ΔΕΚΕΜΒΡΙΟΣ 12!!
ΙΩΑΚΕΙΜ - ΙΩΑΝΝΗΣ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΖΙΧΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Μανουὴλ Μεγάλου Ῥήτορος)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος β΄. Ὅτε
ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπιπνοίᾳ θεϊκῇ, ὁ
καθηγητὴς σὸς ὁ θεῖος, Ἰωαννίκιος, ἐκ βρέφους ἀοίδιμε, σὲ ἀνελάβετο, καὶ Θεῷ
ᾠκειώσατο, ὁσίως ἐκτρέφων, ἐν παιδείᾳ πάντοτε, καὶ νουθεσίᾳ Χριστοῦ, τότε
Πνεύματος χάρις, ἐν σοὶ ἐπεφοίτησε μάκαρ, καὶ φωτὸς δοχεῖον ἀπειργάσατο. (Δίς)
Ὅτε, σὲ τῷ μύρῳ τῆς σεπτῆς,
καὶ θείας τῷ ὄντι, Ἱεραρχίας σοφέ, ἡ χάρις ἐλάμπρυνε τοῦ θείου Πνεύματος, τότε
πύρινος ἔνδοξε, στύλος ἀνεδείχθης, καλῶς προηγούμενος τοῦ χριστωνύμου λαοῦ,
πάντας καταλλάττων τῷ Κτίστῃ, ταῖς θεοπειθέσιν εὐχαῖς σου, τοὺς σοὶ Ἰωάννη
προσανέχοντας.
Ὕλην, διασχὼν τὸ δυσασχθές,
τῆς ἐπιχθονίου θεόφρον, πρὸς τὸ ἀνέσπερον, καὶ ζωὴν τὴν ἄπονον μετέστης ἔνδοξε,
Ἰωάννη μακάριε, ἀσκητῶν τὸ κλέος, καὶ νῦν παριστάμενος, ὡς Ἱεράρχης Χριστῷ,
πάντας ἱεραῖς σου πρεσβείαις, ἐκ κινδύνων ῥύου τοὺς πόθῳ, σοῦ τὴν φωταυγὴ
μνήμην γεραίροντας.
Δόξα. Ἦχος β΄.
Ἐπέστη ἡ εὔσημος μνήμη σου,
Ἰωάννη Πατὴρ ἡμῶν, ὥσπερ φωσφόρος ἀστήρ, πάντων τὰς καρδίας καταγλαΐζουσα, καὶ
χαρμονικῶς πρὸς αἶνον, καὶ δόξαν Θεοῦ ἐγείρουσα, ᾧπερ νῦν παρεστώς, ἐκδυσώπει
ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν στίχον, προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου δεῦτε
τιμήσωμεν, Ἰωάννην τὸν θεῖον, ἐν ψαλμοῖς τε καὶ ὕμνοις, καὶ γὰρ τῶν ἐπικήρων
καὶ γεηρῶν, νουνεχῶς κατεφρόνησε, καὶ ἀπὸ βρέφους Κυρίῳ οἰκειωθείς, σκεῦος ὤφθη
ἱερώτατον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τῶν μοναζόντων τὸ κλέος ἡ
στάθμη τῶν ἀρετῶν, Ἱεραρχῶν ἡ δόξα, παρ’ ἁπάντων ὑμνείσθω, ἐν ᾄσμασιν ἐνθέοις
τῶν γὰρ Χριστοῦ, τοῦ Θεοῦ διατάξεων, ἐν ταπεινώσει καρδίας ἐκπληρωτής, καὶ
πιστὸς φύλαξ γεγένηται.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Νῦν ταῖς ἀΰλοις παμμάκαρ
συνὼν δυνάμεσι, καὶ σὸν αὐταῖς τῷ θείῳ, παριστάμενος θρόνῳ, μέμνησο τῶν πίστει
τὴν ἱεράν, εὐφημούντων σου κοίμησιν, καὶ ἀνυμνούντων ἀπαύστως τὰ εὐκλεή, καὶ
σεπτά σου κατορθώματα.
Δόξα. Ἦχος πλ. Β΄.
Πάρεστιν ἁρμοδίως τὸ θεῖον
ῥῆμα, ἐν τῷ παρόντι προσφθέγξασθαι τοῦ Θεοπάτορος Δαβίδ, τίμιος γὰρ ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ, ὅθεν σου τετίμηται, Ὅσιε Ἰωάννη, ἡ πρὸς Θεὸν
τῆς θείας σου ψυχῆς ἀνάβασις, τὸ ἡγιασμένον δέ σου σκῆνος, πρόκειται πᾶσιν εἰς
ὠφέλειαν, τοῖς προσιοῦσι πιστῶν, διὸ παράσχου καὶ ἡμῖν τοῖς ὑμνοῦσί σε, παρὰ
Θεοῦ φωτισμόν, καὶ ἱλασμὸν ταῖς πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ
ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα,
μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης
ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ
σὲ ἐν τάφῳ προσφωνεῖ, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς
ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ
δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Τοῦ Ὁσίου. Ὅμοιον.
Παθῶν τὰς σηπεδόνας τῇ ῥοῇ
τῶν δακρύων σου, ἐξήλειψας ἐμφρόνως Ἰωάννη Πατὴρ ἡμῶν, καὶ φέγγει ἀπαθείας
ἐλλαμφθείς, εἰς τὴν χαρὰν εἰσῆλθες τοῦ Κυρίου σου, ἐν ᾗ τῷ τρισηλίῳ
περιχεόμενος φωτί, καταυγάζεις τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ ἀνυμνοῦντας τὰ
σεπτά σου κατορθώματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι
Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ
κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ
ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ τοῦ Ἁγ. Σπυρίδωνος γ΄ καὶ τοῦ Ὁσίου γ΄.
Τοῦ Ἁγ. Σπυρίδωνος. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Χαίροις Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος· Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Πρᾶος καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων, θείᾳ χάριτι, ἐχθρόν τὸν παμπόνηρον, καὶ παράφρονα Ἄρειον, ἐναποπνίξας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας ἐν Πνεύματι, πάντας τοὺς ὀρθοδόξους τε, φωτίσας τρανότατα, ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Πάθη ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω, καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχῇ σου Πάτερ ἐχαλίνωσας, νυκτὸς Βασιλεῖ δέ, ἐπιφανεῖς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ' ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος· Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν, ἐξ ἧς ἀναβλύζεις, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.
Καὶ τοῦ Ὁσίου. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν σταυρόν σου ἀράμενος, τῷ Χριστῷ ἠκολούθησας, Ἰωάννη ἔνδοξε ἐκ νεότητος, καὶ ἀσφαλῆ τὰ ἐντάλματα, Αὐτοῦ τὰ σωτήρια, διετήρησας καὶ νῦν, τῆς ἀλήκτου λαμπρότητος, ἐμφορούμενος, φωτισμὸν καταπέμπεις καὶ εἰρήνην, τοῖς τιμῶσί σου τὴν μνήμην, τὴν ἱερὰν καὶ σεβάσμιον.
Τὸν δικαίοις ὁμόσκηνον, καὶ Ὁσίοις συνόμιλον, Ἱεράρχαις κρείττοσιν ἰσοστάσιον, νῦν συνελθόντες τιμήσωμεν, Ἰωάννην ᾄσμασι, καὶ ζηλώσωμεν αὐτοῦ, τὰ σεπτὰ κατορθώματα καὶ τὴν ἄσκησιν, τὴν ἰσάγγελον ὄντως δι’ ἣν θείας, χαρμοσύνης ἠξιώθη, παρὰ τοῦ πάντων δεσπόζοντος.
Τίς τοὺς πόνους καὶ μόχθους σου, διηγήσαιτο Ὅσιε; Οὕσπερ καθυπέμεινας γενναιότατα, εἰς τὸ πληρῶσαι τὸν ἔνθεον, πόθον ὅνπερ ἔσχηκας, καὶ κατέστησας σαυτόν, μοναζόντων ἀγλάϊσμα καὶ κραταίωμα, ὅθεν σκέπε καὶ σῶζε Ἰωάννη, τὴν σὴν ποίμνην ταῖς εὐχαῖς σου, διὰ παντὸς ἀσκανδάλιστον.
Δόξα. Ἦχος πλ. Δ΄.
Τῶν ποιμένων ὁ ποιμήν, καὶ Βασιλεὺς τῶν ὅλων, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς ἡγιασμένον ἐξελέξατό σε σκεῦος, εἰς ποιμαντικὴν λειτουργίαν τοῦ λαοῦ αὐτοῦ, σὺ δὲ καλῶς τὸ ποίμνιο πρὸς νομὰς καθοδηγήσας σωτηρίους, ἔσπευσας αὐτῷ, ἐν ἡσυχίᾳ ὁμιλῆσαι τελείᾳ, ἧς καὶ τετύχηκας Ἰωάννη μακάριε, ἀλλὰ καὶ νῦν, καθαρώτερον ἐντυγχάνων αὐτῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γέννησαι ἤκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοή, αἰνεσάτω τὸν παντουργέτην.
Φῶς ἱλαρόν· Προκείμενον· καὶ τὰ κάτωθι ἀναγνώσματα
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν,
καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ
ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον
αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ
ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ
μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ
ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε
τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ
ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί,
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Λιτή. Ἦχος α΄. Τοῦ Ἁγίου Σπυρίδωνος. Ἀνατολίου.
Ὅσιε Πάτερ μακάριε,
Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν ἐπηρώτας δι’ ἀγάπην Θεοῦ, ὄφιν δὲ
μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκών· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ·
βασιλεῖ δὲ παρέστης ἰατήρ, τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν ἤγειρας, ὡς Αὐτοῦ
μαθητής· τὴν πίστιν ἐτράνωσας, ἀναμέσων Πατέρων πολλῶν. Πάντα οὖν ἰσχύων, ἐν τῷ
ἐνδυναμοῦντί σε Χριστῷ, Αὐτὸν καὶ νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ὁσίου. Ἦχος α΄.
Μνήμη δικαίου μετ’
ἐγκωμίων, ὁ θειότατος φάσκει Σολομών, καθάπερ ἥδυ καὶ ἐν σοὶ πεπλήρωται Πάτερ
Ἰωάννη, Ὁσίων τὸ καύχημα, τῇ γὰρ ἐτησίῳ περιόδῳ, ἡ μνήμη σου φθάσασα, εἰς τοὺς
ἐπαίνους τοὺς σοὺς καὶ εὐφημίας, γηθοσύνως πάντας κεκίνηκεν. Ὧν τὴν προθυμίαν
καὶ τὸν ἔνθερμον ζῆλον, καὶ τὰ ἐγκώμια ἱλαρῶς προσδεξάμενος, πρέσβευε Κυρίῳ,
ἀντιμισθίαν παρασχεῖν αὐτοῖς, καὶ ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ αὐτός.
Ὁ παντεπόπτης Κύριος καὶ
Θεὸς ἡμῶν, ἱερώτατε Πάτερ Ἰωάννη, τοὺς μόχθους καὶ ἱδρώτας σου ἐν τῇ ἀσκήσει,
εὐμενῶς προσηκάμενος, περισώζεσθαι τὴν ποίμνην ἐν εἰρήνῃ, ἣν συνεστήσω,
εὐδόκησεν εἰς δόξαν ἑαυτοῦ, ἀλλὰ καὶ νῦν, ὡς παῤῥησίαν κεκτημένος πρὸς Αὐτόν,
μὴ διαλείπῃς πρεσβεύων διὰ παντός, ἐν εἰρήνῃ ἀβλαβῆ φυλάττεσθαι αὐτήν, ἐξ ἐναντίων
προσβολῶν, Ἱεράρχα πανόλβιε.
Ἦχος β΄.
Θαυμαστὸς ὁ Θεός, φησὶν ὁ
θεῖος ψαλμωδός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ, ἐν γὰρ τοῖς ἰδίοις μέλεσιν ἐδόξασας
Αὐτόν, νεκρώσαντες αὐτά, τῆς πρὸς Αὐτόν ἕνεκεν διαπύρου ἀγάπης, δι’ ἐπιπόνου
ἀρετῆς, ὅθεν τὴν τῶν θαυμάτων χάριν, οὐρανόθεν κομισάμενοι, εὐεργέται πᾶσι,
τοῖς πιστῶς προσιοῦσιν ἐδείχθησαν. Σὺν αὐτοῖς οὖν παριστάμενος Χριστῷ, Ἰωάννη
πανεύφημε, αἴτησαι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ὁ αὐτός.
Τῆς τρισηλίου Θεότητος, ἐν
ψυχῇ δεξάμενος τὴν ἀνταύγειαν, φῶς ἀναδέδειξαι μάκαρ Ἰωάννη, τοὺς προσιόντας
σοι πιστῶς, ταῖς διδαχαῖς σου φωτίζων ἑκάστοτε, ὅθεν πολλούς, τῷ λιμένι τῆς
σωτηρίας προσήγαγες. Διὸ καὶ ἡμᾶς, τοὺς τὴν ἔνδοξόν σου μνήμην γεραίροντας, τῆς
τῶν σωζομένων μερίδος καταξίωσον, ταῖς πρὸς τὸν ἐλεήμονα Χριστὸν τὸν Θεὸν ἡμῶν,
ἱεραῖς ἱκεσίαις σου.
Δόξα. Ἦχος πλ. Α΄.
Ὅσιε Πάτερ, Ἰωάννη θεόσοφε,
εἰς πόθον θεῖον ἐλθών, τῆς πρὸς Θεὸν ὁμιλίας ἐν ἡσυχίᾳ τὴν ἐρημίαν ἠγάπησας,
τὸν πανάγιον ἐκμιμούμενος Πρόδρομον, καὶ τὸν Θεσβίτην Ἠλίαν, ὡς γὰρ ἐκεῖνος τὸ
Καρμήλιον ὄρος, οὕτω καὶ σὺ τὸ Μενοικέως, ἐν αὐτῷ τὰς πρὸς Θεὸν ἀναβάσεις, τῆς
ψυχῆς σου ποιούμενος, ἀλλὰ τίς λόγος, τὴν ἐν ταῖς προσευχαῖς σου τῶν δακρύων
ῥοὴν παραστήσειε, καὶ τῶν γονυκλισιῶν τὸ πλῆθος; ὅθεν ὡς Ἄγγελός τις ἐπιβιούς,
πρὸς Χριστὸν τὸν Θεόν, ὥσπερ φῶς ἀνελήλυθας, ᾧ νῦν ἐν παῤῥησίᾳ, σὺν Ὁσίοις ἀεὶ
παριστάμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν
μου τὴν νηδύν, ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν
προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν
Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· χαῖρε Κεχαριτωμένη, μετὰ Σοῦ ὁ Κύριος,
καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.
Εἰς τὸν Στίχον, προσόμοια τοῦ Ἁγίου Σπυρίδωνος. Ἦχος α' Νεφέλην
σε φωτός
Πανήγυρις φαιδρά, ἱερὰ
πανδαισία, δεῦτε πιστοὶ μεθέξωμεν· Σπυρίδων καὶ γὰρ ἡμᾶς συγκαλεῖται, ἑστιάτωρ
ὢν πνευματικός, οὗ ἡ τράπεζα θεία, ἡδέα τὰ θαύματα, αἱ πράξεις ἀθάνατοι, αὐτοῦ
μιμησώμεθα τὸ πρᾶον, τὸ ἄκακον, τὸ ἁπλοῦν, τὸ φιλάνθρωπον, τὸ περὶ πάντας
σοφόν, ἐν οἷς ἐν Ἀρχιερεῦσιν, ὡς φῶς ἐξέλαμψε.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος.
Μεγίστων ποιητής, ἀρετῶν
καὶ θαυμάτων, ἀνεδείχθης Σπυρίδων σοφέ, ταῖς μέν σου καταφαιδρύνας τὸν βίον,
ὑπὲρ φέγγος τὸ ἡλιακόν, τοῖς δὲ καταλαμπρύνας, κόσμον τὸν περίγειον, ὑπὲρ
ἀστραπὰς οὐρανοῦ, ἀμφοῖν ὡραιότερος, δεικνύμενος Ὅσιε, τοῖς προσφεύγουσιν ἐν
πίστει, ταῖς προστασίαις σου.
Στ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
Ὅσιοί σου ἀγαλλιάσονται.
Ὢ θαύματος φρικτοῦ! ἡ νεκρὰ
πυθομένῳ, φωνὴν ζῶσάν σοι δέδωκεν, ὁ ῥοῦς δὲ τοῦ ποταμοῦ ἀνεστάλη, διὰ λόγου
σου προστακτικοῦ, ἡ τοῦ Ἄνακτος νόσος, εὐχῇ σου φυγαδεύεται, ὁ ὄφις εἰς εἶδος
χρυσοῦ ἀντιμετηλλάττετο, νεκροὶ ἐξηγέρθησαν· ἐνήργει γὰρ ἐν σοὶ ὁ Χριστός,
Σπυρίδων Ἱερουργέ, ὁ τῆς Τριάδος τὸ δόγμα, ἀνακηρύξας τρανῶς.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος γ΄.
Ἀγγελόμορφε Πάτερ, ὁ τοὺς
τρόπους ἐζηλωκὼς τοῦ θείου Βαπτιστοῦ, τοῦ τῆς ἐρήμου βλαστήματος, οὕπερ καὶ
διάπυρος ἐραστὴς χρηματίσας, ναὸν περικαλλῆ ἀνεδομήσω αὐτῷ, καὶ ψυχῶν σωτήριον
μάνδραν ἀπετέλεσας. Καὶ νῦν σὺν τοῖς ἄνω λειτουργοῖς, τῷ τῶν ἁπάντων Βασιλεῖ
καὶ Θεῷ παριστάμενος, καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς ἐλλαμπόμενος, καταύγασον καὶ
ἡμῶν, τὰ τῆς ψυχῆς καὶ σώματος αἰσθητήρια, τῶν ἐκ πόθου τελούντων, τὸ ἱερόν σου
μνημόσυνον.
Καὶ νῦν. Προεόρτιον.
Ἰωσήφ, εἰπὲ ἡμῖν πῶς ἐκ τῶν
Ἁγίων ἣν παρέλαβες Κόρην ἔγκυον φέρεις ἐν Βηθλεέμ. Ἐγώ, φησί, τοὺς Προφήτας
ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει, ἡ Μαρία
ἀνερμηνεύτως. Οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις
λατρεύοντες. Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Κύριε δόξα Σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης
ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ
σὲ ἐν τάφῳ προσφωνεῖ, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς
ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ
δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Τοῦ Ὁσίου. Ὅμοιον.
Παθῶν τὰς σηπεδόνας τῇ ῥοῇ
τῶν δακρύων σου, ἐξήλειψας ἐμφρόνως Ἰωάννη Πατὴρ ἡμῶν, καὶ φέγγει ἀπαθείας
ἐλλαμφθείς, εἰς τὴν χαρὰν εἰσῆλθες τοῦ Κυρίου σου, ἐν ᾗ τῷ τρισηλίῳ
περιχεόμενος φωτί, καταυγάζεις τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ ἀνυμνοῦντας τὰ
σεπτά σου κατορθώματα.
Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι
Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ
κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν
Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ
ἐλευθερώσαντι ἡμᾶς διά του τόκου σου.
Καὶ
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν
α΄ στιχολογίαν. Κάθισμα τοῦ Ἁγίου Σπυρίδωνος. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὄφιν μετέβαλες, εἰς χρυσὸν
Ἅγιε, καὶ ταῖς τῶν λόγων σου, νευραῖς ἀπέπνιξας, τὸν δυσσεβῆ καὶ πονηρόν,
Ἄρειον θεοφόρε· Βασιλεῖ δὲ γέγονας, ἰατρὸς παναοίδιμε, καὶ νεκροὺς ἐξήγειρας,
Δαίμονάς τε ἀπήλασας· διό σου συνελθόντες ὑμνοῦμεν, Ἱεράρχα τὴν μνήμην τὴν
πάντιμον.
Δόξα. Ἕτερον τοῦ Ἁγίου Σπυρίδωνος. Ταχὺ προκατάλαβε.
Τοῖς λόγοις ἐκόσμησας, τὴν
Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὰ κατ' εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε,
ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σοὶ σωφροσύνῃ, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς
πᾶσι· διὸ καὶ ἑορτάζομεν πίστει τὴν μνήμην σου.
Καὶ νῦν... Προεόρτιον
Παρθένοι προεξάρξατε, τῇ
τῆς Παρθένου χαρᾷ, μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ
ἡμῶν. Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει,
Βηθλεὲμ τοῦ γεννῆσαι· Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.
Μετὰ τὴν
β΄ στιχολογίαν. Κάθισμα τοῦ Ὁσίου. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν μοναστῶν τὸ ἱερὸν
χαρμοσύνως, σύστημα ἅπαν συνελθὸν Ἰωάννην, τὸν εὐκλεῆ τιμήσωμεν ὕμνοις καὶ
ᾠδαῖς, οὗτος γὰρ ὡς ἄσαρκος ἐπὶ γῆς βιωτεύσας, σκεῦος ἀναδέδεικται Πνεύματος
τοῦ Ἁγίου, καὶ νῦν πρεσβεύει Χριστῷ ἐκτενῶς, ὑπὲρ τῶν πίστει τελούντων τὴν
μνήμην αὐτοῦ.
Δόξα. Ὅμοιον.
Τῶν ἐντολῶν τῶν τοῦ Κυρίου
ἐδείχθης, φύλαξ ὁμοῦ καὶ πληρωτὴς Ἰωάννη, καὶ πᾶσι τοῖς προσιοῦσί σοι
διδάσκαλος, λόγοις τε καὶ πράγμασι, πρὸς σωτήριον ὅρμον, ὅθεν συναρίθμιος τοῖς
Ὁσίοις ἐγένου, μεθ’ ὧν πρέσβευε πάντοτε Χριστῷ, ὑπὲρ τῆς ποίμνης τῆς σῆς τῆς
τιμώσης σε.
Καὶ νῦν. Θεοτοκίον.
Τῶν ἀκαθάρτων λογισμῶν μου
τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται πανάμωμε;
Τὰς ἐπαναστάσεις δε τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται καὶ τὴν τούτων
κακίαν; ἀλλὰ τῇ Σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.
Μετὰ δὲ τὸν Πολυέλεον. Κάθισμα τοῦ Ἁγίου Σπυρίδωνος. Ἦχος πλ. δ'
Τὴν Σοφίαν
Ἀνακτόροις καὶ μύσταις
θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτῳ φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς Τριάδος τὴν
δύναμιν· καὶ γὰρ κηρύττων ὤφθης, μονάδα θεότητος, καὶ ἐν μιᾷ οὐσίᾳ σαφῶς
ἐδογμάτισας· ὅθεν ὑπὲρ λόγον, κατ' ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον, τῇ
δυνάμει τοῦ Πνεύματος, Ἱεράρχα θεσπέσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τοῦ Ὁσίου. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῆς σαρκὸς τὸ ἐμπαθές,
ἄτακτον κίνημα σοφέ, καταμαράνας ἐν πολλαῖς, ἀσκητικαῖς διαγωγαῖς, τὸν
ἐμφωλεύοντα ἐν τούτῳ Βελίαρ, τέλεον εἰς γῆν κατηδάφισας, καὶ τὰς μηχανὰς
κατεπάτησας, καὶ καθαρὸν σκεῦος Χριστοῦ γενόμενος, διαφυλάττοις τοὺς τιμῶντάς σου,
τὸν πάνσεπτον καὶ θεῖον οἶκον, Ἰωάννη μακάριε.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ
φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ
συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν,
καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει,
καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.
Ἦχος δ΄: Τίμιος ἐναντίον Κυρίου, ὁ
θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν.
Εὐαγγέλιον
κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος πρὸς τοὺς
ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· ὁ μὴ εἰσερχόμενος... Ζήτει Νοεμβρίου ΙΓ΄.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον τοῦ
Ὁσίου. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἱεραρχῶν περιφανὲς ἀγλάϊσμα
καὶ κλέος, ἡ δόξα τῶν Ὁσίων, καὶ Ἀσκητῶν ἐγκαλλώπισμα μέγιστον. Συνελθόντες οὖν
φιλόσεμνοι, τῷ παγκοσμίῳ φωστῆρι βοήσωμεν λέγοντες· Χαίροις τῶν μοναζόντων
φωστήρ, καὶ πρόμαχος στεῤῥός, καὶ τύπος ἀκριβέστατος· χαίροις ἀστὴρ
διαυγέστατε, ὁ δαδουχῶν τὰ πέρατα, τῇ αἴγλῃ τῶν ἀγώνων σου· χαίροις, τῶν
ἀσκουμένων ἐν τῷ ὄρει Μενοικέως, Πατὴρ καὶ ποδηγέτης, καὶ θεῖος ἀντιλήπτωρ. Καὶ
νῦν θεόφρον Πατὴρ ἡμῶν, μὴ ἐλλείπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῆς ποίμνης
σου ταύτης, ἧν πόθῳ συνήγειρας.
Εἶτα, οἱ
Κανόνες· τῆς Θεοτόκου εἰς δ΄, τοῦ Ἁγίου Σπυρίδωνος εἰς δ΄, καὶ τοῦ Ὁσίου
Ἰωακεὶμ εἰς δ΄.
Τοῦ Ἁγίου Σπυρίδωνος. Ποίημα Θεοφάνους.
ᾨδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσε ποτέ
Τῶν πραέων γῆν καταλαβών,
Πάτερ ὡς πραότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος, τὸν ἐπανιστάμενον, τῇ
καρδίᾳ μου, καταπράϋνον κλύδωνα, ὅπως ἐν γαλήνῃ θείᾳ, γεγονὼς ἀνευφημήσω σε.
Γεωργίαις θείαις τὴν ψυχήν,
Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ θείου Πνεύματος, τὴν
ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν· ὅθεν καταυγάζεις, τοὺς εἰλικρινῶς σε
μακαρίζοντας.
Ἐκ ποιμνίων ὥσπερ τὸν
Δαυΐδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο ποιμένα
πανάριστον, τῇ ἁπλότητι καὶ πραότητι λάμποντα, καὶ τῇ ἀκακίᾳ, Ὅσιε ποιμὴν
καλλωπιζόμενον.
Θεοτοκίον
Παναγία ἄχραντε Ἁγνή,
φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη σκεδάζουσα,
τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως κατὰ χρέος
μακαρίζω σε.
Τοῦ
Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ
χαριτώνυμον ὄντως ποιμένα. Μανουήλ.
ᾨδὴ α΄. Ἦχος πλ. Β΄. Ὡς ἐν ἠπείρῳ
πεζεύσας.
Ὑπὸ ἀχλύος πταισμάτων τὸ
ὀπτικόν, τῆς ψυχῆς θολούμενον, τῆς ἐμῆς τῇ φωταυγῇ, σῇ πρεσβείᾳ λάμπρυνον σοφέ,
ὅπως μέλψω τὴν φαιδρὰν καὶ θείαν μνήμην σου.
Μνήμη δικαίου σὺν λόγῳ
πανευκλεῶς, ἐγκωμίων ᾄδεται, ὥσπερ ἔφη Σολομών· Ἰωάννη ὅθεν καὶ τὴν σήν,
ἐγκωμίοις ἱεροῖς μνήμην γεραίρομεν.
Νοῦν ἡγιάσθης ἐκ βρέφους ὡς
Σαμουήλ, θεῖόν τε ἀνάθημα, ἀνατέθεισαι Θεῷ, καὶ καρπὸν προσήγαγες Αὐτῷ, Ἰωάννη
μοναστῶν στέφος σεβάσμιον.
Θεοτοκίον.
Τὸν ἑαυτῆς δεξαμένη
Δημιουργόν, ὡς Αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου Σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον
Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.
Τοῦ Ἁγίου Σπυρίδωνος. ᾨδὴ γ' Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας
Τὸν νοῦν σου ἀπαθείᾳ
καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω,
διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε Ἱερώτατε.
Τὸν ὄφιν τὸν ἀρχέκακον
ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον
Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ Ὅσιε.
Ἀνῆλθες πρὸς τὸ ὄρος τῆς
θεωρίας, εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας, πλαξὶ δὲ τῆς καρδίας σου
εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.
Θεοτοκίον
Θεράπευσον τὰ τραύματα τῆς
ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω,
οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.
Τοῦ Ὁσίου. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Χαρίτων τέμενος σεπτόν, τῆς
ἀκτίστου Τριάδος, καὶ Ὁσίων τερπνότης, ἀνεδείχθης τοὺς πιστούς, πρὸς τρίβον
καθοδηγῶν, Ἱεράρχα τὴν εἰς Θεὸν ἄγουσαν.
Ἀπὸ νεότητος σοφέ, τὸν
ἰσάγγελον βίον, ἐξελέξω καὶ ποίμνην, συνεστήσω καὶ ναόν, τοῦ δι’ ἡμᾶς Ἰησοῦ, ἐκ
Παρθένου ἀῤῥήτως ἐκλάμψαντος.
Ῥήμασι καταπεμφθείς, τοῦ
σοῦ Πάτερ ποιμένος, ἐπτερώθης πρὸς πόθον, ἀνεγεῖραι τῷ Χριστοῦ, Προδρόμῳ καὶ
Βαπτιστῇ, σηκὸν θεῖον μοναστῶν εἰς καύχημα.
Θεοτοκίον.
Ἰλύος Κόρη κοσμικῆς, τὸν
πανάθλιον νοῦν μου, ἐξαπάλλαξον θᾶττον, καὶ πρὸς πόθον Θεοῦ διέγειρον ἀγαθή,
καὶ φωτί Σου τῷ θείῳ καταύγασον.
Κοντάκιον. Ἦχος β' Τὰ ἄνω ζητῶν
Τῷ πόθῳ Χριστοῦ τρωθεὶς
Ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικῇ θεωρίᾳ, τὴν
πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν
ἔλλαμψιν.
Ὁ Οἶκος
Τὸν ἐκ κοιλίας ἡγιασμένον
Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον
θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς
θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν·
οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος
πᾶσι θείαν ἔλλαμψιν.
Κάθισμα Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Ἐκ ποιμνίων προβάτων τὴν
τοῦ Χριστοῦ, Ἐκκλησίαν ποιμαίνειν προχειρισθείς, ποιμὴν θεοπρόβλητος, σὺ
Σπυρίδων ἀνέλαμψας, κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας
πόᾳ, αὐτὴν ἐκτρεφόμενος· ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐτράνωσας,
τῇ σοφίᾳ τοῦ Πνεύματος, Ἱεράρχα μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τοῦ Ὁσίου. Ὅμοιον.
Ἀποστὰς τῶν γηΐνων Πάτερ
σοφέ, ἀπὸ βρέφους καθάπερ νέον φυτόν, ἐν οἴκῳ πεφύτευσαι, τοῦ Κυρίου ἐν χάριτι,
πνευματικαῖς ἀρδείαις ἀεὶ αὐξανόμενος, ὅθεν καὶ εἰς δένδρον, πλῆρες ἄνθους
εὐώδους, μάκαρ ἐνελήλυθας, καὶ καρπὸν πολὺν ἤνεγκας, διὰ τοῦτο βοῶμέν σοι·
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Προεόρτιον Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς
Τῶν γενεθλίων τοῦ Χριστοῦ
τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες
προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα
καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, ὃν
δοξάζει τὰ σύμπαντα.
Τοῦ Ἁγίου Σπυρίδωνος. ᾨδὴ δ'. Ἐλήλυθας ἐκ Παρθένου
Τοῖς ἄνθραξι, τοῦ σεπτοῦ
ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην Παμμάκαρ ἐνέπρησας, κόσμον δὲ
πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.
Πυθομένῳ, ἡ νεκρά σοι φωνὴν
Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαῖς ἐπεσχέθη προστάξεσιν· ὤφθης γὰρ μακάριε,
τερατουργός, θείαν χάριν κληρωσάμενος.
Νεκρώσας σου, τῆς σαρκὸς
τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσρήματι· ὅθεν
ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.
Θεοτοκίον
Προφῆταί σου, μυστηρίου τὸ
βάθος προήγγειλαν, τὸ ἀκατανόητον· μόνη γὰρ ἔτεκες Ἄχραντε, τὸν ἀπεριόριστον,
σεσαρκωμένον δι' οἶκτον ἀδιήγητον.
Τοῦ Ὁσίου. Χριστός μου δύναμις.
Τίς σου τὸν ἔνθεον, ζῆλον
πανένδοξε, Ἰωάννη ἐξείποι καὶ τοὺς πολλούς, κόπους οὓς διήνεγκας, ὑπὲρ ναοῦ
ὅνπερ λαμπρῶς, τῷ σεπτῷ Προδρόμῳ ἤγειρας.
Ὡς μέγα φρούριον ψυχῶν καὶ
καύχημα, καὶ θρεμμάτων παμμάκαρ τῶν λογικῶν, φαιδρὸν οἰκητήριον, ἡ πόλις ἔχει
τῶν Σεῤῥῶν, τὴν Μονὴν τὴν σὴν ἐγκόλπιον.
Ναὸς γεγένησαι τοῦ θείου
Πνεύματος, ἀρετῶν ἀγλαΐαις ἐμφαιδρυνθείς, Ἰωάννη ἔνδοξε, ἀρχιερέων καλλονή, καὶ
τῶν Ὁσίων περιήχημα.
Θεοτοκίον.
Ὑπερανέστηκας ἀΰλων τάξεων,
ἀσυγκρίτως Παρθένε τὸν γὰρ Υἱόν, τὸν φύσει ὁμότιμον, Πατρὶ καὶ Πνεύματι ἁγνή,
ἀποῤῥήτως ἐσωμάτωσας.
Τοῦ Ἁγίου Σπυρίδωνος. ᾨδὴ ε' Ὁ φωτισμός
Ὁ ποταμὸς τῶν ἐν σοὶ
χαρισμάτων, πᾶσαν ἀρδεύει Ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας
πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις
τιμήσαντος.
Σὲ βασιλεύς, ὁ ἐπίγειος
μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος
θείου πεπληρωμένον, ἐν τῷ παρεῖναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.
Τοῦ Ἀβραάμ, τὸν φιλόξενον
τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους ἀναπετάσας, καὶ τοῖς πᾶσι
τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.
Θεοτοκίον
Νέον ἡμῖν, ἀπεγέννησας
βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου· ὃν ἐκδυσώπει, ὡς Υἱὸν
καὶ Θεόν σου οἰκτειρῆσαι, τοὺς Θεοτόκον σε, Πάναγνε ψυχῇ, καθαρᾷ
καταγγέλλοντας.
Τοῦ Ὁσίου. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.
Μεγάλης ἄνωθεν καὶ λαμπρᾶς,
ἔτυχες ῥοπῆς ὐπερφυῶς, θεόφρον Πάτερ τοῖς ἔργοις σου, συνεφαπτομένης καὶ
κατορθώμασι, δι’ ἀρετῆς ἀκρώρειαν ἐνοικούσης σοι.
Νυμφῶνα Πάτερ ἐν οὐρανοῖς,
ὄντως εἰσελήλυθας λαμπρόν, σὺν ταῖς φρονίμοις νεάνισι, τὴν λαμπάδα ἄσβεστον τῆς
ἁγνείας σου, τηρήσας Ἰωάννη θεομακάριστε.
Ὁ τῆς σῆς ποίμνης τῶν
μοναστῶν, δῆμος συνελθόντες ἐν τῇ σῇ, μνήμῃ λαμπρῶς ἀνυμνοῦντί σου, τὴν
ἀγγελικήν τε διαγωγὴν καὶ σπουδήν, δι’ ἧς τὴν μακαρίαν εὗρες ἀπόλαυσιν.
Θεοτοκίον.
Νοὸς ἀνάρχου τε καὶ Πατρός,
ὁ Λόγος καὶ τέλειος Θεός, ἐν Σοὶ πανάμωμε ᾤκησε, καὶ τῇ παραβάσει φθαρεῖσαν
πρότερον, τὴν βρότειον οὐσίαν Κόρη ἀνέπλασε.
Τοῦ Ἁγίου Σπυρίδωνος. ᾨδὴ ς' Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Ὁ χρυσὸς ὡς πηλός σοι
λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι Ὅσιε, δωρεαῖς
ταῖς παγχρύσοις τοῦ Πνεύματος.
Καθαρῶς λειτουργῶν τῷ
Δεσπότῃ σου, πλῆθος ἔσχες Ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις
φωναῖς Ἱερώτατε.
Ὁ περίδοξος πάνσοφε βίος
σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο· διὸ τὴν θείαν μνήμην σου, γεγηθότες
τελοῦμεν ὑμνοῦντές σε.
Θεοτοκίον
Οὐρανῶν πλατυτέρα ἡ μήτρα
σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε
πανύμνητε.
Τοῦ Ὁσίου. Τοῦ βίου τὴν θάλασσαν.
Τρισηλίου λάμψεσιν,
αὐγαζόμενος φωτός, τοῦ ἀπροσίτου ᾥπερ νῦν Ἰωάννη παρίσταται εὐκλεῶς, ἀεὶ
καθικέτευε, ὑπὲρ τῆς ἱερᾶς σου ποίμνης Ὅσιε.
Ὡς λειμὼν ἡ ποίμην σου,
ἀναθάλλει καὶ φυτά, περιέχει πανεύοσμα, τὰ τέκνα σου παμμάκαρ τοὺς μοναστάς,
οὕσπερ διαφύλαττε, ἀπὸ πάσης ἀνάγκης ταῖς πρεσβείαις σου.
Σταυροῦ συμφραξάμενος,
παντευχίᾳ μυστικῇ, τοὺς ἀοράτους ἔτρεψας δυσμενεῖς θεοφόρε καὶ φωτεινόν, οἴκημα
γεγένησαι, τῆς ἀκτίστου Τριάδος ᾗ παρίσταται.
Θεοτοκίον.
Πανύμνητε Δέσποινα, ἡ
τεκοῦσα ἐν σαρκί, τὸν Ποιητὴν τῆς κτίσεως, κακώσεώς με ῥῦσαι συμφορᾶς, τὸν ἀεὶ
ἐλπίζοντα, τῇ πολλῇ καὶ ἀφάτῳ εὐσπλαγχνίᾳ Σου.
Κοντάκιον τοῦ Ὁσίου. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ σεπτὴ καὶ ἔνδοξος, μνήμη
σου Πάτερ, Ἰωάννη ηὔγασε, τὰς διανοίας τῶν πιστῶν, καὶ πρὸς Θεοῦ δόξαν ἤγειρεν,
Ὃν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῆς ποίμνης σου.
Ὁ Οἶκος.
Ὀ τῇ ἀπείρῳ Σου σοφίᾳ τοὺς
Σοὺς Ἀποστόλους φωτίσας, καὶ ἐξ ἰδιωτῶν καὶ ἀγραμμάτων, σοφοὺς καὶ
ἀκαταγωνίστους ἐργασάμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν. Αὐτὸς διὰ τῶν οἰκτιρμῶν Σου τὸ
πέλαγος φώτισον κἀμοῦ τῆς διανοίας τὰ ὄμματα, ἵνα ὑμνήσω τὸν Σὸν θεράποντα
Ἰωάννη, τὸν ἐπὶ γῆς σε πολυειδεῖ δοξάσαντα ἀρετῇ, καὶ ὁδηγόν πρὸς σωτηρίαν
πολλῶν γενόμενον. Ὃν καὶ νῦν πρὸς τὴν σὴν ἀγαθότητα μεσίτην προβαλλόμεθα,
δυσωποῦντα ἀεὶ ὑπὲρ τῆς ποίμνης σου.
Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ
Σπυρίδωνος, ἐπισκόπου Τριμυθοῦντος τῆς Κύπρου.
Ὁ
θαυματουργὸς κἄν τέθνηκε Σπυρίδων,
Τοῦ
θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.
Ἀμφὶ
δωδεκάτην βίοτον λίπε τόνδε.
Οὗτος ἤκμασεν ἐπὶ τῆς
βασιλείας Κωνσταντίνου τοῦ μεγάλου, καὶ Κωνσταντίου τοῦ υἱοῦ αὐτοῦ. Ἧν δὲ τὸν
τρόπον ἁπλοῦς, καὶ τὴν καρδίαν ταπεινός. Ἐγένετο δὲ ἀπ’ ἀρχῆς ποιμὴν προβάτων,
ἔπειτα δὲ γυναικὶ προσομιλήσας, μετὰ τὴν αὐτῆς ἀποβίωσιν, ἐπίσκοπος κατέστη.
Ἐπὶ τοσοῦτον δὲ ἡ χάρις τῶν ἰαμάτων αὐτῷ ἐδόθη παρὰ Θεοῦ, ὡς ἐπωνυμίαν αὐτῷ
γενέσθαι τὰ θαύματα. Καὶ γὰρ ἐν αὐχμῷ κατήγαγεν ὑετόν, καὶ πάλιν αὐτοῦ τὴν
ἀμετρίαν ἐκώλυσε δι’ εὐχῆς. Καὶ μελετώμενον λιμὸν παρὰ τῶν σιτοκαπήλων ἔλυσε,
συμπεσουσῶν αὐτοῖς τῶν ἀποθηκῶν, αἷς τὸν σῖτον συνέσχον. Καὶ ὄφιν μετέβαλεν εἰς
χρυσόν, καὶ μετὰ τὸ λύσαι δι’ αὐτοῦ τὴν τοῦ πένητος συμφοράν, πάλιν τὸν χρυσόν,
εἰς ὄφιν ἀποκατέστησε. Καὶ ποταμῶν ῥεύματα ἔστησε. Καὶ πόρνην τολμήσασαν
προσψαῦσαι, τὰ κατ’ αὐτὴν ἐξειπών, ἔπεισεν ἐξαγορεῦσαι τὰ ἑαυτῆς.
Καὶ τοὺς ἐπὶ λόγοις
φρονοῦντας μέγα, ἐν τῇ κατὰ Νίκαιαν Συνόδῳ, δυνάμει τοῦ Ἁγίου Πνεύματος
ἐπεστόμισε. Καὶ γυναικὸς τινὸς παρακαταθήκην ζητούσης, ἤδη οὖσαν τὴν αὐτοῦ
θυγατέρα νεκράν, ἐπανερόμενος, ᾗ παρετέθη τὰ χρήματα, καὶ παρ’ αὐτῆς μαθὼν ἔνθα
κέκρυπται, τῇ τούτων κυρίᾳ ἀπέδωκε. Καὶ τὸν βασιλέα Κωνστάντιον τοῦ συνέχοντος
πάθους ἀπήλλαξε. Καὶ παῖδα τινὸς γυναικὸς ἀνεζώωσε. Καὶ τὸν κατὰ πλεονεξίαν τὴν
αἶγα λαβεῖν βουλόμενον διήλεγξε, τῆς μιᾶς ἐκείνης αἰγὸς πρὸς τὴν μάνδραν, ἀπὸ
τοῦ ταύτην ἕλκοντος βίᾳ, μεταχωρούσης, μετὰ δὲ τὸ τὴν τιμὴν αὐτῆς
ἐπαριθμήσασθαι τὸν ἐξωνούμενον, σὺν ταῖς λοιπαῖς μεινάσης. Ἰάσατο δὲ καὶ τοῦ
Διακόνου τὴν ἀφωνίαν, ὃς μικρὰν εὐχὴν ἐπιτραπεὶς ἔν τινι καύματι, διὰ
κενοδοξίαν μεγάλην ἐξέτεινε, καὶ εὐθὺς εἰς ἀφωνίαν κατέστη.
Τούτῳ συνυπακούοντες
ὤφθησαν Ἄγγελοι: Καὶ τῷ Πνεύματί σου ἀντιφθεγξάμενοι· ἐν τῷ τὴν εἰρήνην
συνήθως ἐν τῇ Ἐκκλησίᾳ διδόναι (ἐν τῷ ἐκφωνεῖν δηλονότι τό: Εἰρήνη πᾶσι).
Τῶν δὲ ἐν λαμπάσι φώτων παρὰ τῶν ὑπηρετῶν ἀναφθέντων ὀλίγων, καὶ τοῦ Ὁσίου
δυσχεραίνοντος ἐπὶ τούτῳ, οἱ μὲν μὴ παρεῖναι τινὰς ἔλεγον ἐν τῇ Ἐκκλησίᾳ καὶ μὴ
δεῖσθαι πλείονος δαδουχίας, ἐμαρτυρήθη δὲ τῷ Ἁγίῳ ἄνωθεν, ὅτι θεατὰς μᾶλλον
Ἀγγέλους ἔχει ἐν ταῖς εὐχαῖς συμψάλλοντας. Ἡ δὲ ἐν τῷ λύχνῳ, ἤδη μαραινομένου
τοῦ ἐν αὐτῷ φωτός, καὶ λήγοντος διὰ τροφῆς ἔνδειαν, ἐξαίφνης τοῦ ἐλαίου
ἀνάβλυσις, τίνας οὐκ ἐκπλήττει τῷ θαύματι;
Πολλοῖς δὲ ἐκ προγνώσεως
θείας, περὶ τῶν μελλόντων ἐθέσπισε. Καὶ τὸν ἐπίσκοπον Τριφύλλιον νουθετήσας,
τοῖς ἐν κόσμῳ τερπνοῖς προσκείμενον, ποθεῖν τὰ μέλλοντα μᾶλλον ἔπεισε. Καὶ τὴν
μοιχευθεῖσαν γυναῖκα, τὴν ἐξομολόγησιν μὴ δεχομένην, ἀλλ’ ἐν τῷ τίκτειν τὸν
ἴδιον ἄνδρα πείθουσαν, ὅτι ἐξ αὐτοῦ εἴη τὸ ἐγκυμονούμενον, καίτοι μῆνας εἴκοσι
ἀποπλεύσαντα, καὶ μὴ συγγενόμενον αὐτῇ, ἐπιτιμήσας θανάτῳ παρέδωκε.
Τούτῳ θέρους ὥρᾳ, ἐν ἡλίῳ
φλέγοντι, δρόσου πλήρης ἡ κεφαλὴ ἐφαίνετο, δηλοῦντος τοῦ Θεοῦ τὴν ἐπ’ αὐτῷ
γενησομένην τιμήν. Ὅπως δὲ ἦν συμπαθής, ἐδήλωσε τὸ συμβὰν εἰς τοὺς τὴν ποίμην
αὐτοῦ συλῆσαι ἐπιχειρήσαντας. Οὐ μόνον γὰρ αὐτοὺς ἀορασίᾳ κρατηθέντας τοῦ
πάθους ἀπήλλαξεν, ἀλλὰ καὶ κριὸν ἕνα ἐπιδοὺς ἀπέλυσεν, ἐπειπών, ὡς ἂν μὴ ὧσι
μάτην ἠγρυπνηκότες. Οὗτος τὸ καταπιστευθὲν ποίμνιον ἰθύνας καλῶς, πρὸς τὴν τῶν
Ἀγγέλων πολιτείαν καὶ διαγωγὴν μετετάξατο. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ
ἀποστολείῳ τοῦ Ἁγίου καὶ κορυφαίου Πέτρου, τῷ συγκειμένῳ τῇ ἁγιωτάτῃ μεγάλῃ
Ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου μητροπολίτου Ζιχνῶν, καὶ κτίτορος τῆς ἱερᾶς
καὶ σεβασμίας μονῆς τοῦ Τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ
Ἰωάννου, τῆς κατὰ τὸ Μενοίκειον ὄρος κειμένης.
Ἐγκωμιαστὴν οἴκοθεν
πλουτεῖς Πάτερ,
Τῆς σῆς τελευτῆς
σου, τὸν τῆς Μονῆς πόνον.
Χρηστὸν
βιώσας μέχρι καὶ τέλους βίον,
Θραύει
πονηροῦ πᾶν Ἰωάννη θράσος.
Ἰωάννην
καὶ τεθνηκότα ζῇν λέγω·
Οἱ
γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Συνετοῦ.
Τὸν Συνετὸν
κτείνουσιν ἄφρονες ξίφει,
Τὸν εὐσεβῆ τιμῶντα
πίστιν ἐμφρόνως.
Οὗτος ἦν ἐπὶ Αὐρηλιανοῦ
βασιλέως. Ἐνδημοῦντι δὲ αὐτῷ ἐν τῇ τῶν Ῥωμαίων πόλει, καὶ τὰς θυσίας τοῖς
εἰδώλοις προσάγοντι, διαλεχθεὶς οὗτος, ἀναγνώστης τῆς Ῥωμαίων Ἐκκλησίας ὑπὸ τοῦ
Ἁγίου Ξύστου προβεβλημένος, καὶ ὑποσχόμενος θῦσαι κατ’ ἐμπαιγμόν, καὶ φωραθεὶς
τὴν ὑπόκρισιν, τύπτεται βουνεύροις, ὥς τε πᾶσαν τὴν γῆν ἐκείνην τῷ αἵματι
φοινιχθῆναι. Εἶτα τῇ εἱρκτῇ ἐπαποῤῥίπτεται. Τη δὲ ἑξῆς πάλιν ἁπλοῦται ἐν ἐσχάρᾳ
ἐνισχυούσης, καὶ προτρεπούσης αὐτὸν εἰς τὸν ἀγῶνα. Καὶ σὺν τῇ φωνῇ, λάβρος
ὑετὸς κατεῤῥάγη, ἀλώβητον ἐκ τοῦ πυρὸς διαφυλάττων τὸν Μάρτυρα. Μετὰ ταῦτα,
ὀρύγματος γενομένου πήχεων δέκα, καὶ ξύλων ὀξυτάτων ἐντεθέντων τῷ βάθει,
ἀπεῤῥίφη ὁ Μάρτυς ἐκεῖσε, τῶν μελῶν αὐτοῦ σχεδὸν ἁπάντων κατακοπέντων, ὃς καὶ
αὖθις Θείᾳ προνοίᾳ ὑγιὴς γέγονε. Πάλιν οὖν ἐγκλείεται εἰς τὸ λεγόμενον Πάνθεον,
καὶ ἐξαχθείς, τὴν κεφαλὴν ἀποτέμνεται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν
ἁγίοις Πατρὸς ἡμῶν Ἀλεξάνδρου, Ἀρχιεπισκόπου
Ἰεροσολύμων τοῦ Ἱερομάρτυρος.
Ὁ
Ἀλέξανδρος, εἷς ὢν τῶν θυηπόλων,
ἄνευ
αἵματος, εἷς ἦν καὶ τῶν Μαρτύρων.
Βασιλεύοντος Δεκίου ἐν τῇ
πρεσβυτέρᾳ Ῥώμῃ, διωγμὸς μέγας ἐκινήθη κατὰ τῶν Χριστιανῶν. Ἐξαποστείλας γὰρ
κατὰ πᾶσαν χώραν, προσέταξεν, ὥς τε τοὺς εὑρισκομένους Χριστιανούς, ἀναγκάζειν
θύειν τοῖς εἰδώλοις, καὶ τὸν Χριστὸν ἀρνεῖσθαι. Τοὺς δὲ μὴ πειθομένους τοῦτο
ποιεῖν, τιμωρίαις δειναῖς ὑποβάλλεσθαι, καὶ εἶθ’ οὕτω τοῦ ζῆν ὀδυνηρῶς
ἀπαλλάτεσθαι. Τότε, ὁ ἁγιώτατος Ἀλέξανδρος οὗτος, ἀρχιεπίσκοπος ὢν ἐν
Ἱεροσολύμοις, διαβάλλεται τῷ τῆς ἐκεῖσε Καισαρείας ἄρχοντι, ὁ δὲ ἀποστείλας,
σιδηροδέσμιον παρέστησεν αὐτόν, καὶ πολλὰ διαλεχθεὶς μετ’ αὐτοῦ, καὶ τὸν Χριστὸν
ἀνακηρύξας μεγαλοφώνως μέσον πάντων, Θεὸν καὶ Βασιλέα, καὶ πάντων εἶναι
Δημιουργόν, τὰ δὲ εἴδωλα καὶ τοὺς τιμῶντας αὐτὰ ἀναθεματίσας πεπαῤῥησιασμένῃ τῇ
φωνῇ, μεγάλως ἐτάραξε τὸν θυμὸν αὐτοῦ. Διὸ καὶ ἐν ὀλίγῳ χρόνῳ τιμωρησάμενος
αὐτὸν ποικίλως, ὑπὸ θηρῶν βρωθῆναι ζῶντα καταδικάζει ὁ δείλαιος.
Τοῦτον δὲ γυμνόν, εὐθὺς
ἀποδύσαντες, καὶ μέσον τοῦ θεάτρου ὡς κριὸν ἐπίσημον προθέντες, διάφορα θηρία
πρὸς βρῶσιν αὐτοῦ ἐξαπέστειλαν. Ὁ δὲ προσευξάμενος, καὶ τούτο προσέθετο: Κύριε,
εἰ θέλημα σόν ἐστι τελειωθῆναί με νῦν, γενέσθω ὡς ηὐδόκησας. Καὶ διαφόρων
θηρίων κατ’ αὐτοῦ ἀπολυθέντων, τὰ μὲν προσκυνοῦντα, ὡς διὰ τῆς τῶν κεφαλῶν
αὐτῶν κατακλίσεως ἐφαίνοντο, εἰς τὰς ἑαυτῶν ἀνεχώρουν γαλεάγρας. Τὰ δὲ
κυλινδρούμενα ἐπὶ τὴν γῆν, κατεφίλουν τοὺς πόδας αὐτοῦ, τὰ δὲ τὰς τραυματισθείσας
αὐτοῦ σάρκας ταῖς γλώσσας ἀπέλειχον. Ὁ δὲ μέγας ἀρχιερεύς, τῷ Θεῷ εὐχαριστήσας,
ἀπέπτη πρὸς Κύριον, τὸ σῶμα ἀβλαβὲς καταλιπὼν ἐν τῇ γῇ. Ὅπερ εὐλαβεῖς τινὲς
μετ’ αἰδοῦς μυρίσαντες, καὶ ὀθονίοις εἰλήσαντες, ἐν ἐπισήμῳ κατέθεντο τόπῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωναθᾶς καὶ Ἄνθος, ἐν εἰρήνῃ τελειοῦνται.
Μισῶ τὰ τῆς γῆς,
Ἄγγελοι δέξασθέ με,
Ἀμωναθᾶς ὁ θεῖος
ἐκλείπων λέγει.
Τὸ τοῦ Προφήτου
προσφόρως Δαβὶδ λέγων,
ὡς ἄνθος ἀγροῦ
θεῖος Ἄνθος ἐῤῥύη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Αἰθερίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Εὐφημιανῆς καὶ Φοίβης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Φινιανοῦ τοῦ Κλόναρντ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ Μονζέσκιϋ.
Ταῖς
τῶν σῶν Ἁγίων πρεσβείαις Χριστέ, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Τοῦ Ἁγίου Σπυρίδωνος. ᾨδὴ ζ' Ἀντίθεον πρόσταγμα
Μωσέως τὸ ἄπλαστον, Δαυΐδ
τὸ πρᾶον, Ἰὼβ τοῦ Αὐσίτιδος τὸ ἄμεμπτον κτησάμενος, τοῦ Πνεύματος γέγονας
κατοικητήριον, μέλπων ἱερώτατε, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ψεκάδες τῇ κάρᾳ σου ἐν ὥρᾳ
θέρους, οὐράνιαι στάζουσαι, τὸ μέλλον προεσήμαινον· Θεὸς γὰρ ὡς ἔφησας, τὴν
θείαν μνήμην σου, Ὅσιε ἐδόξασε, πιστοὺς καθαγιάζων τῇ μεσιτείᾳ σου.
Συνόδῳ Πατέρων σε Θεὸς
δοξάζει, ἐν κρίσει τοὺς λόγους σου, φυλάξαντα μακάριε· οὓς πίστει προσήγαγες,
τὸν ἀλογώτατον, Ἄρειον μωραίνοντας σαφῶς, καὶ καταργοῦντας τὴν τούτου ἔνστασιν.
Θεοτοκίον
Τὸν βότρυν ἐβλάστησας
ἀῤῥήτῳ λόγῳ, Παρθένε ὡς ἄμπελος, τὸν μόνον ἀγεώργητον, οἶνον ἀναβλύζοντα πάντας
εὐφραίνοντα, πάντας ἁγιάζοντα βροτούς, καὶ πᾶσαν μέθην δεινῶν ἐξαίροντα.
Τοῦ Ὁσίου. Δροσοβόλον μὲν τὴν κάμινον.
Ὁδηγὸς πρὸς σωτηρίας πᾶσι
γέγονας, τοῖς προσιοῦσι πάντοτε, τῶν ἐνθέων σου διδαχῶν παμμάκαρ τῷ φωτί, καὶ
πείθων αὐτοὺς ἀναβοᾷν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἱερῶς καὶ θεαρέστως
ἱερώτατε, τὸν βίον σου διήνυσας, μονασταῖς ὀφθεὶς τῆς ἐνθέου τύπος ἀρετῆς, καὶ
ψάλλων Χριστῷ διηνεκῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μαθητὴς καὶ ὁπαδὸς Ἠλιοὺ
γέγονας, τοῦ θείου παμμακάριστε, Μενοικέως γὰρ σὺ τὸ ὄρος ὅλον κατοικεῖς, ὡς
ἐκεῖνος Κάρμηλον βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἐν καρδίᾳ Θεοτόκον Σε καὶ
χείλεσιν, ὁμολογῶ πανύμνητε, καὶ γὰρ
τέτοκας τὸν Θεάνθρωπον λόγον ἁγνή, δι’ οὗ κατηυγάσθημεν φέγγους, θεογνωσίας
ἀληθῶς ἡ κληρουχία ἡ Σή.
Τοῦ Ἁγίου Σπυρίδωνος. ᾨδὴ η' Κάμινος ποτέ
Κάμινον παθῶν, ταῖς θείαις
ἐπομβρίαις, τοῦ θείου Πνεύματος κατέσβεσας, καὶ δρόσον ἐπήγασας, νοσημάτων
Πάτερ καύσωνα, ἐξαίρουσαν τῶν πίστει σοι, πάντοτε προσιόντων, μάκαρ Σπυρίδων
πανόλβιε.
Ἄκακος εὐθύς, καὶ πρᾶος
συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπῃ φιλόξενος, Ἱεράρχης ἱερώτατος,
φρονήματι κοσμούμενος, Ὅσιε ὀρθοδόξῳ· ὅθεν σε πίστει γεραίρομεν.
Πάλαι σοι φωνήν, ὡς ζῶσα ἡ
θανοῦσα, διερωτῶντι Πάτερ δέδωκεν· ὢ θαῦμα ἐξαίσιον! ὢ παράδοξον μυστήριον! ὢ
χάριτος ἧς ἔτυχες! βίῳ κεκοσμημένος, Ἀγγελικῷ ἀξιάγαστε.
Θεοτοκίον
Πάθη τῆς ἐμῆς, θεράπευσον
καρδίας, τῇ συμπαθείᾳ σου πανύμνητε, τὸν νοῦν μου εἰρήνευσον, τὴν ψυχήν μου
φωταγώγησον, καὶ βαίνειν με εὐόδωσον, τρίβους πρός σωτηρίους, ὅπως ἀεὶ μεγαλύνω
σε.
Τοῦ Ὁσίου. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Νῦν τῆς ὕλης θεόφρον ἔξω
γενόμενος, καὶ μεθέξει ἀΰλων ἑνοποιούμενος, τῷ παμβασιλεῖ καὶ Θεῷ, τῶν
ὑμνούντων σου, μνήμην τὴν φωσφόρον, πάντοτε ὑπερεύχου.
Ἐνεκράθης τῷ πόθῳ τῷ θείῳ
ἔνδοξε, Ἰωάννη παμμάκαρ, ὅθεν καὶ ἔσπευσας, ἡσύχῳ Θεῷ ὁμιλεῖν τῷ παντάνακτι,
ἀποστὰς καὶ δόξης, καὶ γηΐνων ἁπάντων.
Μεγαλύνει ὑμνοῦσα Χριστὸν
τὸν Κύριον, Ἰωάννη ἡ ποίμνη, ἥνπερ συνέστησας, καὶ σὲ πρεσβευτὴν πρὸς Αὐτὸν νῦν
προβάλλεται, ῥυσθῆναι παντοίας, θλίψεως καὶ ὀδύνης.
Θεοτοκίον
Ἀνυμνοῦμέν Σου Κόρη τὸν
ἀνερμήνευτον, καὶ πανάγιον τόκον, δι’ οὗ ἐῤῥύσθημεν, ἐξ εἰδωλικῆς πλάνης καὶ
ἐφωτίσθημεν, γνώσει τῆς Τριάδος, τῆς μιᾶς θεαρχίας.
Τοῦ Ἁγίου Σπυρίδωνος. ᾨδὴ θ' Ἀνάρχου Γεννήτορος
Ἀνάρχου Γεννήτορος, τρανῶς
Υἱὸν ἐκήρυξας, Ὁμοούσιον Πάτερ, καὶ συναΐδιον, μέσον θεοφόρων Πατέρων
μεγαλυνθείς, καὶ τῶν ἀνομούντων, ἐμφράξας τὰ στόματα, Ἱεράρχα παμμακάριστε.
Πολύφωτε ἥλιε, Πατέρων
ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε, τοὺς τὴν φωτοφόρον σου μνήμην,
χαρμονικῶς, νῦν ἐπιτελοῦντας, φωτὸς καταξίωσον, ἀνεσπέρου ταῖς πρεσβείαις σου.
Τὰ θεῖα σκηνώματα, ἡ πύλη ἡ
οὐράνιος, ἡ τῶν ἑορταζόντων τερπνὴ ὁμήγυρις, τὴν ἡγιασμένην ψυχήν σου, καὶ
ἀρεταῖς καθωραϊσμένην, παμμάκαρ ἐδέξατο, ἐν φωνῇ ἀγαλλιάσεως.
Θεοτοκίον
Τὸ μέγα μυστήριον, τῆς ὑπὲρ
νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον,
τοὺς ἱεροὺς εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τοῦ Ὁσίου. Θεὸν ἀνθρώποις ἰδεῖν
ἀδύνατον.
Νοεῖν καὶ λέγειν τὰ θεῖα
ἔμπνευσον, μάκαρ ἀεὶ τοῖς πόθῳ εὐφημοῦσι τὴν μνήμην σου, καὶ τὴν τρίβον τοῦ
βίου ὁμάλισον, τῶν πειρασμῶν τὸ νέφος ἀποκρουόμενος, ταῖς πρὸς Χριστὸν τὸν
Λυτρωτήν, θερμαῖς πρεσβείαις σου.
Ὁ φῶς ἀπρόσιτον οἰκῶν
Κύριος, σοῦ τὴν ψυχὴν δεξάμενος σοφὲ συνηρίθμησε, τοῖς Ὁσίων χοροῖς καὶ
στρατεύμασι, τῶν θείων Ἀσωμάτων, Ὃν καθικέτευε, εἰρήνην βραβεῦσαι σταθεράν, τῇ
Ἐκκλησίᾳ Αὐτοῦ.
Ἡ τοῦ ἐλέους πηγὴ ἡ ἄπειρος,
τῶν ἐφετῶν καὶ πάντων ἀγαθῶν τὸ ἀκρότατον, ὁ παντέλειος νοῦς καὶ ἀμέθεκτος,
ταῖς τοῦ Σοῦ Ἱεράρχου λιταῖς ἐπίσκεψαι, λαὸν τυραννούμενον δεινῶς τὸν
χριστεπώνυμον.
Θεοτοκίον
Λαὸν καὶ κλῆρον τὸν Σὸν
πανύμνητε, ἴδε οἰκτρῶς καὶ λίαν χαλεπῶς πιεζόμενον, ἀνημέροις ἐχθροῖς καὶ
ἀπάλλαξον, πλήθει δυσωπηθεῖσα Σῆς ἀγαθότητος, πάντα γὰρ ἰσχύεις ἀληθῶς, ὅσα καὶ
βούλοιο.
Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε
Σὲ ἐξ ἀλόγου ποίμνης,
μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα καὶ Δαυΐδ, ὧν
ἐμιμήσω τὸ πρᾶον, Σπυρίδων φῶς οἰκουμένης.
Ἕτερον. Τοῦ Ὁσίου. Ὅμοιον.
Δικαίου ἐπαινουμένου, λαοὶ
εὐφραίνονται πολλοί, σοφός τις φθέγγεται πάλαι, καὶ ὁ σὸς βίος παμμάκαρ,
λεγόμενος καθηδύνει, πιστὰς καρδίας, καὶ μοναζόντων χορείας.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ
δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα,
πῶς γαλουχεῖς τὸν Δεσπότην.
Εἰς τοὺς
Αἴνους, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια στ΄. Τοῦ Ἁγίου
Σπυρίδωνος γ΄. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ
καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης, Ἀρείου τὸ ληρῶδες· ὅθεν
ἁπλῶς, δογματίσας Τριάδα πιστῶς, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν
σύνοδον ἐκύρωσεν.
Ταῖς οὐρανίαις ἀκτῖσι
περιλαμπόμενος, καὶ τῇ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων, ψυχῶν τε καὶ
σωμάτων, τῶν πίστει καὶ νῦν, ἐκτελούντων τὴν μνήμην σου, θεομακάριστε Πάτερ
θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.
Τοῦ ἀμπελῶνος ἐργάτης διὰ
τῆς πίστεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε, διὸ τῆς Βασιλείας, τῆς
ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν, τῶν τιμώντων
σε Σπυρίδων σοφέ.
Καὶ ἕτερα γ΄, τοῦ Ὁσίου. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Τῷ θείῳ τοῦ Πνεύματος φωτί,
μάκαρ ἐλλαμπόμενος, Χριστῷ τῷ πάντων δεσπόζοντι, κατηκολούθησας, καὶ τῶν
ἐνταλμάτων Αὐτοῦ ἀναδέδειξαι, ἐκπληρωτὴς καὶ φύλαξ πανάριστος, ὃν καθικέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ταῖς λαμπραῖς ἀκτῖσι τοῦ
σοφοῦ, Παύλου πυρσευόμενος, τοῦ διδασκάλου τῆς πίστεως, ὅλως γεγένησαι, Ἰωάννη
μάκαρ, τὴν ποίμνην σου φύλαττε, πιστοὺς εὐωδιάζων τῇ χάριτι, ταῖς ἀπλανέσι σου,
διδαχαῖς καὶ λόγοις ἅπαντας, εἰς λιμένα ποδηγῶν σωτήριον.
Τῆς Ἱεραρχίας τὴν στολήν,
μάκαρ ἀμπεχόμενος, Ἀγγέλοις ὄντως ὡμοίωσαι, καὶ εὐλαβῶς Θεῷ, λειτουργῶν καὶ
πάντας, ἁγιάζων χάριτι, εἰς δόξαν τε καὶ θαῦμα τοῦ Κτίστου σου, Ὃν καθικέτευε,
δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Ἱεραρχίας μὲν τῷ ποδήρει,
ἀγλαϊζόμενος Ὅσιε, καθαρῶς τὴν λογικὴν Θεῷ, ἐπετέλεις λατρείαν, τὰς τῶν πιστῶν
καθαγιάζων ψυχάς, τῷ ἀγγελομόρφῳ σου εἴδει, τοὺς τῶν ὁρώντων ὀφθαλμούς, εἰς
θαῦμά τε καὶ δόξαν παρεκίνεις Θεοῦ, ἀλλὰ καὶ νῦν, Ἰωάννη Πατὴρ ἡμῶν, σὺν
Ἀγγέλοις Αὐτῷ παριστάμενος, ἐκτενῶς ἱκετεύων μὴ παύσῃ ὑπὲρ τῆς ποίμνης σου.
Καὶ νῦν. Προεόρτιον.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς
σωτηρίας ἡμῶν, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ
ἀγάλλου, ὅτι ἐκ Σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ
περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς
φιλάνθρωπος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν τοῦ Μενοικείου σεπτὸν
φρουρόν, Ζιχνῶν Ἱεράρχην Ἰωάννην τὸν θαυμαστόν, κτήτορα καὶ δόξαν, Μονῆς τῆς
τοῦ Προδρόμου, ἐν ὕμνοις μεγαλύνοντες λιταζόμεθα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου