Παρασκευή 6 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 17. ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΥ ΙΖ΄!!
ΔΙΟΝΥΣΙΟΥ ΖΑΚΥΝΘΟΥ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. Β΄. Αἱ Ἀγγελικαί.
Δεῦτε τῶν πιστῶν, ἡ Ὀρθόδοξος χορεία, ὕμνους καὶ ᾠδὰς ἑτοιμάζου ὑπηχῆσαι, ἰδοὺ γὰρ συγκαλεῖται ὁ κλεινὸς Διονύσιος, πάντας τὴν πανέορτον ἡμέραν, ἐν ᾗ Χριστοῦ ἡ Ἐκκλησία, τὴν πανίερον μνήμην αὐτοῦ ἐπιτελεῖ, τερπνῶς ἑορτάσοντας. (Δίς).

Σῶμα καὶ ψυχήν, ἀκηλίδωτον ἐσώσω, ἐχθροῦ ῥυπαρῶν, μολυσμάτων Ἱεράρχα, ὁρμάς τε καὶ ἐνέδρας σὺ γενναίως κατέφλεξας, τούτου κατὰ σοῦ τὰς ἐρχομένας, θείᾳ δυνάμει Παρακλήτου, ὅθεν αἴρει σοι, τῶν Ὀρθοδόξων ἡ πληθύς, νίκης λαμπρᾶς τρόπαια.

Ὄντως τὸ σεπτόν, καὶ πανέντιμόν σου σκῆνος, ὕπερθεν Τριάς, ἀφθαρσίας παραδόξως στεφηφορεῖ στεφάνῳ, Ἱεράρχα τρισμέγιστε, δῶρον ὡς ὑπέρτιμον καὶ τοῦτο, ἐπιδοθὲν τῇ σῇ Πατρίδι, νόσων καὶ παθῶν, ἀπολυτροῦται σαῖς θερμαἶς, πρὸς Θεὸν ἐντεύξεσι.

Δόξα. Ἦχος πλ. Δ΄.
Τρυφὰς δόξαν καὶ πλοῦτον, καὶ πᾶσαν ἄλλην βιωτικὴν ἡδυπάθειαν, σκύμβαλα κατὰ Παῦλον ἐκ νεότητος σοφὲ ἡγησάμενος, καὶ τὸν χρηστὸν τοῦ Κυρίου ἐπάρας ζυγόν, εἰς ὕψος θείων ἀρετῶν σαυτὸν ἀνύψωσας δι’ ἀσκήσεως, ὅθεν ἡ τοῦ Πνεύματος ἐν σοὶ σκηνώσασα χάρις, πολλῶν θαυμάτων παραδόξων, καὶ ζῶντα καὶ μετὰ πότμον, αὐτουργόν σε καθίστατο, πόθῳ τοῖς προσερχομένοις μετ’ εὐλαβείας καὶ πίστεως, ὧν ἡμεῖς καθεκάστην κοινωνοὶ γενόμενοι, ᾄσμασιν εὐχαρίστοις τὸν σὲ θαυμαστώσαντα μεγαλύνομεν Κύριον, τὸν παρεχόμενον ἡμῖν τῇ ἐπαγρύπνῳ σου μεσιτείᾳ, λύσιν ψυχῆς παθῶν καὶ τοῦ σώματος Πάτερ Διονύσιε.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Εἰς τὸν στίχον, στιχηρά. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Πανήγυρις φαιδρά, πανεύσημος ἡμέρα, τὰ ἄνω σὺν τοῖς κάτω, ἐνδόξως ἑορτάζει, σοῦ Πάτερ τὸ μνημόσυνον.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
ᾌσματα καὶ ᾠδάς, ἡ Αἴγινα ψαλλέτω, σὺν Ζακυνθίῳ πόλει, γεραίρουσιν ἐκ πόθου, τὸν Μέγαν Διονύσιον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Σκίρτησον ὁ χορός, Πατέρων θεοφόρων, Μονῆς τῆς τῶν Στροφάδων, καινὸν κρότησον αἶνον, ἡμῶν τὸ κλέος ὕμνησον.
Δόξα.
Πάντες σου τὸ σεπτόν, περικυκλοῦντες σκῆνος, προσπίπτομεν βοῶντες, σοὺς ὑμνητὰς ἐξ πάσης, κακίας ἀπολύτρωσον.

Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε οἱ γηγενεῖς, συμφώνως τὴν Παρθένον, Θεοτόκον Μαρίαν, ὑμνήσωμεν ἀπαύστως, ἐξ ἧς ὁ Χριστὸς τίκτεται.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον, τὸν φρουρὸν Μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας, σῷζε καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον·
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β'. Ὅτε έκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε ὁ χορός Αἰγινητῶν, μετὰ Ζακυνθίων συμφώνως, ὑμῶν τιμήσωμεν, γόνον ἡμεῖς ἔκλαμπρον, ὑμεῖς ποιμένα καλὸν καὶ σκιρτῶντες ἐν πνεύματι, Θεῷ δῶμεν δόξαν, τῷ καταξιώσαντι, ἄμφω πλουτῆσαι λαμπράν, σκέπην τοῦ κλεινοῦ Ἱεράρχου, νῦν Διονυσίου καὶ τοῦτον, θείοις έγκωμίοις καταστέψωμεν. (Δίς)

Ἔφης Παγκρατίῳ ἱερεῖ, πτῶσιν ἐκ χειρῶν θείου Ἄρτου, ἱερουργοῦντί ποτε, σφόδρα νουθετῶν αυτὸν θείοις προσέχειν καλῶς· ὁ δὲ ἄγαν ἐθαύμασε, πλουσίαν ἐξ ὕψους, χάριν τὴν δοθεῖσάν σοι, άνακαλύψεως, χάριν ἀρετῶν σου ἐνθέων· ὅθεν καὶ τοῦ Πνεύματος ὄντως, σκεΰός σε ἡγήσατο θεόπνευστε. (Δίς)

Ὅτε σου τὸ πνεῦμα τὸ σεπτόν, ἄμεμπτον τῷ κτίστῃ ἀπέδως, πρὸς οὐρανίους σκηνάς, τότε σου τὸ ἅγιον σκῆνος κατέλιπες, ἐπὶ γῆς θαυματόβρυτον· καὶ νῦν ἐν Ζακύνθῳ, θαυμαστῶς ἀπόκειται, τῷ θεοσέπτῳ Ναῷ, ἀεὶ πολιτῶν προστατεῦον, τούτων ἐκπληροῦν τὰς αἰτήσεις, πάντοτε ἐν πᾶσιν ὦ πανθαύμαστε.

Ὤφθης ἡγουμένῳ Δανιήλ, ὀφθαλμοφανῶς ἐν τεμένει, ἐκτὸς σῆς λάρνακος, πάντα ἀφελῶν αῦτοῦ, τὸν δισταγμόν τῆς ψυχῆς· αὐτοψεὶ γὰρ ἑώρακε, θυτῶν λευκοφόρων, μέσον σε ἱστάμενον, καὶ διακόνων λαμπρῶν, οἷα λειτουργούντων σοι μάκαρ, ὡς ἀρχιερεῖ ἐν τῷ βίῳ, θεοπρεπεστάτῳ Διονύσιε.

Δόξα. Ἦχος πλ. β'.
Τοῦ διδασκάλου Χριστοῦ, ἐν Ευαγγελίῳ ἀκούσας λέγοντος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί έστε· ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις, εὐκαίρως τῷ ἔργῳ μαθητὴς ἀνεδείχθης δόκιμος, ἁγιώτατε Πάτερ· τὸν γὰρ πικρῷ θανάτῳ τοῦ βίου στερήσαντα, Κωνσταντῖνόν σου τὸν γνήσιον σύγγονον, γλυκυτάτοις σου τρόποις ὑπεδέξω γλυκύθυμε, θυμοῦ διωκόντων τόν δε ῥυσάμενος, ἐν άποκρύφῳ τηρήσας καὶ ἀντὶ θανάτου, τὸ ζῆν άνταπέδωκας· ἔργον ὄντως παράδοξον, καὶ ὑπὲρ φύσιν εἰργάσω μνησίθεε, τοῖς πέρασι πολυθρύλητον, καὶ ψυχῆς γενναίας καὶ φιλοθέου ἀντάξιον· διὸ παῤῥησίαν ἔχων πρὸς Κύριον, Ἱεράρχα πανεύφημε, ἐκτενῶς ἱκέτευε, εἰρήνην πλουσίαν δωρηθῆναι τῇ πόλει σου, τῇ ἀγλαοφανῶς ἐκτελούσῃ, τὴν λαμπρὰν καὶ πανέορτον μνήμην σου.


Καὶ νῦν... Προεόρτιον Ἦχος ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ τῷ Βασιλεῖ προσάξατε, σμύρναν, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα (Κεφ. 10, 7 & 3, 13-16 & ἐκλογὴ)
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς, τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ· τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μοι ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων, ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν καὶ δόξαν, νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ, μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου. Οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες, πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν· διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε πνεύματος.










Παροιμιῶν τὸ ἀνάγνωσμα. (Κεφ. 10, 31-32 & 11, 1-12)
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται, χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται, ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία, στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν, τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς, οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θύρας ἐκδύνει, ἀντ' αὐτοῦ παραδίδοται ὁ ἀσεβής, ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἔστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη, ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον, τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας, οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοὶς αὐτοῦ.












Εἰς τὴν Λιτήν, ψάλλομεν Ἰδιόμελα. Ἦχος α'
Τῷ ματαιόφρονι βίῳ ἀποταξάμενος, τοῦ πολυπλάνου κόσμου, ἔξω ἐγένου θεόληπτε, καὶ ἀπλέτῳ πόθῳ, τῷ Χριστῷ ἠκολούθησας· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, κόσμος ὅλος καταπεφρόνηται· διὸ ἐρημικῶς τὸν βίον ἄγειν ἡρέτισας, καὶ ἐν σώματι ὡς ἀσώματος πολιτεύεσθαι· ἡμῖν δὲ ἀστὴρ νεοφανὴς τυγχάνεις, μαρμαρυγαῖς εὐσεβείας διαλάμπων, καὶ ψυχάς τῶν πιστῶς σε ὑμνούντων, φωτίζων ἐν πνεύματι ἀξιΰμνητε.

Ἦχος β'
Ἄρσενος ἄμοιρος γυνή, τυχεῖν ποθοῦσα, εὐσεβῶς σοῦ ἐδέετο· ἧς τῆς δεήσεως ἐπακούσας, σαφῶς ἐν ὁράματι, ὑπέσχου τὰκαταθύμια, εὔελπιν ἐργασάμενος· διὸ περιχαρὴς γενομένη, καὶ συλλαβοῦσα ταχύ, ἄρσεν χαρίεν κατ΄ ἔφεσιν, ἐν χάριτι τέτοκεν· ὅθεν εὐχαρίστως ἀνύμνησε, καὶ τὴν σὴν πρὸς Θεὸν παῤῥησίαν, παῤῥησίᾳ ἐκήρυξεν, Ἱεράρχα παμμακάριστε.

Ἦχος γ'
Πάθει αποπληξίας ποτέ, γυνή τις ἄλλη ἐκ τῶν οἰκείων σου Ὅσιε, περιπεσοῦσα δεινῷ, δι΄ οὗ ἄλαλος μείνασα, ἡμιθανὴς καὶ ἀκίνητος, τῇ μόνῃ ἀφῇ τοῦ τιμίου δακτύλου, ἐκ τῆς ἁγιας σου σοροῦ, ἐπὶ τοῦ στόματος αὐτῆς, καὶ τῶν νεναρκωμένων μελῶν, τὴν λαλιὰν αὐτίκα, ὢ τοῦ θαύματος! σύν τῇ τελείᾳ ῥώσει ἀνέλαβε· καὶ τὸ θαῦμα κηρύξασα, τὸν σὲ μεγαλύναντα Κύριον ἐμεγάλυνεν· ὃν ἐκτενῶς ἱκέτευε, θαυματουργὲ Διονύσιε, ὑπὲρ τῶν πίστει θαυμαζόντων, καὶ εὐφημούντων, τὰ ἀξιάγαστά σου θαυματουργήματα.

Δόξα. Ἦχος πλ. α'.
Εἰς ἀρετῶν ἀκρώρειαν ἀνενεχθείς, πολλῶν ἠξιώθης παρὰ Θεοῦ χαρισμάτων, Πάτερ Ὅσιε· ἀνθ’ ὧν καὶ ἐκ πολλοῦ τεθνηκυῖαν, ἀφορισμῷ δεσμευθεῖσαν ἀλύτῳ, προσευχῇ ἐκτενεῖ σου διέλυσας, καὶ τὸ πτῶμα κατέλυσας. Θράσος ἁλιέων δυσπίστων, παραδόξου ἄγρας κατεύνασας θαύματι· ποταμοῦ ροῦν κατέστειλας, καὶ ἀβρόχως διώδευσας· ὑετὸς καθ’ ὁδὸν ἐπανελθών, οὐδαμῶς τὴν ἐσθῆτά σου ἴκμασε· τὸ διά λήθης πρεσβυτέρου παράπτωμα, νουθετικῶς ἀπεκάλυψας. Πολλά σου τὰ ἐν βίῳ τεράστια, πυκνὰ τὰ μετὰ θάνατον θαύματα· διὸ αἰτοῦμέν σε θαυματοφόρε Διονύσιε, μή διαλίπῃς δυσωπῶν, τὸν εὐδιάλλακτον Θεόν, ἐκ δεξιῶν παραστῆσαι, τοὺς εἰλικρινῶς εὐφημοῦντάς σε, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.





Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου την νηδύν· ὄψει γὰρ τὸτικτόμενον ἐξ ἐμοΰ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην άνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ’ ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Ἄνθος ἐκ γῆς Ζακύνθου τερπνόν, ἀναβλαστῆσαν εὐωδίας τῆς χάριτος, ἐκχέει τάς μυριπνόους, ταῖς διανοίαις πιστῶν, ὁ κλεινὸς Πατέρων Διονύσιος. Πηγή τε ἀέναος, τῶν ἰάσεων πέφυκε, πέλαγος θεῖον, τῶν θαυμάτων ἀκένωτον. Ἐκκλησίας δέ, ὁ φωστὴρ ὁ λαμπρότατος, φέγγος φαῖνον τὸ ἄδυτον, τοῖς πέρασι σήμερον, ἐν τῇ λαμπρᾷ αὐτοῦ μνήμῃ, ἣν ἐκτελοῦντες δοξάζομεν, Χριστὸν τὸν Σωτῆρα, τὸν δοξάζοντα τοὺς τοῦτον, θερμῶς δοξάζοντας.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἔστερξας συμπαθῶς σπλαγχνισθείς, τὸν μιαιφόνον σου ὀμαίμονος δέξασθαι· καὶ τοῦτον δὴ εἰσοικίσας, μετὰ ἀδόλου στοργῆς, μυχοῖς ἐνδοτάτοις ἐγκατέκρυψας, χειρῶν ἐκρυόμενος, τῶν ζητούντων τὸν ἄνθρωπον, δεινῶς σπαράξαι, ἀπηνῆ ἀλιτήριον, ἐν οἰκήματι, ᾧ κατῴκεις πανόλβιε· τοῦτο δὲ ὅλον ἔπραξας πληρῶσαι βουλόμενος, τὴν ἐντολὴν τοῦ Δεσπότου, κακοποιοῦντας κελεύοντος, φιλεῖν ὁλοψύχως, καὶ πολλὴν ἀμνησικάκοις, χάριν παρέχοντος.

Στ.: Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Χαίροις ὁ τῶν Στροφάδων φρουρός, καὶ μοναζόντων τῶν ἐκεῖ ὁ παράκλητος, διώκτης τῶν πολεμίων, καὶ πειρατῶν ἀσεβῶν, κατὰ τῶν ὁσίων τὰ ὁρμήματα, ζητούντων ἑκάστοτε, ἑξαρπάσαι σπαράξαι τε, ἀναχαιτίζων, κραταιᾷ ἀντιλήψει σου, καὶ προπύργιον τῆς Μονῆς ἐνδεικνύμενος· ὄντως ἀκαταμάχητος, καὶ στῦλος καὶ στήριγμα, τῶν ἱερῶς ἀσκουμένων, ὑπογραμμός τε σωτήριος, καὶ τύπος ὑπάρχων, Διονύσιε διό σε, νῦν μακαρίζουσι.

Δόξα. Ἦχος πλ. δ'.
Τῶν κλεινῶν προπατόρων τάς ἀρετάς, ἐμιμήσω κατ' ἴχνος θεσπέσιε· Ἀβραὰμ τὸ φιλόξενον, Ἰακώβ τε τὸ ἄκακον, καὶ Ἰὼβ τὸ ἄμεμπτον, Μωϋσέως τὸ ἄπλαστον, καὶ Δαυῒδ βασιλέως τὸ πρᾶον, τὸ συμπαθὲς καὶ φιλόστοργον. Διὸ Χριστός, καὶ ζῶντα καὶ μεταστάντα σε, θεοσημείαις καὶ τέρασιν, ἀφθόνως ἐδόξασε, καὶ τῇ σεπτῇ Ἐκκλησίᾳ, ὡς ἀρετῶν ἐνθέων κειμήλιον παρέθετο. Ἐν ᾗ ἑστῶτες, ψαλμικῶς βοῶμέν σοι· τὴν πόλιν σου τὴν ἐνεγκαμένην, καὶ πᾶσαν ἀλλοδαπὴν Ὀρθοδόξων, ταῖς πρὸς Θεόν σοῦ πρεσβείαις, Ἅγιε διαφύλαττε.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σέ, γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

 Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον, τὸν φρουρὸν Μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· ταῖς λιταῖς σου, τὴν σὴν μνήμην ἐπιτελοῦντας, σῷζε τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον·
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἀγάπης τῷ δεσμῷ, συνδεθεὶς θεοφόρε, διέλυσας τρανῶς, τὴν κακίαν τῆς ἔχθρας· φονέα γὰρ συγγόνου σου, πεφευγότα τῇ σκέπῃ σου, μὴ εἰδότα σε, τὸν ἀδελφὸν αὐτοῦ εἶναι, δίκης ἔσωσας, ἐπικειμένου θανάτου, καὶ σῶον ἀπέστειλας.
Δόξα. Ὅμοιον.
Οὐκ ἔγνω τὸν Θεόν, ὃς ἀγάπη ὑπάρχει, ὁ μὴ ἐχθρὸν φιλῶν, ὃς πλησίον τυγχάνει· διόπερ καὶ ἐπλήρωσας, ἐντολὴν θείαν Ὅσιε, καὶ τὸ ἔγκλημα, σοῦ ἀδελφοῦ φονοκτόνῳ, συνεχώρησας, κατὰ Θεὸν ὡς οἰκτίρμων, Θεῷ τ' εὐηρέστησας.
Καὶ νῦν. Προεόρτιον.
Μεγάλως ὁ Θεός, ἀγαπήσας τὸν κόσμον, τὸν Ἄγγελον βουλῆς, ἑαυτοῦ τῆς μεγάλης, τῷ κόσμῳ μὲν ἀπέστειλεν, εἰς ἀγάπης ἐπίδειξιν, τὸν Υἱὸν αὐτοῦ, ἐκ τῆς Ἁγνῆς σαρκωθέντα, τεχθησόμενον, ἐν Βηθλεὲμ τῷ Σπηλαίῳ, ταχὺ ὃν δοξάσομεν.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Προσενεχθεὶς ἀπὸ παιδὸς τῷ Κυρίῳ, δι' ἀρετῶν σεβασμιώτατε Πάτερ, θυσία ὄντως γέγονας εὐπρόσδεκτος Θεῷ. Κλέος ἐχρημάτισας, τῶν Ὁσίων τρισμάκαρ, θεῖον ἐγκαλλώπισμα, ἱερέων ἐφάνης· καὶ νῦν πρεσβεύεις ὑπὲρ εὐσεβῶν, ἑορταζόντων ἐν πίστει τὴν μνήμην σου.
Δόξα. Ὅμοιον.
Οἱ τῶν Στροφάδων θεοφόροι Πατέρες, ἐν ταῖς ἀνάγκαις ἀρωγόν σε καὶ ῥύστην, καὶ ἰατρὸν πανάριστον γινώσκουσιν ἀεί, πάντων τὰ νοσήματα, θεραπεύοντα τάχει, νέφος τε ἐλαύνοντα, ἐξ ἀγροῦ τῶν ἀκρίδων, καὶ οὐρανόθεν ὄμβρον ἀγαθόν, μάκαρ ἐκπέμποντα τῇ μεσιτείᾳ σου.
Καὶ νῦν. Προεόρτιον.
Ὁ δι' ἀγάπην πατρικῆς εὐσπλαγχνίας, πρὸς ἡμᾶς πέμψας τὸν Υἱὸν ἐπ' ἐσχάτων, ἐκ τῆς Πανάγνου ἄσπορον φορέσαντα ἐν γῇ, σάρκα τὴν ἀνθρώπινον, ἵνα ῥύσῃ τῆς πλάνης, πλάσμα τὸ ἀνθρώπινον, αὐτὸς πάντας ἐν πίστει, καταξιῶσαι Γέννησιν Υἱοῦ, τοῦ προσκυνῆσαι ἀξίως δεόμεθα.









Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Δεσμευθεῖσα τῷ δεινῷ, γυνή ποτε ἀφορισμῷ, διελύθη ὑπὸ σοῦ, πιστοῦ θεράποντος Χριστοῦ, εἰς γῆν αὐτίκα στραφεῖσα ἐξ ἧς ἐλήφθη· καὶ πάντες θεαταί, ἔπτηξαν πάνυ σεπτέ, σὺ δ' ὡς ταπεινός, καὶ πόῤῥω δόξης κενῆς, τὸ γεγονὸς μηδόλως σαφηνίσαι, βιοῦντός σου ἐπετίμησας· ἀλλὰ σὲ χάρις, πηγὴν θαυμάτων, τοῖς πᾶσι μάκαρ ἀνέδειξε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'. Τὸ προσταχθέν. Προεόρτιον.
Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης Θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη...
Εὐαγγέλιον κατὰ Ἰωάννην: Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Ὁ Ν'
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με, ὁ Θεός...
Ἀγάλλεται σήμερον ἡ Ἐκκλησία Χριστοῦ, καὶ πανηγυρίζει φαιδρῶς, καινὸν Ἱεράρχην ὁρῶσα, ἐν αὐτῇ μεγαλοπρεπῶς εἰσαχθέντα, τὸν σεπτὸν Διονύσιον, ὃς ἀδιαλείπως πρεσβεύει ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν αὐτοῦ κοίμησιν.

















Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών. ᾨδὴ α'. Ἦχος α'. ᾨδὴν ἐπινίκιον.
Νοός μου τὴν ζόφωσιν, φωτὶ τῷ θείῳ, λαμπρύνας ἱκανωσον, εὐφημῆσαι μέλλοντος, τὴν θείαν μνήμην σου, σαῖς Διονύσιε λιταῖς, Αἰγίνης πρόεδρε.
Ἰδοὺ συνευφραίνονται, τοῖς Ζακυνθίοις, Πατέρες σεβάσμιοι, τῶν Στροφάδων ἅπαντες, καὶ τῆς Αἰγίνης λαός· ἐπὶ τῇ μνήμῃ τοῦ κοινοῦ, αὐτῶν προστάτου θερμοῦ.
Κλεινῶν γεννητόρων μέν, υἱὸς ἐγένου, λαμπρῶν καὶ ἐνδόξων τε, ἀλλ' αὐτὸς κατέλιπες, ὡς νουνεχέστατος, πᾶσαν προσπάθειαν σοφέ, γηΐνης σχέσεως.
Θεοτοκίον
Οἱ Μάγοι σκοπούμενοι, ἄστρον Περσόθεν, αὐτῷ ἐφεπόμενοι, ταχυδρόμως σπεύδουσιν, εὑρεῖν τὸν Ἄνακτα, ὃν ἐν Σπηλαίῳ σαρκικῶς, τεκεῖν Παρθένος μολεῖ.

Ὁ β’ κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Γεωργίου Ἱεροδιακόνου τοῦ Συπάνδρου.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Γεωργὸς καθάπερ νουνεχής, θείαις γεωργήσαις σου, ἀρεταῖς παντοίαις τὴν ψυχὴν Ἅγιε, οὕτω νῦν γεώργησον, ἱκετεύω σε, τὸ τῆς γλώττης μου ἄμουσον, ὅπως ἐπαξίως, μέλψω σου τὰ ἔνδοξα τεράστια.
ς ἐχέφρων κόσμου τὰ τερπνά, ὡς ἐπιβλαβέστατα, καταφρονήσας χαίρων ἀνεπτέρωσας, ὅλην σου τὴν ἔφεσιν, καὶ διάνοιαν πρὸς τὸ ὄντως ἀκρότατον, κάλλος ὀρεκτὸν πανάγιε, οὗ νῦν τρυφᾶς γηθόμενος.
Θεοτοκίον.
ευστὴν φύσιν βρότειον ἡμῶν, δι’ ἄφατον ἔλεος, Θεὸς ἀφθαρτίσων ἑκὼν κατέρχεται, Λόγος ὁ προάναρχος, ἐκ Θεόπαιδος, σεσωματωθησόμενος, ὅνπερ ἐν βραχεῖ τικτόμενον, σπηλαίῳ κατοπτεύσομεν.
Καταβασία
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.









ᾨδὴ γ'. Στερεωθήτω ἡ καρδία μου.
Λαμπρύνας Πάτερ αἰσθητήρια, τῆς ψυχῆς σου ταύτην ἐτέλεσας, δοχεῖον θείων ἀρετῶν, καταγώγιον Πνεύματος, καὶ ἐν σοὶ ἐπανεπαύσατο, Χριστὸς ὁ Θεὸς ἡμῶν.
Ἀνεπιστρόφως τρίβον Ὅσιε, τὴν στενὴν καὶ λίαν ἐπίπονον, βαδίσας ἔφθασας αὐτό, ὀρεκτὸν τὸ ἀκροτατον, καὶ πρὸς πλάτος Παραδείσου, κατοικεῖν εἰσελήλυθας.
Ὁ τὰ κρυπτὰ γινώσκων Κύριος, καὶ νεφροὺς ἐτάζων ὡς γέγραπται, προεγνωκὼς γνώμης τῆς σῆς, τὸ εὐθὲς καὶ ἀκέραιον, σὲ Ποιμένα προχειρίζεται, Αἰγίνης πανάριστον.
Θεοτοκίον
Ὑπερνικᾷ οὐ μόνον βρότειον, ἀλλὰ καὶ νοῦν πάντα ἀγγελικόν, συγκαταβάσεως τῆς σῆς, Χριστὲ βάθος τὸ ἄπειρον· Θεὸς γὰρ ὢν σάρκα δούλου, ἔρχῃ νῦν τοῦ ἐνδύσασθαι.

Ἕτερος. Ἐξήνθησεν ἡ ἔρημος.
Γενναίως κατεπάλαισας, στοργὴν γεννητόρων τε, καὶ πᾶσαν ἄλλην εὔκλειαν, Σταυρὸν δ’ ἄρας τοῦ Κυρίου σου, πρὸς τὰς ἐρήμους χαίρων ηὐτομόλησας.
χνη τῶν τῆς ἀσκήσεως, φεγγοβόλοις λάμψεσι, τετηλαυγότων Ὅσιε, στενῇ τρίβῳ ἐκμιμησάμενος, ἀσκητὴς ἐπεφάνης διαπρύσιος.
λος ἐν σοὶ ἐπέπνευσεν, ἦχος θείου Πνεύματος, καὶ χαρισμάτων ἔδειξε, θείων ἔνδοξον οἰκητήριον, καὶ πηγὴν ἰαμάτων ἀνεξάντλητον.
Θεοτοκίον.
πόδεξαι τὸ σπήλαιον, Μαριὰμ τὴν Ἄχραντον, ἀποτεκεὶν γὰρ ἔρχεται, ἀπειράνδρως Χριστὸν τὸν Κύριον, μεσότειχον τῆς ἔχθρας λύσαι θέλοντα.
Καταβασία
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ἀγήρω ποθήσας ὄντως ζωήν, καὶ γηΐνων τὸν βίον μεμισηκώς, Ἁγίων ἐζήλωσας, πολιτείαν τὴν ἔνθεον, ἐκ νηπίου δὲ ταῦτα, συνέσει διέκρινας, καὶ σαρκὸς μὲν τὰ πάθη, νοῒ καθυπέταξας· ὅθεν καὶ τὸν ὄλβον, σκυβαλίσας γονέων, ἀπέβαλες ὄλβιε, Διονύσιε Ὅσιε, καὶ Χριστῷ ἠκολούθησας· σπεῦσον οὖν πρεσβείαις πρὸς Θεόν, αἰωνίου πάντας πυρὸς ῥύσασθαι, τοὺς ἑορτάζοντας πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν.Θεοτοκίον
Χαῖρε Θρόνε πυρίμορφε τοῦ Θεοῦ· Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε Θάλαμε, Χλαμὺς ἀλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε· Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα· Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε· Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

ᾨδὴ δ'. Ἐν Πνεύματι προβλέπων.
Ἱερεύσας παμμάκαρ ἀδόλως τῷ Θεῷ, θύων τὴν ἀναίμακτον θυσίαν ἀκραιφνῶς· ψυχὴν καθάρας μελέτῃ συνεχεῖ νόμου, καὶ τῆς σαρκὸς δουλαγωγήσας τάς αἰσθήσεις, ὤφθης οἰκητήριον Πνεύματος.
Ἐπήκουσεν ὁ Κύριος δεήσεως τῆς σῆς, καὶ γυναῖκα θνήξασαν δεσμῷ ἀφορισμοῦ, εὐχῇ σου ταύτην διέλυσε καὶ εἰς κόνιν, ὀστᾶ τε ἅμα μετεποίησεν ἀθρόως, ὢ ξενοπρεποὺς θεωρήματος!
Ῥητόρων ἀτονοῦσιν εὐγλώττων αἱ φθογγαί, τῆς ἀμνησικάκου σου ψυχῆς τὸ εὐγενές, ἐγκωμιάσαι· τὸν κτείναντα γὰρ ἀδίκως, τὸν σύγγονον σοι οὐκ ἠμύνω ἄλλα μᾶλλον, τοῦτον φιλοφρόνως εἰσδέδεξαι.
Θεοτοκίον
Ἐξέστησαν ὁρῶσαι Ἀγγέλων στρατιαί, ἄνθρωπον γενόμενον τὸν πάντων ποιητήν· ὃς μετ' ὀλίγον τεχθήσεται ἐν Σπηλαίῳ, ὑπὸ Μητρὸς ἀειπαρθένου καὶ ἐν φάτνῃ, νήπιον καθάπερ ὀφθήσεται.

Ἕτερος. Ἐλήλυθας ἐκ Παρθένου.
κέσιον ὕμνον δέχου λαοῦ σου πανάγιε, πίστει σοὶ προσάγοντος συντετριμμένῳ καὶ Πνεύματι, τοῦτον οὖν περίσωζε, παντὸς ἀπήμονα ὀλεθρίου μηχανήματος.
γένου μου, ἀγγελάρχης παμμάκαρ πανάριστος, σὺ τοῦ Ἀρχιποίμενος τῶν μοναστῶν τὰς ἀγέλας τε, μάνδραν πρὸς Οὐράνιον, ὁδηγησάμενος, τῇ πανιέρῳ πολιτείᾳ σου.
υόμενος, καταδίκης θανάτου τὸν κτείναντα, ἀδελφόν σου φίλτατον σοὶ γεγονότα καὶ ἔσωσας, συμπαθῶς ἀλώβητον, θεσμοὺς τῆς φύσεως, ξενοπρεπῶς βαβαὶ κατέβαλες.
Θεοτοκίον.
Οἱ Βασιλεῖς, τὸν Ἀστέρα περσόθεν σκοπούμενοι, οὗπερ σπεύδουσι, ταῖς ἡγεσίαις τὸν Ἄνακτα, ὅν Παρθένος τέξεται, ἀλόγων φάτνη τε, τῆς ἀλογίας ἡμᾶς σώσαντα
Καταβασία
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.






ᾨδή ε'. Τὸ φαεινὸν ἡμῖν.
Ὡς Ἰσραὴλ ὁ πάλαι τὴν Ἐρυθράν, οὕτω καὶ σὺ διέβης ἀοίδιμε, ἀβρόχοις ἴχνεσι, ποταμοῦ ῥεῦμα· οἶδε γὰρ αἰδεῖσθαί σε, καὶ φύσις ἀναίσθητος.
Σοῦ ὑετὸς οὐδόλως τετόλμηκε, παμμάκαρ καθάψασθαι, χειμῶνος πέλοντος σφοδροῦ, καὶ πάντες οἱ παρόντες ἔκθαμβοι, ὁρῶντες ἐγένοντο.
Γεραίρειν σε οὐ παύεται Ζάκυνθος, ὡς ἄγρυπνον ὑπάρχοντα φύλακα, τῶν οἰκητῶν αὐτῆς πιστῶν, τρισμάκαρ οὓς φρουρεῖ, δεήσεσι ταῖς σαῖς Διονύσιε.
Θεοτοκίον
Ἀστὴρ μηνύει Μάγοις τὸν Κύριον, Σπηλαίῳ νῦν τεχθῆναι ἐρχόμενον, ὑπὸ μητρὸς Παρθένου ἀπειράνδρου, οὗ προερτάζομεν, τὴν ἔνσαρκον Γέννησιν.

Ἕτερος. Μεσίτης Θεοῦ.
Διέβης σοφέ, θείῳ σθένει ἄνωθεν ῥωσθεὶς ἀληθῶς, ἀπροσκόπτως ἅπασαν, βίου τὴν σκοτόμαιναν καὶ εἴληφας, ἐν ταῖς ἐπουρανίοις σκηναῖς φῶς τὸ ἀνέσπερον.
δού σοι λαμπράν, ἐκτελεῖται Ζάκυνθος τὴν νῦν ἑορτήν, μνήμῃ τῇ πανσέπτῳ σου, τῷ σὲ θαυμαστώσαντι ἐκπέμπουσα, ᾄσματα ἐν Ὑψίστοις Θεῷ τῷ Παντοκράτορι.
βρόχοις ποσί, σὺν ὁδίτῃ χεύματα ποτὲ ποταμοῦ, διέβης πολύῤῥοα, λαὸς καθάπερ τὰ Ἰορδάνεια, πάλαι Ἰσραηλίτης, Χριστοῦ θεράπων Ὅσιε.
Θεοτοκίον.
Κοσμείθω ἡ γῆ, καὶ τὰ ὄρη ῥάνατε χαρᾶς γλυκασμόν, ἄνθρωποι σκιρτήσατε, βουλῆς πατρώας ἥκει τὸ πλήρωμα, Χριστὸν γὰρ τὸν Σωτῆρα, τεκεῖν Παρθένος ἔρχεται.
Καταβασία
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.











ᾨδὴ ς'. Τὸν Προφήτην Ἰωνᾶν.
Βεβαιοῦται ἱερεύς, ὁ Παγκράτιος σοφέ, μύστην εἶναί σε Θεοῦ· πεπτωκέναι γὰρ αὐτῷ, σὺ εἴρηκας, τὸν θεῖον Ἄρτον, ἱερουργοῦντί ποτε.
Ῥωμαλέως τὴν ἰσχύν, συμπατήσας τοῦ δεινοῦ, κοσμοκράτορος ἐν γῇ, νῦν τρυφὰς ἐν οὐρανοῖς, τὰ ἔπαθλα, τῶν σῶν ἀγώνων, μάκαρ δρεπόμενος.
Ἱκετεύειν ὑπὲρ σῶν, εὐλαβῶν συμπολιτῶν, μὴ ἐλλίπῃς ἐκτενῶς, Διονύσιε Χριστόν, τὸν Κύριον· σὲ γὰρ προστάτην, πάντες κεκτήμεθα.
Θεοτοκίον
Ἡ Παρθένος τοῦ τεκεῖν, παραγίνεται σαρκί, ἐν Σπηλαίῳ Βηθλεέμ, τὸν ἀχώρητον παντί, ὃν ἄγγελοι, μετὰ ποιμένων, δοξολογήσουσι.

Ἕτερος. Ἐν ἀβύσσῳ πταισμάτων.
λοτρόπως παμμάκαρ ἑνούμενος, Θεῷ τῷ Παντάνακτι ἐχθρὸς συλῆσαί σου, ψυχῆς τοῦς θείους ἔρωτας, πειρασμοῖς συνεχέσιν οὐκ ἴσχυσε.
Νοσημάτων ποικίλων πανάριστον, ἰατρὸν σὲ εὕρομεν φρουρὸν καὶ φύλακα, ἐχθρῶν πάσης φαυλότητος, ἀβλαβεῖς διασώζων πανάγιε.
Οὐρανόθεν ἱκέσιον δέησιν, σῶν ὑμνητῶν πρόσδεξαι, ἡμῖν καὶ φάνηθι, ἐν ὥρᾳ τελευτῆς ἡμῶν, δυσμενοῦς τὰς ἐφόδους τροπούμενος.
Θεοτοκίον.
πὲρ φύσιν ἐστὶ τὸ τελούμενον Κόρη ἀπειρόγαμε, Θεὸς ὁ Ἄναρχος, ἐκ Σοῦ γὰρ ἀρχὴν δέχεται, μορφωθεὶς μορφὴν δούλου δι’ ἔλεος.
Καταβασία
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον τῶν Ζακυνθίων ἡ πόλις, ἑορτὴν χαρμόσυνον σὺν τῇ μονῇ τῶν Στροφάδων, Αἴγιναν, τὴν ἐν Κυκλάσι προσκαλουμένη, ᾄσμασιν, ἀξιοχρέως συνευφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.
Ὁ Οἶκος
Σιγησάτωσαν ἤδη σιγησάτωσαν, οἱ μέχρι δεῦρο σφαλερῶς λέγοντες, μὴ εἶναι τῇ θεοσώστῳ Ζακύνθῳ, τὸν οἰκεῖον προστάτην, καὶ πρὸς Θεὸν πρέσβυν θερμότατον, καθὰ καὶ ἐν πολλαῖς τῶν ἐπισήμων πόλεων καὶ χωρῶν Ὀρθοδόξων. Ἔνεστι γὰρ καὶ μάλα καλῶς, ὁ σεπτὸς ἐν Ἱεράρχαις Διονύσιος, ὁ θαυμαστὸς Αἰγίνης πρόεδρος, ταύτης δὲ γόνος εὐκλεής, καὶ θρέμμα ἀξιέπαινον. Οὐκέτι λοιπὸν ζηλοῖ Ζάκυνθος ἡ εὐδαίμων, Κεφαλληνίαν καὶ Κέρκυραν, τάς φίλας γείτονας, διὰ τὸ αὐτὰς μέγα σεμνύνεσθαι, ἐπὶ τοῖς θείοις καὶ ἱεροῖς λειψάνοις, Γερασίμου τε καὶ Σπυρίδωνος, ἀλλοδαποῖς τυγχάνουσιν· ἀλλ΄ ἐκείνας μέν, προσφιλῶς συγκαλεῖται, πρὸς φαιδρὰν πανήγυριν τοῦ ἰδίου αὐτόχθονος· ὥσπερ δὴ καὶ προσφόρως, τὴν ἐν Κυκλάσι προσφωνεῖ Αἴγιναν, σὺν τῇ πανσέπτῳ τῶν Στροφάδων Μονῇ, τῇ τὸ θεῖον καὶ ἱερὸν αὐτοῦ σκῆνος, εὐτυχῶς θησαυρισάσῃ, τοῦ ἀξίως εὐφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος νῦν Διονύσιον.

Συναξάριον
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Διονυσίου, Ἀρχιεπισκόπου Αἰγίνης, τοῦ θαυματουργοῦ, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.
Ἔχει μὲν ἡ γῆ σῶμα Διονυσίου
Νέου, Πόλος δὲ τοῦδε τὴν ψυχὴν φέρει.
Ἑβδομάτῃ δεκάτῃ θάνεν, Διονύσιος ὁ κλεινός.

Τῇ αὑτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Τριῶν Παίδων καὶ Δανιὴλ τοῦ προφήτου.
Ὕπαρ, Θεέ, βλέπει σὲ νῦν ἐπὶ θρόνου,
τμηθεὶς Δανιήλ, οὐκ ὄναρ, καθὼς πάλαι.
Εἰ μὴ θανεῖν Τρεῖς Παῖδες ἤρων ἐκτόπως,
ὡς τοῦ πυρὸς πρίν, ἦρχον ἂν καὶ τοῦ ξίφους.

Τῇ αὑτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Πατερμουθίου, Κόπρι καὶ Ἀλεξάνδρου, μαρτυρησάντων ἐπὶ Ἰουλιανοὺ τοῦ παραβάτου.
Κοινωνὸς ὤφθην καὶ βίου σοι καὶ ξίφους,
Πάτερ Παρτεμούθιε, κραυγάζει Κόπρις.
Ἀγῶνος Ἀλέξανδρε, διπλοῦ λαμβάνεις,
ἀσκήσεως τομῆς τε διπλᾶ τὰ στέφη.

Τῇ αὑτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δουναλέ, τοῦ μετονομασθέντος Στεφάνου.
Στολαῖς Στέφανος ἀρετῶν ἐστεμμένος,
λαμπρὸς τὶς ᾔκει πρὸς στεφάνους τοὺς ἄνω.

Τῇ αὑτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἴακχος, ξίφει τελειοῦται.
Ἴακχε, κρατύνθητι, καὶ τμηθεὶς κάραν,
Τμηθεῖσιν ἐγγράφησι, καὶ στέφου κάραν.

Τῇ αὑτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικήτα.
Εἰ καὶ ἀθλητὴς ἐστιν ἐν χρόνοις νέος,
ἶσος παλαιοῖς ἐστι Νικήτας ἄθλοις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ'. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Λύει αὐχμὸν ταῖς σαῖς παρακλήσεσι, καὶ καρποφόρον ὁ Κύριος ἐκπέμπει, οὐρανόθεν παραδόξως, τῇ τῶν Στροφάδων Μονῇ.
Οὐ μόνον ζῶντα μάκαρ σε Κύριος, ἀλλὰ καὶ μετὰ τέλος ἐπλούτισε, θαύμασι παμποικίλοις, ὡς πιστὸν αὐτοῦ θεράποντα.
Πληθὺς ἡ τῶν ἀκρίδων ἡ φθείρουσα, Στροφάδων τῆς Μονῆς τὰ γεννήματα, εὐχῇ σου δραπετεύει, καὶ βυθῷ καταποντίζεται.
Θεοτοκίον
Οἱ Μάγοι τῷ ἀστέρι ἑπόμενοι, σὺν δώροις περσικοῖς παραγίνονται, ἄνακτα προσκυνῆσαι, τεχθησόμενον Παρθένῳ μητρί.

Ἕτερος. Ἀντίθεον πρόσταγμα.
Τυχεῖν ἐφιέμενος τῆς ἄνω δόξης, πανσόφως διώδευσας Χριστοῦ τὴν τρίβον Ἅγιε, ἐν ᾗ τῆς ἀσκήσεως σαυτὸν ἀγῶσι δεινοῖς θλίψεις καρτέρησας, δι’ ὧν ἐπαπολαύεις χαρὰν τὴν ἄληκτον.
Οἱ νόσων τηκόμενοι κακῶν παντοίων, συνδράμετε σπεύσαντες τεμένει τοῦ παμμάκαρος, ἐν ᾧ γὰρ νῦν πρόκειται Διονυσίου Πατρός, σῶμα τὸ πανέντιμον, ἐξ οὗ παθῶν ἐκβρύει τὰ ἰάματα.
μνεῖ καυχωμένη σε Μονὴ Στροφάδων, ὡς πάλαι πλουτίσασα τὸ Ἱερόν Λείψανον, ἥνπερ καὶ κατεύθυνον πρὸς μετανοίας ὁδόν, Πάτερ τὴν σωτήριον, φρουρῶν τὴν τῶν βαρβάρων πικρᾶς ἁλώσεως.
Θεοτοκίον.
Σαρκοῦται Θεόνυμφε ὁ Θεῖος Λόγος, Ἁγνῶν ἐξ αἱμάτων Σου, ἵνα ἐξαναστήσῃ με ψευδεῖ ψιθυρίσματι ἐξολισθέντα κακῶς, τοῦ δολίου ὄφεως, ὁ ὤν εὐλογημένος καὶ ὑπερένδοξος.
Καταβασία
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.














ᾨδὴ Ὃν φρίττουσιν Ἄγγελοι.
Ὑμνοῦντάς σε Ἅγιε, ζεούσῃ τῇ ψυχῇ, κινδύνων ἀπάλλαξον, παντοίων σαῖς λιταῖς, βραβεύων τοῖς πᾶσιν, ἐν τῷ βίῳ τῷ νῦν, τὰ πρὸς σωτηρίαν, αἰτήματα τρισμάκαρ.
Λευχείμονας θύτας μέν, ἐδόκει Δανιήλ, ὁρᾶν παριστάναι σοι, καθ' ὕπαρ ἐναργῶς· ὅθεν ἀδιστάκτῳ, ὡμολόγει φθογγῇ, ἅγιόν σε εἶναι, Διονύσιε μάκαρ.
Ὁρᾷ ἐν ὁράματι, σὲ Πάτερ τις γυνή, αὕτη τέξειν φάσκοντα, υἱὸν ὡς εὐλαβῶς, ᾐτήσατο ἥτις, συλλαβοῦσα ταχύ, ἄρσεν τέκνον τίκτει, ὡς ἡ ἐπαγγελία.
Θεοτοκίον
Υἱὸν Μήτηρ ἄνανδρος, ἐγγίζει τοῦ τεκεῖν, καὶ Μάγοι πορεύονται, ἐκ χώρας τῶν Περσῶν, αὐτὸν προσκυνῆσαι, ὡς Θεὸν τοῦ παντός, εἰ καὶ βροτωθέντα, ὁρῶσιν ἐν Σπηλαίῳ.

Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
δωρ τῇ γῇ ὁ Οὐρανός, ὑετίζει τῶν πιστῶν λιτανευόντων τὸ σὸν σκῆνος παμμάκαρ, καὶ διαλύει αὐχμόν, ἀκρίδος τὰ νέφη ἀπόλλυται, κακώσις καὶ πᾶσας καρποὺς λυμαινομένη.
Πλουτίζει πάντας ἀληθῶς, ὀξυτάτοις ταῖς ἰάσεσί σου Πάτερ, σῷ διὸ ἀψαμένων δακτύλῳ μὲν γυναικός, ἀνέστη, χρωτὸς ἀκινήτου τε καὶ τῆς ἀφωνίας δεσμῶν διαλυθέντων.
τρώτους φύλαττε λιμοῦ, καὶ λοιμοῦ τε τοῦ δεινοῦ τοὺς σεβομένους, τῆς βαρβάρων μαχαίρας, σεισμοῦ τε καὶ τοῦ πυρός, παντοίας ὀργῆς καὶ ἁλώσεως, σοῦ θερμαῖς πρεσβείαις, Χριστοῦ πιστὲ θεράπων.
Θεοτοκίον.
Νέον Παιδίον ὁ Θεός, ἐκ Παρθένου νῦν ἐπέστη γεννηθῆναι, τῆς Ἐδὲμ πεπτωκότας ἀνακαλέσαι βροτούς, ἧς πάντες τὸν Τόκον τὸν Ἄχραντον σπεύσωμεν προφθάσαι ἁγνείᾳ καὶ αἰνέσι.
Καταβασία
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.








ᾨδὴ θ'. Τὴν Ζωοδόχον πηγήν.
Κλέος Ζακύνθου σοφὲ Διονύσιε, φρουρεῖν ἡμᾶς μὴ ἐλλίπῃς ἀπήμονας, ταῖς πρὸς τὸν Δεσπότην σου, ἱεραῖς δεήσεσιν, ἐκ πάσης νόσου κακώσεως καὶ βλάβης· σὲ γὰρ προστάτην θερμὸν πεπλουτήκαμεν.
Ρήματι σῷ ἁλιεῖς ὑπακούσαντες, πληθὺν ἰχθύων εὐθὺς ἐσαγηνεύσαν, καὶ ὁρῶντες ἔφριξαν, πῶς καὶ φύσις ἄλογος, τῷ σῷ ὑπεῖξε κελεύσματι· διόπερ, δοῦλον Θεοῦ σὲ ἐπέγνωκαν γνήσιον.
Πάντων βροτῶν ἐμαυτὸν οἶδα χείρονα· καὶ γὰρ αἰσχρῶς τὴν ζωὴν ἐδαπάνησα· ὅθεν μοι τολμήσαντι, ὕμνους προσενέγκασι, σύγγνωθι Πάτερ καὶ δίδου σαῖς πρεσβείαις, καλῶς βιῶσαι ζωῆς τὸ ὑπόλοιπον.
Θεοτοκίον
Τὸν ἐκ Πατρὸς μὲν ἀμήτορα πέλοντα, δίχα πατρὸς ἡ Παρθένος ἐπείγεται, τοῦ τεκεῖν ὡς νήπιον, οὕπερ τὴν γενέθλιον, ἡμέραν πάντες εὐξόμεθα προθύμως, ἀξιωθῆναι ἰδεῖν ἁγνοῖς ὄμμασι.

Ἕτερος. Ἀνάρχου Γεννήτορος.
Διῆλθες τὸν βίον σου, πολλοῖς ἱδρῶσιν Ἅγιε, ἀρετῶν ἐκθερίσας τοὺς καλοὺς στάχυας, ὅθεν ἐκ Θεοῦ σὺ τὰ γέρα πόνων τῶν σῶν νῦν ἐπαπολαύεις, μετὰ συνάθλων σου, αἰωνίως ἀγαλλόμενος.
απίσματι Ὅσιε, Θεοφυλάκτου ἤλεγξας, τὴν Πατρὸς ἐν ὀνείρῳ προπέτειαν, ἀλλ’ οὖν καὶ νῦν σύνθλασον μύλας, Μονὴν την σὴν ἐκταραττόντων, καὶ παῦσον τὰ σκάνδαλα, χειρὶ τῇ ἀναλκεστάτῃ σου.
βίος μου ἄσωτος, ψυχή μου δὲ παμβέβηλος, ὑπάρχει πανάγιε, φεῦ καὶ ἀπόλλυμαι, σπεύσας ἱκετεύω σε σῶσον, χειρὸς δαιμόνων ἐξάρπασόν με, γενοῦ μοι ὑπέρμαχος, Ἱεράρχα Διονύσιε.
Θεοτοκίον.
φήλιος ἅπασα φαιδρῶς κροτείτω σήμερον, ἰδοὺ γὰρ ἡ Παρθένος Μαρία παρέστι τοῖς κεκρατημένοις ἐν ζόφῳ τῷ τοῦ θανάτου ἐπανατεῖλαι Ἰησοῦν τὸν Ἥλιον, τὸν ζωὴν πᾶσι παρέχοντα.
Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.








Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ Ζάκυνθος καὶ Αἴγινα, καὶ ἡ Στροφάδων ἅπασα, ὁμήγυρις μοναζόντων, ἀξίως ἀνευφημοῦσι, τὸν θεῖον Διονύσιον, κλεινὸν κοινὸν ὑπέρμαχον, φωστῆρα τὸν ἐκλάμποντα, θαυματουργίαις τοῖς πᾶσι, θερμῶς αὐτὸν καλουμένοις.
Προεόρτιον. Ὅμοιον.
Ἡ οἰκουμένη χόρευε, ἀκουτισθεῖσα σύμπασα, δόξασον μετ' Ἀγγέλων, καὶ ἀγραυλούντων ποιμένων, Θεὸν τὸν τεχθησόμενον, ἐν Βηθλεὲμ ὡς νήπιον, δι' οἶκτον πρὸς τὸν ἄνθρωπον, ὂν ἐπλασε κατ' εἰκόνα, καὶ ἐγερεῖ πεπτωκότα.

Εἰς τοὺς Αἴνους. Ἦχος δ'. Ὡς γενναΐον ἐν Μάρτυσι.
Κατὰ χρέος συνέλθωμεν, τῆς Ζακύνθου οἱ ἔκγονοι, ἑορτὴν πανίερον ἑορτάζοντες, πνευματικῶς ἀγαλλόμενοι, ὡς ἄφθαρτον ἄσυλον, εὐσεβείας θησαυρόν, κεκτημένοι πολύτιμον, ἐν πατρῴᾳ γῇ· διὸ ὕμνους προπέμψωμεν Κυρίῳ, τῷ ἡμῖν δωρησαμένῳ, πλοῦτον πολύολβον ἄνωθεν.

Θησαυρὸς ὂν κεκτήμεθα, Διονύσιος πέφυκε, τῆς Ζακύνθου βλάστημα ἱερώτατον· διὸ συμφώνως Ζακύνθιοι, αὐτῷ ἐκβοήσωμεν· Χαῖρε δόξα καὶ τιμή, τῆς πατρίδος πολύδοξε, Διονύσιε· χαῖρε στήριγμα στέφος εὐπατρίδων, χαῖρε σκέπη Ὀρθοδόξων, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Τῆς Αἰγίνης τὸ ποίμνιον, ἐπιστεύθης θεόληπτε, καὶ καλῶς ἐποίμανας θείῳ Πνεύματι· διὸ ποιμένα θεάρεστον, σὲ γνοὺς πιστῶν σύλλογος, πανδημεὶ Αἰγινητῶν, νῦν φαιδρῶς ἑορτάζει σου, τὸ μνημόσυνον, καὶ ἡμῖν ἐπαλληλως συγχορεύει, τοῖς γεραίρουσιν ἐκ πόθου, τὴν σεβασμίαν σου κοίμησιν.

Ἐντολῶν τοῦ Κυρίου σου, τὴν κυρίαν ἐλαμπρυνας, τὴν ἀγάπην ἔργοις σου καὶ γὰρ κτείνοντα, σοῦ τὸν αὐτάδελφον ἀδελφόν, ἐνόμισας ἄκακε, παρορῶν τὸ ἑαυτοῦ, ἀνομώτατον ἔγκλημα, μᾶλλον δ' εὐμενῶς, σωτηρίας τὴν τρίβον ἐκδιδάσκων, φιλανθρώπως τὰ πρὸς χρείαν, αὐτῷ παρέσχες μακάριε.

Δόξα. Ἦχος πλ. δ'.
Ἑορτὴν χαρμόσυνον, ἑορτάζει σήμερον Ζάκυνθος, ὦ φιλέορτοι, Ἱεράρχου καινοῦ μνήμην τελοῦσα, Διονυσίου τοῦ ἐξ αὐτῆς ἀνατείλαντος, καὶ συγκαλεῖται τάς φίλας πόλεις καὶ νήσους, τάς γείτονας, Κεφαλληνίαν καὶ Κέρκυραν, τὴν μὲν ὡς ἐν τοῖς ἄλλοις οἷς κέκτηται, Σπυρίδωνα αὐχοῦσαν τὸν πολυθαυμαστόν, τὴν δέ, ὡς τὸν θαυματουργὸν πλουτοῦσα νέον Γεράσιμον, συνευφρανθῆναι πνευματικῶς, καὶ πανηγυρίσαι θεοπρεπῶς· μεθ' ὧν καὶ ἡμεῖς ψάλλοντες εἲπωμεν· Ὁ ἐν Ἁγίοις θαυμαστὸς Κύριος, ταῖς αὐτῶν ἱκεσίαις, τὰ ἐπὶ γῆς τῶν Ὀρθοδόξων συστήματα, ἐκ παντοίων κινδύνων λύτρωσαι, καὶ τῆς οὐρανίου βασιλείας ἀξίωσον ὡς Φιλάνθρωπος.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Βηθλεὲμ ἑτοιμαζου· εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα· διὸ Ἀδὰμ ἀνανεοῦται, σὺν τῇ Εὔᾳ κράζοντες· ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης, καὶ Στροφάδων μέγας φρουρός· χαίροις Ἐκκλησίας, νέος φωστὴρ τρισμάκαρ, Ἀρχιερέων δόξα ὦ Διονύσιε.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου