περὶ τὸν θρόνον Χριστοῦ τοῦ παντάνακτος, ἀδιαλείπτως πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

 

Δόξα. Ἦχος πλ. α’.

Ἐπέλαμψεν ἡμέρα εὐφρόσυνος καὶ ἑορτὴ ἀεισέβαστος, ἡ τοῦ Ἀθλοφόρου Βονιφατίου μνήμη, τὰς ψυχὰς καταλάμπουσα. Δεῦτε οὖν καὶ ἡμεῖς ἀδελφοί, πνευματικῶς ἑορτάσωμεν βοῶντες πρὸς αὐτόν· χαίροις, ὁ ζηλωτὴς τῶν Ἁγίων Μαρτύρων, καὶ μιμητὴς τούτων γενόμενος· χαίροις, ὁ πρεσβεύων ἀεὶ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν θαῦμα, πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον΄ καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται, τοῦ γεννῆσαι τὸν Κύριον΄ χοροὶ δέ, Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ΄ Τὶ τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι, ἡ ἀπειρόζυγος Δάμαλις;

 

Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.

Ἐν ἀσελγείαις τὸ πρότερον κατεῤῥύπωσας, ψυχὴν ὁμοῦ καὶ σῶμα, Βονιφάτιε Μάρτυς, ἀλλ’ αἵματι τὸ ὔστερον καθαρθείς, μαρτυρίου πανόλβιε, ἡλιακῶν λαμπηδόνων θεοειδῶς, καθαρώτερον ἀπήστραψας.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Κομῖσαι μάκαρ Ἁγίων Μαρτύρων λείψανα, ὑπὸ τῆς Ἀγλαΐδος, ἀπεστάλης τοῦ ἔχειν, πρὸς θείαν σωτηρίαν ἀλλ’ ἀντ’ αὐτῶν, σεαυτὸν προσεκόμισας, ἐνηθληκότας νομίμως ὑπὲρ Χριστοῦ, Βονιφάτιε μακάριε.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μετὰ δακρύων καὶ μύρων προϋπαντήσασα, τὸ θεῖον λείψανόν σου, ἡ σεπτὴ Ἀγλαΐα, ναόν σοι Βονιφάτιε ἱερόν, καὶ περίκλυτον ἤγειρε, καὶ ἐν αὐτῷ σε κατέθετο εὐλαβῶς, ἀναβρύοντα ἰάματα.

 

Δόξα. Ἦχος πλ. β΄.

Ἔρωτι θείῳ τρωθεὶς τὴν ψυχήν, θαυμαστῶς, σαρκικοῦ ἔρωτος κατεκράτησας, καὶ ἐνώπιον ἀσεβῶν καὶ ἀπίστων τυράννων, λαμπρᾷ τῇ φωνῇ Θεὸν ἀληθῆ τὸν Χριστὸν ἀνεκήρυξας· ὅθεν ὑπομείνας δριμυτάτας βασάνους καὶ κολάσει τοῦ σώματος, εἰς τὰς αὐλὰς τοῦ Κυρίου περιχαρῶς κατεσκήνωσας. Διὸ δυσωποῦμέν σε, Μεγαλομάρτυς Βονιφάτιε, μὴ διαλείπῃς πρεσβεύων ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὸ ἱερόν σου μνημόσυνον.

 

 

 

 

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός; 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Μαρτύρων τὴν εὔκλειαν ἰχνηλατήσας θερμῶς, Χριστὸν ὡμολόγησας ἐπὶ ἀπίστων στεῤῥῶς, σοφὲ Βονιφάτιε· ὅθεν καθάπερ πλοῦτον, ἀδαπάνητον μάρτυς, δέδωκάς σου τὸ σῶμα τῇ σεμνῇ Ἀγλαΐᾳ· ἐξ οὗ τῷ κόσμῳ πηγάζει ῥώσις καὶ ἔλεος.

Δόξα. Ὅμοιον.

Ζηλώσας τοὺς Μάρτυρας ἐν τῷ σταδίῳ ἑστώς, Χριστὸν ἀνεκήρυξας ἐν παῤῥησίᾳ πολλῇ, στεῤῥὲ Βονιφάτιε· ὅθεν ὑπεραθλήσας, καὶ τὸν δρόμον τελέσας, ἤλειφας ἐκ Κυρίου, μαρτυρίου τὸ στέφος· καὶ νῦν πρεσβεύεις αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὸν Μάρτυρα Χριστοῦ, καὶ γενναῖον ὁπλίτην, τιμήσωμεν πιστοί, μελῳδίαις ᾀσμάτων, τὸν θεῖον Βονιφάτιον, Ἐκκλησίας ἀγλάϊσμα, τὸν πρεσβεύοντα, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, δοῦναι ἄφεσιν, ἁμαρτιῶν καὶ συγγνώμην, τοῖς τοῦτον γεραίρουσι.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Προέρχεται σαρκί, ἐν Σπηλαίῳ τεχθῆναι, ὁ πάντων Ποιητής, ἐκ Παρθένου ἀχράντου, ὢ παραδόξου θαύματος! Πῶς ὁ ἄναρχος ἄρχεται, καὶ ὁ ἄϋλος σαρκὸς ἐν εἴδει ὁρᾶται; ὅθεν ἅπαντες, προεορτίους αἰνέσεις, Αὐτῷ προσαγάγωμεν.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ταῖς τῶν αἱμάτων σου, ῥοαῖς ἀπέπνιξας, σὺ τὸν ἀρχέκακον, δόλιον δράκοντα, καὶ κατεδρόσισας σοφέ, τὸ δένδρον τῆς Ἐκκλησίας· ὅθεν δυσωποῦμέν σε, Ἀθλητὰ Βονιφάτιε, δρόσισον πρεσβείαις σου, τὰς ψυχὰς ἡμῶν Ἅγιε, ἀεὶ φλογιζομένας τρισμάκαρ, ἐν πλήθει πολλῶν παραπτωμάτων.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα, ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! ἄρχεται ὁ Ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος. Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα, ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ναὸν ἀνεγείρασα περικαλλῆ καὶ λαμπρόν, ἐν τούτῳ κατέθετο ἡ Ἀγλαΐς τὸ σεπτόν, καὶ θεῖόν σου λείψανον· ὅθεν οἱ προσιόντες, Βονιφάτιε Μάρτυς, ῥεῖθρα τῶν ἰαμάτων, δωρεὰν ἐπαντλοῦσι, καὶ πόθῳ δοξάζουσι, τὸν σὲ δοξάσαντα.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

Παρθένοι προεξάρξατε τῇ τῆς Παρθένου χαρᾷ, μητέρες αἰνέσατε τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες, ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι. Αὐτοὶ ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἀθλητὰ Βονιφάτιε, τῆς Ἐκκλησίας ἀγλάϊσμα, ἁμαρτανόντων ὑπόδειγμα πρὸς μετάνοιαν, καὶ τῆς πίστεως ἔρεισμα, ῥῦσαι τοὺς δούλους σου ἐκ πάσης φθοροποιοῦ ἀλγηδόνος ψυχῆς τε καὶ σώματος, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ὡς ἔχων παῤῥησίαν πολυθαύμαστε.

 

 

 

 

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Μάρτυρος δύο.

Ὁ ἀ  Κανών, οὗ ἡ Ἀκροστιχίς: Πιστῶς σε μέλπω Μάρτυς ἠγλαϊσμένε. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος δ'. Τριστάτας κραταιούς

Προθύμῳ λογισμῷ, τοὺς ἀγῶνας ζηλώσας, τῶν γενναίων Ἀθλητῶν, ἐνήθλησας στεῤῥῶς, καὶ τὸν ὄφιν ἐνέκρωσας, ἄθλοις σου τοῖς ζωηφόροις, Ἱερὲ Βονιφάτιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

δὼν ἐπὶ τῆς γῆς, τοῦ ἐχθροῦ τὴν ἀπάτην, κεχυμένην ἀληθῶς, γενναῖε Ἀθλητά, τὴν ψυχὴν πυρπολούμενος, ἔρωτι τῷ θειοτάτῳ, ὑπεισῆλθες τὸ στάδιον, ἀπτοήτῳ τρισμάκαρ φρονήματι.

Σοφίᾳ θεϊκῇ, λαμπρυνόμενος Μάκαρ, τοὺς ἀσόφους δυσμενεῖς, ἐμώρανας, Χριστὸν καταγγέλλων παχύτητι, σώματος ὁμοιωθέντα, ὀφθῆναι ἠθέλησε, Βονιφάτιε οἷς Μάρτυς πολύαθλε.

Θεοτοκίον

Τὸ Ὄρος τοῦ Θεοῦ, Δανιὴλ ὁ προεῖδε, τὴν Σκηνὴν τὴν νοητήν, τὴν Πλάκα τὴν σεπτήν, τὸ τῆς δόξης ἁγίασμα, Τράπεζαν τὸν θεῖον Ἄρτον, τὴν χωρήσασαν ᾄσμασι, τὴν Ἁγίαν Παρθένον ὑμνήσωμεν. 

 

Ἕτερος Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.

Παύλου τὰς παραινέσεις, ποιούμενος ἐναργεῖς, οὐρανῶν Βασιλείαν, ἀπέλαβες ἀντάλλαγμα, δουλείας εὐγνώμονος· ὁ γὰρ δοῦλος κύριος, τῆς κυρίας μεταπεποίησαι.

Ὄνομα φερωνύμως, ἐκλήθης τὸ θαυμαστόν· ἀγαθὸς γὰρ ἀνθρώπων, θεράπων γνωριζόμενος, Χριστὸν ἀγαθότητι, σαρκωθέντα Κύριον, ἐμαρτύρησας Βονιφάτιε.

Θεοτοκίον

Πίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ πάναγνε· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενον τὴν ἀνθρωπότητα.

ᾨδὴ γ'.  Ὅτι στεῖρα ἔτεκεν

ς ποθήσας ἔνδοξε, ἐλευθερίαν τὴν ἄνω, ἀπὸ ζυγοῦ δουλείας, λυτροῦσαι πάθη τὰ σεπτά, ἐζηλωκὼς ἀοίδιμε τοῦ δι' οἶκτον, δούλου χρηματίσαντος.

Σαρκικῶν ἀνώτερος, ἀποδειχθεὶς φρονημάτων, ἐν ἀλλοιώσει θείᾳ, ἀθρόον πᾶσαν προσβολήν, τῶν δυσχερῶν ὑπήνεγκας γηθόμενος, Μάρτυς Βονιφάτιε.

Σεαυτὸν ἀπηρνήσω, καὶ πρὸς ἀγῶνας καὶ πάλας, τοῦ δυσμενοῦς ἐξῆλθες, Σταυροῦ τῷ ὅπλῳ κρατυνθείς, καὶ νικητὴς γενόμενος, δεδόξασαι Μάρτυς Βονιφάτιε.

Θεοτοκίον

αυτὸν ἐκένωσε, τοὺς πατρικοὺς μὴ κενώσας, ἐν τῇ γαστρί σου κόλπους, ὑπερούσιος Θεός, καὶ σὸς Υἱὸς ἐγένετο Πανάμωμε, σῶσαι τὸ ἀνθρώπινον.

 

Ἕτερος. Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου.

Μαρτύρων τοῖς λειψάνοις ποθοῦσα πλουτίζεσθαι, καὶ ἀναθεμένη σοι τὸ ὑπούργημα, μέρους ἡ ἐλπίζουσα τυχεῖν, ὅλον σε παρ’  ἐλπίδα, ἱερωθέντα δι’ ἀθλήσεως, ἡ θεοφιλὴς ὑπεδέξατο.

Οὐκ ἄλλον ἀλλὰ σαυτὸν ἀξίας προέκρινας, τελειῶν τῇ πίστει τῇ φιλομάρτυρι, καὶ τοὺς Ἀθλητὰς παραζηλῶν, καὶ τὸν Θεὸν δοξάζων, ἐν τῇ σαρκί σου καὶ τοῖς αἵμασι, τὸν ὑπὲρ ἡμῶν μαρτυρήσαντα.

Θεοτοκίον

Ἰδοὺ Σὺ ὑπὲρ πᾶσαν ἁγνὴ κεχαρίτωσαι· ὑπερέβης πάσας τῇ ἁγιότητι· πάσας ὑπεραίρεις καὶ πασῶν, ὤφθης ὑψηλοτέρα, τῶν οὐρανίων σαγῶς δυνάμεων, Μήτηρ τοῦ Θεοῦ χρηματίσασα.

 

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τιμήσας τὸν Θεόν, παρ' αὐτοῦ ἐτιμήθης, Μαρτύρων καλλονή, Βονιφάτιε μάκαρ· διὸ καὶ στεφάνῳ σε, θείας δόξης ἐκόσμησεν· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ αἰτοῦμεν, πρεσβεύειν πρὸς Κύριον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.

ᾨδὴ δ'. Δι' ἀγάπησιν Οἰκτίρμον

Μακαρίζων τῶν ἀθλούντων τὴν καρτερίαν, τῇ ἐκμιμήσει Μάρτυς, τῶν σεπτῶν παθημάτων, τούτοις ἐξωμοίωσαι, θεόφρον πανόλβιε.

πειγόμενος ἐν πίστει Μαρτύρων θείων, πρὸς συλλογῆν παμμάκαρ σεαυτὸν τῇ ποθούσῃ, φόρτον ἀξιάγαστον, θεόφρον ἀπέδωκας.

Λιπαινόμενος καθάπερ χρυσίον Μάρτυς, τῶν αἰκισμῶν χωνείᾳ ὀβρυζότερος ὤφθης, φέρων τοῦ ποιήσαντος, παθῶν τὸ ἐκσφράγισμα.

Θεοτοκίον

Παρθενίαν μετὰ τόκον ἐσφραγισμένην, κατανοοῦσα Κόρη, τὸν ἀφράστως τεχθέντα, Λόγον ἐκ λαγόνων σου, πιστῶς ἐμεγάλυνες. 

 

 

 

 

 

 

Ἕτερος. Τὴν θείαν ἐννοήσας σου κένωσιν.

Τῆς δόξης καὶ τιμῆς ἐφιέμενος, καὶ τοὺς ἀγῶνας καὶ σφαγάς, τῶν Ἀθλοφόρων μιμούμενος, δι’ ἑαυτοῦ ἐξεπλήρους, τὸ πᾶν τῆς κεκτημένης ἐπίταγμα.

Ἐλεύθερον κτησάμενος φρόνημα, καὶ παῤῥησίαν εὐγενῆ, τὴν τυραννίδα ἐπόρθησας, καὶ ἀντιλέγων καὶ πάσχων, τὸν νόθον τῆς ἀπάτης ἐδούλωσας.

Θεοτοκίον

Ἀφράστως συλλαβοῦσα πανάμωμε, τὸν ποιητήν Σου καὶ Θεόν, δυσώπει σῶσαι κινδύνων ἡμᾶς, καὶ ψυχικὴν σωτηρίαν, βραβεῦσαι τοῖς ὑμνοῦσί Σε Δέσποινα.

ᾨδὴ ε'. Τὸν φωτισμόν σου Κύριε

ς φωταυγὴς ἀνέτειλας, ἀστὴρ ἀπὸ δυσμῶν, καὶ δύνας Μάρτυς, ἀθλήσει καρτερῶς, αὖθις πρὸς δυσμὰς ἐξανατέλλεις, καταυγάζων τὰ πέρατα.

Μαρτυρικῶς ἠγώνισαι, ὀνύχων σπαραγμοὺς ὀξέσι, Μάρτυς, καλάμοις ὑποφέρων, καὶ τοῦ πονηροῦ τὰ κέντρα πάντα, ἀπαμβλύνων ἐν χάριτι.

Αἱ τοῦ ἐχθροῦ ἠσθένησαν, θεόφρον ἐπὶ σοὶ μηχανουργίαι· καὶ γὰρ τῇ πρὸς Θεόν, νεύσει ἀκλινεῖ σαρκὸς αἰκίσει, ὥσπερ ἄσαρκος ἔφερες.

Θεοτοκίον

ύπου παντὸς ἀπόπλυνον, Παρθένε τὴν ἐμήν, ψυχὴν βοῶ σοι, καὶ σῶσόν με, ἡ τὸν ἀληθῆ Θεὸν Σωτῆρα, ἐπὶ γῆς σωματώσασα. 

 

Ἕτερος. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Νόμοις κυριότητος ὑποτασσόμενος, τὸν ὄντως φύσει εὑρὼν δεσπότην, τὸν Θεὸν ἐκήρυξας, καὶ πρὸς τοὺς τυράννους, ἀντέστης ἀνδρικώτατα.

Οὐ διαπειράζοντες οὐ κολακεύοντες, οὐκ ἀπειλοῦντες οὐκ ἐνεργοῦντες, κυριεῦσαι ἴσχυσαν, τῆς σῆς οἱ διῶκται, ἀθραύστου γενναιότητος.

Θεοτοκίον

Νέκρωσον τὰ πάθη μου Θεογεννήτρια, καὶ τὴν ψυχήν μου τὴν νεκρωθεῖσαν, ἁμαρτίας δήγματι, ἀνάστησον Μήτηρ, τῆς ὄντως ἀναστάσεως.

ᾨδὴ ς'. Ἐβόησε, προτυπῶν

Τυπτόμενος, ταῖς πληγαῖς τῆς σαρκὸς κατεπλήγωσας, τοὺς ἀθέους, ἀνιάτως νοσοῦντας, τὴν ἄγνοιαν, καὶ νοσούντων ὤφθης, ἰατρὸς ἀθλητὰ Βονιφάτιε.

ψούμενος, πρὸς Θεὸν ἐπιδόσει Μακάριε, τῶν ἀγώνων, δυσμενεῖς ἀοράτους κατέῤῥαξας, καὶ κατεῤῥαγμένοις, βοηθὸς Ἀθλοφόρε γεγένησαι.

Συρόμενος, ἐπὶ γῆς ὥσπερ λίθος πολύτιμος, θεοφόρε, τὸ τῆς πλάνης καθεῖλες, ὀχύρωμα, καὶ πιστῶν καρδίας, ἐπὶ πλεῖον τῇ πίστει ἐστήριξας.

Θεοτοκίον

βάτος σε, προετύπου Πανύμνητε πρότερον, καιομένη, μηδαμῶς φλεγομένη δὲ Πάναγνε· καὶ γὰρ ὡς ἐκείνη, οὐκ ἐφλέχθης Θεὸν σωματώσασα.

 

Ἕτερος. Μαινομένην κλύδωνι.

Ἐκ μαστίγων ὄνυχες, ἐξ ὀνύχων κάλαμοι ὀξεῖς, ἀφειδῶς ἐσπάραξαν τὸν Μάρτυρα· τὸ σαρκίον δε, ἐδόκει ἔχειν ἀλλότριον.

Ἐπὶ γῆς ἑλκόμενος, ὡς ὁ λίθος ὁ προφητικός, τοῖς βωμοῖς ἐμπίπτων κατηδάφιζες, τὰ ξόανα, καὶ τὰ ἐκ λίθων σεβάσματα.

Θεοτοκίον

Παναγία Δέσποινα, Θεομῆτορ ῥῦσαί με φθορᾶς, καὶ παθῶν τὸν θόρυβον κατάπαυσον, ἡ τὴν πηγήν, τῆς ἀπαθείας κυήσασα.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Ἱερεῖον ἄμωμον, ἐθελουσίως, σεαυτὸν προσήγαγες, τῷ ἐκ Παρθένου διὰ σέ, τεχθῆναι μέλλοντι Ἅγιε, στεφανηφόρε σοφὲ Βονιφάτιε. 

Ὁ Οἶκος

Ἀνατολῆς ὥσπερ ἀστήρ, τοὺς μάγους ἐκ Περσίδος, οὕτω σε θεία νεῦσις ἐκ δυσμῶν ὡδήγησε θεόφρον, τεχθῆναι ἐν Σπηλαίῳ, τῷ εὐδοκήσαντι Χριστῷ προσκυνῆσαι ὡς Βασιλεῖ ἁπάσης τῆς κτίσεως, καὶ τούτῳ δῶρα προσαγαγεῖν, ὡς λίβανον καὶ σμύρναν καὶ χρυσόν, Πίστιν Ἀγάπην καὶ Ἐλπίδα. Ὅθεν σαυτὸν ὁλόκληρον προσήγαγες αὐτῷ ἄμωμον δῶρον, τῷ Τυράννῳ δικαστῇ, ἐν παῤῥησίᾳ κράζων καὶ βοῶν· Χριστοῦ μου δοῦλος ὑπάρχω, στεφανηφόρε σοφὲ Βονιφάτιε. 

 

Συναξάριον.

Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βονιφατίου καὶ Ἀγλαΐας.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Ἀβραμιαῖοι ποτέ

Γόνυ μὴ κλίνας γλυπτοῖς, εἰς πειρασμὸν ἐβλήθης, μεγίστην ὄντως Μάρτυς κάμινον, ἐν ᾗ δροσιζόμενος· Ὁ τῶν Πατέρων βοᾷς Θεὸς εὐλογητὸς εἶ.

Λύειν τὸν τόνον τῆς σῆς, ὁμολογίας σπεύδων, ὁ δολιόφρων τοῖς ἐγκάτοις σου, κοχλάζοντα μόλυβδον, ἀνηλεῶς ἐκχέει, ἀλλ' ἐμφανῶς ᾐσχύνθη.

ποτμηθεὶς προθύμως, τὴν ἱεράν σου κάραν, ἐχθροῦ δολίου πολυμήχανον, κεφαλὴν διέκοψας, τῆς σῆς ἀνδρείας ξίφει, Μάρτυς Χριστοῦ θεόφρον.

Θεοτοκίον

να φωναῖς αἰσίαις, ὑμνολογῶ σε Κόρη, παθῶν με ῥῦσαι ταῖς πρεσβείαις σου, κινδύνων καὶ θλίψεων, καὶ πονηρῶν λογισμῶν, κακῶσαί με ζητούντων. 

Ἕτερος. Ὁ ὑπερυψούμενος.

Ἄστεκτος ὁ μόλυβδος, ὡς ὕδωρ ἐγχεόμενος, ἀλλά σου τὰ ἔγκατα, παφλάζων ἀνέψυχε, τὴν κάμινον Χαλδάιων, τῷ δροσίζοντι δουλεύων.

Πᾶν σοι κολαστήριον, ὡς ἀλεξιτήριον· ὀξεῖα δὲ μάχαιρα, γλυκεῖα φονεύτρια, ζωὴν ἀποκληροῦσα, καὶ χαρὰν τῆς Βασιλείας.

Θεοτοκίον

Στόματι καὶ γνώμῃ Σε, Θεοτόκον πάναγνε, κηρύττω γηθόμενος· Θεὸν γὰρ ἐγέννησας, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε

Συμφερόντως τὴν σὴν ἐργαζόμενος, σωτηρίαν Χριστὸς Βονιφάτιε, ἀναζητοῦντα λείψανα, καλλινίκων Μαρτύρων, σὲ ἐνισχύει, ὁ πιστῶς ἐπεζήτεις γενήσεσθαι.

Μακαρίᾳ δεσποίνῃ μακάριος, θησαυρὸς ἀπεδόθης Μακάριε· ᾧ πλουτισθεῖσα ἔψαλλε, γηθομένῃ καρδίᾳ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ν σπουδῇ τὸ ἀοίδιμον γύναιον, ἀνεγεῖρον ναὸν ἱερώτατον, σὲ ἐν αὐτῷ κατέθετο, πεφυκότα τῆς θείας, ναὸν Τριάδος, ἀθλοφόρε Χριστοῦ Βονιφάτιε.

Νεκρωθεὶς δι' ἀγάπην τοῦ Κτίσαντος, τοὺς νεκρώσει παθῶν ὑποπίπτοντας, ζωοποιῷ πρεσβείᾳ σου, ἰατρεύεις βοῶντας· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

πὶ σὲ τὴν Ἁγνὴν ὁ Ὑπέρθεος, κατελθὼν ὥσπερ οἶδε σεσάρκωται, καὶ τοὺς βροτοὺς ἐθέωσε, μελῳδοῦντας Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

 

Ἕτερος. Σοὶ τῷ παντουργῷ.

Φόρτον ἱερόν, καὶ θησαυρὸν λειψάνων, ἡ δώφρων φιλομάρτυς, ἀπολαβοῦσά σε, ἦλθες ἐβόα ὁ σεαυτὸν κομίζων, φῶς μοι καὶ δεσπότης καὶ ψυχῆς εὐεργέτης.

Ὅλην ἑαυτήν, καὶ τὰ αὐτῆς κενοῦσα, ναὸν καὶ τὸν τάφον σου, καλλιεργήσασα, ἔργοις ἐτίμα καὶ ἀνευφήμει ὕμνοις, πᾶσαν σωτηρίαν διὰ σοῦ καρπουμένη.

Θεοτοκίον

Δεῦτε καλλονήν, τοῦ Ἰακὼβ ὑμνοῦμεν, Μαρίαν τὴν ἄχραντον, συμφώνως κράζοντες· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

 

 



ᾨδὴ θ'. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι

δοῦσά σε φόρτον ἱερὸν ἠγάλλετο, ἐκβοῶσα ἡ ἀείμνηστος. Δοῦλον ἐκπέμψασά σε Μάκαρ, δεσπότην ἀληθῆ ὑποδέδεγμαι, δουλείας με κακῶν ἐκλυτρούμενον, σαῖς εὐπροσδέκτοις παρακλήσεσιν.

ς Κρίνον κοιλάσι νοηταῖς ἐξήνθησας, τῶν μαρτύρων Βονιφάτιε, Φοίνιξ καθάπερ ἀνυψώθης· ὡς κέδρος ἐγνωρίσθης μυρίπνοος, ὡράθης ἐκλεκτὴ ὡς Κυπάρισσος, εὐωδιάζουσα ψυχὰς ἡμῶν.

Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλεν· Ἀθλοφόρε ὥσπερ ἥλιος, φέγγος ἐνθέων χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν ὑμνούντων σε, παθῶν τε τὴν ἀχλὺν ἀπελαύνουσα, Μάρτυς θεόφρον ἀξιάγαστε.

λιος καθάπερ ἐκ δυσμῶν ἀνέτειλας, καὶ Ἑῴας πόλιν ἔφθασας, ἔνθα καὶ δὺς τῷ μαρτυρίῳ, πρὸς κρείττονα ζωὴν ἀνατέταλκας, καὶ Ῥώμην τὴν περίβλεπτον ἔφθασας, ταύτην τειχίζων σαῖς δεήσεσι.

Θεοτοκίον

Φωτὶ με καταύγασον τῷ σῷ Πανάμωμε, τὸν ἐν σκότει συνεχόμενον, τῆς ἁμαρτίας Θεοτόκε, καὶ δίδου ἐν ἡμέρᾳ πορεύεσθαι, ἐνθέων προσταγμάτων Θεόνυμφε, ὅπως ὑμνῶ σε τὴν Πανύμνητον.

 

Ἕτερος. Ἡσαΐα χόρευε.

Ἐκ τῆς Ῥώμης ἄδυτον, τῆς ἀρχαίας ἄστρον ἀνασχών, τὴν σύμπασαν ἐμπιπλᾷς τῆς μαρμαρυγῆς· τὰ ἄνω Βασίλεια, αἰωνίαν ᾤκησας μονήν, ἔνθα περίθαλψον, ἐποπτεύων τοὺς ὑμνοῦντάς σε.

Χριστῷ Βονιφάτιε, στεφανίτης νῦν παρεστηκώς, τῆς κεφαλῆς προβαλοῦ τὴν ἀποτομήν, πρεσβείαν αἰδέσιμον, καὶ βασιλεῖ δούλωσον πιστῷ, δούλης τὰ ἔκγονα, καὶ τὸν κόσμον ἐλευθέρωσον.

Θεοτοκίον

Ὡς τεκοῦσα πάναγνε, τῶν κτισμάτων τὸν δημιουργόν, κατὰ παντὸς γεννητοῦ φέρεις τὴν ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχὴν καὶ ὑπερφυῆ· ὅθεν τὸν τόκον Σου, προσκυνοῦντές Σε δοξάζομεν.

 

Ἐξαποστειλάρια. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὑπόδειγμα μετανοίας, οἱ ἁμαρτήμασι πολλοῖς, περιπεσόντες ἐν βίῳ, σὲ ἔχομεν γενναιόφρον, ὦ Βονιφάτιε μάκαρ, ὑπὲρ ἡμῶν ὑπερεύχου.

Ὥσπερ πολύτιμον πλοῦτον, ἡ Ἀγλαΐς σου τὸ σῶμα, ἀπολαβοῦσα τὸν βίον, ὁσίως καὶ θεαρέστως, περάνασα ἠξιώθη, τῆς οὐρανῶν Βασιλείας.

Θεοτοκίον

Ἡ τῶν Ἁγίων Ἁγία, τῶν Χερουβὶμ ὑπερτέρα, ἡ χρυσοποίκιλτος στάμνος, τὸ μάννα φέρουσα Χριστόν, ὦ Παναγία Παρθένε, ἡμῖν ἱλέωσαι τοῦτον.

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! Καθάπερ ῥόδον τερπνόν, τῇ ἀθλήσει ἐξήνθησεν, ἐν καιρῷ χειμῶνός τε, ὁ κλεινὸς Βονιφάτιος, καὶ κατευφραίνει, τὰ αἰσθητήρια, τῶν εὐφημούντων τούτου τὴν ἄθλησιν. Οὗ ταῖς δεήσεσι, Βασιλεῦ οὐράνιε τῆς οὐρανῶν, θείας Βασιλείας σου, ἡμᾶς ἀξίωσον. (Δίς)

 

Μάρτυς, Χριστοῦ Βονιφάτιε, τῶν Ἀθλητῶν καλλονή, Ἐκκλησίας ὡράϊσμα, μετανοίας ἴνδαλμα, καὶ τῆς πίστεως ἔρεισμα, τοὺς ἐκτελοῦντας πόθῳ τὴν μνήμην σου, καὶ προσκυνοῦντας τὰ θεῖα λείψανα, ῥῦσαι αἰτοῦμέν σε, πειρασμῶν καὶ θλίψεων καὶ συμφορῶν, θείαις ἱκεσίαις σου, πρὸς τὸν φιλάνθρωπον.

 

Ὢ τίς μὴ θαυμάσει Ἅγιε, τοῦ μαρτυρίου τοῦ σοῦ, τὰ δεινὰ κολαστήρια, ἃ ὑπέστης ἔνδοξε, καρτερῶς Βονιφάτιε, ὀξεῖς καλάμους, ὄνυξι ἅπασι, πυρακτωμένον, μόλυβδον στόματι, πίσσῃ βραζούσῃ τε, βαπτισθεὶς διέμεινας σῶος σοφέ, τέλει δὲ τὴν κάραν σου, τμηθεὶς δεδόξασαι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ὁ καλλίνικος Ἀθλοφόρος καὶ ἀήττητος Μάρτυς, ὁ νῦν παρ’ ἡμῶν εὐφημούμενος Βονιφάτιος, εἰ καὶ εἰς τὰ πάθη τῆς σαρκὸς περιέπιπτε, ἀγαθοεργῶν οὐ διέλειπε. Πεινῶντας διέτρεφε, διψῶντας ἐπότιζε, γυμνοὺς περιέβαλλε καὶ ξένους φιλοφρόνως ἐξένιζε· ὅθεν ὁ τῶν ἁπάντων Θεός, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς καὶ τὰ τῶν ἀνθρώπων ἐπιστάμενος μόνος, τὴν εὐποιΐαν τούτου ὁρῶν καὶ τῆς καρδίας τὸ εὔτονον, τὴν γνώμην τούτου μετήλλαξε. Καὶ ὁ μακάριος οὗτος τὸν μολυσμὸν τῆς σαρκός, ἐν πολλῇ φρονήσει ἰδίῳ αἵματι ἐναπεκάθηρε. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδυσάμενος στέφανον, συμβασιλεύει τῷ Χριστῷ εἰς ἀπεράντους αἰῶνας, καὶ παῤῥησίᾶ πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Προεόρτιον.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός· χαίροις Ἐκκλησίας, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν εἰδώλων, τὴν πλάνην στηλιτεύσας, Σταυροῦ τῷ θείῳ ὅπλῳ, ὦ Βονιφάτιε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου