ΔΕΚΕΜΒΡΙΟΥ 11!!
ΟΣΙΟΥ ΝΟΜΩΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Νόμων θεσπέσιε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδῶς
ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω, τὸν ἐν
τοῖς πόνοις στεῤῥόν, Δαβὶδ τὸν πρᾶον ὄντως ἐζήλωσας, βίον ἰσάγγελον, ἐπὶ γῆς
διήνυσας, τῶν ὀρεκτῶν ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν. (Δίς)
Πάτερ Νόμων πανένδοξε, ὁ Ταμασέων λαός, πρὸς παντοίαν
ἐπήρειαν, ἐπικαλουμένων σε, μετὰ πόθου καὶ πίστεως, καὶ λυτρουμένων, πάσης
κακώσεως, καὶ τοῖς νοσοῦσιν ἴασιν δώρησαι. Ὤ θείας Ὅσιε, καὶ θερμῆς πρεσβείας
σου, δι’ ἧς ἡμᾶς, ὥσπερ τεῖχος ἄῤῥηκτον, φρουρεῖς, πανόσιε. (Δίς)
Πάτερ, Νόμων μακάριε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπ’
ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατὰν καταβέβληκας, καὶ τὰς ἐρήμους,
πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὤ παμμακάριστε, ἀσκητῶν τὸ
καύχημα διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς.
Νόμων, πατὴρ ἡμῶν Ὅσιε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις
καὶ ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες ὥσπερ
ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε,
καὶ μοναστῶν, γέγονας συμμέτοχος, θεομακάριστε.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε ἅπαντες πιστοί, ἀξίως ἐπαινέσωμεν, Νόμωνα τὸν
θαυμάσιον, νέμει γὰρ ἰάματα τοῖς πιστῶς προσκυνοῦσιν αὐτόν. Οῦτος γὰρ τῷ ὅπλῳ
τοῦ Σταυροῦ, τοῦ Βελίαρ τὰ βέλη κατέαξεν, τὰς μηχανὰς δὲ αὐτοῦ καὶ τὰ
τοξεύματα, εἰς οὐδὲν λογισάμενος· διὸ καὶ τὴν οὐράνιον τρίβον, εὐκόλως
ἐβάδισεν, καὶ νῦν σὺν Ἀγγέλοις εὐφραίνεται, τρανῶς τὸν Χριστὸν ἐνοπτριζόμενος,
καὶ πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τὴν ἁγίαν μνήμην, τελούντων
αὐτοῦ.
Καὶ νῦν. Τὶς μὴ μακαρίσει σε...
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην
καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος
ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε
Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τῶν Κυπρίων πιστοί, πόθῳ συνδράμετε σήμερον, ἐν τῷ
τεμένει, Νόμωνος τοῦ πανσόφου ἀκέστορος, νέμει γὰρ ἰάματα δαψιλῶς, τοῖς
αἰτοῦσιν αὐτοῦ, καὶ ψυχικῶν νοσημάτων, παρέχει ἴασιν, τοῖς νεκρώσασι σάρκα, τῆς
τοῦ Κυρίου στοργῆς.
Ἀπὸ νεότητος πάτερ, τὸν κόσμον κατέλειπες, καὶ τὰ τοῦ
κόσμου πάντα, εἰς οὐδὲν λογισάμενος, τὴν ἔρημον κατέλαβες, καὶ μονάζοντα βίον,
δι᾿ ὅλου ἐνέφηνας, διὸ ἐν οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, ἀλλὰ πρέσβευε
τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, Νόμων παναοίδημε.
Ἀπαρνησάμενος κόσμον καὶ τὰ ἐν κόσμῳ Ὅσιε, τῆς τοῦ
Κυρίου στοργῆς, τὸν γὰρ Σταυρὸν αὐτοῦ, ἐπ᾿ ὤμων ἀράμενος, εὐαγγελικῶς Χριστῷ
ἠκολούθησας. Ὡς ἐν παραδείσῳ μυστικῶς, τῷ σπηλαίῳ διαιτώμενος, καὶ νῦν ἐν
οὐῤανοῖς, αὐλιζόμενος, Νόμων πατήρ ἡμῶν Ὅσιε, τοῦ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου
ἀκούσας, τὸν κόσμον κατέλειπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν
λογισάμενος. Ὅθεν πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον,
μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσητε
ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις, Χριστέ, φύλαξον καὶ σῶσον
τὰς ψυχὰς ἡμῶν,
Καὶ νῦν.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε...
Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Νόμων πανεύφημε, καλῶς τῆς σαρκὸς τὸ φρόνημα,
καθυποτάξας τῷ πνεύματι, οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι,
ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄῤῥητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς
ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος,
Στίχ.: Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τῶν Κυπρίων πέρατα, τὰ σὰ νῦν κηρύττει θαύματα, Νόμων
παναληθέστατα, θαυματουργίαις γάρ, ἀμειβώμενός σε ὁ Χριστὸς ἐκόσμησε, τὴν σάρκα
δι᾿ αὐτὸν ἀπενέκρωσας, καὶ μετὰ θάνατον, τῶν θαυμάτων κατηξίωσεν, εὐδοξίας καὶ
μακαριότητος.
Στίχ.: Μακάριος
ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Νόμων παναοίδημε, πυκναῖς ἀῤῥωστείαις σώματος, καὶ
ἀσθενείαις ἰώμενος, ψυχὴν μακάριε, τῶν πταισμάτων λῦσον, τῶν δεσμῶν τοῦ ὄφεως,
τῇ θείᾳ δυναστείᾳ Χριστοῦ ἡμῶν, καὶ νῦν ἀνάστησον, ἐκ πταισμάτων καταπτώσεως,
τοὺς ἐν πίστει τιμῶντας τὴν μνήμην σου.
Δόξα, Ἦχος πλ. β΄.
Σήμερον, τῶν Ὀρθοδόξων τὰ συστήματα, τῆ σορῷ τοῦ
Ὁσίου, μετὰ πόθου συντρέχουσιν, ἵνα λάβωσιν ἰάματα, ψυχῆς τε καὶ σώματος, παρέχει
γὰρ πλουσίως, τοῖς νοσοῦσι τὴν ἴασιν, διὸ καὶ ἡμεῖς μετὰ πόθου, σοὶ κράζομεν·
χαίροις ὁσίων ἐγκαλλώπισμα, Νόμων παμμακάριστε, τῆς Κύπρου τὸ θρέμμα, ό τὸν
Χριστὸν ἐγκολπωσάμενος καὶ τὰ τερπνὰ τοῦ κόσμου εἰς οὐδὲν λογισάμενος, ἵνα τὴν
ὄντως ζωήν, παρὰ Χριστοῦ λάβῃς Ὅσιε, τοῦ πρεσβεύειν ἀπαύστως, εἰς τὸ σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ο Ποιητὴς καὶ λυτρωτής μου...
Ἀπολυτίκιον. Ἦχος α΄.
Ταμασέων τὸ κλέος, καὶ Κυπρίων ἀγλάϊσμα, καὶ
θαυματουργὸς ὄντως ὤφθης, Νόμων πατήρ ἡμῶν Ὅσιε, νηστείᾳ κατατήξας τῆς σαρκός,
ἀλόγους ἐνθυμήσεις πανσθενῶς. Ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανῶν ἐδέξω θεόπνευστε.
Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ
πᾶσιν ἰάματα.
Δόξα τὸ αὐτό. Καὶ νῦν, Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι...
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
πλ. α΄. Τὸν συνάναρχον
Τὸν ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα
πάσας τὰς προσβολὰς τῶ παθῶν, δι’ ἐγκρατείας καὶ στερρᾶς ὑπομονῆς, ὡς ἀληθῶς
καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρὸν καὶ πάσας τούτου ἐπάρσεις, καὶ
νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...
Μετὰ
δὲ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ φωτὶ λαμπόμενος, τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας,
ἐν τοῖς Κυπρίοις διδαχαῖς, καταφωτίζων μακάριε, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας
σοι.
Δόξα. Ὅμοιον.
Ταμασέων ἤστραψας, ὡς ἑωσφόρος, καὶ τὴν Κύπρον
ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, Νόμων πατὴρ ἡμῶν Ὅσιε, πᾶσιν ἐκλάμψας, τὸ
φῶς τὸ τῆς χάριτος,
Καὶ νῦν. Θεοτοκίον,
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν
σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἀγγέλου, Κόρη συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ
ἀνάκλησις.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα, Ἦχος γ΄.
Θείας πίστεως
Μέγα ὄνομα, τῇ σῇ πατρίδι, προεξένησαν, οἱ σοὶ ἀγῶνες,
Νόμων Ὁσίων ἐγκαλλώπισμα. Οὐκ ἀφανὴς οὖσα γὰρ οὐδὲ πρότερον, νῦν διὰ σὲ ἐπὶ
πλέον πεφήμισται, ὦ μακάριε, διὸ εὐχαρίστως ἤθροισται, ἐπιτελέσαι σου νῦν τὰ
μνημόσυνα,
Δόξα. Καὶ νῦν. Θεοτοκίον, Τὴν ὡραιότητα
τῆς παρθενίας
Τῆς συμπαθείας σου, πλοῦτον τὸν ἄμετρον, καὶ
δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ
σου, τρόμῳ συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος· κράζω ἐκ βαθέων μου, τῆς
καρδίας τοῖς δάκρυσι· Παρθένε Θεοτόκε βοήθησον, σῶσόν με σῶσον τὸν ἀνάξιον.
Οἱ
᾽ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται .
Στίχος:
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ,
Τί
ἀνταποδώσωμεν τὸ Κυρίῳ περὶ πάντων, ὦν ἀνταπέδωκεν ἡμῖν;
Τὸ
Πᾶσα πνοή. Εὔαγγέλιον. Ζήτει τοῦ Ἁγίου Σάββα.
Δόξα: Ταῖς τοῦ
Σοῦ Ὁσίου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἐλεῆμον,
ἐλέησόν με, ὁ Θεός...
Ἦχος πλ. β΄.
Σήμερον τῶν Ὀρθοδόξων τὰ
συστήματα... Ζήτει
εἰς τὸν Στίχον. Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
Ὁ
κανὼν τῆς Θεοτόκου εἰς ς΄ καὶ τοῦ Ἁγίου εἰς η΄.
Ο
κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Πατέρων προέξαρχε θαυμαστέ, καὶ τῶν ἀσθενούντων καὶ
νοσούντων ὁ ἰατήρ, τὴν ἐζοφωμένην μου καρδίαν, ἐκ πάσης ἀχλύος φωταγώγησον.
Ἀπέλαβες Ἅγιε ἀμοιβάς, τῶν πόνων καὶ γέρα τῶν ἀγώνων
σου τῶν σεπτῶν, τὴν μετὰ Ἀγγέλων χαρμοσύνην, καὶ κληρουχίαν τὴν σωτήριον.
Μακάριος γέγονας ἀληθῶς, καὶ τῶν μακαρίων ἐκληρώσω τὴν
ἄνω γῆν, Νόμων τρισμάκαρ καὶ δικαίως, εἴληφας τὴν χάριν τῶν ἰάσεων.
Θεοτοκίον.
Λύτρωσαι γεέννης καὶ τῆς φλογός, τῆς αἰωνιζούσης
Παναγία ἡ τὸν Θεόν, γαστρὶ συλλαβοῦσα Θεοτόκε, ὅνπερ δυσώπει σῶσαι τὰς ψυχὰς
ήμῶν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ
Κύριε.
Μετριώτατος ὤφθης, πρᾶος εὐθὺς ἄκακος, ὅσιος ἁπλοῦς τε
καὶ σώφρων, Νόμων ἔνδοξε, ἐκδυσωποῦμέν σε, ἀπὸ παντοίας ἀνάγκης, ρῦσαι τοὺς
ἱκέτας σου, ἀξιοθαύμαστε.
Μαθητὴς τοῦ Σωτῆρος, καὶ τῶν αὐτοῦ πράξεων,
ᾶγγελομιμήτως ἐγένου, τρόπων χρηστότητι, ὅθεν μετάρσιος, εἰς οὐρανοὺς
ἀνεδείχθης, καὶ Ἀγγέλων γέγονας, σύσκηνος Ὅσιε.
Ἀπὸ πάσης ἀνάγκης, φθοροποιοῦ Ἅγιε, νόσου καὶ δεινῆς
ἀρρωστείας, πρόφθασον σῶσόν με· τῶν ἀσθενούντων γάρ, σὺ ἰατὴρ ἀνεδείχθης,
ἐπικαλουμένων σε, Νόμων ἔνδοξε.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, καὶ Χερουβεὶμ ἄχραντε, καὶ
ἐνδοξοτέρα τῶν ἂνω, πασῶν δυνάμεων, Παρθένε Ἄχραντε, σεσαρκωμένον τὸν Λόγον, ἐν
κοιλίᾳ φέρουσα, μόνη Πανύμνητε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ
Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου, ἄροις σοφέ, καὶ αὐτῷ μέχρι
τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ
πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαὐτὸν τῷ Κυρίῳ σου. Ὅθεν
χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε
πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Τὴν Σοφίαν καὶ Λόγον ἐν σοὶ γαστρί...
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας
σου.
Κατανύξεως πέφυκε, χῶρος τὸ σπήλαιον, ἐν ᾧ οἴκησας,
τὰς ἰάσεις γὰρ ἑκάστοτε, ἐπιδαψιλεύεις παμμακάριστε.
Ἀπὸ πάσης μὲ λύτρωσαι, βλάβης τοῦ ἀλάστορος, ᾡ
τρισόλβιε, Νόμων θεομακάριστε, καὶ παντὸς κινδύνου με διάσωσον.
Ῥωμαλέον ἱμάτιον, ἔσχες θεοφόρε, καὶ ἀνυπόδητος,
διεπάτησας τοὺς ἄνθρακας, βίου τοῦ γεώδους τὸ δοξάριον.
Θεοτοκίον.
Ὑπὲρ φύσιν ἐκύησας, ἄχραντε Παρθένε τὸν ὑπερούσιον, Θεὸν Λόγον τὸν προάναρχον, ὃν δυσώπει σῶσαι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ ε΄. Ἵνα τί μὲ ἀπώσω, ἀπὸ τοῦ
προσώπου σου;
Ἴασαι μου τὰ πάθη, τὰ παρενοχλοῦντά με, ἐξ ἀφροσύνης
μου, ἃ ἐσκότισέ με, ἡδοναῖς ὁ Βελίαρ καὶ πέπτωκα. Ἀλλ᾿ ἀνάστησόν με, καὶ πρὸς
τὸ φῶς τῶν προσταγμάτων, τοῦ Κυρίου κατεύθυνον δέομαι.
Ὤ καινῶν ἀκουσμάτων, ὧνπερ ἀκηκόαμεν, ἐπὶ τῇ μνήμῃ
σου, Νόμων τρισμάκαρ, τῶν θαυμἁτων τὰ πλήθη τὰ ἄπειρα, ἰατρεύεις πάντας,
περιχαρῶς τοὺς πονουμένους, καὶ παρέχεις ἀφθόνως ἰάματα.
Νοσηλεύομαι ὄλως, καὶ κατακαμπτόμενος, βάρει τῶν
θλίψεων, τῶν ἁμαρτιῶν μου, τῇ κακῇ προαιρέσει συνέχομαι. Ἐξανάστησόν με, τῆς
χαλεπῆς καὶ κακοτέχνου, Νόμων Θεοφόρε, πατὴρ ἡμῶν.
Θεοτοκίον.
Κατὰ χρέος σε πάντες, Δέσποινα κηρύττομεν, καὶ
μακαρίζομεν, γενεαὶ σὲ πᾶσαι, τῶν ἀνθρώπων δοξάζουσιν ἄχραντε. Σὺ γὰρ μόνη
πέλεις, Χριστιανῶν ἡ προστασία, Θεοτόκε Παρθένε Πανάχραντε.
ᾨδὴ ς΄. Ἱλάσθητί μου, Σωτήρ.
Ἀπόθετον τῷ Χριστῷ, ὡράθης σκεῦος καὶ τίμιον, ταῖς
ἀρεταῖς δαδουχῶν, τοῦ κόσμου τὰ πέρατα, παμμάκαρ θεόληπτε, Νόμων θεόφρον, μὴ
ἐλλείπῃς τοὺς τιμῶντάς σε.
Θεμέλιον ἀῤῥαγές, ἀπέθου ἐν τῇ καρδἱᾳ σου, τὴν πίστιν
καὶ προσευχήν, καὶ τὴν μετριότητα, ἀγρυπνίαν σύντονον, περιπεφραγμένος, διὰ
βίου περαιούμενος.
Ἐν τῷ σπηλᾳίῳ σοφέ, τὸν βίον σου διεπέρασας, δακρύων
καὶ στεναγμῶν, τοὺς ἄνθρακας ἔσβεσας, τοὺς τῆς ματαιότητος, καὶ τὴν τῶν πραέων,
ἐκληρώσω γῆν ὡς εἴρηται,
Θεοτοκίον.
Ἁγίασμα νοητόν, καὶ ἄθραυστον ἱλαστήριον, καὶ κιβωτὸν
ἀληθῶς, καὶ στάμνον καὶ τράπεζαν, καὶ λυχνίαν πάγχρυσον, καὶ σκηνὴν καὶ πόκον,
Θεοτόκε σὲ κηρύττομεν.
Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς καὶ
θεοφθόγγους κήρυκας.
Τὸν ἀσκητὴν τῆς ἀληθείας ἅπαντες, ἀνευφημήσωμεν πιστοί
ὡς ἀναλάμψαντα, ἰαμάτων ἀκτῖνας καὶ φωτίζοντα, τοὺς ἐν πίστει προσιόντας τῇ
σορῷ αὐτοῦ, διὰ τοῦτο συμφώνως ἐκβοήσωμεν· Νόμων πατὴρ ἡμῶν Ὅσιε, μὴ παύσῃ
πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Ο Οἶκος.
Τὴν τοῦ κόσμου σαφῶς ματαιότητα, ἐννοῶν Νόμων ὁ
θαυμάσιος, καὶ τὸν κόσμον ἐκ καρδίας μεμίσηκε, καὶ τὰ πάθη δεινῶς ἐχαλίνωσε,
τὸν Σταυρὸν τοῦ Κυρίου ἀράμενος, καὶ τὴν σάρκα δουλώσας τῷ πνεύματι, ἔξω σαρκὸς
καὶ τοῦ κόσμου γενόμενος, εἰς οὐρανοὺς ἀνέδραμεν, ἔνθα ὁ τῶν ἑορταζόντων, ἦχος
ὁ ἀκατάπαυστος, καὶ ᾠδὴ καὶ χαρὰ ἀνεκλάλητος, σὺν Ἀγγέλοις χορεύων, καὶ ἀγαλλόμενος.
Διὸ πάτερ σὺν πόθῳ, καρδίας βοῶμέν σοι· μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν,
Συναξάριον.
Τῷ αὐτῷ μηνὶ ια΄, τοῦ Ὁσίου
Νόμωνος τοῦ θαυματουργοῦ.
Ὀσφὺν νοητὴν
ἀρετῶν ἐζωσμένος,
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.
Χοῦς, δεκάτῃ πρώτῃ, Νόμωνα ἐδέχθη.
Οὗτος ὁ θαυμάσιος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ Νόμων
ἦτον γέννημα καὶ θρέμμα ταύτης τῆς περιφήμου νήσου Κύπρου. Ἀπὸ ποίους δὲ
ἐγεννήθη οὐκ ἔχομεν τὸ ἀκριβὲς εἰπεῖν. Μόνον περὶ αὐτοῦ φαμέν, ὅτι ἀπὸ νεότητος
αὐτοῦ τὸν κόσμον καταλιπών, καὶ τὰ τοῦ κόσμου πάντα εἰς οὐδὲν λογισάμενος, ἐν
ἐρήμοις καὶ ὄρεσι διαιτώμενος, Καὶ εὑρών τι σπήλαιον καὶ ἐν αὐτῷ κατοικήσας,
τὸν μονήρη βίον διήρχετο. Εἰς προσευχὰς καὶ ἀκαταπαύστους δεήσεις σχολάζων,
τοὺς δὲ ἑαυτοῦ πόδας οὐκ ἐκάλυψεν ὑποδήμασι πώποτε. Ἀλλὰ ἀφέντα ἑαυτὸν
ἀνυπόδητον, τῷ κρύει τοῦ χειμῶνος καὶ τῷ καύσωνι τοῦ θέρους πιεζόμενον.
Λοιπὸν μετὰ τοιούτους καὶ τηλικούτους λαμπροὺς ἀγῶνας
εἰς βαθὺ γῆρας ἐλθὼν πρὸς Κύριον ἐξεδήμησε. Καὶ ἡ πάντιμος σορὸς τῶν αὐτοῦ
λειψάνων ποιεῖ ἄπειρα θαύματα τοῖς εἰς αὐτὴν μετὰ πόθου καὶ εὐλαβείας
προστρέχοντας, διὰ τοῦτο καὶ ἡ αὐτοῦ πατρίς, μέγα ὄνομα ἐξ αὐτοῦ ἐκτήσατο, Τὸ
δὲ σχῆμα τοῦ αὐτοῦ Ἁγίου ἦτον, ὡς φαίνεται ἐν τῇ αὐτοῦ εἰκόνι, οὐ πολλὰ μακρὺς
ἀλλὰ μέτριος καὶ εἰς τὸ σῶμα ξηρός, ὡς ὁ Μέγας Βασίλειος, εἶχε δὲ τὸ γένειον
μακρὺν ἕως τὴν ὀσφὺν αὐτοῦ καὶ λευκότατον. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ
θείῳ αὐτοῦ ναῷ, τὸ ὄντι ἐν τῷ νῦν χωρίῳ Ἀνάγυια.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Δανιὴλ τοῦ Στυλίτου.
Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιὴλ πρὶν στύλον, καὶ νῦν πόλον.
Οὗτος
γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπο Μεσοποταμίας
ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἠλία
καὶ μητρὸς Μάρθας ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ,
παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ
διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ
ἀσκήσει, καὶ παρ᾿ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς
Θρᾴκης μέρεσι, πλησίον τοῦ Βυζαντίου, ἐν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἑαυτὸν ἔν
τινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα κίονι
ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει,
καὶ ταῖς ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι
τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ᾿ αὐτὸν Ζήνωνι, καὶ τῷ
τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι, προσεκύνησαν τὸν Ἅγιον, καὶ
προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ὑπὸ τῶν
αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας,
πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Λουκᾶ τοῦ νέου Στυλίτου.
Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στύλος,
Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὅν τρέχει.
Οὗτος
ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ
Πορφυρογεννήτου, καὶ γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν
ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη,
τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις.
Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων
καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται· καὶ τῇ
ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται,
κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς
προσκομιζομένης αὐτῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς,
καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ
καλέσαντι ἑπόμενος καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον,
ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων
ἔρχεται, κἀκεῖθεν ἐπὶ Χαλκηδόνα διαβαίνει. Ἐν ᾗ προσεπιβὰς κίονι, θαυμάτων
μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι.
Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες
Ἀειθαλᾶς καὶ Ἀκεψέης, ξίφει τελειοῦνται.
Ἀκεψέην βλέπων με πάσχοντα ξίφει,
Ἀειθαλᾶ, ζήλωσον· ἐζήλωσά σε.
Οὗτοι
ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλᾶς τῶν εἰδώλων ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς
Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν Ἐπίσκοπον τῶν χριστιανῶν
ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥῦσις αἵματος.
Μαθὼν δὲ παρὰ τοῦ Ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς τὴν ἰδίαν πόλιν
ἐπιστρέψας, ἥτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἑτέροις Διδάσκαλον τῆς
εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ ἄρχοντι. Τοῦ δὲ ἄρχοντος τὰ κατ᾿
αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται. Ὁ δὲ ἅγιος
Ἀκεψεὴς ὑπῆρχε Διάκονος· συσχεθεὶς δέ, καὶ τὸν Χριστὸν ὁμολογήσας, τύπτεται
ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾶ. Ὁ δὲ εἰσάγει αὐτοὺς εἰς
τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μείρακος, καὶ διήγησις πάνυ ὠφέλιμος.
Ἀρνησιχρίστων δόξαν ἅπαν τις βλέπων,
Μηδὲν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.
Οὗτος
ὁ μακάριος μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἦν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ
δὲ Τενεσῆ γεννηθείς, παρὰ χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφείς,
ἐπαιδεύετο ἐν τῇ τῶν χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ
ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ
τὴν ζώνην κόψας καὶ τὸν Σταυρὸν πατήσας καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε
τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό, Ἀγαρηνός εἰμι, καὶ οὐκ ἔτι χριστιανὸς ἀπὸ τῆς
σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ,
καὶ τῶν παρ᾿ αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου
γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.
Ἰδὼν
δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν τοῦ Μείρακος
καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει· Ἰδού, κύριοί
μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησα· καὶ νῦν
παρακαλῶ πάλιν γενέσθαι χριστιανὸς καὶ εἶναι μεθ᾿ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ.
Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ
ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν καὶ ἐπιστρέψῃς
πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ αὐτοῦ ἀγαθότητι· ὅτι οὐ παρεῖδε τὴν
μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸν
Ἀμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ᾿ εἰ θέλεις
καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρεῖν, καὶ ἡμᾶς
ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε
πρὸς τὸν Ἀμηρᾶν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς
ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.
Ὁ
δέ, τὴν τῶν γονέων λαβὼν συμβουλὴν ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὑτοῦ ζώνην,
πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ
πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο
αὐτόν, καὶ ἤρξατο κράζειν μεθ᾿ ὅσης δυνάμεως εἶχε τό, Κύριε ἐλέησον. Καὶ
κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει· Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο· Ἐλθὼν
εἰς ἑαυτὸν ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ
γενόμενος χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαί σοί τε καὶ πάσῃ τῇ συναγωγῇ,
καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν
ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν
ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγών, ἐπανέκρινεν αὐτόν.
Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ
φυλακῇ ἐναπέθετο. Καὶ μεθ᾿ ἑτέρας τρεῖς ἡμέρας παραστήσας αὐτόν, ἔτυψε σφοδρῶς·
ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ, καθεῖρξε. Καὶ μεθ᾿ ἑτέρας τρεῖς ἡμέρας, πάλιν
ἐπανακρίνας αὐτὸν καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις
αὐτὸν ἄνωθεν ἔτυψε τῶν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης ἀποφάσεως κατ᾿ αὐτοῦ,
ἔλαβον οἱ προστεταγμένοι.
Ἐμβάντες
δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι
αὐτόν, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα,
εἴτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ
ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες χριστιανοί τινες, ὡς πολύτιμον δῶρον ἔλαβον.
Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως
εἴασεν αὐτοὺς κατέχειν αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες,
κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ
καὶ μέχρι τοῦ νῦν, ἀναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα,
εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν
σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.
Τῇ αὐτῆ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Βαρσαβᾶς, ξίφει τελειοῦται.
Θύσας, Βαρσαβᾶ, ζῆθι, λυτρωθεὶς ξίφους,
ἄνω ποθῶ ζῇν, θᾶττον ἡκέτω ξίφος.
Τῇ αὐτῆ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες,
Τερέντιος, Βικέντιος, Αἰμιλιανός, καὶ Βεβαῖα, ξίφει τελειοῦνται.
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,
Θεοῦ τρία πρόσωπα καὶ φύσιν μίαν.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Λεοντίου τοῦ ἐν τῇ Ἀχαΐᾳ.
Λεοντίου τίς τὸν βίον μὴ θαυμάσει;
Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.
Οὗτος
ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ
τὴν Πελοπόννησον, καλουμένην Μονεμβασίαν, γεννήτορας δέ, τῶν ἐπιφανῶν καὶ
θεοφιλῶν. Ὁ δὲ τούτου πατὴρ Ἀνδρέας τοὖνομα, καὶ πάσης τῆς Πελοποννήσου τὴν
ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοῦς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ
σκῆπτρα ἰθύνοντος· Τριὰς δὲ τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὧν
τὰς ἀρχὰς ἔχων, προσφυᾶ καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν
εἰς μαθητείαν ἐκδίδοται· ὧν τὴν γλυκύτητα αἰσθανόμενος, ἐν ἐπιθυμίᾳ γίνεται,
ἐπιστημῶν ἅψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεν τοῦ νοὸς ὀξύτητι, καὶ
βίου καθαρότητι, χρόνος οὗ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής,
καὶ ἐκ τῶν διαλέκτων πολλῶν· Εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων· τοῦτο
μέν, ἵν᾿ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῆ περιπλέον
τοῦτο δέ, ἵν ἐνδιατρίβων τοῖς οἴκοις τῶν Βασιλέων, ἐθὰς πάντων τῶν περὶ αὐτοὺς
χρηματίσῃ. Ἀλλ᾿ οὖν γε μέγας ἐν τε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς
πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ Βασιλέως ἀσπάζεται ὅ,τι μάλιστα, καὶ τιμᾶται· τοῦ
δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν
ἐνεγκαμένην ἐπαναλύει, πάνθ᾿ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ γυναικὶ καὶ
προσομιλεῖ· ἡ δὲ Θεοδώρα (οὕτω γὰρ ἐκαλεῖτο) τῶν μεριμνῶν ἀποσπασθεῖσα, εἰς
σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν
ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε· διὰ ταῦτα, οὗ ἐπόθη, καὶ
οὗτος ἐξ αὐτῶν σπαργάνων, ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπῶν γυναῖκα καὶ τέκνα
(ἦν γὰρ παίδων τριῶν πατήρ) καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος
γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ᾿ ἑαυτὸν πρὸς
οὐράνιον πολιτείαν ἰθύνοντα· τούτοις συγκαταλεγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου
κλῆσιν ἀναλαβὼν (Λέων γὰρ ἐλέγετο πρότερον), πάντας ἐν ὀλίγῳ τοὺς συναγωνιστάς,
τοῖς πόνοις ὑπερεβάλετο, δουλαγωγῶν τὴν σάρκα καὶ κατατρύχων, καὶ πρὸς μόνην
τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· Ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ
ἁγιώνυμον ὅρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα
πολλοὺς παρ᾿ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχέει, ὑποταγὴν πᾶσι, καὶ ταπείνωσιν
δεικνύων ἄκραν· διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῶν προσαγομένην τιμήν,
ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολὺ τῆς Πελοποννήσου ἐρήμοις
ἐμφιλοχωρεῖ καταμόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτὸν τόπον, ἐν ᾧ
γενόμενος, δουλεύσει καὶ εὐαρεστήσει αὐτῷ. Ἀπεκαλύφθη δ᾿ αὐτῷ ἀφικέσθαι ἐπὶ τὰ
βόρεια, εἰς τὸ ὅρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Αἰγίου, τῆς
κοινολέκτου Βοστίτσας· ἔνθα ἐπὶ πλεῖστον διαγαγών, κρύει πηγνύμενος, καὶ θέρει
καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν
ἰσχὺν ἔχων τὸν Χριστόν· ὅθεν καὶ πρὸς ἀπάθειαν ἤλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς
ὕψος ἔνθεον ἀνεπτέρωσε, καὶ θαυμάτων ἐπλούτισε τὴν ἐνέργειαν, χωλοὺς καὶ
κυλλοὺς ἰώμενος· ἐξ ὧν βασιλεῖς οἱ αὐτάδελφοι ὅ τε Θωμᾶς καὶ Δημήτριος τὴν
ἀρετὴν τοῦ ἀνδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σηκόν, ἐν ᾧ
ἦν τῷ Ἀρχιστρατήγῳ Μιχαήλ, ἐξ αὐτοῦ ἀνεδείμαντο, καὶ ἄλλα πλεῖστα μέγιστα
καταγώγια ἐξ αὐτῶν κρηπίδων περιπυργώσαντες, οὐ πρὸς ἁγιασμόν, καὶ μέρη τῶν
ἁγίων παθῶν τοῦ Σωτῆρος, τοῦ τε ἀκανθίνου στεφάνου, τιμίου ξύλου, καὶ σπόγγου,
εἴτε χλαμύδος, ἃ ἔφερον, τῇ ἱερᾷ Τραπέζῃ ἐπιτίθενται, καὶ πλόκον ἔτι, ἐκ τῶν
τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν· ὁ δὲ ὅσιος,
πολὺς πρόξενος σωτηρίας γενόμενος, καὶ πολλοὺς πρὸς ζῆλον καὶ μίμησιν τοῦ αὐτοῦ
ἀκραιφνοῦς βίου διαναστήσας, σοφίᾳ καὶ θείᾳ χάριτι, τὸν ἑβδομήκοντα πέμπτον
χρόνον τῆς ἑαυτοῦ ἡλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς ἀγγέλους, τὸ πνεῦμα
αὐτοῦ ἐν εἰρήνῃ, τῇ χειρὶ τοῦ Θεοῦ παρέθετο· Τὸ δὲ τίμιον αὐτοῦ λείψανον, ἐν ᾧ
καὶ ζῶν ἠγωνίζετο, κατετέθη σπηλαίῳ ἀεὶ βρύον ἰάματα, τοῖς μετὰ πίστει αὐτῷ
προστρέχουσιν· οὐ εἰς ἀνακομιδήν ποτε, ὁ μαθητὴς αὐτοῦ, καὶ μιμητὴς κατὰ πάντα,
πρόεδρος Παλαιῶν Πατρῶν Ἰωακείμ, καὶ πᾶν τὸ σύστημα τῶν ἀδελφῶν συνελθόντες,
σεισμοῦ γενομένου, καὶ τοῦ ἄντρου διασχισθέντος, μηδαμῶς προσεγγίσαι τῇ σορῷ
ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες, οὗ ταῖς πανευπροσδέκτους δεήσεσι,
ῥυσθείημεν τῆς ἐπιβουλῆς καὶ κακώσεως, τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, Κύριε.
Τῇ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Νίκωνος τοῦ Ξηροῦ, τοῦ ἐν τῷ Σπηλαίῳ,
τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Ῥύστης ἐγένου δεομένοις, τοῖς προστρέχουσι, τῆ σκέπῃ
σου θεόφρον, ἀπὸ βλάβης ἐχθρῶν, καὶ νόσων καὶ σκανδάλων, ὦ Νόμων κραυγάζοντες·
ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἄμωμος γέγονεν ὁ βίος, καθαρωτάτη, σοφέ ἡ μαρτυρία,
καὶ σωτήριος πᾶσι, τοῖς πίστει προσιοῦσι, τῇ θήκῇ τῶν λειψάνων σου, Νόμων
θαυματοφόρε.
Πάθη κατεύνασας σαρκός σου, μετὰ σώματος, Ἀγγέλους
ἐμιμήσω, παραδείσου τρυφῆς ἐγένου κληρονόμος, ἀναβοῶν μετάρσιος· ὁ Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὺ μὲ διάσωσον Παρθένε, ἀπὸ θλίψεως καὶ ζάλης καὶ
κινδύνων, καὶ δεινῆς συμφορᾶς, καὶ πάσης ἁμαρτίας, ἡ τὸν Θεὸν κυήσασα, ὃν
ἀσπόρως συλλαβοῦσα.
ᾨδὴ η΄. Επταπλασίως κάμινον.
Εὐσεβοφρόνως ἔζησας, Νόμων παμμακάριστε, καὶ
δικαιοσύνην καὶ ἀνδρείαν Ὅσιε, σὺν τούτοις τὴν φρόνησιν, καὶ τὴν ἀγάπην καὶ
προσευχήν, καὶ τὴν σωφροσύνην, ἐξασκήσας θεόφρον, ἐγκράτειαν καὶ πᾶσαν, ἀρετὴν
τελειώσας, εἰς οὐρανοὺς μετέστης, καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Ὑπὸ τὴν σκέπην Ἅγιε, σοῦ πρὸς σὲ καταφεύγοντες, πάντες
οἱ νοσοῦντες, καὶ δεινῶς κολάζονται, φωνάζοντες κράζοντες, ὦ Νόμων θεράπευσον,
πάθη τὰ δεινῶς, κατακεντοῦσι τὸ σῶμα, καὶ καίουσι δὲ μᾶλλον, τὴν ἀθλίαν ψυχήν
μου, ῖνα σὲ μακαρίζω, εἰς πάντας τοὺς αἰῶνας.
Σῶσαι λαὸν τὸν κάμνοντα, νοσημάτων ἀνιάτων, τῶν
προσερχομένων, τῷ ναῷ σου Ἅγιε, σὺν πόθῳ καὶ πίστει τε, καὶ τῶν δακρύων
ἐπιῤῥοῇ, τῇ τῶν μακαρίων, καὶ σεπτῶν σου λειψάνων, ἀφῆ τε καὶ προσψαύσει Νόμων
θεοφόρε, ἵνα σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Παρθενομῆτορ ἄχραντε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ
τῆς ἁμαρτίας, τὰς οὐλὰς ἐξάλειψον, νοσοῦντά με ἴασαι, σὺν τῇ ψυχῇ καὶ σώματι·
παθῶν τε καὶ ζάλης καὶ κακώσεως δαιμόνων, ἐξαίρουσά με τάχει, δυσωπῶ σε
Παρθένε, ἳνα σὲ μεγαλύνω τἦν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ο βίος σου θεόφρον, πέφυκε δοχεῖον, τῆς τρισηλίου
Θεότητος Ἅγιε, ἐξ οὗ λαμβάνομεν πάντες, ταχεῖαν ἴασιν.
Νευρούμενος ἀγάπῃ, τῆ πρὸς τὸν Δεσπότην, τὰς τῶν
δαιμόνων ἐνέδρας κούφως ἐξέφυγες, καὶ οὐρανῶν βασιλείας, γέγονας μέτοχος.
Μεγάλως ἠγωνίσω, πάτερ θεοφόρε, καὶ δωρεῶν ἀπολαύσας
μεγάλων τε, τοῦ ἰατρεύειν τὰς νόσους τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ἐξέφυγον τὰ σπλάγχα, τὰ πεποθημένα, θεομακάριστε Κόρη
πανάμωμε, ἀλλὰ τῇ σῆ μεσιτείᾳ, πρόφθασον σῶσόν με.
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ,
Ἐν σώματι διατελῶν, τῶν Ἀγγέλων τὸν βίον, ὑπῆλθες
ῶσπερ ἄσαρκος, καὶ τῷ κόσμῳ ἐδείχθης, φωστὴρ ἀειλαμπέστατος, καὶ τοῖς πᾶσιν
ἔδειξας, ὦ Νόμων θεοφόρε, μοναζόντων τὸ κλέος, ἀσκητῶν ἡ καλλονή, καὶ τῶν
πατέρων ἡ δόξα.
Θεοτοκίον.
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν
ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ
κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις, στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένας
πρὸς Θεοῦ, ἐμβίβασον θελημάτων.
Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ καθαρά σου καρδία, πάτερ ἀνέδραμεν, εἰς οὐρανίους
νόας, σὺν αὐτοῖς τοῦ Δεσπότου, τῷ θρόνῳ γὰρ τῷ θείῳ παρεστηκώς, ὑπὲρ πάντων
ἱκέτευε, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)
Τῆς Ταμασέας τὸ κλέος, ὁ τῶν Κυπρίων φωστήρ, τῶν
θαυματουργημάτων, ὁ λαμπρὸς ἑωσφόρος, Νόμων γὰρ ὁ μέγας πάντας ἡμᾶς, συγκαλεῖ
ἐν τῇ μνήμῃ αὐτοῦ, τοῦ ἰατρεῦσαι τὰ πάθη τὰ ψυχικά, καὶ τοῦ σώματος ὁ ἔνδοξος.
Δεῦτε συνάχθητε πάντες, ἀπὸ περάτων τῆς γῆς, ὑπὸ
ποικίλων νόσων, κατεχόμενοι πόθῳ, ἀῤῥύσασθε πλουσίως χάριν ἀεί, ἀναργύρως
παρέχει γάρ, τῶν νοσημάτων τὴν ἴασιν δαψιλῶς, τοῖς νοσοῦσι τὰ ἰάματα.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν, πατὴρ
ἡμῶν Νόμων, σὺ γὰρ φυγαδεύων, τὴν Ταμασέαν οἴκησας. Τὴν σάρκα γὰρ σταυρώσας,
Χριστῷ ἠκολούθησας, τὸν δόλιον ὄφιν, τοῖς τῶν δακρύων ὄμβροις, πάτερ ἀπέπνιξας.
Ἔξω γὰρ σαρκός, καὶ κόσμου γενόμενος, τοῖς γὰρ ἀσκήσεως ἄθλοις, χρυσίου
λαμπρότερος, ἀπήστραψας Ὅσιε, καὶ καθαρὸν δοχεῖον, ἐγένου τοῦ Πνεύματος, Νόμων
παμμακάριστε, πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν,
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ
λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως-
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου