Παρασκευή 6 Ιουλίου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 11. ΟΣΙΟΣ ΛΕΟΝΤΙΟΣ ΑΧΑΪΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΚΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΟΣΙΟΣ ΛΕΟΝΤΙΟΣ ΑΧΑΪΑΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν Δωριέων τὸ κλέος καὶ ἐγκαλλώπισμα, τῆς ὑφηλίου πάσης, τὸ ἐντρύφημα δεῦτε, Λεόντιον τὸν πάνυ ᾀσματικῶς, εὐφημήσωμεν σήμερον, τοῦτο βοῶντες ἐν πίστει ὑπὲρ ἡμῶν, τὸν Χριστὸν ᾀεὶ ἱκέτευε. (Δίς)

Τὸν εὐκλεῆ μυστηπόλον τῆς θείας χάριτος, καὶ ἄριστον ἐργάτην, τοῦ Χριστοῦ τῆς ἀμπέλου, Λεόντιον τὸν μέγαν οἱ τῶν αὐτοῦ, δωρεῶν ἀπολαύοντες, δεῦτε κροτήσωμεν ὕμνοις χρεωστικῶς, καὶ τοῖς λόγοις καταστέψωμεν.

Τὸ πρὸς Κυρίου δοθέν σοι ἐπαύξων τάλαντον, καὶ ζῶν καὶ μετὰ τέλος, τῆς χαρᾶς ἠξιώθης, τῆς θείας τοῦ δεσπότου πρᾷος φανείς, οἰκονόμος Λεόντιε, συγκοινωνός τε Ὁσίων καὶ τῶν πιστῶν, πάντων φύλαξ καὶ ὑπέρμαχος.

Δόξα. Ἦχος δ΄.
Τὴν πάνσεπτον πανήγυριν τῆς ἐνδόξου θεόφρον τῆς σῆς, Ἀσωμάτων οἱ δῆμοι ἐν οὐρανῷ, καὶ μερόπων τὸ φῦλον, ἐπὶ τῆς γῆς ἐκθειάζουσιν, ὅτι σκεῦος πέφηνας τῆς τριλαμποῦς μοναρχίας καὶ θεῖος σηκός, αὐτὴν ἱλεούμενος, ὑπὲρ ἡμῶν, μὲ ἐλλίπῃς, λιτάζομεν, τὸν θερμῶς τὴν παμφαῆ γεραιρόντων σου μνήμην, τὴν φωσφόρον καὶ αἴσιον, Πάτερ Λεόντιε.

Καὶ νῦν. Θεοτοκίον. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ Θεὸν τὸν ἀχώρητον ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον· ἀλλ' οἰκτείρησον τάχος, καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τῶν μοναστῶν, τὰ πλήθη συνελθόντες, τὴν παμφαῆ ἐν ὕμνοις, πανήγυριν τοῦ θείου, Λεοντίου τελέσωμεν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Φυτὸς τοῦ τριλαμποῦς, ὑπάρξας θεῖος δόμος, φωταγωγεῖς τοὺς πίστει, προστρέχοντας τῇ θήκῃ, θεόφρον τῶν λειψάνων σου.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὤφθεις ὡς ἀληθῶς, Λεόντιε φῶς μέγα, νυκτὸς ἐξ ἀγνωσίας, ῥυόμενος τοὺς πόθῳ, ὑμνοῦντάς σου τὴν κοίμησιν.

Δόξα. Ἦχος γ΄.
Νῦν πνευματικὴ πάρεστι, πανδαισία φιλέορτοι νοητῶς τρυφήσωμεν, καὶ σῶμα καὶ νοῦν καθαρθέντες, καθαροὶ τῷ παναμώμῳ, προσέλθωμεν Λεοντίῳ, καὶ σορὸν τούτου προσπτυξώμεθα, ἐξ ἧς ῥεῖθρα ἀναβλύζουσι, καθάρσια μολυσμῶν παντοδαπῶν, εἰς Χριστοῦ τὴν δόξαν τοῦ πάντων Θεοῦ· οὗ ταῖς εὐχαῖς ἀγαθέ, ἐθνῶν τὰ θράση καθελεῖς, ὅτι εἰς χοῦν ἔθεντο τὸ σκήνωμά σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή· Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἀσκήσει λαμπρυνθεῖς, ὡς χρυσὸς ἐν χωνείᾳ, λαμπρύνεις Μοναστῶν, τοὺς χοροὺς ἑπομένους, τοὶς θείοις σου διδάγμασι, θεοφόρε Λεόντιε, ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἠμῶν σὲ πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριoν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, τὸν ἐπὶ γῆς ἄγγελον, καὶ οὐράνιον ἄνθρωπον ὕμνοις, τοῖς τῶν ἐγκωμίων τιμήσωμεν; τὸν τῶν ἀσωμάτων συνόμιλον, καὶ τῶν πρωτοτόκων συμπολίτην, τὸ σκεῦος, τῶν χαρισμάτων τῶν τοῦ Πνεύματος, τὸν οἶκον, τῆς τριλαμποῦς μιᾶς Θεότητος, παρ’ ᾧ Πατὴρ καὶ Λόγος, καὶ τὸ θεῖον Πνεῦμα κατεσκήνωσαν, εἰς ὃν καὶ Μονὴν ἐποιήσαντο, Λεόντιον τὸν τρισόλβιον.

Ποίοις, χαρμονικοῖς ἔπεσι, μακαρίσωμεν τὸν θεοφόρον,; Τὸν πνευματοκίνητον ὄργανον, καὶ τὴν θεοκόσμητον σάλπιγγα, τὴν τὰ θεῖα μέλη κελαδιοῦσαν, τοῦ γήρως, τὴν βακτηρίαν τὴν ἀκράδαντον, τὴν ῥάβδον, ποιμαντικῶς τὴν διϊθύνουσαν, πρὸς Παραδείσου λειμῶνας, τοὺς τοῦ λόγου ἄρνας, καὶ φυλάττουσαν ἀσινεῖς πιστούς, καὶ συντρίβουσαν πύλας, τοῦ παμφάγου δράκοντος.

Ποίοις, οἱ εὐτελεῖς ᾄσμασιν, εὐφημήσωμεν τὸν θεηγόρον; Τὴν οὐρανοχάλκευτον μάχαιραν, τὴν τῷ θείῳ λόγῳ ἐκτέμνουσαν, ῥάστα ἐκ τοῦ χείρονος τὸ κρεῖττον, τὸν νοῦν, τὸν τὰ κεκρυμμένα ἐρευνήσαντα, σοφῶς, τὰ τοῦ θείου Πνεύματος ἐν πνεύματι, τῆς προφητείας τῶν ὅρων, τὸν τομῶς χωρήσαντα, κατὰ τοῦ βελίαρ ἐχθροῦ, καὶ τοῦτον συντρίψαντα, τῷ σθένει τῆς θείας χάριτος.

Δόξα. Ἦχος πλ. β΄.
Τὸ τῶν Ἀγγέλων ζηλώσας πολίτευμα, καὶ τῆς σοφίας ὡραϊσθεὶς ταῖς ἀνάρχοις, καὶ μακαρίαις ἐλλάμψεσιν, εἰς τὴν ὑπέρφωτον ὡς ἐφικτὸν ἤρθης ἕνωσιν· ὁλικῶς γὰρ τῶν ὄντων ὑπεριπτάμενος, ἔφθασας ἐνθέσμως τῶν ἐφετῶν τὸ ἀκρότατον, καὶ Θεὸν τρανῶς βλέπειν ἠξίωσαι· ὅθεν πρωτοτόκων συμπολίτης ὑπάρχεις, ἡσυχίας ἀκρότης, θεωρίας ταμεῖον, λαμπτὴρ μοναστῶν πρακτικώτατος· καὶ νῦν ἀπολαβών, τὰ βραβεῖα σῶν πόνων Λεόντιε, ὀσημέραι δυσώπει, τὸν Δεσπότην τῶν ὅλων, ὑπὲρ πάντων τῶν πίστει ἀνευφημούντων τὴν θείαν σου κοίμησιν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἐνθέως ἀγλαΐζου τάξις τῶν μονοτρόπων, καὶ τέρπου ἐν τῷ πνεύματι καὶ σκίρτα τῇ καρδίᾳ, Λεόντιον τὸν ἰσάγγελον ἀσκητήν, καὶ κήρυκα τῆς ἀληθείας πλουτοῦσα ὑπέρμαχον καὶ πρεσβευτήν, εὐφράνθητι, τῶν χαρίτων τὰς θαλάσσας ἀπαντλοῦσα· καὶ ὄλα καταστρέφοντα, τῶν δαιμόνων τὰ στίφη, καὶ γηθοσύνως τῷ Δεσπότῃ προσφώνησον· εὔσπλαγχνε δόξα Σοι.

Ἦχος β΄.
Εἰς τὰ ἐπουράνια ἀνάκτορα τὸ πνεῦμά σου Λεόντιε τὸ ἱερόν, ὁ πάντων Θεὸς ἐδέξατο ἀμόλυντον· σὺ γὰρ μονοτρόπων στήλη ἐχρημάτισας, καὶ θεωρίας ἀκρότης, καὶ τῆς πράξεως ἀλείπτης φαιδρός, μεταστᾶς δὲ τῶν ῥευστῶν, τὰ μὴ ῥέοντα κλῆρον ἀπείληφας, ἑνούμενος ταῖς ἀνωτάτοις φρυκτωρίαις τῆς θεαργίας ἀμέσως Πάτερ, καὶ τὴν χάριν ἔλαβες τῶν ἰάσεων, τοῖς πᾶσιν ὀρέγων τὰ σωτήρια ἄκη· διὰ σοῦ μέγιστε, δοξάζοντες τὴν πανήγυριν κατὰ χρέος γεραίρομεν, τὸν σὲ δοξάσαντα Κύριον.

Ὁ αὐτός.
Ὁ φαιδρὸς Λεόντιος, τοῦ Παρακλήτου τὸ σκεῦος, ὡς ὄλβον μυστικόν, πᾶσιν ἐκφαίνει τὴν αὐτοῦ μνήμην, τῆς ἐν τῷ κόσμῳ δεινῆς λυτρούμενος πᾶντας πλάνης, καὶ νέμων θεῖα χαρίσματα, αὐτῷ βοήσωμεν· Πάτερ Λεόντιε, ὑπερεύχου τῶν ὑμνούντων σε.

Ἦχος γ΄.
Δεῦτε σύμπαντα τὰ πλήθη μοναστῶν, τὴν φιαδρὰν πανήγυριν, τοῦ Λεοντίου νῦν ἀνυμνήσωμεν· ἐν σκηναῖς γὰρ οὐρανοῦ, ἀπὸ γῆς ἀνέρχεται ἀγαλλόμενος, ἔνθεν τῇ ἐνδόξῳ ἐξόδῳ αὐτοῦ, ἡ κτίσις πᾶσα ἀγαλλιᾶται ἐν ᾠδαῖς ᾀσμάτων, καὶ φωναῖς χαρμονικαῖς, σὺν τοῖς αὐτοῦ μύσταις, καὶ πᾶσιν ὁσίοις συγχορεύει λαμπρῶς.

Δόξα. Ὁ αὐτός.
Νῦν πνευματικὴ πάρεστι πανδαισία, φιλέορτοι νοητῶς τρυφήσωμεν, καὶ σῶμα καὶ νοῦν καθαρθέντες· καθαροὶ τῷ παναμώμῳ, προσέλθομεν Λεοντίῳ, καὶ σωρὸν τούτου περιπτυξώμεθα, ἐξ ἧς ῥεῖθρα ἀναβλύζουσι καθάρσια μολυσμῶν παντοδαπῶν, εἰς τὴν Χριστοῦ δόξαν τοῦ πάντων Θεοῦ· οὗ ταῖς εὐχαῖς ἀγαθέμ ἐθνῶν τὰ θράση καθελεῖς, ὅτι εἰς χοῦν ἔθεντο τὸ σκήνωμά σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμων.

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ νοηταῖς ὁμιλῶν, ταξιαρχίαις καὶ Κυρίου Λεόντιε, τὴν δόξαν ὁρῶν ἀμέσως, καὶ ταῖς ἐκεῖθεν βουλαῖς, καταυγάζων πᾶσαν τὴν ὑφήλιον, ὁ τῆς διακρίσεως, θησαυρὸς ὁ ἀκένωτος, τῆς θεωρίας, μυστολέκτης ὁ κάλλιστος, καὶ τῆς πράξεως, νομοθέτης ὁ ἄριστος, σάλπιγξ ἡ θεοκίνητος, ἡ μέλος ἠχήσασα, σωτηριῶδες καὶ πάντας, προτρεπομένη εἰς αἴνεσιν Χριστοῦ, Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ σελασφόρος πατήρ, ὁ καταυγάζων τῷ φωτὶ τῶν χαρίτων σου, τὰ στίφη τῶν μονοτρόπων, καὶ τὴν ἀχλὺν τῶν παθῶν, ἐκδιώκων μέγιστε Λεόντιε, Ἀγγέλων συνόμιλε, τῶν Ὁσίων ὁμόσκηνε, καὶ τῶν δικαίων, τὸ κλεινὸν περιήχημα, τὸ τῆς χάριτος, θεοείκελον τέμενος, ἄνθρωπε ἐπουράνιε, καὶ ἔνσαρκε ἄγγελε, τῶν ἀρετῶν ἡ ἀκρότης, τῶν ἀγαθῶν τὸ κειμήλιον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν μοναστῶν ἡ πληθύς, ὡς ἀπαρχήν σε τῷ Θεῷ προσκομίσασα, καὶ πόθῳ τὴν ἱεράν σου, περικυκλοῦσα σορόν, ἐν ψαλμοῖς καὶ ὕμνοις μακαρίζει σε, σκιρτᾶ σου τὰ ποίμνια, καὶ βοᾶ χαριστήρια, καὶ σοῦ τὴν κόνιν, τῶν λειψάνων προσπτύσσεται, ἀρυόμενα, θεοφόρε Λεόντιε, ῥῶσιν ψυχῆς καὶ σώματος, Ἀγγέλων ἰσότιμε, κλέος Ὁσίων, καὶ πάντων τῶν ἐκλεκτῶν ἀκροθίνιον· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν γεηρῶν φροντίδων τὴν ἀκανθηφόρον ἀπάτην ἀπέῤῥιψας, καὶ τὸν σταυρὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἀράμενος, Πάτερ Λεόντιε, τὰ ἄφραστα νῦν ἐποπτεύεις κάλλη· σὺν χοροῖς τῶν Ὁσίων τρανώτατα, ἡ στάθμη τῆς πράξεως, κανὼν ὁ ἄπταιστος τῆς θεωρίας, καὶ νῦν πρέσβευε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ἀσκήσει λαμπρυνθεῖς, ὡς χρυσὸς ἐν χωνείᾳ, λαμπρύνεις Μοναστῶν, τοὺς χοροὺς ἑπομένους, τοὶς θείοις σου διδάγμασι, θεοφόρε Λεόντιε, ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἠμῶν σὲ πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριoν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν βρίθον τῆς σαρκός, τῇ ἀσκήσει λεπτύνας, ψυχῆς τὸ νοερόν, ἀνεπτέρωσας· ὅθεν, καὶ σκεῦος ἐχρημάτισας, τῆς Τριάδος Λεόντιε· διὸ σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, πρὸς τὸν Χριστόν σε μεσίτην, ἀεὶ προβαλλόμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Φωτοειδέστατος, στῦλος γεγένησαι, λόγοις καὶ τέρασι, Πάτερ Λεόντιε, καταγλαΐζων τὰς ψυχάς, τῶν πίστει σε γεραιρόντων· ὅθεν συνελθόντες σου, τὴν χαρμόσυνον κοίμησιν, πόθῳ ἑορτάζομεν, καὶ θερμῶς ἐκβοῶμέν σοι· Χριστῷ μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καθοπλίσας σεαυτόν, τῇ παντευχίᾳ τοῦ Σταυροῦ, πρὸς παράταξιν στεῤῥῶς, ἀπητομόλησας ἐχθροῦ, καὶ θαρσαλέως τὸ στάδιον διανύσας, σκότος τὰς ἀρχάς, ἐθριάμβευσας, νίκης τοὺς στεφάνους ἀράμενος, παρὰ Χριστοῦ τοῦ πάντων Βασιλέως· Ὃν ἐκδυσώπει Λεόντιε, ἁμαρτημάτων ἡμῖν παντοίων, ὡς καταπέμψῃ συγγνώμην.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.






Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῇ τρισολβίῳ σου ἐξόδῳ, μοναστῶν Λεόντιε φωστήρ, ἀγέλαι τῶν σῶν θρεμμάτων ὁμαδὸν συνηθροίσθησαν· καὶ γοερῶς περικυκλοῦντες, τῇ σῇ κλίνῃ παρέστησαν μετὰ δέους καὶ θαύματος· οἳ καὶ συστείλαντες τὸ σὸν σκήνωμα τὸ ἱερόν σοι, κοπτόμενοι ἐβόων· χαῖρε, ὁ τῶν Ἀσωμάτων ζηλώσας ἄκρως ἐν σώματι, τὴν ἄϋλον βιοτήν· μεθ’ ὧν τῷ Δεσπότῃ παρεστὼς Θεῷ, μνημόνευε ἡμῶν τῶν μεμνημένων σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Λεόντιον τιμῶ, κλέος Δωριέων· ἐν δὲ τοῖς Θεοτοκίοις: Μακαρίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Λιταῖς σου θείαις πεποιθὼς Λεόντιε τὸ πέλαγος ἐγχειρῶ, μέλψε τοῦ σοῦ βίου, καὶ τῆς πολιτείας σου· σὺ δὲ ὑπόθεν ὄρεξον, λόγου χάριν καὶ σθένος· ὅσα γὰρ θέλεις καὶ δύνασαι, τῇ πρὸς τὸν Θεὸν παῤῥησίᾳ σου.
ξ εὐσεβοῦς καὶ εὐγενοῦς ἐβλάστησας ῥίζης ὡς πόθος τερπνός, εὐκαίρως τὸν καρπόν τε, ἔδωκας Λεόντιε, καὶ φύλλον οὐκ ἐῤῥύη σου· μαρτυρεῖ μοι τῷ λόγῳ, τὸ πέλαγος τῶν θαυμάτων σου, καὶ τῶν μαθητῶν τὰ συστήματα.
Οὐδέν σου ὤφθη τῶν φθαρτῶν Λεόντιε, ἐμπόδιον ἀληθῶς, πρὸς τὰ καλὰ βλέψαι, καὶ προκρίναι ἄριστα, τοῦ χείρονος τὸ βέλτιον· ὅθεν φυγὼν τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ ἐσταύρωσαι, κόσμῳ καὶ σοὶ κόσμος ἐσταύρωται.
Θεοτοκίον.
Μόνη καὶ τίκτεις καὶ παρθένος ἔμεινας καὶ γὰρ Θεὸς ὁ τεχθείς, ὁ καινουργῶν φύσεις, ὅπερ καὶ Λεόντιος, ἀκολουθείσας γέγονε, τῇ πολλῇ ἡσυχίᾳ, καὶ τοῦ νοὸς τῇ λαμπρότητι· ἄγγελος ἐν σώματι Δέσποινα.










ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νεκρώσας σάρκα καὶ τὸν νοῦν ἀνακαθάρας νηστείᾳ, δάκρυσι καὶ προσευχῇ, προσοχῇ τε, ὅλος ἤρθης ἀπὸ γῆς, καὶ ἐνδημῶν τῷ σώματι, Θεῷ ὡμίλεις μόνος, μόνῳ ἀμέσως Λεόντιε.
Τρίβον ὁδεύσας τὴν στενήν, καὶ τεθλιμμένην, εἰκότως ἠξιώθης πλατυσμοῦ οὐρανίου, καὶ χορεύεις σὺν χοροῖς, τῶν ἐκλεκτῶν Λεόντιε· ὧν καὶ τοὺς σοὺς συμμύστας, κατηξίωσας αὐλίζεσθαι.
δοὺ συνῆλθον οἱ λαοί, τοῖς φοιτηταῖς σου τελέσαι, σὴν Λεόντιε ἐτήσιον μνήμην, ὧν προσχὼν ταῖς προσευχαῖς, ὡς εύμενὴς τὰ πρόσφορα αἰτήματα παράσχου, καὶ τῶν χρηστῶν πάντας πλήρωσον.
Θεοτοκίον.
Ἀγγέλων ὤφθης καὶ βροτῶν, ἁπάντων τιμιωτέρα, ἀσυγκρίτως ὡς τεκοῦσα τὸν Λόγον, τοῦ Θεοῦ οὗπερ τρωθείς, τῷ ἔρωτι Λεόντιος, ὀπίσω Σου Παρθένε, ἀσκητικῶς ἠκολούθησε.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀρνησάμενος κόσμον καὶ τὸν ζυγόν, τοῦ Σωτῆρος ἐπ’ ὤμων ἀναλαβών, καρδίας ἐνέωσας, τῆς σῆς Πάτερ τὰς αὔλακας, καὶ πολύχουν χάριτι τὸν σῖτον προήνεγκας, καὶ μοναστῶν διαθρέψας, χορείας τοῖς πόνοις σου· ὅθεν καὶ τοῦ κλήρου, κοινωνὸς τοῦ Κυρίου, ἀξίως ἠξίωσαι, καὶ τῆς δόξης συμμέτοχος, θεοφόρε Λεόντιε, πρεσβεύων Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.












ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
χυρωθείς, τῇ παντευχίᾳ τῆς χάριτος, πρὸς τὴν πάλην, ἐχθροῦ ἐξελήλυθας, καὶ συμπλακεὶς τούτῳ νοητῶς, κατέῤῥαξας ἅμα, τοῖς τούτου δεινοῖς στρατεύμασι· διὸ καὶ τροπαιοῦχος, ἀνεδείχθης καὶ στέφος, οὐρανόθεν ἐδέξω Λεόντιε.
Νενικηκώς, τὸν ἀναιδῶς φρυαττόμενον, καὶ στρουθίου, δείξας ἀσθενέστερον, τοῦτον σοφέ· ὤφθης μοναστῶν, ἀλείπτης γενναῖος, καὶ ταξιάρχης ἀήττητος· διὸ καὶ τὰς σὰς μάνδρας, ἐκλυτροῦσαι τῆς τούτου, ἐπηρείας καὶ βλάβης Λεόντιε.
Τὸν ἱερόν, καὶ θεοφόρον Λεόντιον, συνελθόντες, λόγοις καταστέψωμεν, καὶ ἐκ ψυχῆς, κράξωμεν αὐτῷ, ταῖς καθαρωτάτοις, πρεσβείαις σου πρὸς τὸν Κύριον· ῥῦσαι ἡμᾶς ἐκ πάσης, τοῦ ἐχθροῦ ἐπηρείας, καὶ παντοίων καλῶν πάντας ἔμπλησον.
Θεοτοκίον.
Κατὰ τὴν σήν, πρόῤῥησιν σὲ μακαρίζουσι Θεοτόκε, γενεαὶ αἱ σύμπασαι, τῶν γενεῶν, ὅτι τὸν Θεόν, τέτοκας ἀφράστως, οὗ τῇ δυνάμει ῥωννύμενος, Λεόντιος ὁ μέγας, τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, κατηδάφησε φέρων σὲ πρόμαχον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
αμάτων πηγήν σε, ἔδειξεν ἡ ἄφθονος πηγὴ Λεόντιε, ὡς γὰρ ζῶν καὶ πάλιν, μετὰ τέλος τὸ μακαριώτατον, πάντας θεραπεύεις, τοὺς ἐκ ψυχῆς σου προσιόντας, τῇ σορῷ τῶν λειψάνων ἑκάστοτε.
Μὴ βραχεὶς τοῖς χειμάῤῥοις, τοῦ ἐχθροῦ Λεόντιε μηδὲ τοῖς πνεύμασι, σαλευθεὶς ὡς ἔχων, ἐπὶ πέτραν Χριστοῦ σου τὸ θέμεθλον, κυβερνήτης ὤφθης, τῶν μοναστῶν ἰθύνων πάντας, πρὸς λιμένα Θεοῦ τὸν ἀκύμαντον.
σπερ λέων βρυχήσας, ἔτρεψας ἀλώπεκας, νοητοὺς θήρας τε· καὶ τὰ ποίμνιά σου διασώζεις ἐκείνων τοῦ φάρυγγος· ἀλλὰ ταῦτα μάκαρ, ποιεῖν ἀεὶ μὴ διαλίπῃς, τῇ πολλῇ πρὸς Θεὸν παῤῥησίᾳ σου.
Θεοτοκίον.
Ἀλατόμητον ὄρος, Δανιὴλ προγράφει Σε ὁ μέγας πάναγνε, ἐκ Σοῦ γὰρ ἐτμήθη, λίθος ἄνευ χειρῶν ὁ ἀκρόγονος, ὁ συντρίψας πλάνης, κράτος συνδήσας τούτου πόῤῥῳ, καὶ δοξάσας τὸν μέγαν Λεόντιον.










ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Κρατὴρ ὡράθης κιρνῶν, πνευματικὴν ἀγαλλίασιν, καὶ στύλος φωτοειδής, φωτίζων τὰ πέρατα· καὶ ὅρμος σωτήριος, Λεόντιε πάντας, συντηρῶν τοὺς σοὶ προστρέχοντας.
Λαμπρότητα τοῦ Θεοῦ, ἰδεῖν καὶ παθεῖν ἠξίωσαι, Λεόντιε μοναστῶν, τὸ κλέος καὶ ἔρεισμα, τῆς θείας ἐλλάμψεως, κοινωνοὺς γενέσθαι, καὶ ἡμᾶς νῦν καταξίωσον.
ν οὐρανοῖς συνοικῶν, τοῖς πρωτοτόκοις Λεόντιε, προσχὼν ἡμων ταῖς λιταῖς· ἡμῶν μέσον πάρεσο, ὀρέγων τὰ πρόσφορα, αἰτήματα πᾶσι, καὶ δεινῶν πάντας λυτρούμενος.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς τῶν παθῶν, καὶ τῶν βελῶν τοῦ ἀλάστορος· καὶ τύχοιμεν δωρεῶν, τῶν θείων Μητρόθεε, αἰσίαις ἐντεύξεσι, τοῦ Σοῦ Λεοντίου, καὶ συμπάντων τῶν Ἁγίων Σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ τῆς σοφίας προσελθὼν κρατῆρι πάνσοφε, καὶ ἀπολαύσας μυστικῶς τοῦ θείου νέκταρος· ἀνεξάντλητον γεγένησαι θεῖον ῥεῖθρον· πελαγίζων ἀμβροσίας νᾶμα ἥδιστον, τοῖς ἐν πίστει ἐκτελοῦσί σου ἐκ πόθου τὰ μνημόσυνα, καὶ βοῶσί σοι· χαίροις Πάτερ Λεόντιε.
Ὁ Οἶκος.
Ἄϋλον πολιτείαν ὲν σαρκὶ διανύσας, συνήφθης Ἀσωμάτων τοῖς δήμοις, σὺν αὐτοῖς εὐκελῶς ἐντρυφῶν, καὶ ἀπολαύων τῆς τρυφῆς μέγιστε τῆς κρείττονος· ἧς τύχοιμεν, ἐν πίστει σοὶ βοῶντες οὕτω·
Χαῖρε, τερπνὸν Δωριέων θρέμμα·
χαῖρε, λαμπρὸν Ἀχαΐας κλέος.
Χαῖρε, μονοτρόπων κανὼν ὁ εὐθύτατος·
χαῖρε, Ἀσωμάτων νόων ὁ ἐφάμιλλος.
Χαῖρε, ἄνθος ὡραιότατον, ἐκ λειμώνων τῆς Ἐδέμ·
χαῖρε, ῥόδον εὐωδέστατον, κατευφραῖνον τοὺς πιστούς.
Χαῖρε, ὅτι τοῦ κλήρου ἠξίωθης τοῦ θείου·
χαῖρε, ὅτι τῆς δόξης ἀπολαύεις τῆς ἄνω.
Χαῖρε, δι’ οὗ πᾶσα νόσος ὠθεῖται·
χαῖρε, δι’ οὗ πᾶσα ῥῶσις προχεῖται.
Χαίροις, Πάτερ Λεόντιε.








Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Λεοντίου τοῦ ἐν Ἀχαΐᾳ.
Λεοντίου τίς τὸν βίον μὴ θαυμάσῃ;
Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.
Πτῆ ἑνδεκήτῃ πόλῳ ἦτορ ἐν εἰρήνῃ Λεοντίου.
Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον καλουμένην Μονεμβασίαν. Γεννήτορας δὲ τῶν ἐπιφανῶν καὶ θεοφιλῶν· ὁ δὲ τοῦτου πατήρ, Ἀνδρέας τοὔνομα, καὶς πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοὺς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος. Τοιᾶς δε τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὤν τὰς ἀρχὰς ἔχων, προσφυᾷ, καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς μαθητείαν ἐκδίδοται· ὤν τὴν γλυκύτητα αἰσθανόμενος ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημὼν ἄψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεντοι, νοὸς ὀξύτητι καὶ βίου καθαρότητι, χρόνος οὐ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν, εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων. Τοῦτο μέν, ἵν’ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῇ περιπλέον, τοῦτο δέ ἵν’ ἐνδιατρίβων τοῖς οἴκοις τῶν βασιλέων, ἐνθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ’ οὖν γε μέγας ἔντε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ βασιλέως ἀσπάζεται ὅτι μάλιστα καὶ τιμᾶται. Τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πανθ’ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ, γυναικὶ καὶ προσομιλεῖ. Ἡ δε Θεοδώρα, τῶν μερίμνων ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε. Διὰ ταῦτα, οὓ ἐπόθη καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπὼν γυναῖκα καὶ τὰ τρία τέκνα καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ’ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα. Τούτοις συκαταλαγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβὼν, ἀντὶ Λέοντος, ὅ ἐλέγετο πρότερον, πάντας ὡς ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερβάλετο, δουλαγωγῶν τὴν σάρκα, καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὄρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα καὶ πολλοὺς παρ’ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχεει, ὑποταγὴν πάσιν, καὶ ταπείνωσιν δεικνύων ἄκραν. Διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῷ προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολύ, τῆς Πελοποννήσου ἐρήμοις κατὰ μόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτῷ τόπον, ἐν ὧ γενόμενος, δουλεύσει, και εὐαρεστήσει Αὐτῷ· ἀπεκαλύφθη δ’ αὐτῷ, ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὄρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Βοστίτσας (Αἰγίου)· ἔνθα ἐπὶ πλεῖστον διαγωγῶν, κρύει πηγνύμενος καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τον Χριστόν, ὅθεν καὶ πρὸς ἀπάθειαν ἥλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε καὶ θαυμάτων ἐπλούτησε τὴν ἐνέργειαν, χωλοὺς και κοιλοὺς ἰώμενος, ἐξ ὧν βασιλεὶς οἱ αὐτάδελφοι ὅ,τε Θωμᾶς και Δημήτριος, τὴν ἀρετὴν τοῦ ανδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σκηκόκ, ἐν ὧ ἦν τῷ Αρχιστρατηγῳ Μιχαήλ, ἐξ αὐτοῦ ανεδείμαντο καὶ ἄλλα πλεῖστα, μέγιστα καταγώγια, ἐξ αὐτων κρηπίδων περιπυργώσαντες, οὗ πρὸς ἁγιασμὸν καὶ μέρη τῶν Ἁγίων Παθῶν τοῦ Σωτήρος, τοῦ τε ανακνθίνου Στεφάνου, Τιμίου Ξύλου καὶ Σπόγγου, εἶτε χλαμίδος, ἃ εφερον, τῇ ἱερᾷ τραπέζῃ ἐπιτίθενται, καὶ Πλόκον ἔτι ἐκ των τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν. Ὁ δὲ Ὅσιος πολὺς πρόξενος σωτηρίας γενόμενος καὶ πολλοὺς πρὸς ζήλον καὶ μίμησιν, του αὐτου ἀκραιφνοὺς βίου διαναστήσας, σοφίᾳ λόγων καὶ θείᾳ χάριτι, τὸν 75ον χρόνον τῆς ἑαυτοῦ ηλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς Ἀγγέλους τὸ πνεῦμα αὐτου ἐν ἐν εἰρήνῃ παρεθετο. Το δὲ τίμιον αὐτου λείψανον κατετέθη εν σπηλαίῳ, αεὶ βρύον ἰαματα. Οὗ εἰς ἀνακομιδήν ποτε ὁ μαθητὴς αὐτοῦ Παλαιῶν Πατρῶν Ἰωακεὶμ καὶ παν στὸ σύστημα τῶν ἀδελφῶν, συνελθόντες, σεισμοῦ γενομένου καὶ τοῦ ἄντρου διασχισθέντος μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δανιήλ, τοῦ Στυλίτου.
Καὶ γήϊνον πᾶν ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιήλ, πρὶν στῦλον καὶ νῦν πόλον.
Οὗτος γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπὸ Μεσοποταμίας ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἡλία καὶ μητρὸς Μάρθα ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ, παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν Ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ ἀσκήσει καὶ παρ’ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς Θράκης μέρεσι, πλησίον τοῦ Βυζαντίου εν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἐαυτὸν ἔντινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα, κίονι ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει, καὶ ταις ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ’ αὐτὸν Ζήνωνι, καὶ τῷ τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι, προσεκύνησαν τὸν Ἅγιον, καὶ προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ ὑπὸ τῶν αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λουκᾶ, τοῦ νέου Στυλίτου.
Πρὸς ὔψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς Ὃν τρέχει.
Οὗτος ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ Γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη, τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις. Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται· καὶ τῇ ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται, κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς προσκομιζομένης αὐτωωωῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς, καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ καλέσαντι ἑπόμενος, καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον, ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων ἔρχεται, κἀκεῖθεν επὶ τὴν Χαλκηδόνα διαβαίνει. Ἐν ἧ προσεπιβὰς κίονι, θαυμάτων μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι. Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
Ἀειθαλᾶ ζήλωσον· ἐζήλωσά σε.
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλὰς τῶν εἰδώλων ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν ἐπίσκοπον τῶν χριστιανῶν ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥύσις αἵματος. Μαθὼν δὲ παρὰ τοῦ ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς ἰδίαν πόλιν ἐπιστρέψας, ἣτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἐτέροις διδάσκαλον τῆς εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ Ἄρχοντι. Τοῦ δὲ Ἄρχοντος τὰ κατ’ αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται.
Ὁ δὲ Ἅγιος Ἀκεψέης, ὑπῆρχε Διάκονος· συσχεθεὶς δέ, καὶ τὸν Χριστὸν ὁμολογήσας, τύπτεται ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾷ. Ὁ δὲ είσάγει αὐτοὺς εἰς τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νίκωνος, τοῦ ἐν τῷ Ξηρῷ ὄρει τῆς Κωνσταντινουπόλεως θεοφιλῶς ἀσκήσαντος.
Νίκην λαμπράν, ἦρας κατ’ ἐχθίστου Νίκων,
ἐν Ξηρῷ ὄρει Ἀσκητὰ τροπαιοῦχε.
Ὁ Ὃσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Νίκων ὁ νέος, πατρίδα ἔσχε τὴν ἀχανῆ γῆ τῆς Ῥωσίδος. Θεοφιλῶς ἠσκήτευσεν ἐν Κωνσταντινουπόλει, καὶ δὴ ἐν τῇ Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς Πέτρας, ἐν τῇ ὁποίᾳ ἐφυλάσσετο ὡς ὄλβος πολυτίμητος τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου Παταπίου. Θεῷ εὐηρέστησε τῇ ἀσκητικῇ αὐτοῦ ἀγωγῇ καὶ πολιτείᾳ καὶ τὴν τοῦ Ξηροῦ ορους χθόνα κατεπίανε τοῖς ἀσκητικοῖς αὐτοῦ ἱδρῶσι καὶ ἀειῤῥύτοις δάκρυσιν. Ἄγνωστος ὤν τοῖς Συναξαρισταῖς κατέστη ἡμιν γνωστὸς ἐκ τῆς τοιχογραφίας αὐτοῦ, τῆς ἱστορηθείσης ἐν τῷ σπηλαιώδει ναϊδρίῳ τῆς Μονῆς τοῦ Ὁσίου Παταπίου Λουτρακίου Κορινθίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Μείρακός τινος καὶ διήγησις πάνυ ὠφέλιμος.
Ἀρνησιχρίστων δόξαν ἅπας τις βλέπων,
Mηδέν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.
Οὗτος ὁ μακάριος Μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἧν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ δὲ Τενεσῆ γεννηθείς, παρὰ Χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφείς, ἐπαιδεύετο ἐν τῇ τῶν Χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ τὴν ζώνην κόψας, καὶ τὸν Σταυρὸν πατήσας, καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό: Ἀγαρηνὸς εἰμί, καὶ οὐκ ἔτι Χριστιανὸς ἀπὸ τῆς σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ, καὶ τῶν παρ’αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.
Ἰδὼν δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν του Μείρακος καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει: Ἰδοὺ κύριοί μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησας· καὶ νῦν παρακαλῶ πάλιν γενέσθαι Χριστιανός, καὶ εἶναι μεθ’ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ: Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν, καὶ ἐπιστρέψης πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ Αὐτοῦ ἀγαθότητι, ὅτι οὐ παρεῖδε τὴν μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸνἈμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ’ εἰ θέλεις καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρειν, καὶ ἡμᾶς ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε πρὸς τὸν Ἀμηράν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.
Ὁ δέ, τὴν τῶν γονέων λαβὼν συμβουλήν, ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ζώνην, πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν Τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο αὐτόν, καὶ ἤρξατο κράζειν μεθ’ ὅσης δυνάμεως εἶχε τό: Κύριε ἐλέησον. Καὶ κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει: Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο: Ἐλθὼν εἰς ἑαυτόν, ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ γενόμενος Χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαι σοί τε, καὶ πάσῃ τῇ συναγωγῇ, καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγὼν επανέκρινεν αὐτόν. Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ φυλακῇ ἐναπέθετο. Καὶ μεθ’ ἑτέρας τρεῖς ημέρας, πάλιν ἐπανακρίνας αὐτόν, ἔτυψε σφοδρῶς· ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ καθεῖρξε. Καὶ μεθ’ ἑτέρας τρεῖς ἡμέρας, πάλιν ἐπανακρίνας αὐτόν, καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις αὐτὸν ἄνωθεν ἔτυψε τὸν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης αποφάσεως κατ’ αὐτοῦ, ἔλαβον οἱ προστεταγμένοι.
Ἐμβάντες δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ἀπέτεμαν τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα, εἶτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης, εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες Χριστιανοί τινες, ὡς πολύτιμον δῶρον ἔλαβον. Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως εἶασεν αὐτοὺς κατέχοντες αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες, κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ καὶ μεχρι του νῦν, αναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαρσαβᾶς, ἀπετμηθὴς τὴν κεφαλὴν τελειοῦται.
Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Τερέντιος, Βικέντιος, Αἰμιλιανὸς καὶ Βεβαία, ξίφει τελειοῦνται.
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,
Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νικηφόρου τοῦ Φωκᾶ, αὐτοκράτορος Βυζαντίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου τοῦ ἀσκητοῦ καὶ Ἀκεψιμᾶ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις πάντων τῶν ἐν τῇ Γεωργίᾳ (Ἰβηρίᾳ) Ἁγίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Δαμασκηνοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Βηχιανοῦ καὶ Νόμωνος τῶν ἐν Κύπρῳ.
Ὀσφὺν νοητὴν ἀρετῶν ἐζωσμένος.
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμας.









ᾨδὴ ζ΄ Θεοῦ συγκατάβασιν.
μέγας Λεόντιος, πρὸς εὐωχίαν πνευματικὴν συγκαλεῖ, τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥῳ· διὸ προθύμως ἀγαλλομένη ψυχή, ὡς πρὸς λειμῶνα προσδράμωμεν πάγκαρπον, τρυγῶντες καρποῦ, ζωηροὺς ἐκ τῆς σωροῦ αὐτοῦ.
Σοφίᾳ καὶ χάριτι, κεκοσμημένος Λεόντιε, τοῦ Θεοῦ ἐφελκύσω πρὸς γνῶσιν, τῆς ἀληθείας τῶν ἐναντίων πολλούς καὶ τούτους θῦμα Κυρίῳ προσήγαγες, καὶ σωζομένους Θεῷ, σὺν σοὶ παρέστησας.
Δοξάσας τοῖς πόνοις σου, Θεὸν Λεόντιε Πάτερ Ὅσιε, πολλαπλῶς ὑπ’ αὐτοὺς νῦν δοξάζῃ· ἡ γὰρ σωρός σου πηγὴ θαυμάτων πέλει ἀένναος, σμήχουσα ἐκτρώματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Θεοτοκίον.
Ἰλύος με κάθαρον, τῆς τῶν παθῶν μου Θεπογεννῆτορ λιταῖς, τοῦ κλεινοῦ Λεοντίου, καὶ εὐσχημόνως εἰς τὸ ἑξῆς με βιοῦν δίδου μοι χεῖρα, καὶ γὰρ πάντα δύνασαι, ὅσα καὶ βούλει· διὸ κἀγὼ προσφεύγω Σοι.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινος.
σπερ μαγνήτης εἵλκυσας πρὸς αὐτὸν τοὺς ἀκούοντας τῶν μελισταγῶν σου διδαχῶν Λεόντιε, καὶ τούτους προσήγαγες Θεῷ τερπνήν, οἷάπερ ὀδμήν, τῷ Δημιουργῷ καὶ Λυτρωτῇ ἐκβοῶντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνβεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
άβδῳ εὐχῆς Λεόντιε, τῶν παθῶν ῥήξας θάλασσαν, καίγε πρὸς τὴν γῆν ἐπαγγελίας ἔφθασας, Θεῷ τρανῶς ὁμιλῶν, οὐκ ἐν ἐσόπτρῳ δὲ καὶ σκιαῖς, ἀλλ’ εἰλικρινῶς καὶ θεουργούμενος κράζεις· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνβεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
χνηλατήσας κάλλιστα τῶν Πατέρων Λεόντιε, βίους καὶ τὰς πράξεις, κατ’ οὐδὲν τὸ δεύτερον, τῆς τούτων ἀσκήσεως ἔσχες, μᾶλλον δέ, καὶ τοὺς πολλοὺς ὑπερέβης, ζῶν ἀγγελικῶς καὶ εὐχαρίστως κραυγάζων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνβεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ τῷ Πατρὶ συνάναρχος, καὶ τῷ Πνεύματι σύνθρονος, ἐξ οὗ Θεομῆτορ, ὑπὲρ νοῦν σεσάρκωται, Θεὸς ὁ πρὶν ἄσαρκος, ὁ Λεοντίου ταῖς προσευχαῖς, σώζων τοὺς αὐτῷ ἐκ τῶν βαθέων βοῶντας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνβεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.








ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
φέσεώς σου στὰς καὶ τῶν ὀρεκτῶν, τὸ ἀκρότατον φθάσας Λεότνιε, καὶ τοῦ Θεοῦ, κληρονόμος μὲν νῦν τοῦ δὲ Χριστοῦ, συγκληρόνομος γέγονας· ὅθεν σοῦ δεόμεθα ἐκτενῶς, ὡς ἔχων παῤῥησίαν, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ ἡμῶν τῶνβ εὐφημούντων σε.
ς ἄγγελος βιώσας ἐπὶ τῆς γῆς, καὶ ἀξίας τετύχηκας χάριτος, ἐν οὐρανοῖς, ἔνδοξε Λεόντιε σὺν χοροῖς, Ἀγγέλων ἀγαλλόμενος, καὶ τῆς θεοπτίας κατατρυφῶν, κλέος τῶν Δωριέων, καὶ πάσης οἰκουμένης, τὸ σεμνολόγημα καὶ καύχημα.
Νυττόμενος Λεόντιε πόθῳ σῷ, ὁ κλεινὸς μαθητής σου καὶ πρόεδρος, Ἰωακείμ, Μονῶν εὐαγῶν τὸν σὸν νῦν, ἡμᾶς ὑμνῆσαι βίον ἔπεισε, σὺ δ’ αὐτοῦ λιταῖς, καὶ τῶν μετ’ αὐτοῦ, τὸ θεῖον ἱλεοῦ μοι, καὶ δὸς πταισμάτων λύτρα, κᾀμοὶ καὶ πᾶσι τοῖς ὑμνοῦσί σε.
Θεοτοκίον.
Ὑπέρκειται Ἀγγέλων νοῦν καὶ βροτῶν, τὸ τοῦ τόκου Σου θαῦμα Θεόνυμφε, Ὃν φρίττει γὰρ οὐρανῶν τὰ τάγματα καὶ ἡ γῆ, τοῦτον σαρκὶ ἐκύησας, μίξασα τὸ γένος ἡμῶν Θεῷ· Αὐτὸν σὺν Λεοντίῳ, καὶ πᾶσι τοῖς Ἁγίοις, δυσώπει σῶσαι τοὺς ὑμνοῦντάς σε.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Φῶς σου ταῖς τρίβοις ὁ νόμος Θεοῦ, καὶ λύχνος ποσί σου· διὸ καὶ φῶς φαίνων ὤφθης, Λεόντιε τὴν γῆν πᾶσαν, ζόφον παθῶν διαλύων, καὶ πρὸς τὰ κρείττῳ, καθοδηγῶν τὰς σὰς μάνδρας.
Θεοτοκίον.
Φαεινοτάταις λιταῖς σου, τὰ σκοτεινόμορφα νέφη τῆς διανοίας μου Κόρη, φώτισον δέομαί Σου, καὶ δεῖξόν με κληρονόμον, τῆς Βασιλείας τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ μου.
















Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, κόσμου ἐκστὰς καὶ σαρκός, καὶ Θεῷ συγγινόμενος, στύλος ὤφθης πύρινος, καὶ νεφέλη σκιάζουσα, ὅρος καὶ στάθμη, κανὼν καὶ ἔρεισμα, τῶν μοναζόντων, καὶ στήλη ἔμψυχος, πάντας πρὸς ἄκλυστον, ὅρμον καὶ ἀκύμαντον καθοδηγῶν, τοῦ Θεοῦ Λεόντιος, ὁ μεγαλώνυμος. (Δίς)

Ὢ τοῦ παραδόξου θαύματος, ὁ ἐξ ὀσφύος θνητῆς, τὸν ἀθάνατον ἤμβλυνε, καὶ ὁ ἀπὸ σώματος, τὸν ἀσώματον ᾔσχυνεν· ὁ γηγενής τε τὸν γῆν καὶ θάλασσαν, ἐξαφανίζει, ἐκφριαττόμενον, οἷα οἰκτρότατον, στρουθίον ἀπέδειξε καὶ τοῖς ποσί, τούτου τὸ ἀγέρωχον, πατεῖν ἠξίωται.

Ὢ τῶν ὑπὲρ νοῦν χαρίτων σου, νέαν στοὰν γὰρ τὴν σήν, ἀκεσώδυνον λάρνακα, ἐκτελεῖς ῥωνύουσαν, νωχελεῖς καὶ καθαίρουσαν, ἕλκη παντοῖα καὶ πολυχρόνια· ἣν καὶ κυκλοῦντες, πίστιε βοῶμέν σοι· ὦ Πάτερ πρόφθασον, καὶ ῥῦσαι Λεόντιε, πάσης ἡμᾶς βλάβης καὶ ἀξίωσον, τρυφῆς τῆς κρείττονος.

Δόξα. Ἦχος πλ. δ΄. Τῶν τοῦ Θεοῦ δωρεῶν.
Τὸν εὐκλεῆ μυστηπόλον τοῦ Πνεύματος, καὶ ἀκρραιφνῆ θεηγόρον τῆς θείας χάριτος, πόθῳ ἀνυμνήσωμεν ᾠδαῖς, καὶ καταστέψωμεν ἐγκωμίοις, Λεόντιον μονοτρόπων τὸ ἐγκαλλώπισμα· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸ τῶν Δωριέων κλεινὸν βλαστόν, καὶ τῆς Ἀχαΐας πάσης στύλον τὸν φωταυγῆ, τὸν τῶν οὐρανίων, Νόων συνθιασώτην, Λεόντιον ἐν ὕμνοις πιστοὶ ὑμνήσωμεν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου