Παρασκευή 6 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 16. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΜΑΡΙΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΥ 16!!
ΜΑΡΙΝΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, στιχηρὰ Προσόμοια δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐπὶ πέτραν τὴν ἄσειστον, στερεώσας ὁ Κύριος, τῆς ἁγίας πίστεως τὴν καρδίαν σου, Μαρῖνε Μάρτυς μακάριε, ἰσχὺν ὑπερίσχυρον, δέδωκέ σοι κατ’ ἐχθρῶν, ἀδαμάντινον δύναμιν, ῥώμην ἄῤῥηκτον, ἐναθλήσας διόπερ ἐν σταδίῳ, χαλεποῖς κολαστηρίοις, θριαμβευτὴς ἀναδέδειξαι.

Θείῳ ἔρωτι ἔνδοξε, τῆς Τριάδος πυρούμενος, τοῦ πυρὸς ἐπ’ ἄνθρακας σὺ ῥιπτόμενος, ὡς ἐπὶ ῥόδα ἡδύοσμα, Μαρῖνε ἐλήλυθας, καὶ ἀλώβυτος ἐκβάς, τῷ τυράννῳ ἀνέκραζες, ἀγαλλόμενος, εἰς αἰσχύνην αὐτοῦ καὶ λοιδορίαν, ὡς ἀργύριον πυροῦται, ἐπύρωσάς με παράνομε.

Τῆς ἀθλήσεως ἔπαθλον, Ἀθλοφόρε θαυμάσιε, τῷ λαμπρῶς ἀθλήσαντι καὶ νικήσαντι, τὸν τῶν ἀθλούντων πανάθλιον, ἐχθρὸν καὶ πολέμιον, σοὶ δωρεῖται Ἀθλητά, βασιλείαν οὐράνιον, δόξαν ἄφθαρτον, Ἀθλοφόρων ὁ μέγας Ἀθλοθέτης, οἶδε γὰρ αὐτὸς τοιαύτας, ἀθλοθεσίας χαρίζεσθαι.

Δόξα. Ἦχος πλ. Β΄.
Ἐξήστραψε σήμερον ἡ πανέορτος μνήμη, καὶ πάντερπνος πανήγυρις τοῦ θαυμαστοῦ ἀριστέως Μαρίνου τοῦ γενναιόφρονος, οὗ τὴν ἐν ταῖς βασάνοις σταθερότητα ὁ Δικαστὴς ἐκπλαγείς, καὶ ἄλλας μὴ εὑρίσκων κολάσεις τοῦ τιμωρῆσαι προσέτι, ξίφει τὴν τούτου Κάραν ἀποτμηθῆναι προσέταξε. Δεῦτε οὖν φιλέορτοι τὸν ὑπὲρ τῆς εὐσεβείας στεῤῥῶς ἐναθλήσαντα, στέμασιν ἐφυμνίων αὐτὸν ἀναδήσωμεν λέγοντες· χαίροις Ἀθλοφόρε πολύτλητε, ὁ τὸν μεγάλαυχον δράκοντα τῇ καρτέριᾳ τῶν ἀγώνων σου καταισχύνας· χαίροις τροπαιοῦχε ἀήττητε, ὁ τὴν πλάνην τῶν εἰδώλων τῇ ἁγίᾳ σφαγῇ σου ἐξαφανίσας· χαίροις Μάρτυς ἀκαταμάχητε, ὁ διὰ θρίαμβον νίκης παρὰ Χριστοῦ κομισάμενος τῆς ἀφθαρσίας τὸ στέφος· ὡς ἔχων παῤῥησίαν πρὸς Αὐτὸν τὸν Θεὸν ἡμῶν πρέσβευε δεόμεθα σωθῆναι ἡμᾶς.






Καὶ νῦν. Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τόν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτὸν καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μθ᾿, 9)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὔκ ἐστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἐστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ᾿, 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοΰ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.




Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε᾿, 5-6, 1)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν ἰδιόμελα. Ἦχος α´.
Ὡς ἄλλος ἀστὴρ ἀποστίλβων, ὁ λαμπρὸς ὁπλίτης Μαρῖνος, πᾶσαν προκαλεῖ τὴν ὑφήλιον, ἄστροις οὐρανὸν τὸν κοσμήσαντα, τὸν ἐξ ἡλίου ἥλιον, θεοσεβῶς προσκυνῆσαι, ἐκ Παρθένου σαρκί, προερχόμενον Θεὸν ἡμῶν, προεορτάζοντες τοίνυν ἐπὶ τῇ μνήμῃ τοῦ δούλου, τὰ τοῦ Δεσπότου γενέθλια, τὴν θεϊκὴν δοξάσωμεν συγκατάβασιν, εἰρήνην καὶ ἔλεος λαμβάνοντες ταῖς ψυχαῖς ἡμῶν, τοῦ Ἀθλοφόρου δεήσεσι.

Εἰς τὸν στίχον. Ἦχος α. Πανεύφημοι Μάρτυρες.
Πανένδοξε Μάρτυς τοῦ Χριστοῦ, Ἀθλοφόρε πάνσεπτε, τοῦ μαρτυρίου τὸ στάδιον, ὅτε κατέλαβες, ταῖς χερσὶ κατέχων, ὅλος ἀγαλλόμενος, τὸ ὅπλον τοῦ Σταυροῦ τὸ ὑπέροπλον, Χριστῷ ἐκραύγαζες· στρατιώτης σου κἀγώ εἰμι. Σὺ προστάτης γενοῦ μοι καὶ πρόμαχος.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀθλοῦντι Μαρίνῳ καρτερῶς, ἀγωνιζομένῳ τε, ἐν τῷ σταδίῳ ὁ Κύριος, ὦ στρατιῶτά μου, τροπαιοῦχε λέγει, ὁ τερπνὸς Παράδεισος, ἡ δόξα οὐρανῶν ἡ αἰώνιος, σὲ νῦν προσδέχονται, ὁ ἀμαράντινος ἡτοίμαστε, σοὶ τῆς νίκης καὶ ἄφθαρτος στέφανος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μαρῖνε πανεύφημε Χριστοῦ, Μάρτυς παναοίδιμε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, τὴν ἀεισέβαστον, καὶ τιμῶντας πόθῳ, τοὺς λαμπροὺς ἀγῶνάς σου, τοὺς ἄθλους τὰ γενναῖα παλαίσματα, τὰς ἀριστείας σου, ψυχοφθόρου βλάβης λύτρωσαι, καὶ κινδύνων ἱεραῖς πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐπιποθῶν ἀναλῦσαι ὁ τῆς Χριστοῦ ἀγάπης τετρωμένος Μαρῖνος, καὶ εἶναι σὺν αὐτῷ κατὰ Παῦλον τὸν οὐρανοβάμονα, παροξυνεὶν ἐσπούδαζε, τὸν παράφρονα τύραννον, ἀθλήσεως τοῦ αὐτοῦ ἐπιτάξαι τέλος, ὅθεν αὐτὸν ἀπατήσας τὸν ασεβῆ δικαστήν, ὡς πρὸς τὸν βωμὸν ἐλευσόμενος, καὶ προσάξων θυσίαν, προσευχῇ θαυμασίᾳ καταβάλει τὰ εἴδωλα. Διόπερ ὁ τοῖς ξοάνοις ἐπίσης ἀναίσθητος, αἰσχυνθεὶς ἅμα καὶ θυμωθείς, τοῦ Ἀθλοφόρου τὴν Κάραν τμηθῆναι ξίφει ἐκέλευσε. Καὶ οὕτω πρὸς τὸν ποθούμενον στεφανίτης ἀπῆλθε, σὺν Ἀγγέλοις χορεύων καὶ ἀπαύστως πρεσβεύων ὑπὲρ τῶν πίστει τιμώντων τὴν αὐτοῦ θείαν μνήμην καὶ πάνσεπτον.

Καὶ νῦν. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεέμ...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Τὸν αρίσταθλον Μάρτυρα, καὶ ὁπλίτην πολύτλητον, τὸν θριαμβευτὴν στρατιώτην, ἀθλητήν τε καλλίνικον, Μαρῖνον ὑμνήσωμεν πιστοί, γενναίοις γὰρ παλαίσμασιν αὐτοῦ, κατενίκησε τὸ κράτος τῆς ἐναντίας δυνάμεως. Δόξα τῷ δυναμώσαντι αὐτόν· δόξα τῷ στεφανώσαντι· δόξα τῷ σὺν Ἀγγέλοις οἰκεῖν καταξιώσαντι.
Δόξα. Καὶ νῦν.Θεοτοκίον.
Τοῦ Γαβριήλ...

Ἀπόλυσις.

















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄  στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Πρὸς τὸ στάδιον ὅτε ὁ Ἀθλητής, ἐπορεύου ἀθλῆσαι ὑπὲρ Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, ἀοράτως σὲ πάνσεπτε, ἐδορυφόρει τότε, ὁμοῦ καὶ ἐνίσχυε, ἐνέδρας τῶν δαιμόνων ἁπάσας διώκοντας, ὅτε δὲ ἀνδρείως, ἀγωνίζεσθαι ἤρξω, δεινῶς τιτρωσκόμενος πολυτρόποις κολάσεσι, τότε νίκης τον ἄφθαρτον, πλέκειν ἤρξαντο στέφανον, ὃν μετὰ τὸ τέλος τῆς σῆς διὰ ξίφους, γενναίας ἀθλήσεως, ἀναδέδησαι, ὑπ’ Αὐτοῦ τοῦ Δεσπότου σου.
Δόξα. Καὶ νῦν.
Τὴν Σοφίαν καὶ Λόγον...

Μετὰ τὴν β΄ στιχολογίαν,

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὁ τροπαιοῦχος ἀριστεὺς καὶ γενναῖος, ὁ ῥωμαλέος Ἀθλοφόρος Μαρῖνος, ἀνευφημείσθω σήμερον ἀπαύστοις φωναῖς, οὗτος γὰρ κατετροπώσατο, τὸν χαιρέκακον δράκοντα, σέβειν δελεάζοντα τῶν εἰδώλων τὴν πλάνην, ὑπὲρ Χριστοῦ ἀθλήσας ἀνδρικῶς, τοῦ στεφανοῦντος προμάχους τῆς πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς...

Οἱ ἀναβαθμοί· τὸ Α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἧ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται...
Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Εὐαγγέλιον Μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον· πρὸς το Ἀναστὰς ὁ Ἰησοῦς. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χαριστήριον ᾠδὴν ἡ Ἐκκλησία πορφυρομένη, αἵμασι τοῖς σοῖς ἀναμέλπειν σοι σοφέ, πανηγυρίζουσα.







Ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Ἐν βυθῷ πολλῶν ἁμαρτιῶν καταποντιζόμενον, σὲ δυσωπῶ ἕλκυσόν με Φιλάνθρωπε, ὅπως ἐν παλαίσμασι, τοῖς τοῦ Μάρτυρος, τὴν ἀήττητον δύναμιν, ἣ ἐν ἀσθενείᾳ ἐπιτελειοῦται, μεγαλύνω σου.
Τῷ Χριστοῦ πανένδοξε θελχθεὶς κάλλει τοῦ Παντάνακτος, μάταιον κάλλος Μαρῖνε ἀπέῤῥιψας, κόσμου καὶ τερπνότητα, καὶ μιμούμενος τοῦ Δεσπότου τὰ στίγματα, πόνους ὑπομένεις, τρώσεις χαλεπάς, καὶ κολαστήρια.
Θυρεῷ καλῶς θωρακισθείς, εὐσεβείας ἔνδοξε, τῶν δυσμενῶν παρατάξεις ἐσκόρπισας, πλάνην κατηδάφισας, τὰ θρησκεύματα τῶν δυσθέων ἠφάνισας, ἀνδρικῶς αθλήσας, ὦ Μαρῖνε Μάρτυς παμμακάριστε.
Θεοτοκίον.
Χαῖρε Κόρη πάγχαρτε σεμνή, χαῖρε χαριτώνυμε, χαῖρε Μαρία ἡ Μήτηρ τῆς χάριτος τῆς χαρᾶς ἡ πρόξενος, τὸ χαρμόσυνον τῶν Ἀγγέλων μελώδημα. Κεχαριτωμένη, ἡ βροτείαν φύσιν χαριτώσασα.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ἐξέλαμψε πολύφωτον ὥσπερ ἄστρον, Σταυροῦ καθοπλισάμενος τῷ θείῳ ὅπλῳ, Μαρῖνος ἐν σταδίῳ Χριστὸν κηρύττων, ἀλλ’ οἱ παράνομοι ὦτα καὶ ὄμματα, ἔχοντες οὐκ ἤκουον, οὔτε ἔβλεπον.
Εξέπληξε καὶ νόων ἀΰλων φύσιν, ἡ τλῆσις ἡ πολύτλητος τοῦ ὁπλίτου, καὶ Μάρτυρος Μαρίνου τιμωρουμένου, οὗτος γὰρ μάστιγας, στρέβλας καὶ τραύματα, ὡς οὐδὲν ἠγήσατο ὁ ἀοίδιμος.
Ἐξέχεεν ἡ δύναμις τῆς Τριάδος, μεγάλην Ἀθλοφόρε ἐν σοὶ τὴν χάριν, τὸ πῦρ γὰρ τοῦ τυράννου ἐν ᾧ ἐῤῥίφθης, εἰς δρόσον ἔτρεψας κραυγάζων· δόξα Σοι τῷ Πατρί, τῷ Λόγῳ τε καὶ τῷ Πνεύματι.
Θεοτοκίον.
Ἐξέβαλεν ὁ φθόνος τοῦ βροτοκτόνου, τὴν φύσιν τὴν βρότειαν τοῦ Παραδείσου. Ἡ πάναγνος δὲ Κόρη εἰσάγει πάλιν Χριστὸν τὸν Κύριον, κυοφορήσασα, τὸν θανάτου ῥύσαντα τὰς ψυχὰς ἡμῶν.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν γενναιότητα, τῆς καρτερίας σου, καὶ τὸ ὑπέρμετρον, τὸ τῆς ἀνδρείας σου, ὁ δικαστὴς καταπλαγείς, ἐβόα τοῖς ὑπηρέταις, ποῖον κολαστήριον, προσαγάγω τῷ Μάρτυρι; τίδε ἀπεργάσωμαι, ἀπορῶ καὶ ἐκπλήττομαι. Διὸ ἀποτμηθῆναι προστάττει, ξίφει τὴν κάραν σου Μαρῖνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα...


ᾨδὴ δ΄. Εἰσακήοα Κύριε.
Τῶν τυράννων θρασύτητα, τῇ τοῦ Χριστοῦ ῥωννύμενος δυνάμει, Μάρτυς ὁ γενναῖος κατηγωνίσατο.
Τῶν βασάνων δριμύτητα, τῇ τοῦ Χριστοῦ φλεγόμενος ἀγάπῃ, ὁ στεῤῥὸς ὁπλίτης, τρυφὴν ἠγήσατο.
Τῶν ξοάνων κενότητα, τῇ τοῦ Χριστοῦ λαμπόμενος μυήσει, Ἀθλητὴς ὁ θεῖος ἐξηφανίσατο.
Θεοτοκίον.
Τῶν Μαρτύρων Σε σύμμαχον, τὴν τὸν Χριστὸν τεκοῦσαν ὁ Μαρῖνος, ἐν σταδίῳ Κόρη επεκαλέσατο.

ᾨδὴ ε΄. Ὁ ἄνθραξα τῷ Ἡσαΐᾳ.
Σὺ ἄνθραξ ἐδείχθης θεῖος Ἀθλητὰ Πνεύματος, τοῦ παντουργοῦ πυρὶ προσαναπτόμενος, καὶ εἰδώλων ἔφλεξας ὕλην, θεοσεβείας φωτισμὸν δωρούμενος.
Ἀδάμας στεῤῥὸς ἐφανης λίθους τοῖς σέβουσι, πεπωρωμένοι γὰρ ψυχὴν οἱ ἄνομοι, ἐκπειρωμένοι διαῤῥῆξαι τὴν ἀῤῥαγῆ σε πέτραν, ἐμωράνθησαν.
Λαμπρὸς ἀκτινοειδής τε τιμαλφὴς σάπφειρος, θείου φωτὸς ἀκτῖσι φρυκτωρούμενος, ὤφθης Μάρτυς Μαρῖνε μάκαρ, ἡμᾶς φωτῖσαι, Φωτουργὸν ἱκέτευε.
Θεοτοκίον.
Σοὶ ποῖον προσάξω αἶνον ὦ Θεοῦ σκήνωμα; Ποῖον ἐγκώμιον Ἁγνὴ Παντάνασσα; διὸ κράζω σὺν τῷ Ἀγγέλῳ· χαῖρε Παρθενε, μετὰ Σοῦ ὁ Κύριος.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Κηρυττέσθω τῆς νίκης ο θρίαμβος, τοῦ ἀδαμαντίνου Μαρίνου τοῦ Μάρτυρος, καὶ ἐφυμνίων ἄνθεσι, στεφανούσθω ὁπλίτης ὁ ἔνδοξος.
Φαιδρυνέσθω τὸ σύστημα σήμερον, τῶν ὀρθοδοξούντων θεώμενον ξόανα, εἰς πλανώμενον ἔλεγχον, τῇ Μαρίνου εὐχῇ συντριβόμενα.
Ἀγαλλέσθω Μαρτύρων ὁ σύλλογος, νέον ὁπαδὸν τὸν Μαρίνον κτησάμενος, συναθλητὴν ὁμότροπον, τῇ Τριάδι τοὺς ὕμνους συμψάλλοντα.
Θεοτοκίον.
Δοξαζέσθω τὸ θεῖον καὶ ἄῤῥητον, μέγα καὶ ξενότροπον τοῦτο μυστήριον, ἐκ Κόρης γὰρ Θεὸς τεχθείς, παρθενίαν καὶ τόκον συνήψατο.






Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τοῦ γενναίου Μάρτυρος, τοὺς ἄθλους πανηγυρίζει, ἡ πιστῶν ὁμήγυρις, καὶ τὴν σφαγὴν μακαρίζει, ἄῤῥηκτον, Χριστοῦ ὁπλίτην διαγνωρίζει, ἄριστον δέ, στεφανίτην ἐπιφημίζει· ταύτης δὲ ὑπερασπίζει, ἐκ πάσης βλάβης, Μάρτυς ὁ ἔνδοξος.
Οἶκος.
Τὸν τροπαιοῦχον Ἀθλητήν, καὶ ἥρωα οὐράνιον, ὃν ὁ Χριστὸς ἐπὶ τῆς γῆς ἀξίως ἐθαυμάστωσε, τὸν λάμψαντα ὡς ἀστραπὴν τῇ θείᾳ εὐσεβείᾳ, καὶ προσευχῇ ὡς κεραυνῷ τὰ εἴδωλα τῆς πλάνης ἐν τῷ βωμῷ κατακρημνίσαντα, πρέσβυν πρὸς Θεὸν προβαλλόμεθα, δοῦναι ἡμῖν θείαν ἔλλαμψιν, καὶ κοσμικῆς ἰνδάλματα καταῤῥἰψαι ματαιότητος, ὅπως τοῦ καλλινίκου ὑμνήσωμεν στρατιώτου, τας ἐν τῷ φρικτῷ σταδίῳ γενναίας ἀριστείας και τὰ παλαίσματα, τῷ Θεῷ προσαγαγόντος ὥσπερ θυσίας τὸ ἴδιον αἷμα, ᾧ σεμνυνομένη τὴν αυτοῦ μνήμην γεραίρει ἡ Ἐκκλησία. Ταύτης γὰρ ὑπερασπίζει εκ πάσης βλάβης, Μάρτυς ὁ ἔνδοξος.

Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου.
 Κάραν Μαρῖνος εὐτρεπίζει τῷ ξίφει,
Ἧς ὁ στέφανος εὐπρεπὴς ἐκ Κυρίου.
Οὗτος ἦν ἐπὶ Καρίνου τοῦ βασιλέως, Ῥωμαῖος τὸ γένος, τῆς συγκλήτου μετέχων βουλῆς καὶ τιμῆς ἀπὸ παιδικῆς ἔτι τῆς ἡλικίας, διαβληθεὶς δὲ ὡς χριστιανός, καὶ εἰς ἐξέτασιν ἀχθείς, καὶ θῦσαι μὴ βουληθείς, ἀναρτᾶται καὶ σπαθίζεται, και ἐπ’ ἐσχάρας πυρὸς τίθεται. Καὶ τηγάνῳ ἐκκαυθέντι, καὶ ἐν χαλκῷ λέβητι βάλλεται, ῥύεται δὲ παραδόξως, τοῦ πυρὸς εἰς δρόσον μεταβληθέντος, καὶ πολλῶν θηρίων διαβληθέντων διαφυλάττεται ἀσινής. Εἶτα διὰ προσευχῆς καταβάλλει τὰ εἴδωλα ἀπατήσας τον βασιλέα ὡς ἀφιξόμενος πρὸς τὸν βωμόν, καὶ θυσίαν προσάξων, καὶ οὕτω την διὰ ξίφους δέχεται τελευτήν, προπεμπόντων αὐτὸν τοῦ τε πατρὸς καὶ τῆς μητρός, καὶ μακαριζόντων αὐτόν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου Ἀγγαίου.
Ἀγγαῖος, ἄγγος πλῆρες ὤφθη χαρίτων.
Ὡς ὑλικὸν δέ, τῷ χρόνῳ συνετρίβη.
Οὗτος ἦν ἐκ φυλῆς Λευΐ, ἐτέχθη δὲ εἰς Βαβυλῶνα ἐπὶ τῆς αἰχμαλωσίας. Καὶ ἔτι νέος ὢν, ἦλθεν ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλήμ, καὶ προεφήτευσε μετὰ Ζαχαρίου ἔτη τριάκοντα ἕξ, προέλαβε δὲ καὶ οὗτος τὴν σάρκωσιν τοῦ Χριστοῦ, ἔτη τετρακόσια ἑβδομήκοντα, καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε, καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ. Καὶ ἀποθανών, ἐτάφη πλησίον τῶν ἱερέων, ὡς αὐτοί, ἐνδόξως, ἐπεὶ καὶ αὐτὸς ἐκ γένους ἱερατικοῦ ἦν. Ἦν δὲ κομιδῇ γηραιός, στρογγυλὸν ἔχων τὸ γένειον, τὴν ἡλικίαν ἔντιμος, την ἀρετὴν περιφανής, ἀγαπώμενος ὑπὸ πάντων καὶ τιμώμενος, ὡς ἔνδοξος καὶ μέγας προφήτης. Ἑρμηνεύεται δὲ Ἑορτή, ἤ ἑορταζόμενος

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Πρόβος (ἤ Πρόμος) καὶ Ἱλαρίων πυρὶ τελειοῦνται.
Χλόη τις ἡ φλόξ ἐστιν, εἰπόντος Πρόβου,
Ἱλάριος, Ναί, φησὶ φίλτατε Πρόβε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς βασιλίσσης, συζύγου γενομένης Λέοντος τοῦ σοφωτάτου βασιλέως.
Ἐγγὺς Βασιλὶς Θεοφανὼ Κυρίου,
ταῖς ἀρεταῖς ἕστηκεν ἐστιλβωμένη.
Αὕτη ὑπηρχε γέννημα καὶ θρέμμα Κωνσταντινουπόλεως, ἐξ αἵματος βασιλικοῦ τὴν γέννησιν ἔχουσα, ἐκ τῶν περιβλέπτων Μαρτινακίων, θυγάτηρ Κωνσταντίνου, τὴν  ἀξίαν Ἰλλουστρίου, καὶ μητρὸς Ἄννης, ἐκ τῶν αφ’ ἡλίου ἀνατολῶν ὁρμωμένης. Οὗτοι καθ’ ἑκάστην ἤσχαλον και ἠθύμουν, παίδα μὴ ἔχοντες, καὶ τὴν Ἁγίαν Θεοτόκον εἰς βοήθειαν ἐπεκαλοῦντο, τὸν ἐκεινης πανσεβάσμιον ναόν, τὸν ἐν τοις Φορακίου κατατρίβοντες, καὶ τὰς δεήσεις αὐτῶν ἐκεῖσε εκχέοντες, καὶ λέγοντες: Λυθήτω τοῦ κόσμου Κυρία, ἡ ἐκτήκουσα τοὺς δούλους σου ἀπαιδία. Καὶ ἐπεὶ πιστῶς ἤτουν, ἔλαβον παιδίον θῆλυ. Τοῦτο δὲ ἀπογαλακτισθέν, καὶ περὶ ἑξαετίαν ἐλασαν, γράμματα ἐκπαιδεύεται καὶ πάσαις καλαῖς ἰδέαις ἀρετων περιφέρεται. Ταῦτα βλέποντες οἱ γονεῖς, ἔχαιρον καὶ ἐσκίρτων, καὶ εὐπαιδίς οὐκ εἰς μακρὰν απολήψεσθαι τῆς καρποὺς ᾤοντο.
Ἐπεὶ δὲ ὁ χρόνος τῆς ἡλικίας αυτῆς προέβη, καὶ τοῖς ὁμοίοις, μᾶλλον δὲ τοῖς κρείττοσι, προέκοπτε, ζήτησις γέγονε κορη εὐόπτου καὶ εναρέτου. Εἰς ἣν πάντα τὰ κάλλιστα οἱ βασιλεῖς εὑρηκότες (Βασίλειος δηλαδὴ ὁ Μακεδών, καὶ ἡ τούτου σύζυγος), συνάπτουσι Λέοντι τῷ υἱῷ αὐτῶν καὶ βασιλεῖ. Καὶ λοιπὸν χαρᾶς καὶ εὐφροσύνης τὰ πάντα ἐπληροῦντο.
Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ πονηρὸς ζιζάνιον ἐνσπείρας τῇ ἀκοῇ Βασιλείου τοῦ βασιλέως, διὰ γλώσσης τοῦ Σανταβαρινοῦ Ἀββᾶ, τὸν βασιλέα Λέοντα ἐγκατάκλειστον ποιεῖται ἅμα τῇ γυναικί, χρόνοις τρισί. Τῶν Ἐγκαινίων δὲ τοῦ Προφήτου Ἡλιοὺ καταλαβόντων, ὁ βασιλεὺς τῷ υἱῷ καταλλάττεται, καὶ μετ’ αὐτοῦ τὴν προέλευσιν ποιεῖται.
Ἐπεὶ δὲ αὐτοκράτωρ ἀνηγορεύθη ὁ βασιλεὺς Λέων ὑπὸ τοῦ πατρός, διὰ τὸ νοσήματι αὐτὸν περιπεπτωκέναι, τηνικαῦτα ἡ τιμία βασίλισσα Θεοφανώ, εἰς τὰ βασίλεια περινοστοῦσα, τῆς ψυχικῆς σωτηρίας ἐπιμελεῖτο, τὴν δόξαν τῆς βασιλείας εἰς ουδὲν ἡγουμένη, καὶ τὰ τερπνὰ τοῦ βίου ὡς ἀράχνην καὶ σκιὰν παραβλέπουσα, οὐκ ἔλειπε ἡμέρας καὶ νυκτός, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς τὸν Θεὸν θεραπεύσουσα. Τὰ γὰρ ἄνθη τῆς ἀλουργίδος φοροῦσα, και την ἄλλην εὐπρέπειαν ἔξωθεν περιβεβλημένη, τοῖς ῥάκεσιν ἔνδον τὸ σῶμα κρυπτῶς κατέτρυχε. Καὶ ἀσκητικὴν ἀγωγὴν αἱρουμένη, τῶν πολυτελῶν τραπεζῶν κατεφρόνει, καὶ εὐτελεῖ καὶ αὐτοσχεδίῳ τοῦ ἄρτου καὶ των λαχάνων ἐτρέφετο πανδαισίᾳ. Τὰ δὲ εν ταῖς χερσὶν αὐτῆς παρεμπίπτοντα χρήματά τε καὶ κτήματα, τίμια τοῖς βιωτικοῖς φαντάσμασι, πένησιν εδίδου καὶ τῶν πέπλων τὰ πολύτιμα τοῖς δεομένοις παρεῖχε. Χήραις καὶ ορφανοῖς τὴν αὐτάρκειαν εχορήγει. Των μοναστῶν τὰ ευτελῆ καταγώγια χρήμασι καὶ κτήμασι κατεπλούτιζε. Τῶν οἰκετῶν ὡς ἀδελφῶν ἐπιμελεῖτο.
Οὐ κέκληκε ποτέ, τινὰ ἁπλῷ ὀνοματι, ἀλλὰ πάντων ἐκυρολόγει τὰς κλήσεις. Οὐκ ἐφθέγξατο ὅρκον διὰ τῆς γλώσσης, οὐ ψευδὲς ῥῆμα διὰ των ταύτης χειλέων προῆλθεν, ἤ λοιδορία. Οὐκ ἐπαύσατο ποτὲ κρυπτῶς πενθεῖν καὶ σκυθρωπάζειν καὶ τὴν στρωμνὴν τοῖς δάκρυσι καταβρέχειν. Ἡ κλίνη δὲ αὐτῆς χρυσοϋφάντοις τάπησι κατεστρωμένη τοῖς οἰκείοις ὡρᾶτο. Ἡνίκα δὲ ἡ νὺξ κατέλαβεν, ἐκεῖθεν ἀνισταμένη, ψιαθίῳ καὶ τριχίνοις ῥάκεσιν, ἐν τῷ ἐδάφει κειμένοις, τὴν ἀνάπαυσιν ἐποιεῖτο, ὥραν ἐξ ὥρας ανισταμένη, καὶ τῷ Θεῷ τας αἰνέσεις ἀναπέμπουσα. Διὸ ἐκ της ἄγαν σκληραγωγίας, ἡ σωματικὴ αὐτὴν περιεστοίχησε νόσος.
Αὕτη δὲ εἰς ἐγκρατείας ἀφορμὴν τὴν νόσον λαβοῦσα, οὐ διέλιπε τοις πεινῶσι διαθρύπτειν τὸν ἄρτον. Τὸ δὲ στόμα αὐτῆς, ἐν τῇ μελέτῃ τῶν θεῖων νόμων, οὐκ ἐπαύσατο τὰ ἱερώτατα λόγια τοῦ Δαβὶδ κατεπάδειν. Οὐ παρεώρατο ἐξ αὐτῆς ἡ ἑπτάκις αἴνεσις τοῦ Κυρίου. Οὐδὲ ὕπνωσεν ἀναπαύσεως ὕπνον ἄνευ δακρύων ταῖς τῶν ἀλλοτρίων συμφοραῖς συμπαθοῦσα. Δάκρυσι τον Θεὸν ἐκλιπαροῦσα, ἧν ὑπὲρ αὐτῶν, καταπονουμένοις χεῖρα βοηθείας ὀρέγουσα, τῶν χηρῶν καὶ ὀρφανῶν προϊσταμένη, τῶν ἐν θλίψεσι καὶ ἀθυμίᾳ χειμαζομένων ὑπάρχουσα εὐθυμία καὶ παράκλησις.
Πάντα δὲ τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ δια τον Χριστὸν ἀπαρνησαμένη καὶ τὸν χρηστὸν τοῦ Κυρίου ζυγὸν λαβοῦσα, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀραμένη, τῶν ἐλπιζομένων οὐ διήμαρτεν ἀγαθῶν. Αὕτη, αἰσθομένη τὴν ἐκ τοῦ σώματος καὶ τοῦ κόσμου αὐτης ἐκδημίαν, ἀσπάσασθαι αὐτὴν πάντας προετρέψατο τὸν τελευταῖον ἀσπασμόν, καὶ οὕτως ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.
Τὸ ἱερὸν αὐτῆς λείψανον σώζεται ἀδιάφθορον ἐν τῷ τῆς Κωνσταντινουπόλεως Πατριαρχείῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μέμνωνος Ἀρχιεπισκόπου Ἐφέσου.
Mέμνων ὁ θεῖος τοῦ Θεοῦ μεμνημένος,
Kαὶ τοὺς ὑπ’ αὐτόν τοῦτο ποιεῖν ἠξίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νικολάου Β' τοῦ Χρυσοβέργης πατριάρχη Κωνσταντινουπόλεως.
Ὁ Νικόλαος μᾶλλον ὤφθη τῷ θρόνῳ
Κόσμον παρασχὼν ἢ παρ᾽ αὐτοῦ λαμβάνων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Συμεών Ἀρχιεπισκόπου Ἀντιοχείας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας βασίλισσας Ἀδελαΐδος.
Πολλὰ παθοῦσα Ἀδελαίς, ἐν βίῳ,
Πολλῶν χαρίτων ἠξιώθης ἐν πόλῳ.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Θηρίων τὰ χάσματα τῶν ὠμοβόρων, Χριστοῦ ἀνενέργητα τῇ δυναστείᾳ ὤφθησαν Μαρῖνε μακάριε, καὶ παραδόξως ῥυσθεὶς ἀσινὴς ἐδόξαζες, τὸν μόνον δυνατόν τε καὶ ὑπερένδοξον.
Λεβήτων καχλάσματα, φλογμὸς ἐσχάρας, οὐδόλως σου ἤψαντο, πυρὸς εἰς δρόσον ἔνθεον, τραπέντος πανόλβιε, καὶ θαυμασίως ἐκβὰς ἀβλαβὴς ἐδόξαζες, τὸν μόνον δυνατόν τε καὶ ὑπερένδοξον.
Τυράννων τεχνάσματα πρὸς τιμωρίας, Μαρῖνε διέλυσας οὐδόλως ἐδειλίασας, ἰσχὺν δὲ ἀνίσχυρον σὺ κατασχύνας αὐτῶν, τὸν Θεὸν ἐδόξαζες, τὸν μόνον δυνατόν τε καὶ ὑπερένδοξον.
Θεοτοκίον.
Μαρτύρων τὰ τάγματα πρὸς ὑμνωδίαν, ἁγνῆς Θεομήτορος, Μαρῖνος ἄγει σήμερον, ἐξαρχὼν κραυγάζει δέ· χαῖρε τὸ κλέος Ἁγνὴ Ἀθλητῶν καὶ καύχημα, τὸν δυνατὸν τεκοῦσα καὶ ὑπερένδοξον.











ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὡς ἐν καμίνῳ τοῦ πυρός, δροσιζόμενοι ἀνύμνουν οἱ Τρεῖς Παῖδες, ἔνδον λέβητος ἔστω, ᾄδει Μαρῖνος ᾠδὴν τὴν δρόσον ἐλάμβανον οὐν ἄνισον· Κύριον ὑμνεῖτε βοῶν, εἰς στοὺς αἰῶνας.
Ὡς ἐν τῷ λάκκῳ Δανιὴλ ἔσχε λείχοντα, οὐ βρύχοντας τοὺς θῆρας, οὑτωσὶ καὶ Μαρῖνος, δοθεὶς βορὰ τοῖς θηρσίν, ὁμοίας ἠξίωται χάριτος, Κύριον ὑμνεῖτε βοῶν, εἰς στοὺς αἰῶνας.
Ὡς θαυμαστά τε καὶ φρικτὰ Παντοδύναμε τὰ ἔργα σου ὑπάρχει, Σῶν κτισμάτων γὰρ φύσιν νεύματι τρέπεις τῷ Σῷ, δοξάζων τοὺς θείους Σου Μάρτυρας, ὅθεν Σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὸν ξένον Τόκον Σου Ἁγνή, Ὃν Τρεῖς Παῖδες ἐν καμίνῳ προτυποῦσιν, ἀλαξεύτω ἐν ὄρει προβλέπει δὲ Δανιήλ, σταδίῳ Μαρῖνος ἀγγέλλεται, πᾶσα δὲ ἡ κτίσις ὑμνεῖ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Γενναίοις παλαίσμασι, λαμπρῶς ἀγωνισάμενος, καὶ ἐχθρὸν ἀποκτείνας σὺ τὸν ὑπέροφρυν, τῆς σῆς καρτερίας τῷ ξίφει, κάραν σεπτὴν ἀποτέμνῃ χαίρων, προς χῶρον δὲ πνεῦμά σου, ἐπουράνιον ἀνίπλαται.
Τῶν ἄθλων τὰ ἔπαθλα, τῶν πόνων σου τὰ τρόπαια, τοὺς τῆς νίκης θριάμβους, λαμβάνεις ἔνδοξε, πρὸς τοῦ ἀθλοθέτου Δεσπότου ἐν οὐρανοῖς, ἀκηράτου δόξης, τὴν πάνσεπτον στέφοντος, κορυφήν σου διαδήματι.
Τριαδικόν.
Τριάδα τὴν Ἄναρχον, ἀρχὴν τὴν ὑπεράρχιον, τὴν ἀρχίζωον φύσιν, τὸν ἕνα Κύριον, ὑπὲρ τῶν τιμώντων σου Μάρτυς, μνήμην φαιδράν, ῥύπου τῶν παλαισμάτων, ῥυσθῆναι δυσώπησον, καὶ τυχεῖν τῆς θείας χάριτος.
Θεοτοκίον.
Ὃν τέτοκας ἄχρον Υἱὸν καὶ ὑπερχρόνιον, Θεὸν Λόγον εν χρόνῳ Ἁγνὴ μητράναδρε, τοῦτον καθικέτευε Κόρη, τῆς οὐρανῶν αἰωνίου δόξης, ἀξίους ποιήσασθαι, τοὺς τὸν Τόκον Σου δοξάζοντας.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸ ῥωμαλέον ἔρεισμα, καὶ ὡράϊσμα Ῥώμης, μαρτυρικῶν ἀθλήσεων τὸν μαρμάρινον ὄντως, καὶ λαμπρὸν ἐκμαγεῖον, τὸ ἀμάραντον ἄνθος, Μαρτύρων τὸ ἀμάρυγμα, τὸν γενναῖον Μαρῖνον μαρμαρυγαῖς, νοητοῦ λαμπόμενον μαργαρίτου, ἀξίως εὐφημήσωμεν ἀσιγήτοις ἐν ὕμνοις.
Θεοτοκίον προεόρτιον.
Ὕμνον πιστοὶ προσάξωμεν....




Εἰς τοὺς αἴνους. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Ἄδουσιν ἐν ᾠδαῖς, ᾀσμάτων ἀοράτως, ἐν σῇ ἀθλήσει νόες, τῶν ἄθλων σου τὰ ἄθλα, πολύαθλε μηνύοντες. (Δίς)

Χαίρουσιν οἱ χοροί, τῶν θείων Ἀθλοφόρων, πρὸς ἕνα χώρον σχόντες, συμψάλλοντα Μαρῖνον, αὐτοῖς καὶ συγχορεύοντα.

Νάουσιν ἐν ναῷ, τοῦ Μάρτυρος Μαρίνου, κρουνοὺς ὡς ἀπὸ κρήνης, πολυτελῶν χαρίτων, τὰ λείψανα τοῖς χρήζουσι.

Δόξα. Ὁ αὐτός.
Ἡ ἐκ λαμπρῶν ἀγώνων σελαγίζουσα μνήμη τοῦ Μάρτυρος, τὴν ὑπέρλαμπρον προμηνύει, τῶν γενεθλίων ἡμέραν, τοῦ σαρκὶ ἐκ Παρθένου ἐπιδημοῦντος ἡμῖν προαιωνίου Λόγου. Δεῦτε οὖν πιστοί, τὰ τοῦ Ἀθλητοῦ γεραίροντες τρόπαια, ᾄσματα προεόρτια θεοπρεπῆ προηχήσωμεν, δόξαν προσφέροντες εὐχαριστήριον, τῷ προερχομένῳ Δεσπότῃ ἡμῖν χαρίσασθαι, ξένην ἀνάπλασιν καὶ ἀναγέννησιν.

Καὶ νῦν. Προεόρτιον.
Ἰδοὺ ὁ καιρὸς ἤγγικεν...

Δοξολογία Μεγάλη καὶ Απόλυσις.

Μεγαλυνάριον.
Πόθῳ σε φλεγόμενον πρὸς Χριστόν, φλὸξ πυρὸς οὐ φλέγει, εὐσεβείας δὲ θυρεῷ, τεθωρακισμένον, οἱ θῆρες οὐ θηρῶνται, πανένδοξε Μαρῖνε σὲ μακαρίζομεν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου