ΔΕΚΕΜΒΡΙΟΣ 18!!
ΜΟΔΕΣΤΟΣ ΙΕΡΟΣΟΛΥΜΩΝ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστώμεν
στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὡς
ἀθλοφόρον σε μέγαν Πάτερ γινώσκοντες, καὶ Ἱεράρχην θεῖον, τῆς Σιὼν τῆς ἁγίας, ὅθεν
κατὰ χρέος πίστην τὴν σήν, ἐκτελοῦμεν πανήγυριν, διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ
ἡμῶν, τῶν τιμώντων ταύτην Μόδεστε.
Σὺ
τῶν Ἀγγέλων ὑπάρχεις τὸ ἀγαλλίαμα, ἀρχιερέων δόξα, καὶ Μαρτύρων ἀκρότης,
Μόδεστε τρισμάκαρ διόπερ τὴν σήν, τοὺς γεραίροντας ἄθλησιν, καὶ ἐκτελοῦντας τὴν
μνήμην ᾀσματικῶς, πάσης νόσου ἐλευθέρωσον.
Τοὺς
συνελθόντες ἐν πίστει τῷ ἱερῷ σου ναῷ, καὶ ἐν παννύχοις ὕμνοις, ἐκτελοῦντας σὴν
μνήμην, κινδύνων ἀνωτέρους σαῖς πρὸς Θεόν, ἱκεσίαις ἀνάδειξον, ἱεραρχῶν καὶ
Μαρτύρων ἡ καλλονή, Μόδεστε ἀξιοθαύμαστε.
Τῶν
οὐρανίων τὰ κάλλη κατοπτριζόμενος, τῶν ἐπὶ γῆς ῥεόντων, εἰς οὐδὲν ἐλογίσω, καὶ
ἀνέπτης χαρμονικῶς, ἔνθα φῶς τὸ τρισήλιον, ἀπολαβὼν τῶν καμάτων τὰς ἀμοιβάς,
ἱερόαθλε μακάριε.
Δόξα.
Ἦχος β΄.
Τὸν
φωστῆρα τὸν θεολαμπή, τὸν τοῦ κόσμου λύχνον, καὶ εἰς Ἱερουσαλὴμ τὸν
τρισμέγιστον πρόεδρον, Μόδεστον εὐφημήσωμεν. Μετ’ Ἀγγέλων γὰρ ἀγάλλεται, λαβὼν
τὸ στέφος τῆς ἀφθαρσίας παρὰ τοῦ μόνου Θεοῦ καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον.
Βηθλεὲμ
γῆ Ἰούδα, τὸ κατὰ σάρκα, τὸ πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον ἀπήλατον, ἐν
ᾧ Θεὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χρίσματι
ἱερῷ, ἐν αἵματι ἁγίῳ, τὴν ὀρθόδοξον πίστιν, Μόδεστε τοῦ Κυρίου, ἐστήριξας
πανεύφημε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τῆς
Ἱερουσαλήμ, τῆς ἄνω καὶ τῆς κάτω, οἰκήτωρ καὶ ποιμήν τε, τοῦ βίου σου ἀκτῖσι,
Μόδεστε ἀναδέδειξε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἐν
ἀγαλλιάσει ἀγαλλιάσονται.
Λύτρωσαι
τῶν δεινῶν, κινδύνων ἡμᾶς πάντας, Μόδεστε δυσωποῦμεν, ὡς ἄριστος προστάτης,
ἡμῶν καὶ φύλαξ ἄγρυπνος.
Δόξα.
Τριαδικόν.
Τριάδα
τὴν σεπτήν, τὸν ἕνα Θεὸν μόνον, ἐδίδαξας πιστεύειν, καὶ ὑπὲρ τούτου Πάτερ, τὸ
αἷμά σου ἐξέχεας.
Καὶ
νῦν. Προεόρτιον.
Οἶκος
τοῦ Ἐφραθᾶ, ἡ πόλις ἡ ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ τὸ
θεῖον τίκτεται.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως
τὸν βίον σου διαπεράνας σοφέ, ποδήρει κεκόσμησας, ἱερωσύνης φαιδρῷ, ἱερόαθλε
Μόδεστε, ὅθεν καὶ ἐναθλήσας, προθυμώτατα Πάτερ, νῦν ἐν ἀγαλλιάσει, τῷ Χριστῷ
συναγάλλῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακὸς καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐν
φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς εὐφημήσωμεν, τὸ σεπτὸν κειμήλιον τοῦ Θεοῦ ἡμῶν,
πατριαρχῶν τὸ θησαύρισμα, Μαρτύρων τὸ καύχημα, καὶ παθῶν ἐκμειωτήν, τῶν
δαιμόνων ἀντίπαλον, καὶ συνόμιλον, τῶν ἁγίων Ἀγγέλων καὶ τῆς ἄνω, καὶ τῆς κάτω
Σιὼν δόξαν, τὸν θεῖον Μόδεστον σήμερον. (Δίς)
Ἱερέων
ὁ σύλλογος, μοναζόντων τὸ σύστημα, δεῦτε εὐφημήσωμεν θείοις ᾄσμασι, τὸν
ἱερόαθλον Μόδεστον, τὸ ἄνθος τῆς φύσεως, τῶν πιστῶν τὴν καλλονήν, καὶ τὸν
στύλον τῆς πίστεως τὸν ἀκράδαντον, τὸν φυλάττοντα πάντας νοσημάτων, ἐκ παντοίων
καὶ ποικίλων, βροτοὺς καὶ κτήνη ἐκ θλίψεων. (Δίς)
Τὸν
ποιμένα τὸν ἄριστον, Ἐκκλησίας ἑδραίωμα, τὸν Ἱερομάρτυρα θεῖον Μόδεστον, ᾀσματικῶς
ἀνυμνήσωμεν, βοῶντες γηθόμενοι, ἡμῶν σκέπη κραταιά, μὴ παρίδῃς τοὺς δούλους
σου, ἀλλὰ πρόφθασον, ἐξελέσθαι κινδύνων, σοὺς οἰκέτας, καὶ παντοίας ἀλγηδόνος,
τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Ἱερέων
ἐν χρίσματι, καὶ Μαρτύρων ἐν ᾄσμασι, τῷ Θεῷ προσήγαγες τελεώτατα, σαυτὸν ὡς
θῦμα εὐπρόσδεκτον, ἀοίδιμε Μόδεστε, ἱερέων ἡ κρηπίς, καὶ ἡμῶν τὸ προσφύγιον,
τῶν τελούντων σου, τὴν πανσέβαστον μνήμην ἐτησίως, καὶ τιμώντων θείοις ὕμνοις,
τὴν φωταυγῆ καὶ πανσέβαστον.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
φιλομάρτυρες πάντες, τὸν Χριστοῦ Ἱερομάρτυρα Μόδεστον, ὕμνοις τιμήσωμεν, ὅτι
καὶ Μάρτυς δι’ Αἵματος ἀνεγνώσθη, τῶν γὰρ τυράννων τὰς ἀπειλὰς ἀντ’ οὐδενὸς
λογισάμενος, καρτερία τὸν στέφανον παρὰ Χριστοῦ ἐκομίσατο. ᾯ καὶ νῦν
παριστάμενος, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἱερὰν
αὐτοῦ καὶ πανσέβαστον ἄθλησιν.
Καὶ
νῦν. Προεόρτιον.
Δεῦτε
ἅπαντες Χριστοῦ τὰ γενέθλια πιστῶς προεορτάσωμεν, καὶ νοητῶς τὸν ὕμνον ὡς
ἀστέρα προβαλλόμενοι, μαγικὰς δοξολογίας μετὰ ποιμένων βοήσωμεν· ἦλθεν ἡ
σωτηρία τῶν βροτῶν, ἐκ παρθενικῆς νηδύος πιστοὺς ἀνακαλούμενος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη
δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς·
υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης
τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν.
Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ
Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ
πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ
εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει,
καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ
περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ
κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ
ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι
ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ
ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην
δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν
ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ
μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ
τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν
ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ
τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας.
Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ
σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ
διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων
πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ
υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ
θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ
ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν
πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος β΄.
Ἱερομάρτυς
Μόδεστε ἔνδοξε, τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐ πῦρ, οὐ μάστιγες, οὐ δὲ ξίφος
χωρίσας ἴσχυσαν· ἀλλ’ ἀνδρείως ἐν μέσῳ τοῦ σταδίου, τὰ τῶν εἰδώλων σεβάσματα
κατέστρεψας θεόφρον· ἐκτενῶς πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Μαρτυρικοῖς
πόνοις ὡραϊσθείς, καὶ ἀρχιερατικοῖς χρισθεὶς χρίσμασι, δοχεῖον τῆς ὑπερφώτου
ἐδείχθης Τριάδος, ὑπὲρ ἧς καὶ τὸ αἷμά σου προθύμως ἐξέχεας Μόδεστε πανεύφημε.
Διὸ καὶ παρ’ αὐτῆς τρίπλοκον τὸν ἀμαράντινον στέφανον ἔλαβες, καὶ παῤῥησίαν
ἔχεις πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος
δ΄.
Ἀγγελικὸν
βίον, ἐν γῇ ἐπιδειξάμενος Ἱερομάρτυς Μόδεστε, ψήφῳ Θεοῦ, τὴν ποιμαντορικὴν
ῥάβδον ἐνεχρίσθης, καὶ ἐν καθέδρᾳ ἀρχιερέων καθήσας, τὸν Κύριον τοῖς ἐνθέοις
ἔργοις σου ἐδόξασας. Διόπερ κατήντησας εἰς μάνδραν οὐράνιον, ἔνθα ὁ πρῶτος
ποιμήν, καὶ μέγας ἀρχιερεύς, ἀπαύστως τὴν ὑμνωδίαν αὐτῷ ἀναπέμπων, καὶ δεινῶν
ἀπαλλαγὴν τοῖς ὑμνηταῖς σου βραβεύων, ταῖς πρεσβείαις σου.
Ἦχος
πλ. β΄.
Τῷ
ἰστίῳ τοῦ Ἁγίου Πνεύματος, Ἱερομάρτυς Μόδεστε, ἡ ψυχή σου πτερωθεῖσα, τῶν
αἰκισμῶν διέπλευσεν ἀβρόχως τὸ χαλεπὸν κλυδώνιον, καὶ περιχαρῶς κατέλαβε
λιμένας τοὺς ἐπουρανίους· ὅθεν παριστάμενος τῷ θρόνῳ τῷ δεσποτικῷ, πρέσβευε
ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν ἀεισέβαστον μνήμην σου, τῶν σωματικῶν
ἀλγηδόνων ῥυσθῆναι, καὶ τυχεῖν τῆς ἄνω δόξης, εὐπροσδέκτοις πρεσβείαις σου.
Δόξα.
Ἦχος πλ. α΄.
Ἡ
παμφαὴς τοῦ ἱεροῦ Μοδέστου λαμπρὴ μνήμη ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως
δαδουχεῖ τὰ ἰάματα, νόσους ἀποσοβοῦσα ἀνθρώπων, καὶ πάθη κτηνῶν θεραπεύουσα·
ἱκετεύει γὰρ ὡς ἰατρός, παρεστηκὼς τῷ θρόνῳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δωρηθῆναι
ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Προεόρτιον.
Μὴ
στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν, ὄψη γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ, καὶ
χαρίσῃ, καὶ ὡς Θεὸν προσκυνήσῃ· ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα
τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· χαῖρε Κεχαριτωμένη, μετὰ
Σοῦ ὁ Κύριος, καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σκεῦος,
ἐκλογῆς σε προϊδών, μάκαρ ὁ ἐτάζων καρδίας, καὶ βλέπων κρύφια, ἄξιον καθέστηκε,
ποιμένα θείας Σιών, ἣν πανσόφως κατήρδευσας διδάγμασι θείοις, ἕως οὗ ἐξήνθησε,
καρπὸν σωτήριον Μόδεστε, τῆς πίστεως θεῖον, ἐν τῷ αἵματί σου προθύμως, τέλος
ἀπεσφράγισας θεόσοφε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δεῦτε,
ἱερέων ἡ πληθύς, καὶ ἀρχιερέων οἱ δῆμοι, πατριαρχῶν ἡ κρηπίς, ἄσμασι τιμήσωμεν,
τὸν Ἱεράρχην Χριστοῦ, τὸν τὴν πλάνην πατήσαντα, καὶ νίκης λαβόντα, στέφανον
ἀκήρατον, παρὰ Χριστοῦ τοῦ Θεοῦ, οὗπερ παρεστὼς νῦν τῷ θρόνῳ, νέμεις δαψιλῶς
τὰς ἰάσεις, πᾶσι καὶ πταισμάτων ἀπολύτρωσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἐν
ἀγαλλιάσει ἀγαλλιάσονται.
Οἶκον
ἀπετέλεσας σαυτόν, Πνεύματος Ἁγίου τρισμάκαρ, καθάρας σοῦ τὴν ψυχήν, χρίσμα
θεῖον ἔλαβες, ἀρχιερεὺς γεγονώς, ποδηγέτης θεόφρον, λαοῦ καὶ προστάτης, τῶν
ἐπιτελούντων σου τὴν θείαν ἄθλησιν, λύσιν τῶν δεινῶν σαῖς πρεσβείαις, ἐκ Θεοῦ
δωρούμενος τούτοις, ὑπὲρ οὗ τὸ αἷμά σου ἐξέχεας.
Δόξα.
Ἦχος γ΄.
Σήμερον,
ἡ φωταυγὴς ἀνέτειλε μνήμη σου, τρισμάκαρ Ἱερομάρτυς Μόδεστε, φωτίζουσα τὰς τῶν
πιστῶν διανοίας, ταῖς μαρμαρυγαῖς τῶν θαυμάτων σου, ἐν ᾗ τῷ πανσέπτῳ σου
συναθροισθέντες τέμενος, καθικετεύομεν κράζοντες· λύσον ταῖς σαῖς ἱκεσίαις, τὰς
σειρὰς τῶν πταισμάτων, τῶν ἀνυμνούντων σε πόθῳ πανεύφημε.
Καὶ
νῦν. Προεόρτιον.
Ἰωσὴφ
εἰπὲ ἡμῶν, πῶς ἐκ τῶν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; ἐγὼ
φησί, τοὺς προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ ἀγγέλου, πέπεισμαι, ὅτι
Θεὸν γεννήσαι ἡ Μαριὰμ ἀνερμηνεύτως, Οὗ εἰς προσκύνησιν, μάγοι ἐξ ἀνατολῶν
ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι’ ἡμᾶς Κύριε δόξα Σοι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως
τὸν βίον σου διαπεράνας σοφέ, ποδήρει κεκόσμησας, ἱερωσύνης φαιδρῷ, ἱερόαθλε
Μόδεστε· ὅθεν καὶ ἐναθλήσας, προθυμώτατα Πάτερ, νῦν ἐν ἀγαλλιάσει, τῷ Χριστῷ
συναγάλλῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὐφραίνου
η Σιών, ἡ ἁγία ἰδοὺ γάρ, ἐπέφανέ σοι νῦν, σοῦ ποιμένος Μοδέστου, ἡ ἔνδοξος
ἄθλησις, τοὺς πιστούς καταυγάζουσα, ὅθεν σκίρτησον, μετὰ ποιμένων βοώσα· δόξης
στέφανος, σὺ του ποιμένος μου πέλεις, Χριστέ πολυέλεε.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ἀγάλλου
η Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε
τὴν ἄμετρον, καὶ αὐτοῦ συγκατάβασιν, ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ δυνάμεις,
ὄντως ἔρχεσθαι, ἐκ τῆς παρθένου τεχθῆναι, ὁ μόνος φιλάνθρωπος.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἱερωσύνης
τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς Ἱεράρχα, τὸ τῶν εἰδώλων σκότος τε
ἠφάνισας, αἴγλῃ ἰαμάτων δέ, τῶν παθῶν τὴν ὁμίχλην, λύσας μεταβέβηκας, πρὸς τὸ
ἄδυτον φέγγος, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενώς, τῶν σε τιμώντων ἀοίδιμε Μόδεστε.
Δόξα.
Ἡ
ἱερά σου καὶ πανέντιμος μνήμη, πεποικιλμένη ποικιλία χαρίτων, πάντας πιστοὺς
φαιδρύνουσα ἀνέταλεν ἰδού, οὕσπερ καὶ συνάξασα, τῷ σῷ θείῳ τεμένει, πίστει σοι
παρίστανται, ἐντρυφῆσας ποθοῦντες, ἀειθαλᾶς καρποὺς ὑπερφυῶν, καὶ παραδόξων
θαυμάτων σου Μόδεστε.
Καὶ
νῦν. Προεόρτιον.
Νῦν
περαιοῦνται Προφητῶν αἱ προῤῥήσεις, ἡ Θεοτόκος Μαριὰμ γὰρ ἐπέστη, ἀποτεκεῖν
βροτῶν τὴν ἀπολύτρωσιν, ἄνωθεν προτρέχουσιν οὐρανῶν αἱ δυνάμεις, δόξαν
ἀναπέμπουσαι, δι’ ἡμᾶς τῷ τεχθέντι, καὶ βασιλεῖς προέρχοντας Περσῶν, αὐτῷ σὺν
δώροις, προσπέσας γηθόμενοι.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττονται
τὴν σήν, Μάρτυς Χριστοῦ ὑπομονήν, καὶ θαυμάζουσι Θεοῦ, τὰ μεγαλεῖα γηγενεῖς,
καὶ τὴν πολλὴν εἰς σὲ Πάτερ οἰκονομίαν, πῶς τὸ ἀσθενὲς τῆς ταπεινώσεως, σῶμα
ἀντοχῆν τοσαύτῃ ἴσχυσε, πληθύϊ τῶν κολάσεων, καὶ ἀσινὲς ἐφυλάττετο, Χριστὲ
Μαρτύρων, καὶ ἱερέων, σὺ εἶ δόξα καὶ στέφανος.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Παρθένοι
προεξάρξατε, τῇ τῆς Παρθένου χαρά, μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός,
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, μάγοι σὺν τοῖς ἀγγέλοις, σὺν ἡμῖν οἱ ποιμένες, ἔρχεται
γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.
Οἱ ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Τί
ἀνταποδόσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Δεῦτε
πιστοί, χορείαν συγκροτήσαντες, ἐπὶ τῇ μνήμῃ τοῦ Ἱερομάρτυρος Μοδέστου· ᾀσμάτων
ἐγκωμίοις αὐτὸν καταστέψωμεν. Οὗτος γὰρ τῶν τυράννων τὸ θράσος καταβαλών, καὶ
τὴν πλάνην τῶν Ἰουδαίων καταισχύνας, αἵμασι μαρτυρικοῖς τὴν ἀρχιερατικὴν στολὴν
κατελάμπρυνεν. Αὐτὸν οὖν καὶ ἡμᾶς, ὡς παῤῥησίαν ἔχοντα πρὸς Κύριον, μεσίτην
πρὸς Αὐτὸν προσάξωμεν, καὶ πρέσβυν προβαλλώμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τῆς Θεοτόκου. ᾨδὴ
α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Σὲ
Παναγία Παρθένε τὸν οὐρανόν, ὁ τανύσας Κύριος, καὶ τὴν γῆν θεμελιῶν, οὐρανὸν
ἐπίγειον ἐκ σοῦ, προελθὼν μετὰ σαρκός, ἡμῖν ἀνέδειξε.
Σὲ
τοῦ Θεοῦ τὸ χωρίον τοῦ μηδαμοῦ, χωρουμένου Δέσποινα, τὴν σκηνὴν τὴν νοητήν, τὸ
τερπνὸν ἁγίασμα πιστῶν, καὶ κραταίωμα ἀεί, πάντες δοξάζομεν.
Ἱερωτάτη
χορεία των προφητών, προεδήλου πόῤῥωθεν, ἐσομένην σε Θεοῦ, ἀληθῆ λοχεύτριαν
ἁγνή, ἀνωτέραν Χερουβίμ, καὶ πάσης Κτίσεως.
Ὁ
ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, Θεὸς Λόγος πάναγνε, ἐξ’ ἀσπόρου σου γαστρός,
ὑπὲρ νοῦν σεσάρκωται διό, Θεοτόκον πιστοὶ ἀεὶ δοξάζομεν.
Καὶ τοῦ Ἁγίου. ᾨδή α΄. Ὁ
αὐτός. Κύματι θαλάσσης.
Στόματι
πηλίνῳ, καὶ γλώσσῃ γεώδει, σὲ τὸν ἰσάγγελον, ὑμῖν ὁρμῶντί μοι, Μόδεστε φῶς
οὐρανόθεν, δυσωπῶ σε ταῖς πρεσβείαις σου, ἐξαστράψας φώτισον, τὸν νοῦν, καὶ τὴν
καρδίαν μου.
Ὕλην
φθειρομένην καὶ ῥέουσαν δόξαν, καὶ κόσμον σύμπτυντα, καὶ κοσμοκράτορα,
παραδραμὼν ἀντὶ πάντων, τὸν Χριστὸν ἐκτήσω Μόδεστε, οὗ τρωθῶ τῷ ἔρωτι, ἐν
ἤθλησας στεῤῥότατα.
Μέγας
ἐν σημείοις καὶ τέρασιν ὤφθης, πολὺς ἐν θαύμασι, καὶ περιβόητος, ὕδατι μόνῳ
ῥαντίζων, καὶ ἰώμενος τοὺς κάμνοντας, βροτοὺς σὺν τοῖς κτήνεσιν, ὡς λίαν
συμπαθέστατος.
Θεοτοκίον.
Γένος
τῶν ἀνθρώπων, βουλόμενος σῶσας, ὁ ὑπεράγαθος, μήτραν ἐσκήνωσεν, ἀπειρογάμου
παρθένου, καὶ ἰδοὺ τεχθῆναι ἔρχεται, τοῦτον προσκυνήσωμεν, ἐνδόξως γὰρ
δεδόξασται.
Ἕτερος Κανὼν τοῦ Ἁγίου. ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὴν
κυκλουμένην ἐπταχῶς καὶ ῥέουσαν, ἑβδόμην πρόσκαιρον, διαδραμὼν πάτερ, τὴν
ὀγδόην ἔφθασας, ἡμέραν τὴν τοῦ μέλλοντος, ὅθεν ὄγδοον ἦχον, τοῦτόν σοι πλέκοντα
ῥύσαί με, τῶν ἐν τῇ ὀγδόῃ κολάσεων.
Ὑπεραρθεὶς
τῆς ἀπαθείας πτέρυξι, τῶν χαμαιζήλων παθῶν, καὶ τὸ παχὺ σκῆνος, καὶ βαρὺ
ἐφόλκιον, λεπτύνας μάκαρ Μόδεστε, καὶ κουφίσας ἐδείχθης, σταδιοδρόμος οὐράνιος,
εὐσταλὴς καὶ κοῦφος καὶ εὔζωνος.
Τὸν
δι’ ἡμᾶς τὸ καθ’ ἡμᾶς φορέσαντα, ὁμολογήσας Χριστόν, Υἱὸν Θεοῦ ζῶντος, θεολόγῳ
γλώσσῃ σου, τῶν τυραννούντων ἔμπροσθεν, πείραν πλείστων βαρβάρων, καὶ τέλος
θάνατον Μόδεστε, ἤνεγκας ψυχῆς γενναιότητι.
Θεοτοκίον.
Ἀκατασχέτοις,
καθ’ ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο, ἀλλὰ τῷ σῷ τόκῳ, προσεγγίσας ὤχετο, καὶ
προβαλὼν κατήργηται, Θεοτόκε Παρθένε, ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην
γεγέννηκας.
ᾨδὴ
γ΄. Τῆς Θεοτόκου. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Ἐκπλήττει
νοῦν καὶ ἀκοήν, τὸ μυστήριον ὄντως, τῆς λοχείας σου Κόρη, Θεὸν γὰρ ὑπερφυῶς,
συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα μένεις ὡς καὶ πρότερον.
Χερσὶ
κατέχουσα Χριστόν, τὸν κατέχοντα πάντα, ἐκ χειρὸς ἡμᾶς ῥῦσαι, διαβόλου πονηρᾶς,
θεογεννῆτορ ἁγνή, καὶ παντοίας βλάβης δυσωπούμενος.
Μαρία
Μῆτερ τοῦ φωτός, φώτισον τὴν ψυχήν μου, τὴν πολλαῖς ἁμαρτίαις, σκοτισθεῖσαν
χαλεπῶς, καὶ βέλη του πονηροῦ, πληγωθεῖσαν καὶ ἐξασθενήσασαν.
Ἰδού
σε πᾶσαι γενεαί, μακαρίζουσι πίστει, τὴν τὸν ἄχρονον λόγον, ἐν σώματι χρονικῷ,
τεκοῦσαν ὑπερφυῶς, καὶ παρθένον πάλιν διαμείνασαν.
Ὁ
α΄ τοῦ Ἁγίου. Σὲ τῶν ἐπὶ ὑδάτων.
Μέλλοντι
ἀναβαίνειν, ὡς μέγιστον ὕψος ἱερωσύνης νυκτὸς ἐπὶ τὰς θύρας, τοῦ ἱεροῦ πάτερ
ἔφθασας καὶ προσευχῇ ἐμμόνῳ σου, ταύτας ἠνέωξας, χρηματισθεὶς τῷ ἐγχειρήματι.
Ἐχθροὺς
τοὺς ἀοράτους, καὶ δράκοντας νοητοὺς τῇ δυνάμει, Χριστοῦ καταπατήσας, καὶ
βασιλέα τὸν ἔχθιστον, καὶ σοβαρὸν τῇ χάριτι, σταυροῦ κατέβαλες, ἐναθλήσας
καρτερώτατα.
Ἵνα
χωρήσῃς ὅλην, τὴν ἔλλαμψιν τῆς Ἁγίας Τριάδος, ἐστίλβωσας τὸν νοῦν σου, οἷα
νεόσμηκτον ἔσο κάτοπτρον, καὶ τὴν ψυχὴν ἐλάμπρυνας, Μόδεστε ἔνδοξε, ἀρετῶν
καθαρωτάτῳ φωτί.
Θεοτοκίον.
Ἡ
σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον Παρθένε, τοῦ τόκου προῆλθε, τὸ γὰρ
προφήταις θρυλλούμενον, ὑπερφυῶς μυστήριον, ἡμῖν ἐπέφανε, λόγος τοῦ Θεοῦ
ὑπάρχων Θεός.
Ὁ
β΄ Κανών τοῦ Ἁγίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νενευρωμένος
τοῦ Χριστοῦ, του μακαρίου δυνάστου, δυναστεία παναλκεῖ καὶ τῷ ὅπλῳ, ὁπλισμένος
τοῦ σταυροῦ, τὴν κεφαλὴν διέκοψας, τοῦ δυσμενοῦς δυνάστου, ὡς ἐν ἐκστάσει
πανεύφημε.
Ναμάτων
θείων ποταμός, πεπληρωμένος ὡράθης, ζωηρῶν πνευματικῶν χαρισμάτων, ἐκ Σιὼν ὡς
ἐξ Ἐδέμ, ἐξορμημένοι Μόδεστε, καὶ νοερῶς κατάρδων, τῆς Ἐκκλησίας τὰς αὔλακας.
Γνῶσιν
τῶν ὄντων ἐσχηκώς, τοῦτο γὰρ ὅρος σοφίας, φιλοσόφως κατορχήσω τῶν τῆδε, τὸ
πολίτευμα τὸ σόν, ἐν οὐρανοῖς κτησάμενος, διὸ ἐπουρανίου, ἔτυχες μακαριότητος.
Θεοτοκίον.
Μῶμος
ἐν σοὶ καὶ μολυσμός, οὐκ ἔστιν ὅλως Παρθένε, ἐνδιαίτημα δὲ μᾶλλον ἐφάνης,
οὐρανίων ἀρετῶν, ἐν σοὶ γὰρ κατεσκήνωσε, τῶν ἀρετῶν ἡ πᾶσα, ἁγιωσύνη πανάμωμε.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φαιδρύνας
τὸν βίον σου τῶν ἀρετῶν καλλοναῖς, ποιμὴν ἀνηγόρευσας, καὶ ἱεράρχης σεπτός,
πανένδοξε Μόδεστε, αἵματι μαρτυρίου, σεαυτὸν δὲ φοινίξας, ἄνω πρὸς τὰς ἀΰλους,
μετετέχθης χορείας, μεθ’ ὧν ὑπὲρ ἡμῶν, τὸν Χριστὸν Πάτερ ἱκέτευε.
Δόξα.
Καὶ νῦν. Προεόρτιον.
Ἐνθέως
εὐφραίνεται, ἡ κτίσις σήμερον, Χριστὸς γὰρ ὁ Κύριος, ὁ τοῦ Θεοῦ μου Υἱός, ἐκ
κόρης γεννᾶται ἁγνῆς, ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀνατίζων, λύων καὶ τὴν
κατάραν, τῆς προμήτορος Εὔας, διὸ ὡς εὐεργέτη ἡμῶν, ᾆσμα προσάξωμεν.
ᾨδὴ
δ΄. Τῆς Παναγίας. Χριστός μου δυνάμις.
Τὸ
θεῖον τέμενος, Θεοῦ ὑμνήσωμεν, τὴν ἁγίαν Παρθένον περιφανῶς, πάντες
μακαρίζοντες, οἱ θεωθέντες, δι’ αὐτῆς, καὶ δεινῶν ἀπολυτρούμενοι.
Τῷ
θείῳ τόκῳ σου, Παρθένε πάναγνε, τῶν Αγγέλων αἱ τάξεις, καὶ τῶν βροτῶν, ἥνωνται
συστήματα, τὸν εἰρηνάρχην γὰρ Χριστόν, καὶ Σωτῆρα πάντων τέτοκας.
Λιμένα
εὔδιον, Χριστός σε ἔδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθῆ, Δέσποινα πανάμωμε,
ἐκ διανοίας καθαρᾶς, Θεοτόκον καταγγέλλουσι.
Σκηνὴ
ἀμόλυντε, νυμφὼν ὁλόφωτε, Σεραφὶμ ὑπερτέρα, χερουβικόν, ὄχημα πανάμωμε,
ἁμαρτιῶν με χαλεπῶν, καὶ κινδύνων ἐλευθέρωσον.
Ὁ
α΄ τοῦ Ἁγίου. Τὴν ἐν σταυρῷ σου θείαν κένωσιν.
Ὁ
ἐν ὑψίστοις παριστάμενος, τῷ Θεῷ νοερῶς, καὶ σὺν Ἀγγέλοις ᾄδων, ὕμνον αὐτῷ
τρισάγιον, καὶ ἐν ἱερᾷ, πρεσβυτέρων καθέδρᾳ, ἤνεσας τοῦτον ἐν γῇ.
Ῥάβδῳ
πυρίνῃ τῶν δογμάτων σου, τῶν εἰδώλων τεμών, τὴν πλάνην ἱεράρχα, κυμαινομένην
θάλασσαν, ὥσπερ Μωϋσῆς, ἐρυθρὰν ὁ θεόπτης, ἔνδοξε Μόδεστε.
Ἐξηγητὴν
ἱεροκήρυκα, ἑρμηνέα σοφόν, τῶν γραφῶν καθιστᾷ σε, τὸ πνεῦμα τὸ πανάγιον, ταῦτας
τῷ λαῷ, ἐν συνέσει καὶ χάριτι ἀναπτύσσοντα.
Θεοτοκίον.
Μεγαλοφώνως
προκηρύττεται, προσδοκία ἐθνῶν, καὶ σωτηρία κόσμου, ὁ ὑπὲρ φύσιν τόκος σου,
ἄχραντε ἁγνή, ὃν ὑμνῶν κόσμος ἅπας, προερτοάζει φαιδρῶς.
Ὁ
β΄ τοῦ Ἁγίου. Σύ μου ἰσχὺς Κύριε.
Μόνον
Χριστόν, τῶν ἐφετῶν τὸ ἀκρότατον, ἐξ ἰσχύος, ὅλης ἐπεπόθησας, ὅλον ὑπάρχοντα
γλυκασμόν, ὅλον θυμηδείαν, ὅλον ἀκόρεστον ἔφεσιν, ἀμήχανόν τε κάλλος, καὶ αὐτῷ
τὴν ψυχήν σου, διαπύρῳ ἀθλήσει συνέδησας.
Νῦν
εἰσελθών, εἰς τὰ πρωτότυπα ἅγια, τῶν Ἁγίων ὅπου πρώην πρόδρομος, Χριστὸς
εἰσῆλθεν ὑπὲρ ἡμῶν, καὶ κληρονομήσας, τὰ ἀγαθὰ τὰ ἀπόῤῥητα, καὶ ἃ ἐπιθυμοῦσι,
καὶ Ἀγγέλων αἱ τάξεις, παρακύψας Χριστόν, εὐμενίζου ἡμῖν.
Ὡς
ἀσφαλῶς, τῷ θείῳ φόβῳ ῥυθμίσας σου, τὰς ἀσθήσεις, καὶ παιδαγωγήσας καλῶς, πρὸς
ἀκροτάτην περιοπήν, ἤρθης τῆς ἀγάπης, καὶ ἔξω φόβου γενόμενος, Θεῷ
συνανεκράθης, διὰ τοῦ μαρτυρίου, τῶν ποικίλων βασάνων ὦ Μόδεστε.
Θεοτοκίον.
Νύμφην
Θεοῦ, σὲ καὶ Μητέρα γινώσκομεν, Θεοτόκε, σὲ γὰρ ὡς μυρίπνοον, ῥόδον εὑρών λόγος
τοῦ Θεοῦ, θάλλων ἐν κοιλάδι, τῇ ταπεινῇ ἀνθρωπότητι, ἠράσθησαν τοῦ κάλλους, καὶ
ἐκ σοῦ σαρκοφόρος, προελθὼν τοὺς πιστοὺς εὐωδία σε.
ᾨδὴ
ε΄. Τῆς Παναγίας. Τῷ θείῳ φέγγος σου ἀγαθέ.
Ἰδοὺ
Παρθένε προφητικῶς, ἔσχες ἐν γαστρί σου, τὸν ἐπὶ πάντων Δεσπότην καὶ Κύριον,
καὶ ἀφράστως τοῦτον ἁγνὴ γεγέννηκας, παρθένος μετὰ τόκον ἄφθορος μείνασα.
Ὁ
λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος,
ὑπὲρ εὐσπλαγχνίαν δημιουργεῖται ἐκ σοῦ, καὶ σὰρξ ἀνερμηνεύτως, πάναγνε γίνεται.
Μαρία
Δέσποινα τοῦ παντός, λύτρωσαι παθῶν ὡς συμπαθής, αἰχμαλωσίας με δέομαι, καὶ τῆς
ἁμαρτίας μου τὸ χειρόγραφον, διάῤῥηξον τῇ λόγχῃ, τοῦ σαρκωθέντος ἐκ σοῦ.
Εὐλογημένη
ἐν γυναιξί, ἅπαντας εὐλόγησον ἡμᾶς, καὶ πεπτωκότας ἀνάστησον, πεπλανημένους
ἁγνὴ ἐπίστρεψον, καὶ διὰ μετανοίας Θεῷ οἰκείωσον.
Ὁ
α΄ τοῦ Ἁγίου. Θεοφανείας σου Χριστέ.
Ὁ
πρὸ γενέσως εἰδώς, τὸ καθαρὸν καὶ ἁγνὸν τῆς ψυχῆς σου, καὶ πρὸ τοῦ πλασθῆναι ἐν
τῇ μήτρᾳ σου, ἁγιάσας Ἅγιε Μόδεστε, ὡς προφήτην ἄλλον σαφῶς, Ἱερεμίαν σε
ἄγρυπνον ποιμένα, καὶ φύλακα τῆς Σιὼν ὄντως προβάλλεται.
Τὸ
προαιώνιόν σε φῶς, ἐφ’ ὑψηλὴν τῆς ἀρχιερωσύνης, Μόδεστε λυχνίαν ἀνεβίβασε, μέγα
φῶς τοῦ κόσμου τυγχάνοντα, ὅπως ἴδωσι διὰ σοῦ, φῶς ἐπιγνώσεως οἱ ἀπεγνωσμένοι,
καὶ φέγγος ἐπιστροφῆς ἐκ τῶν εἰδώλων σοφέ.
Νόμοις
Χριστοῦ ἀκολουθῶν, τὸ ἀσθενοῦν συμπαθῶς ἐπεσκέψω, καὶ πεπλανημένον ἐπανήγαγες,
τὸ νοσοῦν ἰάσω μάκαρ Μόδεστε, καὶ τὸ καταῤῥαγὲν αὖθις κατήρτησας, καὶ
ἐπανορθώσω, ὡς γνήσιος καὶ καλός, οὐ μισθωτὸς ὢν ποιμήν.
Θεοτοκίον.
Ἐν
θείῳ πνεύματι προδηλών, τὴν ἐξ ἡμῶν ἀπαθῶς πρόσληψιν, Ἡσαΐας ἀνεβόα Κύριε,
γρηγορῶν τῷ νόμῳ τῆς χάριτος, τὸν ἐκ γένους μὲν Ἀβραάμ, ἐκ τῆς Ἰούδα δὲ φυλῆς
κατὰ σάρκα, παρθένος ἄνευ σπορᾶς ἔρχεται τίκτουσα.
Ὁ
β΄ τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Γεωργὸς
θεῖος ὤφθης, τέμνων τὴν τῆς πίστεως εὐθείαν αὔλακα, ἀκανθώδη πλάνην, ἐκ ῥιζῶν
τῶν εἰδώλων ἀρότρῳ σου, λόγων καὶ ἀρούρας, καλλιεργῶν κεχερσωμένας, εἰς τὸ
δέξασθαι σπόρον οὐράνιον.
Ἰατὴρ
μέγας ὤφθης, ἅπασαν ἰωμένος βροτῶν ἀσθένειαν, καὶ κτηνῶν ἀλόγων, καὶ πατὴρ
ὀρφανῶν, καὶ προστάτης χηρῶν, καὶ φωστὴρ ἐπέχων, λόγον ζωῆς παντὸ τῷ βίῳ, καὶ
δοτὴρ ἀγαθῆς πάσης δόσεως.
Ῥόδον
ὤφθης ἀνθῆσαν, ἔνδον τοῦ λειμῶνος Κυρίου ἀοίδιμε, βεβαμμένον λύθρῳ, μαρτυρίου
αἱμάτων καὶ ξίφεσι, συγκοπὲν καὶ πόνων, ἀθλητικῶν φρυγὲν καμίνῳ, ἱερόαθλε Μόδεστε
ἔνδοξε.
Θεοτοκίον.
Ὡραιώθης
Παρθένε, ὡς τὸν ὡραιότατον Λόγον κυήσασα, ὃν ἀεὶ δυσώπει, οἰκτειρῆσαι λαὸν
ἁμαρτάνοντα, καὶ διατηρῆσαι, δαιμονικῆς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε
ἐλπίζοντα.
ᾨδὴ
στ΄. Τῆς Παναγίας. Τοῦ βίου τὴν θάλασσαν.
Ὡς
ὄρθρος τὸν ἥλιον, ἐξανέτειλας ἡμῖν, Θεογεννῆτορ φέρουσα, τοῦτον δυσώπει πάντοτε
τὴν ἐμήν, φωτίας διάνοιαν, καὶ διῶξας τὸ σκότος τὸ βαθύτατον.
Ὡς
ὄμβρος κεκένωται, ἐν τῇ μήτρᾳ σου Θεός, δι’ εὐσπλαγχνίαν ἄφατον, καὶ τὸν
χειμάῤῥουν ἅπαντα τῆς τρυφῆς, ἐπότισε Δέσποινα, καὶ τὴν κτίσιν φθαρεῖσαν
ἐκαινούργησε.
Ἀδὰμ
τὸν πρωτόπλαστον, γυνακεία συμβουλή, πάλαι μὲν ἐθανάτωσε, νῦν δὲ Θεὸς ἐν μήτρᾳ
σου χωρηθής, ἐζώωσε Δέσποινα, καὶ Υἱὸν φωτὸς αὖθις ἀπειργάσατο.
Ἅπαντες
προβλέποντες, οἱ προφῆται τηλαυγῶς, τὴν ἐσομένην ὕστερον, ἐκ Παρθένου Χριστέ
σου, ἐπὶ τῆς γῆς, πανάχραντον γέννησιν, ἐμφανῶς θεόπτας προηγόρευσαν.
Ὁ
α΄ τοῦ Ἁγίου. Ὁ αὐτός.
Ῥοαῖς
τῶν αἱμάτων σου, κατακλύσας θολερά, τῆς ἀσεβείας ὕδατα, ὡς ποταμὸς ὡράθης τὰ
εὐσεβῆ, ἀρδεύων συστήματα, τῶν πιστῶν Ἱεράρχα Μάρτυς Μόδεστε.
Ἰσχύϊ
τοῦ Πνεύματος, τὴν ψυχὴν περιφραχθείς, τῆς πονηρίας πνεύματα, ὑπομονῇ κατέβλαες
αἰκισμῶν, καὶ νίκης διάδημα, ἐκ Θεοῦ ἐκομίσω ἱερόαθλε.
Ὁ
βίος σου τίμιος, ἡ ζωὴ θεορτεπής, καὶ ἱερὸς ὁ θάνατος, δεδοξασμένος ἔναντι τοῦ
Θεοῦ, τρισόλβιε Μόδεστε, ἱερέων ἀκρότης καὶ τὸ καύχημα.
Θεοτοκίον.
Ἡ
ῥίζα ἐβλάστησεν, Ἰεσσαὶ καὶ ἐξ αὐτῆς, ὁ προελθὼν Θεὸς ἡμῶν, ἐλπὶς ἐθνῶν,
ἀνάπαυσις καὶ τιμή, ὡς πάλαι προέφησεν, Ἡσαΐας ἐνθέως φωτιζόμενος.
Ὁ
β΄ τοῦ Ἁγίου. Τὴν δέησιν.
Ῥομφαία
σὺ μαχητοῦ καὶ μάχαιρα, ὤφθης δίστομος καὶ ἐστιλβωμένη, καὶ δυνατοῦ, βέλος
ἠκονημένον, ἐπτερωμένον καὶ ῥοίζω φερόμενον, καρδίας γὰρ ἔτρωσας ἐχθρῶν καὶ
τεμένη εἰδώλων συνέκοψας.
Ὡς
ἄγγελος ἐπὶ γῆς ἀσώματος, βίον ἔσχες ἀσωμάτων Ἀγγέλων, ἐπὶ τὸν χοῦν,
περικείμενος Μάρτυς, καὶ ἐφολκίῳ τῆς ὕλης βαρούμενος, διὸ ἐλειτούργησας Θεῷ, ὡς
οὐράνιος ἄγγελος Μόδεστε.
Ναμάτων
ζωοποιῶν ψυχοτρόφων, ποταμὸς πεπληρωμένος ἐδείχθης, ἱερουργέ, πρὸς κλυζόμενος
ῥείθροις, τοῦ παναγίου τε Μόδεστε πνεύματος, διὸ γλυκυτάταις προχοαῖς, ἰαμάτων
τὸν κόσμον κατήρδευσας.
Θεοτοκίον.
Ἰωέμνος
τῶν ἀνθρώπων τὴν φύσιν, τῇ ἀρχαίᾳ παραβάσει φθαρεῖσαν, δίχα φθορᾶς, νέον
τίκτεται βρέφος, καὶ σοῦ ἐν κόλποις, ὡς θρόνῳ καθέζεται, ἀνύμφευτε τῆς
πατρικῆς, μὴ ἐκστὰς συνεδρίᾳ θεότητος.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἰακώβου
μάκαρ σε τοῦ ἀδελφοῦ τοῦ Κυρίου, ἀρετῶν διάδοχον, ὡς καὶ τοῦ θρόνου καὶ τέλους,
στέφομεν τὴν θείαν κάραν σου ὡς εἰδότες, κράζοντες· μὴ ὑπερίδῃς τοὺς σοὺς
ἱκέτας, τοὺς τὴν μνήμην σου τελοῦντας, ἱερέων καὶ Μαρτύρων, Μόδεστε καύχημα.
Ὁ
Οἶκος.
Τῶν
ἱερέων τὸ ἔκλαμπρον κλεός, καὶ τῶν Μαρτύρων τὴν πάντερπνον δόξαν, δεῦτε πάντες
ἐν ὕμνοις τῶν ᾀσμάτων πιστῶς Μόδεστον εὐφημήσωμεν. Τὸν γὰρ ἐχθρὸν ἐκνικήσας
βελιάρ, ἐν ἄθλοις σεπτοῖς, ὀμβρίζει ἡμῖν, ἀντὶ αἱμάτων ἱερῶν, ἰαμάτων ἀκένωτα
ῥεύματα, τοῖς τελούσι τὴν μνήμην αὐτοῦ τὴν ὑπέρλαμπρον, καὶ βοῶσι πρὸς αὐτὸν
μετὰ ζεούσης προθυμίας, καὶ πίστεως· Χαίροις τῶν ἱερέων καὶ Μαρτύρων, Μόδεστε
καύχημα.
Συναξάριον.
Τῇ
ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Μοδέστου, ἀρχιεπισκόπου Ἱεροσολύμων.
Φέρει Μόδεστε
παμμάκαρ, καὶ σὸν τάφον,
ἡ τὸν τάφον
φέρουσα γῆ τοῦ Κυρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ.
Σεβαστιανὸς
τῶν πλάνης σεβασμάτων,
Καταφρονήσας τύπτεται τὸ σαρκίον.
Καταφρονήσας τύπτεται τὸ σαρκίον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Νικοστράτου
καὶ τῆς συμβίας του Ζωῆς, Τραγκυλίνου καὶ τῆς συμβίας του Μαρκίας, Κλαυδίου,
Τιβουρτίου, Κάστορος, Καστοῦλο, Μάρκου καὶ Μαρκελλῖνου.
Ζωὴ πρὸς ὕψος
ἐκ κεφαλῆς ἠρμένη,
Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.
Ναί, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,
Ἐκ καρδίας ἔκραζεν ὁ Τραγκυλῖνος.
Καὶ τοὺς περὶ Κλαύδιον ὧδε τακτέον.
Οὕς, κἄν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.
Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,
Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.
Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον.
Ὡς δ' οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.
Ἐχθρῶν παγέντες, οἷα λόγχαι, καρδίας,
Νύττεσθε λόγχαις, Μάρκε καὶ Μαρκελλῖνε.
Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.
Ναί, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,
Ἐκ καρδίας ἔκραζεν ὁ Τραγκυλῖνος.
Καὶ τοὺς περὶ Κλαύδιον ὧδε τακτέον.
Οὕς, κἄν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.
Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,
Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.
Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον.
Ὡς δ' οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.
Ἐχθρῶν παγέντες, οἷα λόγχαι, καρδίας,
Νύττεσθε λόγχαις, Μάρκε καὶ Μαρκελλῖνε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐβιότου.
Ἤθλησεν
Εὐβίοτος ἄχρις αἱμάτων,
Βίου δὲ τέρμα εὗρε χωρὶς αἱμάτων.
Βίου δὲ τέρμα εὗρε χωρὶς αἱμάτων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φλώρου, ἐπισκόπου
Ἀμινσοῦ.
Εἴκων ὁ
Φλῶρος τῇ πάλαι κατακρίσει,
Εἰς γῆν ἀπῆλθε· γῆ γὰρ ἦν, καὶ τὶ ξένον;
Εἰς γῆν ἀπῆλθε· γῆ γὰρ ἦν, καὶ τὶ ξένον;
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Φωκᾶς καὶ Ἑρμύλος,
ξίφει τελειοῦνται.
Ἔγωγε τμηθῶ
πρῶτον, Ἕρμυλος λέγει.
Οὔ, φησὶ Φωκᾶς, ἀλλ' ὁ Φωκᾶς Ἕρμυλε.
Οὔ, φησὶ Φωκᾶς, ἀλλ' ὁ Φωκᾶς Ἕρμυλε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ζακχαίου
τοῦ διακόνου, καὶ Ἀλφειοῦ τοῦ ἀναγνώστου.
Ζακχαῖος
Ἀλφειὸς πόθῳ Θεοῦ Λόγου,
εἴλοντο τὸν
θάνατον εὐσεβοφρόνως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Μιχαὴλ
τοῦ Συγκέλου.
Οὐκ, εἰ
τελευτᾷς Μιχαήλ, τοῦτο ξένον·
Ἀλλ' εἰ θανὼν ζῇς, ὥς περ οὖν ζῇς ἀξίως
Ἀλλ' εἰ θανὼν ζῇς, ὥς περ οὖν ζῇς ἀξίως
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νόμωνος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ Ἡσυχαστοῦ,
τοῦ Μολβαδοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεβαστιανοῦ τοῦ
Ποσεσόνε, τοῦ Ῥώσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος
Θαδδαίου, ἀρχιεπισκόπου Τβὲρ τῆς Ῥωσίας.
Ταῖς
τῶν σῶν Ἁγίων πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Τῆς Παναγίας. Δροσοβόλον μὲν τὴν κάμινον.
Λόγος
ὁ πάλαι τὸ εἶοναι παρεχόμενος, πᾶσι θείῳ βουλήματι, ἀνακαλέσασθαι, βουληθεὶς
τὸν ἄνθρωπον ἁγνή, ἐν σῇ κατασκηνῶσαι γαστρί, εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Θεοτόκον
σε Παρθένον ὀνομάζομεν, Μαρία θεονύμφευτε, οἱ σωζόμενοι διὰ σοῦ ἡμέρας καὶ
νυκτός, ἐχθρῶν ἐπηρείας βλαβερᾶς, καὶ πειρασμῶν παντοδαπῶν, καὶ ψυχοφθόρων
κακῶν.
Ὡς
ἀκένωτον πηγήν σε πάντων Δέσποινα,
κατέχομεν οἱ δούλοι σου, καὶ βοήθειαν, καὶ στεῤῥὸν ὀχύρωμα ἁγνή, καὶ τεῖχος,
καὶ σκέπην κραταιάν, μὴ στερηθείημεν ἀεὶ σῆς ἀντιλήψεως.
Συντριβέντα
με ἀμέτροις παραβάσεσι, Παρθένε μεσιτείᾳ σου, καινοποίησον, ἰατρεύουσά μου τὴν
ψυχήν, καὶ λόγον παρέχουσα βοάν· εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Ὁ
α΄ τοῦ Ἁγίου. Ἄφραστον θαῦμα.
Συχναῖς
λιβάσι, καὶ ἐπομβρίαις τῶν λόγων σου, ἀρδομένη οἷα λιπαρά, καὶ εὔγειος γῆ,
δέδεικται πολύφορος, ἡ Ἐκκλησία Χριστοῦ καρποφοροῦσα, ἀρετῶν καρποφόρων
πανγκαρπίαν.
Οὐκ
ἔτι πλέον, στέγειν κακίαν δυνάμενος, τὴν ὠδία, ῥήγνυσιν αὐτήν, καὶ εἰς φανερὸν
ἐξάγει τὸ γέννημα, ὁ τῶν εἰδώλων λάτρις ὁ κακεργάτης, καταγράψας τὴν ψῆφον σοῦ
θανάτου.
Ἅρπαγες
λύκοι, καθάπερ Μάρτυς οἱ δήμιοι, ὡς ἀρνίον δράξαντες σπουδῇ, εἰς τὸν καταδίκης
τόπον σε ἔσυρον, καὶ τοῖς λίθοις λιθάζοντες ἀσπλάγχνως, τὸν καλόν σε κατέσφαξαν
ποιμένα.
Θεοτοκίον.
Τὸ
ξένον θαῦμα, τὸ ἐμπροφήταις θρυλλούμενον, καὶ δικαίοις πάλαι ἐμφανῶς, Παρθένος
ἁγνὴ τεξομένη πάρεστιν, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· λυτρωτὰ ὁ Θεὸς
εὐλογητὸς εἶ.
Ὁ
β΄τοῦ Ἁγίου. Θεοῦ συγκατάβασιν.
Κανόνα
τῆς πίστεως, εἰκόνα ἔμπνοον τῆς πρᾳότητος, σωφροσύνης τε στήλην, καὶ καρτερίας
ἔμψυχον ἄγαλμα, καὶ πάσης ἄλλης ἀρετῆς ἀρχέτυπον ἀνέδειξέ σε Χριστός, Μόδεστε
ποίμνῃ τῇ σῇ.
Ἀνένδοτον
ἔτρεφες, ἐπιθυμίαν τοῦ ἀναλῦσαι ταχύ, ἐκδημῆσαι τοῦ σκήνους, καὶ ἐνδημῆσαι πρὸς
ὃν ἐπόθης Χριστόν, διὸ ἐχώρεις τρισμάκαρ αὐτόκλητος, πρὸς τοὺς ἀγῶνας πολλῇ,
τοῦ μαρτυρίου σπουδῇ.
Λαλοῦντα
ἐκέκτησο, ἐν σοὶ καὶ ζῶντα, καὶ ἐναργοῦντα Χριστόν, οἷα δεύτερος Παῦλος, αὐτὸς
ἐν γῇ γὰρ οὐκ ἔτι ἔζης σαρκί, ἔζη Χριστὸς δὲ ἐν σοὶ καὶ ἐφθέγγετο, ὁ διὰ σοῦ
ἐνεργῶν ξένα τεράστια.
Θεοτοκίον.
Νυμφῶνα
πανάχραντον, τῆς ὑπὲρ λόγον λόγου σαρκώσεως, καὶ παστάδα καὶ θρόνον, ὀρθὰ
φρονοῦντες σὲ ὀνομάζομεν, καὶ γεγηθότες τῷ τόκῳ σου ψάλλομεν· εὐλογητὸς ὁ Θεός,
ὁ τῶν πατέρων ἡμῶν.
ᾨδὴ
η΄. Τῆς Παναγίας. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ζωοδότην
τεκοῦσα Θεὸν καὶ Κύριον, τοῦ θανάτου τὴν ῥύμην τὴν ἀκατάσχετον, ἔστησας Ἁγνή,
ταύτην ἀπονεκρώσασα, ὅθεν σε ὑμνοῦμεν ἁγνὴ εἰς τοὺς αἰῶνας.
Ἀπειρόγαμε
Κόρη, χαῖρε πανάμωμε, ὁ λιμὴν τῶν ἐν ζάλῃ, χαῖρε Θεόνυμφε, τῶν ἁμαρτωλῶν χαῖρε,
τὸ ἱλαστήριον, χαῖρε ἡ τεκοῦσα, Θεὸν σεσαρκωμένον.
Συμπαθὴς
Θεοτόκε, τὸν εὐσυμπάθητον, ἡ τεκοῦσα σωτῆρα, ἴδε τὴν κάκωσιν, καὶ τὸν
στεναγμόν, τοῦ λαοῦ σου καὶ τάχυνον, ἴδε τὴν κάκωσιν, ἡμᾶς οἰκτειρηθῆναι.
ἁμαρτίας
συνάπτω, ἐφ’ ἁμαρτήμασι, καὶ τὸ μέλλον οὐ φρίττω φρικτὸν κριτήριον, νέκρωσον
ἁγνή, τῆς ψυχῆς μου τὴν πόρωσιν, καὶ τῇ σῇ πρεσβείᾳ, ἐπιστρέψασα σῶσον.
Ὁ
α΄ τοῦ Ἁγίου. Ὁ αὐτός.
Ἀδιάσειστος
πύργος, στύλος ἀκλόνητος, ἀπερίτρεπτον τεῖχος, βάσις τῆς πίστεως, λύρα
μελουργός, εὐσεβείας ὑπέρμαχος, πλάνης καθαιρέτης, Μόδεστε ἀνεδείχθης.
Ὥσπερ
ἥλιος πάτερ, σαφῶς ἀνέτειλας, τὴν Σιὼν καταυγάζων φωτὶ τῶν ἔργων σου, ὅθεν σὲ
υἱὸν τῆς ἡμέρας ἐπέγνωμεν, καὶ Σιὼν τῆς ἄνω, Μόδεστε κληρονόμον.
Κυβερνήση
τῆς θείας, χάριτος πάνσοφε, τῶν βασάνων παρῆλθες τὸ μέγα πέλαγος, καὶ τοὺς
γαληνούς, ἀγαλλόμενος ἔφθασας, ἔνδοξε λιμένα, τῆς ἄνω Βασιλείας.
Θεοτοκίον.
Προφητῶν
θεηγόρων, ῥήσεις πεπλήρωνται, ἡ Παρθένος ἐγγίζει τεκεῖν τὸν Κύριον, ἅπασα ἡ γῆ,
εὐφραινέσθω χορεύουσα, καὶ ἀγαλλιάσθω εἰς πάντας τοὺς αἰῶνας.
Ὁ
β΄ τοῦ Ἁγίου. Ἑπταπλασίως κάμινον.
Ἐπὶ
τῆς γῆς ἐβίωσας, εἰς οὐράνιος ἄγγελος, ὅθεν ἐκ Θεοῦ, οἰκοδομὴν αἰώνιον, καὶ
ἀχειροποίητον, οἰκίαν ἔσχες ἐν οὐρανοῖς, ἡ γὰρ τοῦ σεπτοῦ, καὶ πολυάθλου σου
σκήνους, ἐπίγειος οἰκία, κατελύθη καμοῦσα, τοῖς πόνοις τοῖς ποικίλοις, σοφὲ τοῦ
μαρτυρίου.
Κεχρυσωμέναις
πτέρυξι, νοητὼς πεταζόμενος, πράξεως ὁμοῦ, καὶ θεωρίας Μόδεστε, πρὸς ὕψος
ἀνέδραμες, ὑπερνεφὲς αἰθέριον, πρὸς ἐπουρανίους, καλλιὰς καὶ ἐπαύλεις, τὴν κάτω
πατουμένην, καὶ χαμαὶ συρομένην, ἐνήδονον κακίαν, ὑπερετάσας κούφως.
Ὁ
θαυμαστὸς ἐν Μάρτυσιν, ἀριστεύσας καρτερότατα, καὶ καταβαλών, τοῦ δυσμενοῦς τὴν
ἔπαρσιν, κτηνῶν ὁ ὀξύτατος, καὶ εὐεπήκοος ἰατρός, ὁ περιφανής, καὶ εὐκλεὴς
στρατιώτης, Χριστοῦ τοῦ Βασιλέως, τῶν θαυμάτων ἡ βρύσις, ποιμὴν Σιὼν ὁ μέγας,
Μόδεστος ἀνυμνείσθω.
Θεοτοκίον.
Ξένα
πολλάκις γέγονε, καὶ παράδοξα τέρατα, ἀλλ’ ἐκ τοῦ αἰῶνος, οὐκ ἠκούσθη Δέσποινα,
τοιοῦτον τεράστιον, οἷον ἐπράχθη ναῦ ἐπὶ σοί, μόνη γὰρ ἐν πάσαις, γενεαῖς
ἐγνωρίσθης, θηλάζουσα Παρθένος, παρθενεύουσα Μήτηρ, ἀσπόρως συλλαβοῦσα,
ἀφράστως τεκοῦσα.
ᾨδὴ
θ΄. Τῆς Παναγίας. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Φωνὴν
προσάγειν σοι χαριστήριον, πᾶσα πνοὴ βοώσα, χαρμοσύνως καὶ λέγουσα· χαῖρε θρόνε
ὑψίστου πυρίμορφε, χαῖρε Θεοῦ χωρίον εὐρυχωρότατον, χαῖρε τῶν Ἁγίων, εὐπρεπὲς
ἁγνὴ στεφάνωμα.
ᾨδὴν
προσάγω σοι πόθῳ Δέσποινα, ἐκ ῥυπαρῶν χειλέων μου, ὁ τάλας καὶ δέομαι, τοῦ
βορβόρου ῥῦσαί με τῶν ἔργων μου, πάντας δὲ τοὺς ἐν πίστει, ἀνευφημοῦντάς σε,
τῆς ἐκ δεξιῶν τοῦ σοῦ Υἱοῦ, δόξης ἀξίωσον.
Ἁγνὴ
Παρθένε θεοχαρίτωτε, πύλη φωτὸς τὰς πύλας τοῦ φωτός μοι ὑπάνοιξον, ἁμαρτίας ἡ
νὺξ μὴ καλύψῃ με, ἴθυνόν μου τὸν βίον, ὅρμον πρὸς εὔδιον, θείων προσταγμάτων,
τοῦ ἐκ σοῦ ἐνανθρωπήσαντος.
Θεοτοκίον.
Σὲ
νῦν τὴν ὄντως θεομακάριστον, αἱ γενεαὶ ὡς ἔφης, γενεῶν μακαρίζουσιν, ἀσωμάτων
τάξεις σε γεραίρουσι, τέτοκας γὰρ ἀῤῥήτως, τὸν ὁμοούσιον, λόγον τοῦ Πατρός,
ὑπερφυῶς θεοχαρίτωτε.
Ὁ
α΄ τοῦ Ἁγίου. Μὴ ἐποδύρου μου Μῆτερ.
Πατριαρχῶν
ὁμήγυρις, Προφητῶν πανήγυρις, Ἱεραρχῶν καὶ Ἀποστόλων δῆμοι, καὶ χοροί, Ἀθλητῶν
ἀγέλας, Μαρτύρων φάλαγγες, ἀσκητῶν καὶ Ὁσίων, συστήματα τὴν σήν, ἀνιοῦσαν
προέπεμπον, Ἱερομάρτυς ψυχήν.
Ὡραϊσμένη
ὡς νύμφη, καὶ περιβεβλημένη, πεποικιλμένη ἀρετῶν, χρυσῶς ἐν κροσσωτοῖς, ὡς
φαιδρὰν παστάδα τὸ θεῖον σκῆνός σου, ἡ ψυχή σου λιποῦσα, πρὸς τὰς φωτοειδεῖς,
οὐρανίους παστάδας, ἀνῆλθε Μόδεστε.
Ἡ
τυραννὶς τοῦ θανάτου, ἐξησθένησεν ὄντως, ζῶσι καὶ γὰρ ἐν τῷ Θεῷ, δικαίων αἱν
ψυχαί, τοῦ δὲ λόγου πίστει, σὺ εἶ Μόδεστε, καὶ νεκρὸς γὰρ θαυμάτων, προχέας
ποταμούς, τοῖς ἐν πίστει τῷ θείῳ φοιτῶσιν οἴκῳ σου.
Θεοτοκίον.
Συγχαίρει
πᾶσα ἡ κτίσις, τῷ σῷ τόκῳ Παρθένε, τὴν γὰρ Ἐδὲμ ἡ Βηθλεέμ, ἡνέωξεν ἡμῖν, καὶ
ἰδοὺ τῆς ζωῆς τοῦ ξύλου ἅπαντες, ἀπολαύοντες βοῶμεν ἐκτενῶς, τὰς ἡμῶν ἱκεσίας
Δέσποινα πλήρωσον.
Ὁ
β΄ τοῦ Ἁγίου. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱδρώτων
προχοαῖς ἀποστολικῶν, καὶ κρουνοῖς προφυρέων αἱμάτων σου, μαρτυρικώς, ἔβαψας
χλαμύδα λυθροβαφῆ, ἥνπερ φορῶν καὶ τρόπαιον, οἷα σκῆπτρον φέρων τὸ τοῦ σταυροῦ,
Χριστῷ τῷ τὴν κοκκίνην, φορέσαντα χλαμύδα, πρὸς τοῦ σταυροῦ συμβασιλεύεις νῦν.
Ὡς
ὄχημα τετράπωλον σεαυτῷ, ἀρετὰς σκυηρμώσα τὰς τέσσαρας, τὰς γενικάς, φρόνησιν
ἀνδρείαν πνευματικήν, καὶ σωφροσύνην πάναγνον, καὶ δικαιοσύνην τὴν τῶν πασῶν,
περιεκτικωτάτην, ὑφ’ ὧν ἀνεβιβάσθης, πρὸς οὐρανὸν Μόδεστε ἔνδοξε.
Ὁ
ζῆλος ὁ διάπυρος καὶ θερμός, τῆς πρὸς σέμου πανεύφημε πίστεως, περὶ τοὺς σούς,
ὕμνους καὶ θρασὺ με καὶ τολμηρόν, τὸν πρὶν δειλὸν εἰργάσατο, οὕσπερ
προσηκάμενος εὐμενῶς, εὐμένειαν τὴν θείαν, καὶ ζῶντι καὶ θανόντι, Μόδεστε δός
μοι ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ὑμνῶ
σε τὴν πανύμνητον ἀληθῶς, μεγαλύνω σε τὴν πολυΰμνητον, ἣν ἀνυμνεῖ, ὕμνοις
ἀσιγήτοις πᾶσα πνοή, τεκοῦσαν ὑπερύμνητον, λόγον ὃν ὑμνοῦσιν ἐν οὐρανοῖς,
χίλιαι χιλιάδες, μύριαι μυριάδες, ἐν φλογεροῖς ἀΰλοις στόμασι.
Ἐξαποστειλάριον.
Φῶς ἀναλλοίωτον Λόγε.
Ἐν
Ἱεράρχαις αὐγάζεις, ὡς ἥλιος ἐν ἡμέρᾳ, καὶ ἐν τοῖς Μάρτυσι λάμπεις, ὥσπερ ἐν
ἄστροις σελήνη, διὸ τὴν σὴν εὐφημοῦμεν, κοίμησιν Μόδεστε Πάτερ, Σιὼν ἁγίας τὸ
κλέος.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Τοῦ
πνεύματος τὸ ὄργανον, τὸ σκεῦος τὸ πολύτιμον, τὸν ἱερόαθλον πάντες,
ἀνευφημήσωμεν ὕμνοις, Σιὼν τῆς κάτω πρόεδρον, Μόδεστον τὸν πολύαθλον, αὐτὸς γὰρ
ἐξεφαύλισε, πᾶσαν τὴν πλάνην εἰδώλων, καὶ Ἰουδαίων τοὺς ὕθλους.
Προεόρτιον.
Πιστοὶ
τὰ προεόρτια, τῶν γενεθλίων ᾄσματα, νῦν προσχήσωμεν πίστει, ἔρχεται ἥκει γὰρ
Χριστός, ἐν Βηθλεὲμ τεχθήσεσθαι, ὡς βρέφος ἐκ Παρθένου, καὶ ὡραθῆναι νήπιος,
σπαργάνοις ἐνειλημένος, ὁ προαιώνων ὑπάρχων.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Ἰάσεων
νάματα ὁ σός, ναὸς τοῖς προστρέχουσιν, ἀναπηγάζει ἑκάστοτε, Μόδεστε ἔνδοξε, καὶ
ἐκπλύνει πάθη, καὶ βυθίζει φάλαγγας, δαιμόνων συνεργείᾳ τοῦ Πνεύματος, Χριστὸν
ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Μόδεστε
πανεύφημε πιστούς, ἡ σὴ μνήμη σήμερον, προσεκαλέσατο ἅπαντας, πανηγυρίσας σου,
ἀρετὰς τὰς θείας, μαρτυρίου σκάμματα, θαυμάτων τὴν πληθὺν ἣν ἀπείργασας, Θεοῦ
τῇ χάριτι, ἱερόαθλε τρισόλβιε, ὃν δυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.
Ἀπαύγασμα
ὤφθης ἀληθῶς, Ἱεράρχα Μόδεστε, τοῖς Ἱεράρχαις καὶ Μάρτυσι, καὶ γὰρ ἀήττητος, ἐν
ἀγῶσιν ὤφθης, ἀῤῥαγὴς ἀκλόνητος, ὡς πῦργος εὐσεβείας καὶ πρόβολος, πάντων
ἐνώπιον, δογματίζων ἀκριβέστατα, τῆς Τριάδος τὸ μέγα μυστήριον.
Τυράννων
ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Ἱερομάρτυς πολύαθλε, καὶ θείᾳ χάριτι,
τούτους ἐκνικήσας, πρὸς Χριστὸν ἀνέδραμες, ἀθλήσας δι’ αὐτὸν καρτερώτατα, ὃν
νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τίς
λαλήσει τὰς ἀριστείας σου σοφέ; ἢ τίς ἐξαριθμήσει τῶν ἀγώνων σου τὰ πλήθη;
Πολλὰ γὰρ καὶ ὑπὲρ φύσιν, ὥσπερ ἄσαρκος ὑπήνεγκας, πλείνονα δὲ τὰ βραβεία
ἀσυγκρίτως ἐκομίσω, ἐκ τῆς παντοκρατορικῆς τοῦ Σωτῆρος Χριστοῦ, δεξιᾶς,
Ἱερομάρτυς πανσεβάσμιε Μόδεστε. Οὐ μόνον γὰρ τῶν ζωηῤῥύτων παθημάτων αὐτοῦ κοινωνὸς
ἠξιώθης γενέσθαι, ἀλλὰ καὶ τῆς ἀφθάρτου δόξης, ὡς ἱερεὺς καὶ Μάρτυς
ἀξιοθαύμαστος.
Καὶ
νῦν. Προεόρτιον.
Ὑπόδεξαι
Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν, φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσας ἥκεις,
Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, μάγοι ἐκ Περσίδος
τὸ τρισόκλεον δῶρον προσκομίσατε, ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον
μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν παντουργέτην.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου