Παρασκευή 6 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 11. ΑΓΙΟΣ ΝΙΚΗΦΟΡΟΣ ΦΩΚΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΙΑ!!
ΑΓΙΟΣ ΝΙΚΗΦΟΡΟΣ ΦΩΚΑΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς Ὀκτωήχου καὶ γ΄ τοῦ Ἁγίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Νίκαις ἐπαρθεὶς τὸ πρότερον, καὶ ἀρετῶν ταῖς σπουδαῖς, γεγονὼς περιβόητος, ἐν ὑστέρῳ αἵματος, βραυχυτάτου οὐράνιον, ἠλλάξω νίκην καὶ πόλιν μένουσαν, γέρα καὶ στέφη ζωῆς ἀκήρατα, μάκαρ δεξάμενος ἐκ Θεοῦ παράδεισον· ὅθεν οἰκεῖς, νίκης ἐνδιαίτημα, μαρτύρων σύσκηνε.

Κλίμαξ ἀπὸ γῆς ἀνάγουσα, τῶν χαμερπῶν προκοπῶν, ἡ σφαγή σοι γεγένηται, πρὸς μαρτύρων ὕψωμα, καὶ ἀθάνατον εὔκλειαν, καταγελᾶται μὲν γὰρ ὁ δίκαιος, πλὴν ἐν ὀλίγῳ ἐν ἐξαισίῳ δέ, φαῦλος ἐλέγχεται, τῷ θανάτῳ ἔνδικον δίκην διδούς· ὅθεν σοι τῆς κρείττονος, νίκης τετύχηκας.

Ὢ τοῦ παραδόξου θαύματος, ἡ ἱερὰ κεφαλή, ἡ Ἀγγέλοις αἰδέσιμος, ὄψις ὑποσκίμποδι, ἐκριφεῖσα ἐπόζετο, καὶ πλέον εἶχεν, εὐχῶν ἀπόνοια, ἀνδρὸς δικαίου τε, γνώμῃ βάρβαρος, ὢ τῶν κριμάτων Σου, τῶν ἀπείρων Κύριε, οἷς καὶ ζωήν, εἷξας ὁ θεράπων Σου, κεκληρονόμηκεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Χαῖρε δαιμόνων ἀφάνισις, χαῖρε θυγάτηρ Ἀδάμ, ἀληθῶς ἡ ἀνθήσασα, ἄνθος τὸ ἀμάραντον, χαῖρε δόξα τῶν δούλων σου, δεινῶν ἡ λύσις, χαῖρε Πανάμωμε, τὸ δῶρον χαῖρε, παρὰ Θεοῦ δωρηθέν, κόσμῳ διάσωσμα, τῶν παρακαλούντων σε, χαῖρε Σεμνή, χαῖρε δόξα Δέσποινα, τῶν δοξαζόντων σε.
Ἢ Σταυροθεοτοκίον.
Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο λῃστῶν κρεμάμενον, ὃν ἀνωδίνως, φρικτῶς ἐκύησεν, ἔκλαιε κράζουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ Πνεύματι, καθωπλισμένος, ἔθνη βάρβαρα, καθυποτάξας, τῆς βασιλείας τὰ ὅρια ηὔξησας, φιλοπτωχίαν νηστείᾳ ἐπόθησας, σκληραγωγίᾳ ἐκτήσω ταπείνωσιν· ὅθεν εἴληφας, μετὰ Ἄβελ καὶ Ζαχαρίου τὸν στέφανον· διὸ καὶ συνδεδόξασαι δικαίοις εὐφραινόμενος.
ΟΡΘΡΟΣ

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Λόγων στέφει στέφω σε τὸν Νικηφόρον.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Λύθρῳ αἱμάτων οἰκείων περιχρωοθείς, ὡς ἐκ πάλης ὥρμησας, εὐσταλὴς πρὸς οὐρανόν, Νικηφόρε οἷα ἀθλητής, ἑστιῶν δήμους τοὺς σούς, ἄθλοις καὶ θαύμασιν.
λος ἐκστὰς ἀπὸ βρέφους τῶν τῆς σαρκός, μολυσμῶν καὶ σκήνωμα, χρηματίσας ἀρετῶν, ἐν Θεῶ τὸ κράτος τῶν παθῶν, καὶ τῶν νόσων κατορθοῖς, μάκαρ ἀοίδιμε.
Γῆν καὶ τὰ κάτω μισήσας τοὺς οὐρανούς, καὶ τὰ ἐπουράνια, ἐπεπόθεις ἐκ ψυχῆς ἐκπληρώσω· ὅθεν οὖν αὐτοῖς, οὐρανοὺς παρὰ Χριστοῦ καὶ τὰ ἐπίγεια.
Θεοτοκίον.
σπερ παστὰς ὑπεδέξω Κόρη Θεόν, ἐκ Σοῦ νυμφευόμενον, φύσιν ὅλην τὴν ἡμῶν, καὶ τῷ ξένῳ θαύματι τρωθείς, προσκυνεῖ πᾶς τις πιστῶς, τὸν θεῖον τόκον Σου.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Νεκρῶν σοροῖς μέσων νυκτῶν, ἐνστρεφόμενος μάκαρ, τὸν τοῖς μέλεσι ζῶντα τοῖς σοῖς ἐχθρὸν ἐν νεκροῖς, καὶ ζῇς φυγὼν ἀληθῶς, τὰ τοῦ σκότους ἔργα καὶ νεκρώσεως.
Συνάψας πᾶσαν ἀσκητῶν, ἐπιστήμην τοῖς ὅπλοις, στρατηγεῖς καὶ μονάζεις καὶ γίνῃ βέλος ἐχθροῖς, κανὼν δὲ τοῖς μονασταῖς, στρατιώτης Χριστοῦ περιδέξιος.
Τὴν ἐκ τοῦ Πνεύματος σαὐτῷ, περιθεὶς πανοπλίαν, χωρεῖς οὕτω πρὸς μάχας, ἐντεῦθεν θάλασσα γῆ, δουλοῦταί σοι τοῦ Θεοῦ, σὲ τιμῶντος τούτοις ἀεισέβαστε.
Θεοτοκίον.
φάνης ἄλλος οὐρανός, καθαρότητος ὕψει, ἐν γαστρὶ δεξαμένη τὸν οὐρανοῦ τε καὶ γῆς, καὶ πάντων Δημιουργόν, καὶ τὴν φύσιν Σὺ μόνη οὐρανώσας










Κάθισμα. Ἦχος πλ. δ΄. τὴν Σοφίαν καὶ Λόγον.
Βασιλεύσας τὸ πρῶτον μάκαρ παθῶν, βασιλεύεις τὸ δεύτερον καὶ λαῶν, πρᾷος γνωριζόμενος, συμπαθὴς ἐλεήμων, καρτερικὸς ἐν πόνοις, ἐν πάλαις ἀνένδοτος, φοβερὸς τοῖς δαίμοσι, πιστοῖς δὲ εὐπρόσιτος· ὅθεν καὶ τὴν κάραν, ἐκτημθεὶς ἁγιάζεις, τῷ λύθρῳ τοῦ αἵματος, τῶν πιστῶν τὰ πληρώματα, Νικηφόρε ἀοίδιμε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Φωτὶ τῶν ἔργων σε, ὡς λύχνον φαίνοντα, εὑρηκὼς Νικηφόρε ὁ φῶς οἰκῶν, βασιλείας τίθησιν, ἐπὶ λυχνίαν διὰ σοῦ, πρὸς τὸ φῶς ἕλκων τὴν σύμπασαν.
στέρει πάντοθεν, ἐκκαιομένη σου, εἰσελαύνοντος πόλις ἡ βασιλίς, σωτῆρά σε βλέπουσα, καὶ οὐκ ἐψεύσθη διὰ σοῦ, κατ’ ἐχθρῶν λαβοῦσα ἄμυναν.
δρῶσι πάνσοφε, εὐχῶν καὶ στάσεων, τὴν ἀρχὴν καθαγνίζεις πᾶσι Θεόν, ἵλεων ποιούμενος, ὡς ἱερεὺς οὐ βασιλεύς, τοῦ λαοῦ σου προϊστάμενος.
Θεοτοκίον.
Σοφίαν ἄχραντε, τὴν ἐνυπόστατον, τοῦ Πατρὸς συλλαβοῦσα τὸν σοφιστήν, τῆς κακίας ᾔσχυνας, σἀρκα δανείσασα Θεῷ· δι’ ἧς ἥττηται ὁ δόλιος.




ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Τὸν βασιλέαν καὶ ἀσκητήν, ὄχλος παρανόμων φονικῶς, ἐνηδρευκὼς ἀποσφάττει σε, ὅπως τὸ σκεώρημα, μαρτυρίου ὁδός, ἐγνώσθη ἡ σφαγὴ δὲ δόξης σοι στέφανος.
κστασις εἴχετο ληστρικόν, λόχον ἐπ’ ἐδάφους βασιλεῦ, ὥρᾳ χειμῶνος καθεύδοντα, σὲ ἑωρακότα τὸν μυριάσι πολλᾶς, καὶ νίκαις ὁμωνύμοις δορυφορούμενον.
Φῶς ἦν οὐ νὺξ τότε περὶ σέ, ὅτε οὐ στρωμνῇ λαλὰ τῇ γῇ, ἐκ τῶν εὐχῶν προσανέκεισω, ἔργα γὰρ ἡμέρας, ἠγαπηκὼς οὐ νυκτός, τὸ φῶς εἶχες αὐγάζον σε τὸ ἀνέσπερον.
Θεοτοκίον.
δίνων ἄνευ τίκτεις Θεόν, μίαν μὲν ὑπόστασιν ἁγνή, τὰς φύσεις δὲ δύο σώζοντα· ὅθεν Θεοτόκον τοὺς Σὲ εἰδότας σεμνή, Θεοῦ ἐνανθρωπήσει σαφῶς ἐθέωσας.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Σταζόμενος αἵματι, καὶ ἱδρῶσι τοῦ καινοῦ, ἀγῶνος τὸ κατάκοπον, παριστῶν ὤφθης μάκαρ τῷ Δικαστῇ, στεφθεὶς δὲ σῦν Μάρτυσιν, οὐρανίων ἐπάθλων κατηξίωσαι.
στύγνασεν ἔμψυχος, φύσις ἅπασα ἀήρ, γῆ οὐρανὸς τὸν ἥλιον, ἐκλίποντα ὡς εἶδόν σε ἀρετῆς, τὴν στήλην τὴν ἔμψυχον, τὸν φαιδρύναντα νίκαις πιστῶν τὰ πρόσωπα.
Τὰς τρώσεις δεχόμενος, καὶ τὸν Στέφανον ζηλῶν, τὸν πρῶτον ἐν τοῖς Μάρτυσιν, ὑπερηύχου προθύμως τῶν φονευτῶν, θανάτου γενόμενος, ὑψηλότερος μάκαρ ἀξιάγαστε.
Θεοτοκίον.
πλάσας τὸν ἄνθρωπον, ἐξ ἀρχῆς νῦν βουληθείς, Σὲ ὡς νυμφῶνα ᾤκησε, καὶ τὴν φύσιν ἡρμόσατο ἐκ τῶν Σῶν, αἱμάτων ἀπείρανδρε, τῷ οἰκείῳ τιμῶν με ἀξιώματι.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ταῖς νίκαις στεφθείς, τῆς νίκης ὡς ἐπώνυμος, βαρβάρων ὀφρῦς, καὶ θράσος ἐταπείνωσας, τροπαιοῦχος ἄριστος, κατ’ ἐχθρῶν ἐχρημάτισας θεσπέσιε· διὰ τοῦτό σε πίστει αἰτούμεθα, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τίς ἐξισχύσει τὰς ἀριστείας ἐξειπεῖν τῶν σῶν πόνων, ἃς ἐν βίῳ παρὼν ἐτέλεσας μακάριε, πρὸς τοὺς ἀθέους Ἰσμαηλίτας κατὰ κράτος τὰ τούτων συγκόπτων στίφη, καὶ τοὺς πιστοὺς ἐξαιρούμενος πάντας τῆς τούτων πικρᾶς δεινῆς τε αἰχμαλωσίας, ὑποσπόνδους αὐτοὺς ἐργαζόμενος, τοὺς πόθῳ Χριστὸν δοξάζουσι, καὶ τὴν σὴν ἐκτελοῦσι πανήγυριν.


Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νικηφόρου τοῦ Φωκᾶ, αὐτοκράτορος Βυζαντίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δανιήλ, τοῦ Στυλίτου.
Καὶ γήϊνον πᾶν ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιήλ, πρὶν στῦλον καὶ νῦν πόλον.
Οὗτος γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπὸ Μεσοποταμίας ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἡλία καὶ μητρὸς Μάρθα ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ, παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν Ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ ἀσκήσει καὶ παρ’ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς Θράκης μέρεσι, πλησίον τοῦ Βυζαντίου εν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἐαυτὸν ἔντινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα, κίονι ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει, καὶ ταις ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ’ αὐτὸν Ζήνωνι, καὶ τῷ τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι, προσεκύνησαν τὸν Ἅγιον, καὶ προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ ὑπὸ τῶν αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λουκᾶ, τοῦ νέου Στυλίτου.
Πρὸς ὔψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς Ὃν τρέχει.
Οὗτος ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ Γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη, τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις. Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται· καὶ τῇ ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται, κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς προσκομιζομένης αὐτωωωῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς, καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ καλέσαντι ἑπόμενος, καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον, ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων ἔρχεται, κἀκεῖθεν επὶ τὴν Χαλκηδόνα διαβαίνει. Ἐν ἧ προσεπιβὰς κίονι, θαυμάτων μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι. Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
Ἀειθαλᾶ ζήλωσον· ἐζήλωσά σε.
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλὰς τῶν εἰδώλων ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν ἐπίσκοπον τῶν χριστιανῶν ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥύσις αἵματος. Μαθὼν δὲ παρὰ τοῦ ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς ἰδίαν πόλιν ἐπιστρέψας, ἣτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἐτέροις διδάσκαλον τῆς εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ Ἄρχοντι. Τοῦ δὲ Ἄρχοντος τὰ κατ’ αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται.
Ὁ δὲ Ἅγιος Ἀκεψέης, ὑπῆρχε Διάκονος· συσχεθεὶς δέ, καὶ τὸν Χριστὸν ὁμολογήσας, τύπτεται ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾷ. Ὁ δὲ είσάγει αὐτοὺς εἰς τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λεοντίου τοῦ ἐν Ἀχαΐᾳ.
Λεοντίου τίς τὸν βίον μὴ θαυμάσῃ;
Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.
Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον καλουμένην Μονεμβασίαν. Γεννήτορας δὲ τῶν ἐπιφανῶν καὶ θεοφιλῶν· ὁ δὲ τοῦτου πατήρ, Ἀνδρέας τοὔνομα, καὶς πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοὺς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος. Τοιᾶς δε τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὤν τὰς ἀρχὰς ἔχων, προσφυᾷ, καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς μαθητείαν ἐκδίδοται· ὤν τὴν γλυκύτητα αἰσθανόμενος ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημὼν ἄψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεντοι, νοὸς ὀξύτητι καὶ βίου καθαρότητι, χρόνος οὐ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν, εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων. Τοῦτο μέν, ἵν’ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῇ περιπλέον, τοῦτο δέ ἵν’ ἐνδιατρίβων τοῖς οἴκοις τῶν βασιλέων, ἐνθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ’ οὖν γε μέγας ἔντε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ βασιλέως ἀσπάζεται ὅτι μάλιστα καὶ τιμᾶται. Τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πανθ’ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ, γυναικὶ καὶ προσομιλεῖ. Ἡ δε Θεοδώρα, τῶν μερίμνων ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε. Διὰ ταῦτα, οὓ ἐπόθη καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπὼν γυναῖκα καὶ τὰ τρία τέκνα καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ’ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα. Τούτοις συκαταλαγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβὼν, ἀντὶ Λέοντος, ὅ ἐλέγετο πρότερον, πάντας ὡς ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερβάλετο, δουλαγωγῶν τὴν σάρκα, καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὄρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα καὶ πολλοὺς παρ’ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχεει, ὑποταγὴν πάσιν, καὶ ταπείνωσιν δεικνύων ἄκραν. Διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῷ προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολύ, τῆς Πελοποννήσου ἐρήμοις κατὰ μόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτῷ τόπον, ἐν ὧ γενόμενος, δουλεύσει, και εὐαρεστήσει Αὐτῷ· ἀπεκαλύφθη δ’ αὐτῷ, ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὄρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Βοστίτσας (Αἰγίου)· ἔνθα ἐπὶ πλεῖστον διαγωγῶν, κρύει πηγνύμενος καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τον Χριστόν, ὅθεν καὶ πρὸς ἀπάθειαν ἥλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε καὶ θαυμάτων ἐπλούτησε τὴν ἐνέργειαν, χωλοὺς και κοιλοὺς ἰώμενος, ἐξ ὧν βασιλεὶς οἱ αὐτάδελφοι ὅ,τε Θωμᾶς και Δημήτριος, τὴν ἀρετὴν τοῦ ανδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σκηκόκ, ἐν ὧ ἦν τῷ Αρχιστρατηγῳ Μιχαήλ, ἐξ αὐτοῦ ανεδείμαντο καὶ ἄλλα πλεῖστα, μέγιστα καταγώγια, ἐξ αὐτων κρηπίδων περιπυργώσαντες, οὗ πρὸς ἁγιασμὸν καὶ μέρη τῶν Ἁγίων Παθῶν τοῦ Σωτήρος, τοῦ τε ανακνθίνου Στεφάνου, Τιμίου Ξύλου καὶ Σπόγγου, εἶτε χλαμίδος, ἃ εφερον, τῇ ἱερᾷ τραπέζῃ ἐπιτίθενται, καὶ Πλόκον ἔτι ἐκ των τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν. Ὁ δὲ Ὅσιος πολὺς πρόξενος σωτηρίας γενόμενος καὶ πολλοὺς πρὸς ζήλον καὶ μίμησιν, του αὐτου ἀκραιφνοὺς βίου διαναστήσας, σοφίᾳ λόγων καὶ θείᾳ χάριτι, τὸν 75ον χρόνον τῆς ἑαυτοῦ ηλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς Ἀγγέλους τὸ πνεῦμα αὐτου ἐν ἐν εἰρήνῃ παρεθετο. Το δὲ τίμιον αὐτου λείψανον κατετέθη εν σπηλαίῳ, αεὶ βρύον ἰαματα. Οὗ εἰς ἀνακομιδήν ποτε ὁ μαθητὴς αὐτοῦ Παλαιῶν Πατρῶν Ἰωακεὶμ καὶ παν στὸ σύστημα τῶν ἀδελφῶν, συνελθόντες, σεισμοῦ γενομένου καὶ τοῦ ἄντρου διασχισθέντος μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νίκωνος, τοῦ ἐν τῷ Ξηρῷ ὄρει τῆς Κωνσταντινουπόλεως θεοφιλῶς ἀσκήσαντος.
Νίκην λαμπράν, ἦρας κατ’ ἐχθίστου Νίκων,
ἐν Ξηρῷ ὄρει Ἀσκητὰ τροπαιοῦχε.
Ὁ Ὃσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Νίκων ὁ νέος, πατρίδα ἔσχε τὴν ἀχανῆ γῆ τῆς Ῥωσίδος. Θεοφιλῶς ἠσκήτευσεν ἐν Κωνσταντινουπόλει, καὶ δὴ ἐν τῇ Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς Πέτρας, ἐν τῇ ὁποίᾳ ἐφυλάσσετο ὡς ὄλβος πολυτίμητος τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου Παταπίου. Θεῷ εὐηρέστησε τῇ ἀσκητικῇ αὐτοῦ ἀγωγῇ καὶ πολιτείᾳ καὶ τὴν τοῦ Ξηροῦ ορους χθόνα κατεπίανε τοῖς ἀσκητικοῖς αὐτοῦ ἱδρῶσι καὶ ἀειῤῥύτοις δάκρυσιν. Ἄγνωστος ὤν τοῖς Συναξαρισταῖς κατέστη ἡμιν γνωστὸς ἐκ τῆς τοιχογραφίας αὐτοῦ, τῆς ἱστορηθείσης ἐν τῷ σπηλαιώδει ναϊδρίῳ τῆς Μονῆς τοῦ Ὁσίου Παταπίου Λουτρακίου Κορινθίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Μείρακός τινος καὶ διήγησις πάνυ ὠφέλιμος.
Ἀρνησιχρίστων δόξαν ἅπας τις βλέπων,
Mηδέν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.
Οὗτος ὁ μακάριος Μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἧν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ δὲ Τενεσῆ γεννηθείς, παρὰ Χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφείς, ἐπαιδεύετο ἐν τῇ τῶν Χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ τὴν ζώνην κόψας, καὶ τὸν Σταυρὸν πατήσας, καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό: Ἀγαρηνὸς εἰμί, καὶ οὐκ ἔτι Χριστιανὸς ἀπὸ τῆς σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ, καὶ τῶν παρ’αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.
Ἰδὼν δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν του Μείρακος καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει: Ἰδοὺ κύριοί μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησας· καὶ νῦν παρακαλῶ πάλιν γενέσθαι Χριστιανός, καὶ εἶναι μεθ’ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ: Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν, καὶ ἐπιστρέψης πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ Αὐτοῦ ἀγαθότητι, ὅτι οὐ παρεῖδε τὴν μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸνἈμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ’ εἰ θέλεις καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρειν, καὶ ἡμᾶς ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε πρὸς τὸν Ἀμηράν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.
Ὁ δέ, τὴν τῶν γονέων λαβὼν συμβουλήν, ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ζώνην, πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν Τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο αὐτόν, καὶ ἤρξατο κράζειν μεθ’ ὅσης δυνάμεως εἶχε τό: Κύριε ἐλέησον. Καὶ κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει: Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο: Ἐλθὼν εἰς ἑαυτόν, ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ γενόμενος Χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαι σοί τε, καὶ πάσῃ τῇ συναγωγῇ, καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγὼν επανέκρινεν αὐτόν. Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ φυλακῇ ἐναπέθετο. Καὶ μεθ’ ἑτέρας τρεῖς ημέρας, πάλιν ἐπανακρίνας αὐτόν, ἔτυψε σφοδρῶς· ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ καθεῖρξε. Καὶ μεθ’ ἑτέρας τρεῖς ἡμέρας, πάλιν ἐπανακρίνας αὐτόν, καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις αὐτὸν ἄνωθεν ἔτυψε τὸν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης αποφάσεως κατ’ αὐτοῦ, ἔλαβον οἱ προστεταγμένοι.
Ἐμβάντες δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ἀπέτεμαν τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα, εἶτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης, εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες Χριστιανοί τινες, ὡς πολύτιμον δῶρον ἔλαβον. Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως εἶασεν αὐτοὺς κατέχοντες αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες, κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ καὶ μεχρι του νῦν, αναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαρσαβᾶς, ἀπετμηθὴς τὴν κεφαλὴν τελειοῦται.
Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Τερέντιος, Βικέντιος, Αἰμιλιανὸς καὶ Βεβαία, ξίφει τελειοῦνται.
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,
Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου τοῦ ἀσκητοῦ καὶ Ἀκεψιμᾶ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις πάντων τῶν ἐν τῇ Γεωργίᾳ (Ἰβηρίᾳ) Ἁγίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δαμασκηνοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Βηχιανοῦ καὶ Νόμωνος τῶν ἐν Κύπρῳ.
Ὀσφὺν νοητὴν ἀρετῶν ἐζωσμένος.
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμας.












ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον..
Νίκην ᾔρω κατ’ ἐχθρῶν ἄναξ ὡς ἅρματος, αἵματος ἐπιβὰς ἱεροῦ, καὶ παραδραμών, ἐξουσίας τε καὶ τὰς ἀρχάς, καὶ μέγαν ἀγῶνα ἠνυκώς, οἷα Σωτῆρα εὐλογῶν, τὸν τῶν ὅλων Θεόν.
Νεανικὴν ἔχων ὥσπερ καὶ συνακμάζουσαν, πρὸς πόνους τὴν ψυχὴν καὶ σφριγῶν, πόθῳ καὶ στοργῇ, ἐκπιεῖν ἐπηύχου ὁ Χριστός, ποτήριον ἔπιε· διό, καὶ ἐκπιὼν βλέπεις ἀεὶ τὸν ἐν Τριάδι Θεόν.
ερεῖον ὥσπερ ἔῤῥιψο καὶ σφάγιον, τόπων τῶν ἱερῶν προτυθείς, ὡς ἐπὶ βωμῶν νομικὰς θυσίας ὑπερβάς, ἐξίλασμα δοὺς αἷμα τὸ σόν, καὶ μαρτυρίου εἰληφὼς δόξαν ἀνθοῦσαν ἀεί.
Θεοτοκίον.
Κρατὴρ ὤφθης ὡς σταγόνα τῆς θεότητος, τὸ πλήρωμα χωρήσασα, καὶ ζωήῤῥυτος, ἔτι ἐγνώσθης ἄνανδρε πηγή, ἐξ ἧς μετασχοῦσα εὐσεβῶς, θεογνωσίας καὶ ζωῆς πᾶσα ἐπλήσθη ἡ γῆ.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
μετάγουσα λάθρᾳ πληθὺς τὸ σῶμά σου, τῷ καίνῳ τῶν δρωμένων, τῶν Ὕμνων εἴργετο· Ἄγγελοι Θεοῦ ἦδον δὲ τὰ ἐξόδια, νίκαις ἀθανάτοις, σὲ μάκαρ ἐξυμνοῦντες.
Φόβος εἶχε καὶ θάμβος ἄναξ τὸ θέατρον, τὴν ταφὴν περιθέτον, καὶ σὲ ὡς σφάγιον, κείμενον ὁρῶν τὸν κρατοῦντα τῶν πόλεων, περιβεβλημένον, πορφύραν ἐξ αἱμάτων.
Οὐρανὸς μὲν τὸ πνεῦμα, γῆ δὲ τὸ σῶμά σου, ἐμερίσαντο τούτων, ὅμως ἐκάτερον, δείκνυται πηγὴ ὁ μὲν ἐπισκιάσεων, γῆ δὲ τῶν θαυμάτων, θεόφρον Νικηφόρε.
Θεοτοκίον.
υπωθεῖσαν τὴν φύσιν ἐκπλύναι πάναγνε, βουληθεὶς ὁ Δεσπότης, ἐκ Σοῦ σεσάρκωται, καὶ τῷ καθαρῷ, τῆς θεότητος ὅλον με, ὅλως ἐκκαθάρας, ἐλάμπρυνε θεώσας.














ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
χοῦς σε πᾶσιν ἄνθρωπον δείκνυσιν, ἡ ἀρετὴ Θεοῦ, Ἄγγελον δὲ παμμακάριστε, φέρει γὰρ ὡς ἄνθρωπον μὲν τάφος μικρός, χῶρος δὲ τῶν Μαρτύρων, οἷα καὶ ἄγγελον, ἀγώνων στεφάνῳ, καὶ στολῇ περιλαμπόμενος.
Ναὸς τοῦ Πνεύματος ἐχρημάτισας, ἐμφανειῶν αὐτοῦ καὶ χαρισμάτων ἀνάπλεως, πρὸς ναὸν οὐράνιον δὲ χαίρων σοφέ, αἷμα συναναφέρων, μετακεχώρηκας ὦ ἄνερ, ἱερείου τὸ σαυτοῦ ᾧ δεδικαίωσαι.
Κρατεῖ θανάτου καὶ μετὰ θάνατον, φύσις θνητὴ ἰσχύει τοῦ Χριστοῦ ὡς παρίστησι, τῶν σεπτῶν ὀστέων σου, ἡ θεία σορός, βλύζει γὰρ πᾶσι μύρα, παύει νοσήματα ἔνδοξε, ὡς νοητὰ ἀληθῶς σε θησαυρίζουσα.
Θεοτοκίον.
Υἱὸν συνείληφας Θεὸν ἄνθρωπον, ὡς ἱλασμόν· διὸ καὶ ἱλαστήριον ἔσχηκας, τὴν γαστέρα πάναγνε, ἐν ᾗ πᾶς τῶν πιστῶν, στάμνε τοῦ θείου μάννα ἐξιλασκόμενος, μετέχει τοῦ μάννα, ἀψευδῶς τοῦ τῆς ἀφέσεως.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Εὐφράνθητι καὶ χόρευσον πᾶσα κτίσις, ὅτι ἐν βασιλεῦσι κατὰ βαρβάρων, νικητὴς ἐδείχθη κατὰ δαιμόνων, θαύμασι γὰρ ἐκόσμησεν, ὁ Νικηφόρος τὴν θήκην, τοῦ θείου αὐτοῦ λειψάνου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου